Migne Reading Room

PG 52 · cols. 837–842 · Read from the page

Letters of St John Chrysostom and some others

Letters of St John Chrysostom and some others

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:837Read from the page
Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, κἂν ἀνὴρ, κἂν γυνὴ, κἂν ἄρχων, κἂν ἀρχόμενος, καὶ θέλει σωθῆναι, ταύτην ἐρχέσθω τὴν ὁδόν. Τρία δέ ἐστι τὰ λεγόμενα, τὸ ἀπαρνήσασθαι ἑαυτὸν, τὸ ἆραι τὸν σταυρὸν, καὶ τὸ ἀκολουθῆσαι. Ἀλλ' ἴδωμεν πρότερον, τί ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν. Μάθωμεν τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ἐστι τὸ ἀρνήσασθαι ἑαυτόν. Τί οὖν ἐστι τὸ ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμενος ἕτερον, οἷον ἢ ἀδελφὸν, ἢ φίλον, ἢ γείτονα, ἢ ὁντιναοῦν, κἂν μαστιζόμενον ἴδῃ τοῦτον, κἂν δεσμούμενον, κἂν ὁτιοῦν πάσχοντα, οὐ προΐσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τι πρὸς αὐτόν· ἅπαξ γὰρ αὐτοῦ ἠλλοτρίωται. Οὕτω τοίνυν βούλεται τοῦ σώματος ἀφειδεῖν τοῦ ἡμετέρου ὁ Θεὸς, ἵνα κἂν μαστίζωσιν ἡμᾶς δι' αὐτόν τινες, κἂν κολάζωσι, κἂν ἐλαύνωσι, κἂν ἄλλο τι ποιῶσι, μὴ φειδώμεθα. Τοῦτο γάρ ἐστιν ἀρνήσασθαι· τουτέστι, μηδὲν ἐχέτω πρὸς ἑαυτὸν, ἀλλ' ἐκδιδότω ἑαυτὸν τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου πάσχοντος, οὕτω διακείσθω. Καὶ οὐκ εἶπεν, ἀρνησάσθω ἑαυτὸν, ἀλλ', Ἀπαρνησάσθω, μικρᾷ ταύτῃ προσθήκῃ πολλὴν ἐμφαίνων τὴν ὑπερβολήν. Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Εἶδες πῶς καθώπλισε τὸν ἑπόμενον αὐτῷ στρατιώτην ὁ τῶν οὐρανῶν βασιλεύς; Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ' ὃ πάντων τούτων ἐστὶν ἰσχυρότερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμβολον τῆς κατὰ τῶν δαιμόνων νίκης. Τοῦτο μάχαιρα, τοῦτο ἀσπὶς, τοῦτο θώραξ, τοῦτο κράνος, τοῦτο κνημὶς, τοῦτο φρούριον ἀσφαλὲς, τοῦτο λιμὴν, τοῦτο καταφυγὴ, τοῦτο στέφανος, τοῦτο ἔπαθλον, τοῦτο τῶν ἀγαθῶν ἁπάντων θησαυρὸς, καὶ τῶν νῦν καὶ τῶν ἐσομένων ποτέ. Καθάπερ γάρ τις ὅπλον ἰσχυρὸν λαβὼν, καὶ τοῖς αὐτοῦ δίδωσι στρατιώταις, οὕτω καὶ ὁ Χριστός. Ἴδετε, φησὶ, τὸν ἐμὸν σταυρὸν ὅσα ἤνυσε· ποιήσατε καὶ ὑμεῖς τοιαῦτα, καὶ ἀνύσατε τοιαῦτα ὅσα βούλεσθε. Καίτοι γε καὶ ἀλλαχοῦ καὶ μείζονα τούτων ἐπηγγείλατο λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Τί δέ ἐστιν αὐτὸ τὸ ῥητὸν, τὸ, Ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι; Ἆρα ἵνα τὸ ξύλον βαστάζωμεν ἕκαστος; Οὐδαμῶς· ποία γὰρ ἀρετὴ τοῦτο; Ἀλλ' ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι, τὸ αἷμα ἡμῶν ἐν ταῖς ψυχαῖς περιφέροντες, πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν, οὕτως ἅπαντα πράττοντες, ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν, ὡς ἀποθανούμενοι πάντως. Ὅπερ καὶ ὁ ἀπόστολος ἔλεγε Παῦλος· Καθ' ἡμέραν ἀποθνήσκω. Οὐχὶ εἷς σοι παρὰ τῆς φύσεως δέδοται θάνατος; Ἔξεστιν, ἂν θέλεις, μυριάκις ἀποθανεῖν ὑπὲρ τοῦ Δεσπότου τοῦ σοῦ.
If anyone wills to come after Me, whether man or woman, whether ruler or ruled, and wills to be saved, let him walk this way. And the things spoken are three: to deny oneself, to take up the cross, and to follow. Yet let us see first what it is to deny oneself. Let us learn what it is to deny another, and then we shall know what it is to deny oneself. What, then, is it to deny another? He who denies another—such as a brother, or a friend, or a neighbour, or whomsoever else—even if he sees him scourged, or bound, or suffering anything whatsoever, does not stand up for him, does not help him, is not moved to pity, feels nothing towards him; for once for all he has been estranged from him. Just so, therefore, does God will us to be unsparing of our own body, so that even if some scourge us on His account, or punish us, or drive us out, or do anything else, we may not spare it. For this is to deny: that is to say, let a man have no regard for himself, but give himself up to dangers and contests, and be so disposed as though another were suffering. And He did not say, let him renounce himself, but, Let him utterly deny himself, showing great surpassing force by this small addition. And let him take up his cross. Did you see how the King of the heavens armed the soldier who follows Him? He gave no shield, no helmet, no bow, no breastplate, no greave, nor anything else of such things at all, but what is stronger than all these: the security that comes from the cross, the symbol of victory against the demons. This is sword, this shield, this breastplate, this helmet, this greave, this safe fortress, this haven, this refuge, this crown, this prize, this treasury of all good things, both present and to come hereafter. For just as someone, having taken a mighty weapon, gives it also to his soldiers, so also does Christ. Behold, He says, how much My cross has accomplished; do you also make such things, and accomplish all such things as you wish. And indeed elsewhere He promised even greater things than these, saying: He who believes in Me, the works that I do, he also shall do, and greater than these shall he do. And what is the saying itself: Let him take up his cross, and follow Me? Is it that each of us should carry the wood? By no means; for what virtue would that be? Nay, it is that we should stand arrayed against dangers, carrying our blood about in our souls, ready daily for slaughter and death, doing all things so as not even to expect our life to last until evening, as men certainly about to die. Which very thing Paul the apostle also said: Daily I die. Has not one death been given you by nature? It is in your power, if you will, to die ten thousand times on behalf of your Master.
βʹ. Τοιαύτη γὰρ ἡ χάρις· τὴν παρὰ τοῖς φίλοις πτωχείαν εἰς πολὺν ἐξάγει πλοῦτον, διὰ τὸ φιλόδωρον τοῦ Δεσπότου, οὐ τῇ τῶν πραγμάτων ἐκβάσει μόνον, ἀλλὰ καὶ τῇ προθέσει τῶν ἀγωνιζομένων τοὺς στεφάνους ὁρίζοντος. Τί δέ ἐστιν, Ἀράτω; Οὕτως ἔστω πρόθυμος εἰς τὸ σφαγιασθῆναι καὶ σταυρωθῆναι, φησὶν, ὡς ἐκεῖνος ὁ βαστάζων ἐπὶ τῶν ὤμων· οὕτως ἐγγὺς εἶναι νομιζέτω τοῦ θανάτου. Τὸν τοιοῦτον ἅπαντες καταπλήττονται· οὐ γὰρ οὕτω δεδοίκαμεν τοὺς μυρίοις πεφραγμένους ὅπλοις ἀνθρωπίνοις, καὶ ἐπὶ ἀνδρείᾳ τοσαύτῃ τετειχισμένους, ὡς τοῦτον ἐπ' ἐλευθερίᾳ. Οὐδὲν γὰρ οὕτω ποιεῖ θάνατον ἐκφυγεῖν, ὡς τὸ καταφρονεῖν θανάτου. Ἵνα δὲ μηδεὶς νομίσῃ τοῦτο μόνον ἀρκεῖν, τὸ πρὸς θάνατον ἑτοίμους εἶναι (εἰσὶ γὰρ καὶ λῃσταὶ καὶ γόητες τοιοῦτοι καὶ μιαιφόνοι πάντες), διὰ τοῦτο προσέθηκε· Καὶ ἀκολουθείτω μοι. Οὐ τὸν ἀνδρεῖον ζητῶ, φησὶ, μόνον, οὐδὲ τὸν ἀκατάπληκτον πρὸς τὴν τελευτὴν τοῦ βίου, ἀλλὰ τὸν ἐπιεικῆ καὶ σώφρονα καὶ μέτριον, καὶ πάσης γέμοντα ἀρετῆς. Εἶδες σταυροῦ διακονίαν οὐκ ἐπὶ τοῦ Δεσπότου μόνου, ἀλλὰ καὶ ἐπὶ τῶν δούλων τοσαῦτα ἰσχύουσαν; Τοῦτο Πέτρον κορυφαῖον ειργάσατο· τοῦτο Παῦλον τοσοῦτον ἐποίησε. Διὸ καὶ ἔλεγε· Τίς ἡμᾶς
2. For such is grace: it brings the poverty found among His friends out into great wealth, through the munificence of the Master, Who appoints crowns not by the outcome of affairs alone, but also by the purpose of the contenders. And what is, Let him take it up? Let him be just as eager to be slaughtered and crucified, He says, as the man who carries it upon his shoulders; let him reckon himself to be just so near to death. At such a man all stand in awe; for we do not so fear those fenced round with ten thousand human weapons and walled about with such great bravery, as we do this man for his freedom. For nothing so causes a man to escape death as despising death. Yet lest anyone should suppose that this alone suffices—to be ready for death (for robbers also, and impostors, and all blood-guilty men are such)—for this reason He added: And let him follow Me. I seek not only the brave man, He says, nor him who is undaunted at the end of life, but him who is gentle and temperate and moderate, and full of every virtue. Did you see the ministry of the cross availing so much not in the Master alone, but also in His servants? This made Peter chief; this rendered Paul so great. Wherefore he also said: Who shall
Notes, col. 837

On the reading

Printed ειργάσατο, for εἰργάσατο.

PG 52:838Read from the page
χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ κίνδυνος, ἢ μάχαιρα; Τοῦτο καὶ τοὺς νηστεύοντας οὐχὶ βρωμάτων μόνον, ἀλλὰ καὶ παθῶν ἀνδρείους ἀπειργάσατο. Περιφράστωμεν ἑαυτοὺς, ἀγαπητοὶ, τῇ δυνάμει τοῦ σταυροῦ, καὶ καθωπλισμένοι πρὸς τὸ ἑξῆς, προθυμότεροι τῇ νηστείᾳ προσβῶμεν, καὶ πάντων τῶν τοῦ βίου τερπνῶν καταφρονήσωμεν. Καὶ γὰρ πλοῦτος, καὶ δόξα, καὶ δυναστεία, καὶ ἔρως, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο ἡδέα, διότι φιλοψυχοῦμεν, καὶ τῇ παρούσῃ προσηλώθημεν ζωῇ. Ταύτης δὲ καταφρονηθείσης, οὐδεὶς ἐκείνων ἡμῖν λόγος. Καλὴ γὰρ ἡ παροῦσα ζωὴ, καλὴ καὶ ἡδεῖα· δῶρον γάρ ἐστι Θεοῦ· ἀλλ' ὅταν ἡ μέλλουσα φανῇ, τότε καταφρονεῖται δικαίως αὐτή.
separate us from the love of Christ? Tribulation, or distress, or peril, or sword? This rendered brave those also who fast not from meats alone, but also from passions. Let us fence ourselves about, beloved, with the power of the cross, and being fully armed for what follows, let us advance more eagerly to the fast, and despise all the pleasures of life. For wealth, and glory, and dominion, and passion, and all such things are sweet on this account: because we love our temporal life and have been nailed to the present life. When this, however, has been despised, we take no account of those things. For good is the present life, good and sweet—for it is a gift of God—yet when the life to come appears, then this one is justly despised.
Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγαθῶν, δι' οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ' ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ σύμβολον ἡμῖν τοῦ σταυροῦ παρίσταται. Διὰ τοῦτο καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τῶν μετώπων, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας τοῦ Δεσπότου τοῦτό ἐστι σημεῖον. Διὰ τοῦτο σφραγὶς κέκληται, ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας, ὅσας ἂν λάβωμεν, τούτῳ, καθάπερ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ, σφραγίζομεν, καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονηρόν. Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναποκλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν. Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον, ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου, καὶ αὐτὸν τὸν διάβολον κατέβαλε, τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ. Τούτου χάριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται, οἷά τις ῥομφαία καὶ μάστιξ βασιλικὴ, βασανίζουσα καὶ ἀποδιώκουσα πᾶσαν δαιμονικὴν ἔλευσιν, καὶ σατανικὴν ἐπιφοράν. Διὰ τοῦτο οἱ θεῖοι ἱερομύσται, ὥσπερ τινὲς δορυφόροι, προθέντες τὴν βασιλικὴν μάστιγα, διὰ ταύτης ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγγα, τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγωγοῖς ἀπονέμοντες, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χριστὸν γεραίροντες.
Let us not, therefore, be ashamed of the venerable symbols of our salvation, nor thrust away the great chief sum of good things, through which we live and have our being, giving ourselves up to luxury and surfeiting and gluttony; but let us carry about the cross of Christ like a crown, that is, the mortification of the passions. For all things that concern us are accomplished through it: whether one must be reborn, the cross is present; or be fed with that mystic food, or be ordained, or do anything else whatsoever, everywhere our symbol of the cross stands by us. For this reason both upon our house, and upon our walls, and upon our windows, and upon our foreheads, and upon our mind we inscribe it with great earnestness. For this is the sign of the salvation wrought on our behalf, and of our common freedom, and of the clemency of the Master. For this reason it has been called a seal, because all the deposits of God, as many as we may receive, we seal with this, as with some royal signet and ring, and nothing wicked dares any longer to approach. If we entrust the leadership of a people to anyone, or if we lead him to the dignity of the priesthood, after offering ten thousand prayers and invoking the grace of the Spirit to come, we seal with this, as though locking up the gift bestowed in a safe treasury. Thus also it is employed in the sacred rites. For the cross of Christ is a sword and wood, on which Christ, slain by the God-slaying Jews, undid the works of the devil and cast down the devil himself, having nailed our sins upon it. For this sake it is employed in the sacred rites like some broadsword and royal scourge, tormenting and driving away every demonic onset and satanic assault. For this reason the divine priests-of-the-mysteries, like spear-bearing guards, holding forth the royal scourge, through it drive away every adverse and hostile phalanx, distributing the divine and royal gifts to those initiated into the mysteries, and with them honouring Christ the King.
γʹ. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει τοῦ σταυροῦ πᾶσαν τὴν ὑπόθεσιν, καὶ σβέσεις θυμὸν, καὶ πάντα τὰ λοιπὰ πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παρρησίας, τὸ στῆθος, τὰ ὄμματα, καὶ πᾶν μέλος παράστησον θυσίαν εὐάρεστον τῷ Θεῷ. Τοῦτο γὰρ ἡ λογικὴ λατρεία. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων ιοβόλων δήγματα ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμάκων δηλητηρίων περιγίνεται; Τοῦτο τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ' ὕπνος καὶ ἐγρηγόρησις. Διὰ τοῦτον τὰ τῆς σαρκὸς πάθη τὰ πολεμοῦντα τοὺς νηστεύοντας,
3. Whenever, therefore, you sign yourself, call to mind the whole meaning of the cross, and you will quench wrath and all the other passions. Whenever you sign yourself, fill your forehead with great boldness, and present your breast, your eyes, and every member as a sacrifice well-pleasing to God; for this is rational worship. This sign opened shut doors in the time of our forefathers also; this quenched deadly poisons; this undid the power of hemlock; this healed the bites of venomous beasts. For if it opened the gates of Hades, and flung wide the vaults of the heavens, and renewed the entrance of Paradise, and cut away the sinews of the devil, what wonder if it prevails over deadly poisons? Engrave this, therefore, upon your mind, and embrace the salvation of our souls. For this cross saved the inhabited earth, drove away error, brought back truth, made earth heaven, and rendered men angels. Through this the demons are no longer terrible, but easily despised; nor is death death, but sleep and waking. Through this the passions of the flesh that war against those who fast
Notes, col. 838

On the reading

Printed ιοβόλων, for ἰοβόλων.

PG 52:839Read from the page
ἀπομαραίνονται. Ἂν τοίνυν εἴποι σοί τις τῶν Ἰουδαίων· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ καὶ μεγάλῃ τῇ φωνῇ, καὶ γεγηθότι τῷ προσώπῳ· Ναὶ, καὶ προσκυνῶ, καὶ οὐ παύσομαι προσκυνῶν· κἂν γελάσῃ, δάκρυσον ὅτι μαίνεται, καὶ οὐ συνιεῖ τί φθέγγεται· καὶ τῷ Δεσπότῃ Χριστῷ εὐχαρίστησον, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος.
wither away. If, therefore, anyone of the Jews should say to you: Do you worship Him Who was crucified? say with a radiant and loud voice, and with a joyful countenance: Yes, I both worship Him and shall never cease worshipping Him; and even if he laughs, weep because he is mad and does not understand what he utters; and give thanks to Christ the Master that He has bestowed upon us such benefits as no one can even learn apart from revelation from above. For this reason this man also laughs, because The natural man does not receive the things of the Spirit.
Ἀλλὰ τί φησιν ὁ φρενόληπτος καὶ ἀγνώμων καὶ ἀπειθὴς Ἰουδαῖος; Εἰ οὖν Θεός ἐστιν ὁ Χριστὸς, ὥς φατε, καὶ Θεοῦ Υἱὸς, καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐλήλυθε, διὰ τί τοιούτῳ θανάτῳ ἀσχήμῳ ἐσταύρωται; Πρὸς ὃν ἐροῦμεν ὀλίγα τῶν προφητῶν ἐκλεξάμενοι· Ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ὦ παράνομε καὶ ἀγνώμων Ἰουδαῖε, ὅτι ὁ νόμος καὶ οἱ προφῆται οὕτως ἐκήρυξαν, σώζεσθαι τὴν ἀνθρωπότητα διὰ Χριστοῦ. Πρῶτος γὰρ Μωϋσῆς λέγει, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. Καὶ ὁ Ἠσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ ὁ Ἱερεμίας, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Καὶ, Ἔδωκαν τὴν τιμὴν αὐτοῦ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Καὶ ὅτι Θεός ἐστιν ὁ σταυρωθεὶς Χριστὸς, ἄκουσον τοῦ Ἔσδρα λέγοντος· Εὐλογητὸς Κύριος ὁ ἐκπετάσας τὰς χεῖρας αὐτοῦ, καὶ σώσας τὴν Ἱερουσαλὴμ κατέναντι τῶν ὀφθαλμῶν ἡμῶν. Καὶ ὅτι οἱ ὄφεις ἀπέκτεινον τὸν λαὸν, ὄφιν κελεύσει Θεοῦ κρεμάσας Μωϋσῆς ἐπὶ ξύλου, ἔλεγε· Τούτῳ προσέχετε, καὶ οὐ μὴ ἀποθάνητε. Καὶ πάλιν Ἱερεμίας λέγει, ὡς ἐκ προσώπου τῶν σταυρωσάντων αὐτόν· Δεῦτε καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Καὶ πάλιν ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου, Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Καὶ πάλιν ὁ Δαυῒδ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τῶν ἱματισμῶν μου ἔβαλον κλῆρον. Καὶ πάλιν, Διεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀγαθῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὅτι δὲ σεβάσμιος καὶ προσκυνητὸς ὁ τοῦ Χριστοῦ σταυρὸς καὶ ὁ τύπος αὐτοῦ, καὶ τοῦτο οἱ προφῆται διδάσκουσι· Δαυῒδ μὲν γὰρ λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου· καὶ πάλιν· Ποίησον μετ' ἐμοῦ σημεῖον εις ἀγαθὸν, καὶ ειδέτωσαν οι μισοῦντές με, καὶ αισχυνθήτωσαν. Καὶ ὁ Θεὸς δὲ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέγει· Δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐν πάσαις ἀνομίαις· καὶ διέλθετε, καὶ κόπτετε, καὶ μὴ ἐλεήσητε· πρεσβύτερον καὶ νεανίσκον, καὶ γυναῖκας καὶ νήπια θηλάζοντα ἐξαλείψατε· ἐπὶ δὲ τοὺς ἔχοντας τὸ σημεῖόν μου μὴ ἐγγίσητε. Καὶ ὁ Σολομὼν λέγει, Εὐλογεῖτε ξύλον, δι' οὗ γίνεται δικαιοσύνη. Καὶ ὁ Ἠσαΐας, πόθεν ἦν, καὶ ποῖα τὰ ξύλα τοῦ σταυροῦ, λέγει· Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιον. Καὶ Μωϋσῆς δὲ ξύλον βαλὼν εἰς Μερρὰν, τὰ πικρὰ ὕδατα ἐγλύκανεν εἰς τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ γλυκάναντος ἐκ τῆς πικρίας τῶν δαιμόνων τὸν κόσμον. Καὶ ἡ ῥάβδος Μωϋσέως ἡ σχίσασα τὴν πέτραν, εἰς τύπον ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ, τοῦ σχίσαντος τὰς καρδίας τῶν ἀνθρώπων, καὶ ἐμβαλόντος τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐν αὐτοῖς.
But what says the frenzied, senseless, and disobedient Jew? If, then, Christ is God, as you say, and the Son of God, and has come for the salvation of men, why was He crucified by so unseemly a death? To whom we shall speak, selecting a few words from the prophets: Christ had to be crucified, O lawless and senseless Jew, because the law and the prophets thus proclaimed that humanity would be saved through Christ. For Moses first says: You shall see your life hanging before your eyes, and you shall not believe your life. And Isaiah: As a sheep He was led to slaughter, and as a lamb before him who shears it is voiceless. And Jeremiah: Come, and let us cast wood into His bread. And: They gave His price for the potter's field, as the Lord appointed me. And that the crucified Christ is God, hear Esdras saying: Blessed be the Lord Who stretched out His hands and saved Jerusalem before our eyes. And when the serpents were slaying the people, Moses, having hung a serpent upon wood at God's command, said: Give heed to this, and you shall by no means die. And again Jeremiah says, as in the person of those who crucified Him: Come, and let us utterly blot Him out from the land of the living. And again Christ through the same prophet: But I, like an innocent lamb led to be sacrificed, knew it not. And again David, as in the person of Christ: They dug My hands and My feet, and divided My garments among themselves, and upon My raiment they cast lots. And again: I stretched out My hands all the day long to a disobedient and gainsaying people, who walked not in a good way, but after their sins. And that the cross of Christ and its figure are venerable and worthy of adoration, this also the prophets teach: David, saying: Thou hast given a token to those who fear Thee, that they may flee from the face of the bow; and again: Show me a sign for good, and let those who hate me see it and be put to shame. And God also through Ezekiel the prophet says: Put the mark upon the foreheads of those who groan and lament over all iniquities; and go through, and smite, and spare not: old man and young man, and women and nursing babes blot out; but any upon whom is My mark do not approach. And Solomon says: Bless the wood through which righteousness comes to pass. And Isaiah tells whence it was, and of what sort were the woods of the cross: With cypress and pine and cedar, to glorify the holy place together. And Moses also, casting wood into Marah, sweetened the bitter waters as a type of the cross of Christ, Who sweetened the world out of the bitterness of the demons. And the rod of Moses that cleft the rock was a type of the cross of Christ, Who cleft the hearts of men and put the grace of the Holy Spirit in them.
δʹ. Καὶ αὕτη ἐστὶν ὄντως ἡ ὁδὸς τῆς ζωῆς, καὶ πάντες οἱ κρατοῦντες αὐτὴν ζῶσιν· οἱ δὲ καταλιπόντες αὐτὴν θάνατον καὶ κόλασιν ἀτελεύτητον ἕξουσιν. Ὁ νόμος γὰρ καὶ οἱ προφῆται κηρύττουσι τὴν ἁγίαν Τριάδα· καὶ ἀληθῶς οὗτός ἐστιν ὁ κηρυχθεὶς ὑπὸ τῶν προφητῶν καὶ τοῦ νόμου, ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου Ἰησοῦς Χριστὸς Κύριος, καὶ οὐκ ἔστιν ἄλλος, εἰ μὴ ὁ γεννηθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς Παρθένου καὶ Θεοτόκου Μαρίας ἐπὶ Καίσαρος Αὐγούστου. Καὶ ὁ μὴ δεχόμενος αὐ-
4. And this is truly the way of life, and all who hold fast to it live; whereas those who forsake it shall have death and endless punishment. For the law and the prophets proclaim the Holy Trinity; and truly this is He Who was proclaimed by the prophets and the law, He Who comes in the name of the Lord, Jesus Christ the Lord, and there is none other save Him Who was born in Bethlehem of Judaea of the Virgin and God-bearer Mary in the time of Caesar Augustus. And he who does not wel-
Notes, col. 839

On the reading

Printed εις, for εἰς.

Printed ειδέτωσαν, for εἰδέτωσαν.

Printed οι, for οἱ.

Printed αισχυνθήτωσαν, for αἰσχυνθήτωσαν.

PG 52:840Read from the page
τὸν, καὶ μὴ πιστεύων εἰς αὐτὸν, ἀποστάτης ἐστὶ τοῦ Θεοῦ, καὶ ἀνάθεμα αὐτῷ. Διὰ τοῦτο καὶ ὁ Ἠσαΐας περὶ ὑμῶν τῶν πλανηθέντων βοᾷ λέγων, Αιχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ ειδέναι αὐτοὺς τὸν Κύριον. Ἐξ οὗ τε γὰρ ἦλθεν ὁ Χριστὸς, κατελύθη ἡ δύναμις τοῦ σταυροῦ ὑμῶν τῶν Ἰουδαίων, καὶ ἡ ἱερωσύνη ἠφάνισται, καὶ ὑπὸ τῶν Ῥωμαίων διεσκορπίσθητε. Φησὶ γὰρ Ἠσαΐας περὶ τῶν σταυρωσάντων τὸν Χριστὸν, Διὰ τὰς ἁμαρτίας ἡμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ὁ Θεὸς ἀφ' ἡμῶν, καὶ οἱ κατάλοιποι ἡμῶν ἐν ἁμαρτίαις. Εἰ γὰρ μὴ ἦν αὐτὸς ὁ Χριστὸς ὁ γεννηθεὶς ἐκ Μαρίας, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, καὶ Υἱὸς ἀληθινὸς αὐτοῦ, ὁ κηρυχθεὶς ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, εἶχεν ἂν δοξασθῆναι τὸ ἔθνος ὑμῶν τῶν Ἰουδαίων, καὶ ὑψωθῆναι καὶ βασιλεῦσαι, ὡς τὸν ἀντίθεον καὶ πλάνον ἀποκτεῖναν. Ἀλλ' ἐξ οὗ τε ὁ σταυρὸς, καὶ ἐσταυρώθη ἐν αὐτῷ ὑπὸ τῶν πατέρων ὑμῶν ὁ Χριστὸς, ἀπὸ τότε ἕως τῆς σήμερον εἰς ἀπώλειαν καὶ εἰς ἀτιμίαν ἐστὶ, καὶ χείρω ὠργίσθη ὑμῖν ὁ Θεὸς ὑπὲρ τὴν αἰχμαλωσίαν τὴν ἐν Βαβυλῶνι. Ἐκεῖ γὰρ μεθ' ἑξήκοντα ἔτη ὁ Θεὸς ἠλέησε καὶ ἀνεκαλέσατο ὑμᾶς· ἐνταῦθα δὲ τελείως ἀπώσατο· καὶ ἠλήθευσεν ὁ πατὴρ ὑμῶν καὶ προφήτης καὶ πατριάρχης Ἰακὼβ, καὶ πάντα τὰ νόμιμα ὑμῶν κατέπεσε, καὶ τῆς χώρας ὑμῶν τῆς Ἰουδαίας ἐξηλάθητε, καὶ κατὰ τόπους διεσκορπίσθητε, καὶ ἐστὲ εἰς ἐξουθενισμὸν, καὶ εἰς κατάγελων εἰς πᾶσαν τὴν οἰκουμένην ἀπὸ ἑῴας ἕως ἐσχάτου τῆς γῆς. Τὰ δὲ ἡμέτερα τῶν Χριστιανῶν καθ' ἑκάστην ἡμέραν ἀνθεῖ, καὶ αὔξει, καὶ κρατύνεται, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην τὸ κήρυγμα τῆς εὐσεβοῦς ἡμῶν πίστεως διέδραμε, καὶ βασιλεύει Χριστὸς ἐν ἡμῖν, καὶ τὸν τίμιον καὶ ζωοποιὸν αὐτοῦ σταυρὸν προσκυνοῦμεν, καὶ ὡς θησαυρὸν πολυτίμητον κατέχομεν. Καὶ γὰρ ὄντως παντὸς στεφάνου βασιλικοῦ λαμπρότερός τε καὶ σεμνότερος ὁ τοῦ Κυρίου σταυρός· καὶ τί λέγω, στεφάνου βασιλικοῦ; αὐτῶν τῶν ἡλιακῶν ἀκτίνων φαιδρότερος. Καὶ τὸ μὲν παλαιὸν, βίου πονηροῦ καὶ διεφθαρμένων πράξεων καταδίκη τὸ πρᾶγμα ἦν· νῦν δὲ δωρεᾶς θείας σύμβολον, εὐγενείας πνευματικῆς σημεῖον, θησαυρὸς ἀσύλητος, ἀναφαίρετος δωρεὰ, ὑπόθεσις ἁγιασμοῦ. Τοῦτον καὶ ἐπὶ κλίνης καὶ ἐπὶ τραπέζης προφέρομεν, καὶ πανταχοῦ οὗπερ ἂν ὦμεν. Καθάπερ γὰρ πολλοὶ τῶν στρατιωτῶν, χωρὶς ὅπλων οὔτε ἀριστοποιοῦνται, οὔτε καθεύδουσιν· οὕτω καὶ νῦν ἀντὶ μαχαίρας ἐπὶ κλίνης κρεμάσωμεν, ἀντὶ μοχλοῦ ἐπὶ θύρας διαγράψωμεν, ἀντὶ τείχους τῇ οἰκίᾳ πάσῃ περιβάλωμεν· τὰ ἔσω καὶ τὰ ἔξω τούτῳ περιφράξωμεν. Τοῦτο γὰρ θάνατον κατέλυσεν, οὐρανοὺς ἀνέῳξε, γῆν ἐκάθηρε, τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τὸν θρόνον ἀνήγαγε τὸν βασιλικὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε. Τοῦτο τὸ εἶδος διπλοῦν· τὸ μὲν ἐξ ὕλης ἢ χρυσοῦ ἢ μαργαριτῶν ἢ λίθων τιμίων, ὃ καὶ ἀφαιρεῖται πολλάκις ὑπὸ βαρβάρων ἢ κλεπτῶν· τὸ δὲ ἄϋλον· οὐ γὰρ ἐξ ὕλης αὐτοῦ ἡ ὑπόστασις, ἀλλ' ἀπὸ πίστεως ἡ οὐσία, ἀπὸ διαθέσεως τοῦ ποιοῦντος ἡ ὕλη. Τοῦτο καθεύδοντας τηρεῖ, τοῦτο ἐγρηγορότας ἀσφαλίζεται, τοῦτο κινδυνεύοντας διασώζει· διὰ τούτου πόλεμος καταλύεται, καὶ εἰρήνη συνίσταται. Ὑμνῶ σου τοιγαροῦν τὸ μακρόθυμον καὶ ἀνεξίκακον τῆς περὶ ἐμὲ οἰκονομίας μυστήριον, Κύριε· προσκυνῶ τὸν τίμιον καὶ ζωοποιόν σου σταυρὸν, Δέσποτα· περιπτύσσομαι τὰ πάθη, φιλῶ τοὺς ἥλους, καὶ τὰς διατρήσεις τῶν μελῶν ἀσπάζομαι· τόν τε κάλαμον καὶ τὴν λόγχην καὶ τὸν σπόγγον ὑπεράγαμαι· ὡς βασίλειον διάδημα, τὸν ἀκανθῶν περιτίθεμαι στέφανον, καὶ ὡς διαυγέσι λίθοις, τοῖς ἐμπτυσμοῖς ἐγκαλλωπίζομαι, ὡς λαμπροτάτῳ κόσμῳ τοῖς ῥαπισμοῖς ἐνσεμνύνομαι. Καὶ σὲ ὁμολογῶ ἀληθινὸν Θεὸν τὸν ἕνα τῆς ἁγίας Τριάδος Χριστὸν Ἰησοῦν, τὸν ὑπὲρ ἐμοῦ τὸ πάθος καταδεξάμενον, εἱληθέντα τε ἐν σινδόνι, καὶ ὑπὸ τῶν παρανόμων Ἰουδαίων μυκτηρισθέντα, τέλος ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Σοῦ γάρ ἐστιν ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ αεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
come Him, and does not believe in Him, is an apostate from God, and anathema be unto him. For this reason Isaiah also cries aloud concerning you who have gone astray, saying: My people became captive because they knew not the Lord. For ever since Christ came, the power of the host of you Jews was overthrown, and your priesthood has vanished, and you were scattered by the Romans. For Isaiah says concerning those who crucified Christ: On account of our sins God turned His face away from us, and the remnant of us remain in sins. For if Christ Himself, Who was born of Mary, had not been the Chosen One of God and His true Son, proclaimed by the law and the prophets, your nation of the Jews would have been glorified, and exalted, and would have reigned, as having slain an opponent of God and a deceiver. Yet ever since the cross stood, and Christ was crucified upon it by your fathers, from that time until today it has been given over to ruin and dishonour, and God was more grievously wroth with you than in the captivity in Babylon. For there after sixty years God had mercy and called you back; but here He utterly rejected you; and your father, prophet, and patriarch Jacob spoke truly, and all your ordinances fell down, and you were driven out of your land of Judaea, and were scattered from place to place, and are an object of contempt and derision throughout all the inhabited earth from the east unto the uttermost part of the earth. Whereas our affairs, those of the Christians, blossom every day, and increase, and grow strong, and the preaching of our pious faith has run throughout all the inhabited earth, and Christ reigns among us, and we worship His precious and life-giving cross, and hold it fast as a treasure of great price. For truly the cross of the Lord is brighter and more august than every royal crown; and why do I say a royal crown? It is more radiant than the very rays of the sun. In olden time the thing was the condemnation of a wicked life and corrupt deeds; but now it is a symbol of divine gift, a sign of spiritual nobility, an unplundered treasure, an inalienable gift, a foundation of sanctification. This we bring forth both upon our couch and upon our table, and everywhere wheresoever we may be. For just as many soldiers neither take their meal nor sleep without their weapons, so now also let us hang it upon our couch in place of a sword, let us trace it upon our doors in place of a bar, let us cast it about our whole house in place of a wall; let us fence round what is within and what is without by this. For this undid death, opened the heavens, cleansed the earth, led our nature up upon the royal throne, and overthrew the tyranny of the devil. This form is twofold: the one of matter—either of gold, or of pearls, or of precious stones—which is also often taken away by barbarians or thieves; and the other immaterial—for its subsistence is not of matter, but its essence is from faith, and its matter from the disposition of him who makes it. This guards those who sleep, this keeps safe those who watch, this preserves those in peril; through this war is ended and peace is established. I hymn, therefore, the long-suffering and forbearing mystery of Thy dispensation towards me, O Lord; I worship Thy precious and life-giving cross, O Master; I embrace Thy sufferings, I kiss the nails, and I salute the piercings of Thy members; I marvel exceedingly at the reed, the lance, and the sponge; like a royal diadem I set about me the crown of thorns, and as with pellucid stones I adorn myself with the spittings, as with the brightest ornament I glory in the buffetings. And I confess Thee to be true God, the One of the Holy Trinity, Christ Jesus, Who accepted the passion on my behalf, and wast wrapped in fine linen, and wast mocked by the lawless Jews, wast at last buried, and didst rise on the third day, and art coming again to judge the living and the dead. For Thine is the glory and the dominion, together with the Father and Thine all-holy and life-giving Spirit, now and ever, and unto the ages of the ages. Amen.
Notes, col. 840

On the reading

Printed Αιχμάλωτος, for Αἰχμάλωτος.

Printed ειδέναι, for εἰδέναι.

Printed αεὶ, for ἀεὶ.

Printed αιώνων, for αἰώνων.

PG 52:841Read from the page
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ
DISCOURSE OF THE SAME
Περὶ τοῦ μὴ ἐπαισχύνεσθαι ὁμολογεῖν τὸν τίμιον σταυρὸν, καὶ ὡς δι' αὐτοῦ ἔσωσεν ἡμᾶς ὁ Χριστὸς, καὶ δεῖ ἐν αὐτῷ καυχᾶσθαι, καὶ περὶ ἀρετῆς, καὶ ὅπως ἐφίεται τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ περὶ ἐλεημοσύνης.
Concerning Not Being Ashamed to Confess the Precious Cross, and How Christ Saved Us Through It, and That One Must Boast in It, and Concerning Virtue, and How He Desires Our Salvation, and Concerning Almsgiving.
αʹ. Τοῦτό ἐστιν, ἀδελφοὶ, τὸ σημεῖον ὅπερ ὁ Δεσπότης πᾶσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, ει μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων, καὶ τὸν θάνατον, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἑτέρως δηλων τοῦ σταυροῦ τὴν ἰσχὺν, ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ὅταν σταυρώσητέ με, φησὶ, καὶ νομίσητε περιγενέσθαί μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Καὶ καλῶς εἶπεν ὁ Χριστός. Μετὰ γὰρ τὸ σταυρωθῆναι Χριστὸν τὰ Ἰουδαϊκὰ ἔθη ἐπαύσαντο, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος· καὶ γῆ καὶ θάλασσα, καὶ οἰκουμένη καὶ ἀοίκητος, τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι.
1. This, brethren, is the sign which the Master promised to give to all, saying: An evil and adulterous generation seeks after a sign, and no sign shall be given to it save the sign of Jonah the prophet—meaning the cross, and death, and burial, and the Resurrection. And again, showing in another way the strength of the cross, He said: When you have lifted up the Son of Man, then you shall know that I am He. When you have crucified Me, He says, and suppose that you have prevailed over Me, then above all you shall know My strength. And well did Christ speak. For after Christ was crucified, the Jewish customs ceased, the preaching blossomed, the word was stretched out to the ends of the inhabited earth; and land and sea, both the inhabited and the uninhabited world, continually proclaim His power.
Μηδεὶς τοίνυν αισχυνέσθω τὰ σεμνὰ τῆς σωτηρίας ἡμῖν σύμβολα, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν, δι' ὃ καὶ ζῶμεν καὶ δι' ὃ ἐσμέν· ἀλλ' ὡς στέφανον, οὕτω περιφέρωμεν τὸν σταυρὸν τοῦ Χριστοῦ. Καὶ γὰρ πάντα δι' αὐτοῦ τελεῖται τὰ καθ' ἡμᾶς· κἂν ἀναγεννηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ τῆς νίκης ἡμῶν παρίσταται σύμβολον. Διὰ τοῦτο καὶ ἐν οἰκίαις, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρῶν, καὶ ἐπὶ τοῦ μετώπου, καὶ ἐπὶ τῆς διανοίας, μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας, καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς ἐπιεικείας ἡμῶν τοῦ Δεσπότου, τοῦτό ἐστι τὸ σημεῖον· Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει πᾶσαν τοῦ σταυροῦ τὴν ὑπόθεσιν, καὶ σβέσον θυμὸν, καὶ τὰ λοιπὰ πάντα πάθη· ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παρρησίας, ἐλευθέραν τὴν ψυχὴν ποίησον. Ἴστε δὲ πάντως ποῖά ἐστι τὰ ἐλευθερίαν ἡμῖν παρέχοντα. Διὸ καὶ Παῦλος εἰς τοῦτο ἐνάγων ἡμᾶς, εἰς τὴν ἐλευθερίαν λέγω τὴν προσήκουσαν ἡμῖν, οὕτως ἀνήγαγε, τοῦ σταυροῦ καὶ τοῦ αἵματος ἀναμνήσας τοῦ Δεσποτικοῦ· Τιμῆς γὰρ, φησὶ, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ἐννόησον, φησὶ, τὴν ὑπὲρ σοῦ καταβληθεῖσαν τιμὴν, καὶ οὐδενὸς ἀνθρώπων ἔσῃ δοῦλος· τιμὴν τὸ αἷμα λέγων τὸ διὰ σταυροῦ. Οὐ γὰρ ἁπλῶς τῷ δακτύλῳ ἐγχαράττειν αὐτὸν δεῖ, ἀλλὰ πρότερον τῇ προαιρέσει μετὰ πολλῆς τῆς πίστεως, καὶ οὕτως ἐντυποῦν αὐτὸν τῇ ὄψει. Οὐδεὶς ἐγγύς σου στῆναι δυνήσεται τῶν ἀκαθάρτων δαιμόνων, ὁρῶν τὴν μάχαιραν ἐν ᾗ τὴν πληγὴν ἔλαβεν, ὁρῶν τὸ ξίφος ἐν ᾧ τὴν καιρίαν ἐδέξατο. Εἰ γὰρ ἡμεῖς τόπους ὁρῶντες ἐν οἷς ἀποτέ-
Let no one, therefore, be ashamed of the venerable symbols for us of salvation, and the chief sum of good things, on account of which we both live and have our being; but like a crown, so let us carry about the cross of Christ. For all things that concern us are accomplished through it: whether one must be reborn, the cross is present; or be fed with that mystic food, or be ordained, or do anything else whatsoever, everywhere the symbol of our victory stands by. For this reason both in houses, and upon walls, and upon doors, and upon the forehead, and upon the mind we inscribe it with great earnestness. For this is the sign of the salvation wrought on our behalf, and of our common freedom, and of the clemency of our Master: For as a sheep He was led to slaughter. Whenever, therefore, you sign yourself, call to mind the whole meaning of the cross, and quench wrath and all the other passions; whenever you sign yourself, fill your forehead with great boldness, make your soul free. And you altogether know of what sort are the things that afford us freedom. Wherefore Paul also, leading us on to this—I mean to the freedom befitting us—led us up thus, reminding us of the cross and of the Master's blood: For you were bought with a price, he says; do not become slaves of men. Call to mind, he says, the price paid down on your behalf, and you shall be no man's slave—meaning by price the blood shed through the cross. For one must not simply carve it with the finger, but first in purpose with great faith, and thus impress it upon the countenance. None of the unclean demons will be able to stand near you, seeing the blade by which he received his blow, seeing the sword by which he received his mortal wound. For if we, seeing places in which are be-
Notes, col. 841

On the reading

Printed ει, for εἰ.

Printed δηλων, for δηλῶν.

Printed αισχυνέσθω, for αἰσχυνέσθω.

PG 52:842Read from the page
μνονται οἱ κατάδικοι, φρίττομεν, ἐννόησον τί πείσεται ὁ διάβολος, τὸ ὅπλον ὁρῶν δι' οὗ πᾶσαν αὐτοῦ τὴν δύναμιν ἔλυσεν ὁ Χριστὸς, καὶ τὴν τοῦ δράκοντος ἀπέτεμε κεφαλήν.
headed the condemned, shudder, call to mind what the devil will suffer, seeing the weapon through which Christ undid all his power and cut off the dragon's head.
βʹ. Μὴ τοίνυν ἐπαισχυνθῇς τοσοῦτον ἀγαθὸν, ἵνα σὲ μὴ ἐπαισχυνθῇ ὁ Χριστὸς, ὅταν ἔρχηται μετὰ τῆς δόξης αὐτοῦ, καὶ τὸ σημεῖον ἔμπροσθεν φαίνηται, λάμπον ὑπὲρ τὴν ἀκτῖνα τοῦ ἡλίου. Καὶ γὰρ φανήσεται ὁ σταυρὸς τότε φωνὴν ἀφιεὶς διὰ τῆς ὄψεως, καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν ἀπολογούμενος ὑπὲρ τοῦ Δεσπότου, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐνέλιπε τῶν εἰς αὐτοὺς ἡκόντων. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων δήγματα ιοβόλων ἰάσατο. Ει γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀνεπέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν, ει φαρμάκων δηλητηρίων καὶ θηρίων, καὶ τῶν ἄλλων τῶν τοιούτων περιγίνεται; Τοῦτο τοίνυν ἐγκόλαψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰκουμένην ἐπέστρεψε, τὴν πλάνην ἐξήλασε, τὴν ἀλήθειαν ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτο οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ' εὐκαταφρόνητοι· οὐδὲ ὁ θάνατος, θάνατος, ἀλλ' ὕπνος. Διὰ τοῦτο πάντα ἔρριπται χαμαὶ καὶ πεπάτηται τὰ πολεμοῦντα ἡμῖν. Ἂν τοίνυν εἴπῃ σοί τις, Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ τῇ φωνῇ, καὶ γεγηθότι προσώπῳ, Καὶ προσκυνῶ, καὶ οὐ παύσομαί ποτε προσκυνῶν· κἂν γελάσῃ, δάκρυσον αὐτὸν, ὅτι μαίνεται. Εὐχαρίστησον τῷ Δεσπότῃ, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ γὰρ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ὁ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· ἐπεὶ καὶ τὰ παιδία τοῦτο πάσχει, ὅταν τι τῶν μεγάλων ἴδῃ καὶ θαυμαστῶν· κἂν εἰς μυστήρια παιδίον εἰσαγάγῃς, γελάσεται. Τούτοις δὴ καὶ Ἕλληνες ἐοίκασι τοῖς παιδίοις, μᾶλλον δὲ καὶ τούτων εἰσὶν ἀτελέστεροι, διὸ καὶ ἀθλιώτεροι, ὅτι οὐκ ἐν ἀώρῳ ἡλικίᾳ, ἀλλ' ἐν τελείᾳ τὰ τῶν παιδίων πάσχουσιν, ὅθεν οὐδὲ συγγνώμης ἄξιοί εἰσιν. Ἀλλ' ἡμεῖς λαμπρᾷ τῇ φωνῇ μέγα βοῶντες καὶ ὑψηλὸν, κράζωμεν καὶ λέγωμεν, κἂν πάντες παρῶσιν Ἕλληνες, μετὰ πλείονος τῆς παρρησίας εἴπωμεν, ὅτι Τὸ καύχημα ἡμῶν ὁ σταυρὸς, καὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, καὶ ἡ παρρησία καὶ ὁ στέφανος ἅπας. Ἐβουλόμην δύνασθαι καὶ μετὰ Παύλου λέγειν, ὅτι Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ· ἀλλ' οὐ δύναμαι, ποικίλοις πάθεσι κατεχόμενος. Διὸ παραινῶ καὶ ὑμῖν καὶ πρό γε ὑμῶν ἐμαυτῷ σταυρωθῆναι τῷ κόσμῳ, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, ἀλλὰ τῆς ἄνω πατρίδος ἐρᾷν, καὶ
2. Be not ashamed, therefore, of so great a good, lest Christ be ashamed of you when He comes with His glory and the sign appears before Him, shining above the ray of the sun. For the cross will appear then uttering a voice through its very sight, and making defence before all the inhabited earth on behalf of the Master, and showing that He left undone none of the things pertaining to them. This sign opened shut doors in the time of our forefathers also; this quenched deadly poisons; this undid the power of hemlock; this healed the venomous bites of beasts. For if it opened the gates of Hades, and flung wide the vaults of the heavens, and renewed the entrance of Paradise, and cut away the sinews of the devil, what wonder if it prevails over deadly poisons and beasts and other such things? Engrave this, therefore, upon your mind, and embrace the salvation of our souls. For this cross turned the inhabited earth around, drove out error, brought back truth, made earth heaven, and rendered men angels. For this reason the demons are no longer terrible, but easily despised; nor is death death, but sleep. For this reason all the things that war against us have been flung to the ground and trampled underfoot. If, therefore, anyone says to you, Do you worship Him Who was crucified? say with a radiant voice and a joyful countenance: I both worship Him and shall never cease worshipping Him; and even if he laughs, weep for him, because he is mad. Give thanks to the Master that He has bestowed upon us such benefits as no one can even learn apart from revelation from above. For on this account this man also laughs, because The natural man does not receive the things of the Spirit; since little children also experience this when they see something great and marvellous; and if you bring a little child into the mysteries, it will laugh. To these little children, indeed, the Greeks also are like, or rather they are even more imperfect than these, and therefore more wretched also, because not in an unripe age, but in a mature one they experience the ways of little children, whence they are not worthy even of pardon. Yet let us, shouting aloud and high with a clear voice, cry out and say—even if all the Greeks be present, let us say with greater boldness—that Our boast is the cross, and the chief sum of all good things, and all our boldness and our whole crown. I would wish that I were able also to say with Paul: The world has been crucified to me, and I to the world; yet I am not able, being held fast by manifold passions. Wherefore I exhort both you and, before you, myself to be crucified to the world, and to have nothing in common with the earth, but to long passionately for the fatherland above, and
Notes, col. 842

On the reading

Printed ιοβόλων, for ἰοβόλων.

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.