ἑαυτὸν, κλυδωνίζεται, χειμάζεται, ναυαγεῖ. Εἷς γάρ ἐστι πλοῦς, μία ὁδὸς, εἷς λιμὴν, ἡ πίστις· αὕτη ὁδηγεῖ, αὕτη συγκλείει, αὕτη δέχεται. Ὁ δὲ ἐκ πίστεως ἐκπίπτων, ναυαγεῖ, ὥς φησιν ὁ Παῦλος Τιμοθέῳ γράφων· Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον Τιμόθεε, ἵνα στρατεύσῃς ἐν αὐτῷ τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. Ὁ γοῦν τῆς πίστεως ἀφιστάμενος, ναυαγεῖ· ὁ δὲ τῇ πίστει ἑπόμενος, εἰς εὔδιον λιμένα τὸ σκάφος ὁρμίζει. Μὴ τοίνυν παντὶ ἀνέμῳ ὑπαγώμεθα. Μετὰ Κύριον οὐκ ἔνι ἄλλη διδασκαλία· μετὰ γὰρ Μωϋσέα προσεδοκᾶτο Χριστός· μετὰ δὲ Χριστὸν οὐ προσδοκᾶται ἄλλος. Διὰ τοῦτο Μωϋσῆς μὲν βουλόμενος παιδεῦσαι τὸν λαὸν, ὅτι οὐ δεῖ τοῖς ἑαυτοῦ νόμοις στοιχῆσαι μόνοις, ἀλλ' ἐκδέξασθαι τὴν τελείωσιν, ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, αὐτοῦ ἀκούσεσθε. Εἰ γὰρ συνῄδει τὸ ἐντελὲς τῆς διδασκαλίας, οὐκ ἂν ἄλλον διδάσκαλον παρεπέμψατο λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· διὰ τοῦτο, προφήτην, ἐπειδὴ ἐξ ὑμῶν. Θεὸς μὲν γὰρ οὐκ ἐξ ὑμῶν, προφήτης δὲ ἐξ ὑμῶν· ὁ μὲν γὰρ Θεὸς ἐκ Θεοῦ, ὁ δὲ προφήτης ἐξ ὑμῶν, τὸ κατὰ σάρκα· διὰ τοῦτο καὶ, Ὡς ἐμὲ, νομοθέτην. Ἐπειδὴ γὰρ εἷς μὲν νομοθέτης ἀρχαῖος Μωϋσῆς, δεύτερος δὲ νομοθέτης ὁ Σωτὴρ, οὐχ ἑνὸς λαοῦ, ἀλλὰ τῆς οἰκουμένης· διὰ τοῦτο Ὡς ἐμὲ, κατὰ τὸν τύπον καὶ τὴν νομοθεσίαν. Τίς τούτῳ γὰρ μαρτυρήσει τῷ λόγῳ; Δαυῒδ ὁ γενόμενος μετ' ὀλίγας γενεὰς τοῦ Μωϋσέως ἐπεβόα· Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς. Εἰ οὖν πρὸ Μωϋσέως ἦν ὁ Δαυῒδ, εἰκότως ἂν ὑπὲρ Μωϋσέως ἱκέτευεν· εἰ δὲ Μωϋσῆς μὲν προδιέλαμψε, μεταγενέστερος δὲ Δαυῒδ Μωϋσέως, τί ἐβούλετο ὁ προφήτης Δαυῒδ ἄλλον καλέσαι νομοθέτην, ἑτέρου ὄντος, καὶ λέγειν, Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς; Τίσιν ἄρα ἀλλ' ἢ τοῖς ἔθνεσιν; Ἀνάστηθι γὰρ, φησὶ, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τοῖς γὰρ ἔθνεσι δέδοται ὁ νομοθέτης. Γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι· πρὸ γὰρ τοῦ νομοθέτου ὡς ἄλογα ὑπήχθησαν. Ἐὰν δὲ ἔλθῃ ὁ Θεὸς Λόγος, εἰς τὴν λογικὴν αὐτοὺς ἀποκαθιστᾷ φύσιν. Ὁ μὲν οὖν Μωϋσῆς, ὡς ἔφθην εἰπὼν, ἔλεγε, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς, ὡς ἐμέ· ὁ Δαυῒδ, Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· ὁ δὲ Παῦλος, ἐλθὼν μετὰ τὸν Σωτῆρα, καὶ κήρυξ ὢν τοῦ Σωτῆρος, τοὺς πρώτους ἰδὼν, ὅτι ἦν ἐκδέξασθαι Χριστὸν, μετὰ δὲ Χριστὸν, οὐδένα ἄλλον, διὰ τοῦτό φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἀποκλείει πᾶσαν γνῶσιν, καὶ λαμβάνει τὰς κλεῖς τῆς βασιλείας. Ὅτι δὲ μετὰ τὴν διδαχὴν Χριστοῦ οὐκ ἔστιν ἄλλην προσδοκῆσαι διδασκαλίαν, λέγει· Παρ' ὃ παρελάβετε εἴ τις εὐαγγελίζεται ὑμῖν, ἀνάθεμα ἔστω. Καὶ ἵνα μὴ μόνον τὴν τῶν ἀνθρώπων ἀποκλείσῃ κακοτεχνίαν, ἐπαγωνίζεται καί φησι· Κἂν ἡμεῖς. Τί δήποτε δέ ἐστι, Κἂν ἡμεῖς; Ὁ Ἀπόστολος εἶχεν ἄλλως διδάξαι; Ἢ δῆλον ὅτι ὑπερβολῇ κέχρηται ὁ θεῖος Παῦλος· ὅτι κἂν ἐμοῦ ἀκούσητε κηρύττοντος ἕτερα, νοήσατε ὅτι μὲν οὐκ ἐκ Θεοῦ φθέγγομαι; Διὰ τοῦτο λέγει, Κἂν ἡμεῖς. Ἀνθρωπίνη μὲν γὰρ ἀνατρέπεται γλῶττα, Θεοῦ δὲ γλῶσσα οὐ μεταβάλλεται. Διὰ τοῦτο, Κἂν ἡμεῖς, κἂν ἄγγελος ἐξ οὐρανοῦ. Ἀσφαλῶς γὰρ εἰς ὑπόνοιαν τοιαύτην ἤρχου, ὅτι ἄγγελος ἐξ οὐρανοῦ ξένην διδασκαλίαν ἤμελλεν εἰσάγειν. Ἀλλ' οὐκ ἀγγέλους ἀσφαλίζεται, ἀλλὰ τοῦ διαβόλου τὴν κακοτεχνίαν κατατέμνει· Κἂν ἄγγελος ἐξ οὐρανοῦ· οὐκ ἐπειδὴ τοιαῦτα συνῄδει ἀγγέλοις ᾔδει γὰρ ὅτι ἐν ἀγγέλοις ἀπλανὴς ἡ ἀλήθεια· ἀλλ' ἐπειδὴ πολλάκις ὁ Σατανᾶς ἑαυτὸν μεταμορφοῖ, καὶ δαίμονες πολλάκις ἐν σχήμασιν ἀγγέλων ἑαυτοὺς μεταμορφώσαντες, πρὸς τὴν ἑαυτῶν ἔννοιαν τὴν διδασκαλίαν εἰσάγουσι, κατὰ τὸ εἰρημένον· Αὐτὸς δὲ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· διὸ ἀποκλείει τῷ
himself up to it is tossed by billows, stormed upon, shipwrecked. For there is one voyage, one way, one haven — faith: this guides, this encloses, this receives. And he who falls away from faith suffers shipwreck, as Paul says when writing to Timothy: 'This charge I commit to you, my child Timothy, that in it you may wage the good warfare, having faith and a good conscience, which certain men having thrust away, concerning the faith have suffered shipwreck.' He who stands aloof from the faith, at any rate, suffers shipwreck; whereas he who follows the faith moors his vessel in a calm haven. Let us not, therefore, be carried away by every wind. After the Lord there is no other teaching; for after Moses Christ was awaited, whereas after Christ no other is awaited. On this account Moses, wishing to instruct the people that they must not walk by his own laws alone, but await perfection, said: 'A Prophet shall the Lord your God raise up for you; Him you shall hear.' For had he been conscious that his teaching was complete, he would not have referred them on to another teacher, saying: 'A Prophet shall the Lord your God raise up for you, from among your brethren, like me': on this account 'a Prophet,' since He was from among you. For God is not from among you, whereas a prophet is from among you; for God is from God, whereas the Prophet is from among you according to the flesh; on this account also 'Like me,' as a lawgiver. For since there is one ancient lawgiver, Moses, and a second Lawgiver, the Saviour — not of one people, but of the inhabited world — on this account he says 'Like me,' according to the type and the lawgiving. For who shall bear witness to this word? David, who came a few generations after Moses, cried aloud: 'Arise, O Lord, let not man prevail; let the Gentiles be judged before Thee. Appoint, O Lord, a lawgiver over them.' If David, then, had been before Moses, reasonably would he have supplicated on behalf of Moses; but if Moses shone forth beforehand, and David was later than Moses, what did the prophet David mean by calling for another lawgiver when another already existed, and saying, 'Appoint, O Lord, a lawgiver over them'? Over whom, then, if not over the Gentiles? 'For arise,' says he, 'O Lord, let not man prevail; let the Gentiles be judged before Thee.' For to the Gentiles has the Lawgiver been given. 'Let the Gentiles know that they are men'; for before the Lawgiver they were led away like irrational brutes. But when God the Word comes, He restores them to their rational nature. Moses, then, as I have already said, used to say, 'A Prophet shall the Lord God raise up for you, like me'; David, 'Appoint, O Lord, a lawgiver over them'; and Paul, having come after the Saviour, and being a herald of the Saviour, having seen those earlier ones — that it was necessary to await Christ, and after Christ no one else — on this account says: 'If anyone preaches to you a gospel besides that which you received, let him be anathema.' He shuts out every false knowledge, and takes the keys of the kingdom. And because after the teaching of Christ it is not possible to await another teaching, he says: 'Besides that which you received, if anyone preaches a gospel to you, let him be anathema.' And in order that he may shut out not only the malicious craft of men, he contends further and says: 'Even if we.' What ever does 'Even if we' mean? Was the Apostle able to teach otherwise? Or is it plain that the divine Paul has used hyperbole: 'that even if you hear me proclaiming other things, understand that I do not utter them from God'? On this account he says, 'Even if we.' For a human tongue is overturned, whereas the tongue of God does not change. On this account, 'Even if we, or an angel from heaven.' For you were surely coming to such a surmise, that an angel from heaven was about to introduce a strange teaching. Yet he is not guarding against angels, but cutting down the malicious craft of the devil: 'Or an angel from heaven' — not because he knew of such things in angels, for he knew that in angels truth is unerring; but because Satan often transforms himself, and demons often, having transformed themselves into the forms of angels, introduce teaching according to their own mind, according to what is said: 'And Satan himself fashions himself into an angel of light'; wherefore he shuts out by