Migne Reading Room

PG 52 · cols. 824–830 · Read from the page

Letters of St John Chrysostom and some others

Letters of St John Chrysostom and some others

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:824Read from the page
ἐμοῦ, κλέπται ἦσαν καὶ λησταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει, καὶ γνωρίζει τὴν φωνήν μου, καὶ ἀκολουθοῦσί μοι. Ἦλθον οὖν ἐκεῖνοι οἱ ψευδόχριστοι, καὶ οὐκ ἐδίδαξαν ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, ἀλλ' ἐξ ἑαυτῶν ἐλάλουν καὶ ἀπὸ τῆς ἰδίας γνώμης. Ὁ Σωτὴρ ἐλθὼν οὐκ ἀπέστη τοῦ νόμου, οὐκ ἀπέστη προφητῶν, ἀλλ' ἔλεγεν, ὡς ἐν ὑποδείγματι· Καλῶς εἶπεν Ἡσαΐας· καὶ πάλιν, Οὐ γέγραπται ἐν τῷ νόμῳ ὑμῶν; Καὶ ὅτε προσῆλθεν αὐτῷ ὁ διάβολος, λέγει αὐτῷ· Γέγραπται· Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐλθὼν οὖν ὁ Χριστὸς κατὰ σάρκα οὐκ ἐλάλησεν ἀφ' ἑαυτοῦ, ἀλλ' ἀπὸ προφητῶν. Ἐπεὶ οὖν οἱ ἐλθόντες πρὸ τοῦ Χριστοῦ, ἐν ὀνόματι Χριστοῦ οὐκ ἐλάλησαν, οὐκ ἀπὸ νόμου, οὐκ ἀπὸ προφητῶν, ἀλλ' ἀπὸ ἰδίας γνώμης, τὰ τῆς πλάνης ἐλάλουν· λέγει ὁ Σωτήρ· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς ἐκεῖνοι. Τὸ γὰρ ἀφ' ἑαυτοῦ λαλεῖν, τὸ ἔξω νόμου λαλεῖν ἐστιν. Οὕτως οὖν δεῖ καὶ ἡμᾶς λαλεῖν. Ὅταν ἴδῃς αἱρετικοὺς Ἀριστοτελικὰ κινοῦντας ἢ Πλατωνικὰ, εἰπέ· Ἡμεῖς ἀφ' ἑαυτῶν οὐ λαλοῦμεν· ὅσα ἠκούσαμεν παρὰ Χριστοῦ, ταῦτα φθεγγόμεθα. Καὶ πόθεν τοῦτο, ὅτι ὁ ἀφ' ἑαυτοῦ λαλῶν, ψευδοπροφήτης ἐστὶν, ἢ τὸ λαλεῖν ἀφ' ἑαυτοῦ ψευδοπροφήτην χαρακτηρίζει; Λέγει ὁ προφήτης Ἰεζεκιήλ· Ζω ἐγὼ, λέγει Κύριος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, οὐκ ἀπέστειλα αὐτούς· ἀφ' ἑαυτῶν ἐλάλησαν, καὶ ἐκ τῆς καρδίας αὐτῶν φθέγγονται. Ἐπεὶ οὖν οἱ ψευδοπροφῆται ἀφ' ἑαυτῶν ἐκήρυττον, ὁ Σωτὴρ ἀποδυόμενος τὴν ὑπόνοιαν, λέγει· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ. Πόθεν τοῦτο, ὅτι ὁ Σωτὴρ πλάνος ὑπενοήθη; Τοῦτο πρῶτον στήσωμεν. Ἐν τῇ ἑορτῇ τῆς σκηνοπηγίας ἐζήτουν οἱ ὄχλοι τὸν Ἰησοῦν, λέγοντες· Ποῦ ἐστι; Καὶ ἦν περὶ αὐτοῦ διαφωνία· ἄλλοι ἔλεγον, Ἀγαθός ἐστιν· ἄλλοι ἔλεγον, Οὔκ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. Εἶδες πῶς πλάνος ὑπενοήθη; Πάλιν μετὰ τὸν θάνατον τοῦ Σωτῆρος τὸν ἅγιον, λέγουσιν οἱ ἀρχιερεῖς τῷ Πιλάτῳ· Οἴδαμεν, κύριε, ὅτι εἶπεν ὁ πλάνος ἐκεῖνος ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Ταῦτά μοι εἴρηται εἰς τὸ δεῖξαι, ὅτι πλάνος ἐνομίσθη. Ἐπεὶ οὖν πλάνος ἐνομίζετο, λέγει· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ἀπὸ νόμου, ἀπὸ προφητῶν, ὅσα ἤκουσα παρὰ τοῦ Πατρός. Οὐ κατὰ την θεότητα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἐν νόμῳ, ἐν προφήταις. Ἐκ προσώπου τῆς σακρὸς λαλεῖ εἰς ἔκλυσιν τῆς πλάνης. Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὅσα ἤκουσα παρὰ τοῦ Πατρός. Ὑμεῖς δὲ, ὅσα ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου λαλεῖτε. Καὶ ἵνα δείξῃ ὅτι ὁ διάβολος, ὅταν λαλῇ, ἔν τισι ψεῦδος ἐργάζεται, λέγει· Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ των ἰδίων λαλεῖ. Ἐγὼ ἐξ ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ἀπὸ προφητῶν, ἀπὸ νόμου· τοῦτο γάρ ἐστιν ἀλήθεια. Ὥσπερ οὖν ὁ Σωτὴρ ἐκλύων τὴν ὑπόνοιαν καὶ ἀποδυόμενος τὴν κακὴν ὑποψίαν, λέγει· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ὡς οἱ πλάνοι· οὕτω καὶ περὶ τοῦ Πνεύματος.
before Me were thieves and robbers; but the sheep did not hear them. My sheep hear My voice, and know My voice, and follow Me.' Those false Christs therefore came, and they did not teach from the Law, nor from the prophets, but spoke from themselves and from their own opinion. When the Saviour came, He did not depart from the Law, He did not depart from the prophets, but used to say, by way of example: 'Well did Isaiah say'; and again, 'Is it not written in your Law?' And when the devil came up to Him, He says to him: 'It is written: Thou shalt worship the Lord thy God, and Him alone shalt thou serve.' Having come according to the flesh, therefore, Christ did not speak of Himself, but from the prophets. Since, then, those who came before Christ in the name of Christ did not speak from the Law, nor from the prophets, but spoke the things of deceit from their own opinion, the Saviour says: 'I of Myself do not speak, as those men did.' For to speak of oneself is to speak outside the Law. So too, therefore, must we speak. Whenever you see heretics stirring up Aristotelian or Platonic doctrines, say: 'We do not speak of ourselves; whatsoever things we have heard from Christ, these we utter.' And whence comes this, that he who speaks of himself is a false prophet, or that speaking of oneself marks out a false prophet? The prophet Ezekiel says: 'As I live, says the Lord against the prophets who lead My people astray, I did not send them; of themselves they spoke, and out of their own heart they utter speech.' Since, therefore, the false prophets proclaimed of themselves, the Saviour, stripping off the suspicion, says: 'I of Myself do not speak.' And whence comes this, that the Saviour was suspected of being a deceiver? Let us establish this first. At the feast of Tabernacles the crowds were seeking Jesus, saying: 'Where is He?' And there was division about Him: others said, 'He is good'; others said, 'No, but He leads the crowd astray.' Did you see how He was suspected of being a deceiver? Again, after the holy death of the Saviour, the chief priests say to Pilate: 'We know, sir, that that deceiver said while yet living: After three days I rise.' These things have been said by me to show that He was supposed a deceiver. Since, then, He was supposed a deceiver, He says: 'I of Myself do not speak, but from the Law, from the prophets, whatsoever things I have heard from the Father.' Not according to the Godhead did I hear from the Father, in the Law, in the prophets. He speaks in the person of the flesh for the dissolution of error. 'I of Myself do not speak, but whatsoever things I have heard from the Father. But you speak whatsoever things you have heard from your father the devil.' And in order to show that the devil, whenever he speaks in certain men, works falsehood, He says: 'Whenever he speaks falsehood, he speaks out of his own. I out of Myself do not speak, but from the prophets, from the Law; for this is truth.' Just as the Saviour, therefore, dissolving the surmise and stripping off the evil suspicion, says: 'I of Myself do not speak, like the deceivers'; so also concerning the Spirit.
ιʹ. Λοιπὸν ὧδε τὸν νοῦν, παρακαλῶ, ἔχωμεν. Κατὰ μὲν οὖν τὸ μέρος τοῦ Σωτῆρος φαίνονται πολλοὶ ψευδόχριστοι καὶ ψευδοπροφῆται· καὶ ἔλεγεν ὁ δεῖνα, Ἐγώ εἰμι, καὶ ἄλλος, Ἐγώ εἰμι, καθὼς γέγραπται, ὅτι Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσιν· ἀλλὰ μὴ πλανᾶσθε. Ὥσπερ οὖν ὑπενοήθη τὸ ὄνομα τοῦ Χριστοῦ εἰς τοὺς πλάνους, οὕτως ἔμελλον πολλοὶ σχηματίζεσθαι ἔχειν Πνεῦμα ἅγιον, ὃ μὴ εἶχον, καὶ λαλεῖν. Ἀλλ' ἐκεῖ μὲν ὁ ἄνθρωπος ἐφαίνετο, καὶ ἔλεγεν· Ἐγώ εἰμι ὁ Χριστός· ἐνταῦθα δὲ οὐκ ἐτόλμα εἰπεῖν τις· Ἐγώ εἰμι τὸ Πνεῦμα τὸ ἅγιον· οὐ γὰρ ἐγένετο ἐν σώματι, ἀλλ' ἀοράτως ἐπεδήμει. Ἦλθεν ἐπὶ Πέτρον, ἦλθεν ἐπὶ Παῦλον, καὶ ἦν ὡμολογημένον, ὅτι Πνεῦμα Κυρίου εἶχον. Ἀνέκυψε Σίμων καὶ λέγει· Πνεῦμα ἔχω. Ἀπὸ τῆς ὄψεως οὐδεὶς ᾔδει τίς ἔχει, τίς οὐκ ἔχει, ἢ τίς ἔχει πνεῦμα ἀκάθαρτον, ἢ τίς ἔχει Πνευμα ἅγιον. Εἰ μὲν γὰρ ὄψις ἦν, οὐκ ἂν ὑπέκλεπτεν· ἀπὸ γὰρ τῆς διαγνώσεως εἶχε τὸν ἔλεγχον. Ἦλθε Μοντανὸς λέγων· Πνεῦμα ἅγιον ἔχω· ἦλθε Μανιχαῖος λέγων· Πνεῦμα ἅγιον
10. Furthermore, I beseech you, let us keep our mind fixed here. On the part of the Saviour, then, there appear many false Christs and false prophets; and such a one used to say, 'I am He,' and another, 'I am He,' even as it is written: 'Many shall come in My name, saying, I am the Christ, and shall lead many astray; but be not led astray.' Just as the name of Christ, therefore, was suspected in regard to the deceivers, so many were about to feign that they possessed the Holy Spirit, Whom they did not have, and to speak. Yet there a man appeared and said: 'I am the Christ'; whereas here no one dared to say: 'I am the Holy Spirit'; for He did not come to be in a body, but sojourned invisibly. He came upon Peter, He came upon Paul, and it was confessed that they had the Spirit of the Lord. Simon cropped up and says: 'I have the Spirit.' From outward appearance no one knew who had Him, who did not have Him, or who had an unclean spirit, or who had the Holy Spirit. For if there had been a visible form, he would not have filched it secretly; for from recognition he would have had his refutation. Montanus came saying: 'I have the Holy Spirit'; Manichaeus came saying: 'The Holy Spirit
Notes, col. 824

On the reading

Printed Ζω, for Ζῶ.

Printed την, for τὴν.

Printed σακρὸς, for σαρκὸς.

Printed των, for τῶν.

Printed Πνευμα, for Πνεῦμα.

PG 52:825Read from the page
ἔχω· οὐκ ἦν δὲ δῆλον. Ἵνα οὖν μὴ πλανῶνται τῷ ὀνόματι, ἐπειδὴ ἀοράτως ἔμελλε τὸ χάρισμα ἔρχεσθαι, λέγει· Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληλείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ἀναμνήσει τὰ ῥήματά μου, καὶ ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει. Ἐὰν ἴδητέ τινα λέγοντα, Πνεῦμα ἅγιον ἔχω, καὶ μὴ λαλοῦντα τὰ εὐαγγελικὰ, ἀλλὰ τὰ ἴδια, ἀφ' ἑαυτοῦ λαλεῖ, καὶ οὐκ ἔστι Πνεῦμα ἅγιον ἐν αὐτῷ. Ὥσπερ γὰρ λέγει περὶ ἑαυτοῦ, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἵνα ἐκλύσῃ τὴν ὑπόνοιαν τῆς πλάνης, μᾶλλον δὲ τὴν πλάνην ἀπὸ τῆς ἀληθείας διέλῃ, καὶ δείξῃ τίνες ἔχουσι Πνεῦμα ἅγιον, τίνες οὐκ ἔχουσιν, ἀλλὰ προσποιοῦνται ἔχειν, λέγει· Ἀφ' ἑαυτοῦ οὐ λαλήσει. Παρ' ἐμοῦ ἠκούσατε, τί παρέδωκα. Ὅταν ἔλθῃ τὸ ἀόρατον Πνεῦμα, τὰ ἐμὰ λαλήσει. Ἐὰν ἴδητέ τινα τὰ τοῦ Εὐαγγελίου δευτεροῦντα, ὄντως Πνεῦμα ἔχει ἅγιον. Ἔρχεται γὰρ τὸ Πνεῦμα ἀναμνῆσαι ὑμᾶς, ἃ ἐδίδαξα. Ἐάν τις οὖν τῶν ὀνομαζόντων ἔχειν Πνεῦμα λέγῃ τι ἀφ' ἑαυτοῦ, καὶ μὴ ἀπὸ τῶν Εὐαγγελίων, μὴ πιστεύσητε· τῇ ἐμῇ διδασκαλίᾳ στοιχήσατε. Ἀφ' ἑαυτοῦ οὐ λαλήσει. Ἀλλ' ἀντὶ τούτου ἡ ἐπιφοίτησις ἡ γινομένη δείκνυσι τίς ἔλαβε Πνεῦμα ἅγιον, τίς οὐκ ἔλαβε· εἴ τις δευτεροῖ τὰ τοῦ Χριστοῦ, Πνεῦμα ἅγιον ἔχει. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Ἦλθε Μάνης, ὁ ἀληθῶς μανεὶς, ὁ φερωνύμως τῇ πλάνῃ τὸ ὄνομα ἔχων· καὶ λέγει· Ἐγώ εἰμι ὁ Παράκλητος, ὃν ἐπηγγείλατο ὁ Σωτὴρ τοῖς ἀποστόλοις· ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ. Ποῦ ἤκουσας ἐν τῷ Εὐαγγελίῳ Ἰησοῦ Χριστοῦ, ὅτι ὁ ἥλιος καὶ ἡ σελήνη δημιουργοί εἰσι; ποῦ εἶπεν ὁ Χριστὸς, ὅτι ταῦτα ἀντλοῦσι τὰς ψυχὰς, καὶ ἀνάγουσιν αὐτάς; ποῦ ἀνέγνωκας τοῦτο; Ἐκ τοῦ μὴ λέγειν τὰ γεγραμμένα, ἀλλὰ τὰ ἀφ' ἑαυτοῦ λαλεῖν, δῆλόν ἐστιν ὅτι οὐκ ἔχει Πνεῦμα ἅγιον. Τὸ Πνεῦμα τὸ ἅγιον ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ὅσα ἀκούσει, ἀναγγελεῖ ὑμῖν· ἀντὶ τοῦ, Ἃ ἐλάλησα, ταῦτα βεβαιώσει. Καὶ ὅρα τὸ θαυμαστόν. Ὥσπερ ὁ Σωτὴρ ἐλθὼν ἐγένετο πλήρωμα νόμου καὶ προφητῶν, οὕτω πλήρωμα τοῦ Εὐαγγελίου τὸ Πνεῦμα. Ὁ Χριστὸς ἐλθὼν, ἐβεβαίωσε τὰ παρὰ του Πατρὸς, τὰ ἐν τῷ νόμῳ εἰρημένα καὶ προφήταις. Διὰ τοῦτο λέγει Παῦλος· Πλήρωμα νόμου Χριστός. Τὸ Πνεῦμα τὸ ἅγιον ἐλθὸν ἐπλήρωσε τὰ τοῦ Εὐαγγελίου. Ὅσα ἐστὶν ἐν τῷ νόμῳ, ὁ Χριστὸς πληροῖ· ὅσα ἐστὶν ἐν τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, τὸ Πνεῦμα πληροῖ, οὐχ ὡς ἀτελοῦς ὄντος τοῦ Πατρὸς, ἀλλ' ὡς ἐφάνη Χριστὸς βεβαιῶν τὰ τοῦ Πατρὸς, οὕτως ἐφάνη τὸ Πνεῦμα τὸ ἅγιον βεβαιοῦν τὰ τοῦ Υἱοῦ. Πόθεν τοῦτο; Λέγει ὁ Σωτὴρ τοῖς μαθηταῖς· Πολλὰ ἔχω λαλεῖν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ τὸ Πνεῦμα τὸ ἅγιον, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἀφ' ἑαυτοῦ οὐ λαλήσει· τὰ γὰρ ἐμὰ πληροῖ. Ἀναπληροῖ ὁ Υἱὸς τὰ τοῦ Πατρὸς, καὶ ἀφ' ἑαυτοῦ οὐ λαλεῖ· ἀναπληροῖ τὸ Πνεῦμα τὰ τοῦ Υἱοῦ, καὶ ἀφ' ἑαυτοῦ οὐ λαλεῖ. Ἐὰν δὲ ἀκούσῃς λέγοντος, Ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ κατὰ τὴν θεότητα ἐκλάβῃς· Θεὸς γὰρ οὐκ ἀποστέλλεται. Ὀνόματά ἐστι ταῦτα τὴν ἐνέργειαν σημαίνοντα, ὀνόματα κρυπτόμενα καὶ λάμποντα· κρυπτόμενα τῇ ἀξίᾳ, λάμποντα τῇ θεωρίᾳ· οἷον, πᾶς ἀποστέλλων εἰς ἐκείνους ἀποστέλλει τοὺς τόπους, ἐν οἷς μὴ πάρεστιν. Ὑπόθου ἐμὲ εἶναι τὸν λαλοῦντα ἐν τῷ καθίσματι τούτῳ· οὐ δύναμαι εἰπεῖν τινι· Δεῦρο, ἀποστελῶ σε ὧδε· τοῦτο οὐκ ἔστι πέμψαι, ἀλλὰ συγκαθίσαι ἢ παραστῆσαι. Εἰ δὲ ὁ Θεὸς πανταχοῦ· Τὸν οὐρανὸν γὰρ, φησὶ, καὶ τὴν γῆν ἐγὼ πληρῶ· ποῦ οὖν πέμπει ὁ πανταχοῦ ὤν; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει· ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με. Ποῦ οὖν ὁ Θεὸς ἀποστέλλει; Λλλ' ἄρα μὴ αὐτὸς μὲν πανταχοῦ, ὁ δὲ ἀποστελλόμενος οὐ πανταχοῦ; Ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον. Ἄρα ὡς μὴ παρόντα ἐν τῷ κόσμῳ;
is what I have'; yet it was not manifest. In order, therefore, that men might not be led astray by the name, since the gift of grace was about to come invisibly, He says: 'Whenever the Paraclete comes, the Spirit of truth, Who proceeds from the Father, He shall remind you of My words, and shall guide you into all the truth; for He shall not speak of Himself.' If you see anyone saying, 'I have the Holy Spirit,' and not speaking the things of the Gospel, but his own things, he speaks of himself, and the Holy Spirit is not in him. For just as He says concerning Himself, 'I of Myself do not speak,' in order to dissolve the suspicion of deceit, or rather to separate deceit from the truth, and to show who have the Holy Spirit and who do not have Him, but pretend to have Him, He says: 'Of Himself He shall not speak.' From Me you heard what I handed down. Whenever the invisible Spirit comes, He shall speak My things. If you see anyone repeating the things of the Gospel, he truly has the Holy Spirit. For the Spirit comes to remind you of the things I taught. If anyone, therefore, of those who claim to have the Spirit says anything of himself, and not from the Gospels, do not believe him; walk by My teaching. 'Of Himself He shall not speak.' Yet in place of that, the visitation that takes place shows who received the Holy Spirit and who did not receive Him: if anyone repeats the things of Christ, he has the Holy Spirit. 'For no one can say, Jesus is Lord, except in the Holy Spirit.' Manes came, he who was truly mad, having a name fittingly named after his error; and he says: 'I am the Paraclete whom the Saviour promised to the apostles; I am the Son of God.' Where did you hear in the Gospel of Jesus Christ that the sun and the moon are creators? Where did Christ say that these draw up souls and bring them up? Where have you read this? From his not speaking the things that are written, but speaking the things of himself, it is clear that he does not have the Holy Spirit. 'The Holy Spirit shall not speak of Himself, but whatsoever things He shall hear, He shall declare to you'; that is to say, 'What things I spoke, these He shall confirm.' And behold the wonder. Just as the Saviour when He came became the fulfilment of the Law and the prophets, so the Spirit is the fulfilment of the Gospel. When Christ came, He confirmed the things from the Father, the things spoken in the Law and the prophets. On this account Paul says: 'Christ is the fulfilment of the Law.' When the Holy Spirit came, He fulfilled the things of the Gospel. Whatsoever things are in the Law, Christ fulfils; whatsoever things are in the teaching of Christ, the Spirit fulfils — not as though the Father were imperfect, but just as Christ appeared confirming the things of the Father, so the Holy Spirit appeared confirming the things of the Son. Whence is this? The Saviour says to the disciples: 'I have many things to say to you, but you cannot bear them now; but whenever the Holy Spirit comes, He shall guide you into all the truth, because He shall not speak of Himself; for He fulfils My things.' The Son fills up the things of the Father, and does not speak of Himself; the Spirit fills up the things of the Son, and does not speak of Himself. And if you hear Him saying, 'I will send you the Holy Spirit,' do not take it according to the Godhead; for God is not sent. These are names signifying the operation, names hidden and shining forth: hidden in dignity, shining forth in contemplation; for instance, everyone who sends, sends to those places in which he is not present. Suppose me to be the one speaking in this seat: I cannot say to anyone: 'Come hither, I will send you here'; this is not to send, but to seat beside oneself or to place nearby. But if God is everywhere — 'For I fill heaven and earth,' He says — where then does He Who is everywhere send? 'If I ascend into heaven, Thou art there; if I descend into Hades, Thou art present; if I take up my wings at dawn, and dwell in the uttermost parts of the sea, even there Thy hand shall guide me.' Where then does God send? Yet surely it is not that He Himself is everywhere, while He Who is sent is not everywhere? 'God sent His Son into the world.' Was it then as though He were not present in the world?
Notes, col. 825

On the reading

Printed ἀληλείας, for ἀληθείας.

Printed του, for τοῦ.

Printed Λλλ', for Ἀλλ'.

PG 52:826Read from the page
Καὶ μὴν ὁ κόσμος ἐκ τοῦ Υἱοῦ. Διὰ τοῦτο οὖν ἦλθεν εἰς τὸν κόσμον, ὡς πρὸ τούτου μὴ ὢν ἐν τῷ κόσμῳ; Πῶς οὖν Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει, Πάντα δι' αὐτοῦ ἐγένετο· ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; Πῶς οὖν ἀπεστάλη εἰς τὸν κόσμον; Πάλιν, εἰ ἀπεστάλη ὁ ἀποσταλεὶς, καὶ ἔμεινεν ὁ ἀποστείλας ἄνω, καὶ ὁ ἀποσταλεὶς κάτω, πῶς ἔλεγε, Καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστι;
And yet the world is from the Son. Was it on this account, then, that He came into the world, as though before this He were not in the world? How then does John the evangelist say, 'All things came to be through Him; He was in the world, and the world came to be through Him'? How then was He sent into the world? Again, if He Who was sent was sent forth, and He Who sent remained above while He Who was sent remained below, how did He say, 'And He Who sent Me is with Me'?
ιαʹ. Παρακαλῶ, πρόσεχε μετὰ ἀσφαλείας, ἀσφάλισαι τὸν λόγον. Δύναται γὰρ εἰπεῖν ὁ αἱρετικὸς, Μετ' ἐμοῦ ἐστι τῇ βοηθείᾳ, ὡς λέγω κἀγὼ, Ὁ Θεὸς μετ' ἐμοῦ ἐστιν. Οὐκ εἶπεν ἁπλῶς, ἀλλὰ τί; Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων. Εἰ μετ' αὐτοῦ ἦν, καὶ ἐν αὐτῷ ἔμενε, πῶς ἐκεῖνος ἀπέστειλεν, ἢ πῶς οὗτος ἀπεστάλη; Εἴτε γὰρ ἦλθον, οἱ δύο ἦλθον, καὶ οὐδεὶς ἀπεστάλη· πάλιν, ἀλλ' οἱ δύο ἔμειναν. Εἰ ἔμενεν ὁ Πατὴρ ἄνω, πῶς λέγει ὁ Υἱὸς, Ὁ Πατὴρ μετ' ἐμοῦ ἐστιν; Εἰ ἄνω ἔμεινεν ὁ ἀποστείλας, πῶς μετ' αὐτοῦ ἔχει ὁ ἀποσταλεὶς τὸν ἀποστείλαντα; Ἐγὼ γὰρ, εἶπεν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ μετ' ἐμοῦ ἐστι. Πῶς οὖν ἀπεστάλη ὁ λέγων, Ὁ Πατὴρ ἐν ἐμοί ἐστι; πῶς δὲ πάλιν ἀπέστειλεν; Ὅταν οὖν λέγῃ, Πέμψω ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, τουτέστι, τὴν δωρεὰν τοῦ Πνεύματος· καὶ ἵνα μάθητε ὅτι ἡ δωρεὰ πέμπεται, τὸ δὲ Πνεῦμα οὐκ ἀποστέλλεται, ὁ Σωτὴρ λέγει τοῖς ἀποστόλοις· Μείνατε εἰς Ἱερουσαλὴμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ἄλλη ἡ δύναμις ἡ χορηγουμένη, ἄλλο τὸ Πνεῦμα τὸ χορηγοῦν. Πάντα γὰρ ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Σὺ μὲν οὖν οὐ δύνῃ δεῖξαι πεμπόμενον τὸ Πνεῦμα τὸ ἅγιον ὑπὸ γυμνῆς τῆς θεότητος. Ἐὰν δέ σοι δείξω τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς ἀποστελλόμενον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, τί ποιεῖς; Ἢ ἄρνησαι τὸν Χριστὸν, καὶ ἀπάλειψον τὰς Γραφὰς, ἢ δοῦλος ὢν τῶν Γραφῶν ὑποτάττου ταῖς Γραφαῖς. Καὶ ποῦ, φησὶν, εἴρηται τοῦτο; Ἄκουε τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου Ἡσαΐου τοῦ κήρυκος τῆς εὐσεβείας· Ἄκουέ μου, φησὶν, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστι. Πρόσεχε. Λοιπὸν γὰρ ἐνταῦθα τὸ ζητούμενον. Ἄρα τίς ὁ εἰπὼν ταῦτα; ὁ Πατὴρ, ἢ ὁ Υἱός; Ὅρα πῶς ἐν μοναρχίας τύπῳ τὴν Τριάδα κηρύττει συγκεκαλυμμένως· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστι. Τίς ὁ ταῦτα λέγων; Ὁ δημιουργός. Ἐπάγει γάρ· Ἐγὼ τῇ χειρί μου ἐθεμελίωσα τὴν γῆν· βλέπε πῶς ὁ δημιουργὸς λαλεῖ· Καὶ τὸ Πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην· ἐγὼ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοί μου εὐθεῖαι. Εἰπὼν ἑαυτὸν δημιουργὸν καὶ ποιητὴν οὐρανοῦ καὶ γῆς, λέγει λοιπὸν ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ ἐλάλησα ὑμῖν ταῦτα, οὐδὲ ἐν τόπῳ σκοτεινῷ· εἰπὼν, ὅτι Ἐθεμελίωσα τὴν γῆν, καὶ ἐποίησα τὸν οὐρανόν· ὅτε ἐγένοντο, ἐκεῖ ἤμην· Καὶ νῦν Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ. Σὲ τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸν εἰπόντα τοῖς ἄστροις, Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ, ἐγέννησε κατὰ τὴν θεότητα, ἀπέστειλε κατὰ τὴν σάρκα. Ὁ ποιητὴς οὐρανοῦ λέγει· Κύριος ἀπέστειλέ με καὶ τὸ Πνεῦμα αὐτοῦ. Τὴν ἀποστολὴν ὁ αἱρετικὸς τοῦ Πνεύματος εἰς ὕβριν λαμβάνει. Ἀπέστειλεν ὁ Πατὴρ, οὐ μεταστὰς, οὐ μεταστήσας· ἀπέστειλεν ὁ Υἱὸς τὸ Πνεῦμα, οὐ διαιρῶν, οὐ διαιρεθείς. Διὰ τοῦτο ἡ Γραφὴ, Ὁ Θεὸς, φησὶν, ἐξέχεε τὸ Πνεῦμα αὐτοῦ, ἤγουν τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Θεότης οὐκ ἐκχεῖται, ἀλλ' ἡ δωρεά. Διὰ τοῦτο, ἵνα δειχθῇ ὅτι τὸ ἐκχυνόμενον οὐ Πνεῦμα ἅγιον, ἀλλὰ Πνεύματος θείου χάρις, λέγει Δαυῒδ τῷ Χριστῷ· Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος τὴν χάριν. Εἰ οὖν ὁμοτιμία κηρύττεται, καὶ τὸ Ἀφ' ἑαυτοῦ σεσαφήνισται, καὶ τὸ Ἀπὸ τοῦ ἐμοῦ λήψεται, ὡς ἀπὸ δεξαμενῆς ἡρμήνευται, μὴ ἐχέτωσαν χώραν ἢ παρείσδυσιν ἀσεβείας οἱ αἱρετικοί. Τίμησον τὸ Πνεῦμα τὸ ἅγιον ὃ ἔλαβες. Εἶπον πολλάκις, ὅτι ἀντίδοσιν ἔσχες. Ἔλαβε Χριστὸς παρὰ σοῦ τὸ πλάσμα τὸ σὸν, ἔδωκέ σοι αὐτὸς τὸ Πνεῦμα τὸ ἑαυτοῦ.
11. I beseech you, pay heed with carefulness, make the argument secure. For the heretic can say: 'He is with Me by way of help, as I also say, God is with me.' He did not speak simply, but what? 'The Father Who abides in Me.' If He was with Him, and abode in Him, how did That One send, or how was This One sent? For if they came, both came, and no one was sent; or again, both remained. If the Father remained above, how does the Son say, 'The Father is with Me'? If He Who sent remained above, how does He Who was sent have with Him the One Who sent Him? 'For I,' He said, 'am in the Father, and the Father is with Me.' How then was He sent Who says, 'The Father is in Me'? And how again did He send? Whenever, therefore, He says, 'I will send you the Holy Spirit,' that is to say, the gift of the Spirit; and in order that you may learn that the gift is sent, whereas the Spirit is not sent, the Saviour says to the apostles: 'Remain in Jerusalem until you are clothed with power from on high,' and 'you shall receive power when the Holy Spirit has come upon you.' One thing is the power that is supplied, another is the Spirit Who supplies it. 'For one and the same Spirit works all things, apportioning to each individually just as He wills.' You, then, cannot show the Holy Spirit being sent by the bare Godhead. But if I show you the Maker of heaven and earth being sent by the Holy Spirit, what do you do? Either deny Christ and blot out the Scriptures, or, being a servant of the Scriptures, submit to the Scriptures. 'And where,' says he, 'is this spoken?' Hear God speaking through the prophet Isaiah, the herald of piety: 'Hear Me,' says He, 'Jacob, and Israel whom I call: I am God the first, and I am after these things, and besides Me there is no God.' Pay heed; for here now lies the point in question. Who then is it that spoke these things? The Father, or the Son? Behold how in the form of monarchy He proclaims the Trinity in a veiled manner: 'I am God the first, and I am after these things, and besides Me there is no God.' Who is it that says these things? The Creator. For He adds: 'With My hand I founded the earth' — see how the Creator speaks — 'and My Spirit established the heaven. I gave command to all the stars; I raised up a king with righteousness, and all My ways are straight.' Having called Himself Creator and Maker of heaven and earth, He goes on to say these things: 'Not from the beginning did I speak these things to you in secret, nor in a dark place'; after saying, 'I founded the earth, and I made the heaven; when they came to be, I was there: And now the Lord has sent Me and His Spirit.' Thee Who didst make the heaven and the earth, Who didst speak to the stars — 'the Lord has sent Me and His Spirit' — He begat according to the Godhead, He sent according to the flesh. The Maker of heaven says: 'The Lord has sent Me and His Spirit.' The heretic takes the sending of the Spirit as an insult. The Father sent, neither departing nor removing Him; the Son sent the Spirit, neither dividing nor being divided. On this account the Scripture says, 'God poured out His Spirit,' that is, the gift of the Holy Spirit. Godhead is not poured out, but the gift. On this account, in order that it might be shown that what is poured out is not the Holy Spirit, but the grace of the divine Spirit, David says to Christ: 'Grace has been poured out upon Thy lips.' Grace is poured out, not He Who bestows the grace. If, then, equality of honour is proclaimed, and 'Of Himself' has been made plain, and 'He shall receive of Mine' has been interpreted as from a fountain-basin, let the heretics have no room or loophole for impiety. Honour the Holy Spirit Whom you received. I have said often that you received a reciprocal exchange. Christ took from you that which was fashioned of you, and He Himself gave to you His own Spirit.
PG 52:827Read from the page
MONITUM
Admonition
In hanc homiliam haec notat Savilius p. 759 : « Hanc homiliam, editam Romae anno 1581, castigavimus ex Manuscripto ex Bibliotheca Regia Lutetiae, adhibitis etiam Florentis Christiani conjecturis : ac primum sublato titulo Romani Codicis, quem rectissime damnat Florens, cum de Acacio nullum in hoc toto sermone verbum, substituimus alium ex Regio commodiorem. Florens pro Ἀκάκιον ex ingenio ἄκακον [substituit], ut de Christo intelligatur. » His consona dicit Fronto Ducaeus in Notis : « In Editione Romana, inquit, anni 1581, huic sermoni praefixus erat titulus, εἰς τὸν ἅγιον Ἀκάκιον ποιμένα, καὶ εἰς τὸ πρόβατον, De sancto Acacio pastore et de ove : sed castigavit ex Ms. Regio Editio Savilii Graecum textum, et hunc titulum substituit, quem exhibuimus : quandoquidem neque in toto orationis decursu mentio ulla fit Acacii. Fuit hoc nomine Caesareae Palaestinae episcopus quidam, qui synodo Seleuciensi interfuit, ut ex Tripartita Historia constat lib. 5, c. 34. Alius Beroeae fuit episcopus temporibus Gratiani Imperatoris ex ejusdem Historiae lib. IX, cap. 3. Forte scriptum hic fuit, εις ἄκακον ποιμένα, De innocente pastore. »
On this homily Savile notes the following at p. 759: 'This homily, published at Rome in the year 1581, we have corrected from a Manuscript from the Royal Library of Paris, employing also the conjectures of Florens Christianus; and first, having removed the title of the Roman Codex, which Florens most rightly condemns since there is not a single word concerning Acacius in this whole sermon, we substituted another more suitable one from the Royal manuscript. Florens from his own wit [substituted] guileless for Acacius, so that it may be understood of Christ.' In harmony with these words Fronton du Duc says in his Notes: 'In the Roman Edition,' he says, 'of the year 1581, there was prefixed to this sermon the title, On Saint Acacius the shepherd, and on the sheep; yet Savile's Edition corrected the Greek text from the Royal manuscript, and substituted this title which we have displayed, seeing that throughout the whole course of the oration no mention at all is made of Acacius. There was of this name a certain Bishop of Caesarea in Palestine, who took part in the Synod of Seleucia, as is established from the Tripartite History, book 5, chap. 34. Another was Bishop of Beroea in the times of the Emperor Gratian, from book 9, chap. 3 of the same History. Perhaps there was written here, On the guileless shepherd.'
Utrum autem haec lectio, εἰς τὸν ἅγιον Ἀκάκιον, In sanctum Acacium, ex librariorum vitio manarit : utrum vero ex cujuspiam Graeculi ausu invecta fuerit, non ita facile est statuere. Certe ita titulus habet, non in Romano Codice tantum, sed etiam in Regio, cujus lectiones in imis paginis posuimus. Et observes velim, etsi initio memoria martyrum in plurali celebrari dicatur, in fine tamen homiliae unum
Whether, however, this reading, On Saint Acacius, flowed from a fault of copyists, or whether it was brought in by the daring of some petty Greek, is not so easy to determine. Certainly the title reads thus, not in the Roman Codex alone, but also in the Royal manuscript, whose readings we have placed at the foot of the pages. And I would have you observe that, although at the beginning the memorial of the martyrs is said to be celebrated in the plural, yet at the end of the homily one
IN MEMORIAM MARTYRUM, ET QUOD CHRISTUS SIT PASTOR ET OVIS: NECNON DE VELO ET PROPITIATORIO.
IN MEMORY OF THE MARTYRS, AND THAT CHRIST IS SHEPHERD AND SHEEP; AND ALSO ON THE VEIL AND THE MERCY-SEAT.
1. Martyres cum Christo comparati; Filius cum Patre cooperatur. — Rursus martyrum memoria, rursus piorum festi dies, rursus angelorum argumentum, rursus Ecclesiae celebritas. Memoria est eorum qui martyrium sunt perpessi: honor autem martyrum, gloria est ejus pro quo martyrium subierunt. Honorantur martyres pro Christo passi; adoratur Christus, qui pro omnibus passus est. Illi quidem per supplicium ex humili gradu sese in sublimem evexerunt: Servator autem a sublimitate divinitatis, ad humilitatem humanae naturae descendit, non egressus quidem a dignitate, sed ut oeconomiam suam operaretur. Audivimus enim eum dicentem: Ego sum pastor bonus, qui posuit animam suam pro ovibus (Joan. 10. 11); qua ille oratione et benignitatem suam ostendit, et potentiam praedicavit. Nam quod pro ovibus patiatur, id benignitatis; quod vero animam suam ipse ponat, id potestatis est: non enim vim patitur, sed oeconomiam operatur. Etsi namque dicat apostolus Patrem illum tradidisse pro nobis (Rom. 8. 32), non necessitate Filium subiisse supplicium arguit, sed voluntatem Filii cum paterna concurrisse ostendit. Tradit autem seipsum Filius, non necessitate serviens, sed cum Patris sententia cooperans. Aliud enim est servilem in modum ministrare, aliud divino more cooperari. Cooperatur enim cum Patre Unigenitus, etiamsi id nolint haeretici, qui propria nequitia indivisibilem naturam dividunt, qui Patrem creatorem, Filium subministrum, Spiritum sanctum item ministrum praedicant; qui nec Pauli voces reverentur, qui ministros praedicationis non subministros vocavit, sed cooperatores Dei, cum dixit, Dei sumus cooperatores (1. Cor. 3. 9). Paulusne cooperator, Filius vero subminister? Ne quaeras igitur quid Christus dixerit per Hesaiam, sed quid per seipsum. Propter seipsum siquidem pastor est, propter te ovis; haec quippe duae lectiones hodie concurrerunt. Hesaias certe de ipso lectionem suppeditabat eunucho, Quasi ovis ad occisionem ductus est (Isai. 53. 7. Act. 8. 32): Servator autem, Ego sum pastor bonus (Joan. 10. 11). Tu mihi igitur discrimen ovem inter et pastorem ostende; in quonam ovis, in quonam pastor sit. Nisi enim nominum differentiam noveris, unde cognosces excellentiae dignitatem? Palam sane est ovem esse ob supplicii oeconomiam, pastorem vero ob potentiam benignitatis. Neque enim erubescit Deus appellari pastor. Oportebat quidem nos ipsum Deum ac Regem agnoscere: sed quia Deum ut homines ratione praediti non novimus, vult ille nos, ut oves irrationabiles, saltem agnoscere pastorem. Si enim Servator, cum in mundum venit, te hominem rationabilem reperisset, ut Deus tibi necessario apparuisset: sed quia te hominem non invenit, tamquam ovem a priscis usque temporibus errantem, et per prophetas Dominum invocantem: Erravi sicut ovis, quae periit, quaere servum tuum (Psal. 118, 176): ideo regiam occultat dignitatem, et pastoris curam profert. Quocirca a principio statuit in praesepi corpus suum collocari: matremque et oeconomiae ministrum Joseph in angustias deducit: neque enim illum dixerim vel patrem Servatoris, vel Mariae virum, sed socium et mediatorem mysterii. Siquidem sponsus erat virginis, non maritus ejus; sed maritus quidem nomine, re minister oeconomiae. Hic itaque in angustum deducitur cum Maria in Bethlehem: ita ut propter diversorii angustias infantem in praesepio locari necesse fuerit. Dei autem opus erant angustiae illae, ut ex necessitate in illum deponeretur locum benignus ille; deponeretur, inquam, propter carnalem oeconomiam. Cur hoc ita dispensat? Quia praesepe est brutorum mensa; humanitas vero in brutorum naturam degeneravit (Homo enim, cum in honore esset, non intellexit; comparatus est jumentis insipientibus, et similis factus est illis) (Psal. 48. 13): caelestem cibum in brutorum mensa apponit, ut qui animo bruti essent, in praesepi, quasi in propria sibi mensa, non ultra brutorum foenum invenirent; sed eum qui dixit, Ego sum panis, qui de caelo descendit, et, qui dat vitam mundo (Joan. 6. 35. 41). Ovis igitur propter oeconomiam, Deus vero propter gloriam suam. Ponit igitur animam suam pro ovibus (Joan. 10. 11) non necessitate aliqua, ut jam dixi, sed hoc negotium suscipiens.
1. The martyrs compared with Christ; the Son cooperates with the Father. — Once again the memory of the martyrs, once again feast-days of the devout, once again a theme for angels, once again a solemnity of the Church! The memory belongs to those who endured martyrdom, while the honour of the martyrs is the glory of him for whose sake they underwent martyrdom. The martyrs who suffered for Christ are honoured; Christ, who suffered for all, is worshipped. They indeed through their torment raised themselves from a lowly estate to an exalted one; whereas the Saviour descended from the sublimity of his Godhead to the lowliness of human nature, not departing indeed from his dignity, but in order to work out his dispensation. For we have heard him saying: I am the good shepherd, who laid down his life for the sheep (John 10:11); by which utterance he both showed forth his loving-kindness and proclaimed his power. For that he suffers on behalf of the sheep belongs to his loving-kindness, while that he lays down his life of himself belongs to his power: for he suffers no compulsion, but works out a dispensation. Even though the Apostle says that the Father delivered him up for us (Rom. 8:32), he does not prove that the Son underwent suffering out of necessity, but shows that the will of the Son concurred with the Father's. And the Son delivers himself up, not serving out of necessity, but cooperating with the Father's purpose. For it is one thing to minister in servile fashion, and another to cooperate in a divine manner. Indeed, the Only-begotten cooperates with the Father, even though the heretics be unwilling, who in their own wickedness divide the indivisible nature, proclaiming the Father creator, the Son an under-servant, and the Holy Spirit likewise a servant, and who reverence not even the words of Paul, who called the ministers of preaching not under-servants, but fellow-workers with God, when he said: We are God's fellow-workers (1 Cor. 3:9). Is Paul a fellow-worker, and the Son an under-servant? Seek not, therefore, what Christ spoke through Esaias, but what he spoke through himself. On his own account, indeed, he is the shepherd, while on your account he is the sheep; for these two readings have met together today. Esaias supplied the reading concerning him to the eunuch: He was led as a sheep to the slaughter (Isa. 53:7; Acts 8:32); while the Saviour says: I am the good shepherd (John 10:11). Show me, therefore, the distinction between the sheep and the shepherd—wherein he is sheep, and wherein he is shepherd. For unless you know the difference of the names, whence will you recognize the dignity of his excellence? Plainly he is the sheep on account of the dispensation of his passion, and the shepherd on account of the power of his loving-kindness. Nor is God ashamed to be called a shepherd. We ought indeed to have known him as God and King; yet because as men endowed with reason we knew not God, he wills that at least, like irrational sheep, we should know our shepherd. For had the Saviour, when he came into the world, found you a rational man, he would of necessity have appeared to you as God; but because he found you not as a man, but wandering like a sheep from ancient times and calling upon the Lord through the prophets: I have gone astray like a sheep that is lost; seek thy servant (Ps. 118:176), he therefore conceals his royal dignity and puts forward a shepherd's care. Wherefore from the beginning he ordained that his body should be laid in a manger, and brings both his mother and Joseph, the minister of the dispensation, into straits—for I would call him neither the father of the Saviour nor the husband of Mary, but a partner and mediator of the mystery, seeing that he was the betrothed of the Virgin, not her husband, or rather her husband in name, but in reality a minister of the dispensation. He is accordingly brought into straits with Mary in Bethlehem, so that on account of the narrowness of the inn the infant had perforce to be laid in a manger. Yet those straits were the work of God, so that of necessity that gracious One should be laid in that place—laid there, I say, on account of the dispensation of the flesh. Why does he order it thus? Because a manger is the table of beasts, and humanity had degenerated into the nature of beasts (For man, when he was in honour, did not understand; he was compared to senseless beasts, and became like unto them) (Ps. 48:13); he sets heavenly food upon the table of beasts, so that those who had become brutish in mind might find in the manger, as upon a table of their own, no longer the hay of beasts, but him who said: I am the bread that came down from heaven, and who gives life to the world (John 6:35, 41). He is a sheep, then, on account of the dispensation, and God on account of his glory. Accordingly he lays down his life for the sheep (John 10:11) not from any necessity, as I have already said, but freely undertaking this work.
Notes, col. 827

On the reading

Printed εις, for εἰς.

PG 52:829Read from the page
ἔφθην εἰπὼν, ἀλλὰ πραγματείαν ἀναδεχόμενος. Πάντα γὰρ ὅσα ἐν τῇ παλαιᾷ λατρείᾳ γεγένηται, εἰς τὸν Σωτῆρα τὴν ἀνακεφαλαίωσιν φέρει, εἴτε προφητεία, εἴτε ἱερωσύνη, εἴτε βασιλεία, εἴτε ναὸς, εἴτε θυσιαστήριον, εἴτε καταπέτασμα, εἴτε κιβωτὸς, εἴτε ἱλαστήριον, εἴτε μάννα, εἴτε ῥάβδος, εἴτε στάμνος, εἴτε τι ἄλλο, πάντα εἰς αὐτὸν τὴν ἀναφορὰν ἔχει.
I have already said, but undertaking an enterprise. For whatsoever things took place in the ancient worship bring their summing-up unto the Saviour: whether prophecy, or priesthood, or kingship, or temple, or altar, or veil, or ark, or mercy-seat, or manna, or rod, or jar, or anything else, all things have their reference unto Him.
Συνεχώρησε γὰρ ὁ Θεὸς Ἰουδαίων παισὶν ἀπ' ἀρχῆς τὴν τῶν θυσιῶν λειτουργίαν, οὐκ ἀναπαυόμενος ταῖς θυσίαις, ἀλλὰ βουλόμενος αὐτοὺς ἀπὸ τοῦ Ἑλληνισμοῦ ἀποσπάσαι. Καὶ ἐξ ἐκείνου ἡνιοχήσας αὐτοὺς πρὸς ἃ βούλεται, περιτίθησιν ἑαυτῷ ὃ μὴ βούληται. Ἐπειδὴ γὰρ οὐδέπω ἐχώρει Ἰουδαίων διάνοια δέξασθαι πνευματικὴν ἐνέργειαν, ἀλλὰ τῇ τῶν ἐθνῶν συνηθείᾳ δεδούλωτο, καὶ περὶ βωμοὺς ἐκεχήνει καὶ θυσίας, λαβὼν ὁ Θεὸς τὰς εἰδωλικὰς ἑορτὰς μεταβάλλει τῷ ῥυθμῷ τῆς εὐσεβείας, καὶ ἀνέχεται ὧν μὴ βούληται. Καὶ ὥσπερ πατὴρ ἀγαθὸς, ἐπειδὰν ἴδῃ τὸν ἑαυτοῦ παῖδα περιπαίγνια ἔχοντα, τῆς μὲν ἀγορᾶς αὐτὸν ἀφέλκει, κατὰ δὲ τὸν οἶκον ἐπιτρέπει πάντα ποιεῖν ἃ βούλεται, καὶ τὴν εὐσχημοσύνην αὐτῷ φυλάττων, καὶ τὴν ἀναίδειαν τῆς παιδίας ἀνασκευάζων· οὕτω καὶ ὁ Θεὸς βουλόμενος αὐτοὺς τῇ φαινομένῃ ταύτῃ πανηγύρει τῶν ἑορτῶν εἰς εὐσέβειαν μεταρρυθμίσαι, συνεχώρει καὶ θυσιάζειν, δίδωσι καὶ θυσιαστήριον, καὶ πρόβατα θύεσθαι κελεύει, καὶ αἶγα καὶ βοῦν, καὶ πάντα ποιεῖν ὅσα ἐκείνους ἔτερπεν. Οὐ γὰρ Θεὸν ἀνέπαυσεν.
For God conceded to the children of the Jews from the beginning the ministry of sacrifices, not resting content in sacrifices, but wishing to tear them away from paganism. And thereafter, having guided their reins towards the things He wills, He takes upon Himself that which He does not will. For since the mind of the Jews did not yet have capacity to receive spiritual operation, but had been enslaved to the custom of the Gentiles and gaped after altars and sacrifices, God took the idolatrous festivals and transformed them to the cadence of piety, and endures things which He does not will. And just as a good father, when he sees his own child occupied with playthings, draws him away from the market-place, yet indoors allows him to do all things that he wishes, both preserving seemliness for him and dismantling the shamelessness of childhood; so also God, wishing by this visible solemnity of festivals to refashion them unto piety, conceded also that they should sacrifice, gives also an altar, and commands sheep to be sacrificed, and a goat and an ox, and to do all things that delighted them. For none of this gave rest to God.
βʹ. Ὅτι δὲ ταῦτα οἰκονομικῶς ἐγίνετο, ἄκουε πῶς ὁ διὰ Μωϋσέως ἐπιτρέψας τὰς θυσίας, καὶ προστάξας διαφόρους γίνεσθαι θυσιῶν ἰδέας, διὰ τῶν προφητῶν ἀνατρέπει τὰ κατὰ συγχώρησιν γινόμενα, δεικνὺς ὅτι ὡς νηπίοις γάλα συνεχώρησεν, οὐ τροφὴν ἔδωκε· καί φησι διὰ τοῦ Δαυῒδ· Ἄκουσον, λαός μου, λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι, ὅτι ὁ Θεὸς, ὁ Θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Καὶ ἵνα μή τις νομίσῃ, ὅτι ἀποστρεφόμενος οὐ δέχεται, ἑρμηνεύει τὸν τρόπον, ὅτι δι' ἀνενδέησιν τούτων, οὐ διὰ τῆς τούτων προσφορᾶς, καὶ ἐπάγει· Μὴ φάγομαι κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· δεικνὺς ὅτι οὐκ ἀποστρεφόμενος ἀποσείεται, ἀλλ' εἰς τὴν κρείττονα αὐτοὺς καὶ νοερὰν θυσίαν προσκαλεῖται. Συνεχώρησε μὲν οὖν ἀπ' ἀρχῆς τὰς θυσίας, οὐκ αὐταῖς ἀρεσκόμενος, ἀλλὰ τοὺς οὕτως ἠργμένους μεταῤῥυθμίζων εἰς εὐσέβειαν. Ἐνδιδοὺς δὲ τῇ προθέσει τῇ Ἰουδαϊκῇ, ὡς σοφὸς καὶ μέγας, ἐν αὐτῇ τῇ συγχωρήσει τῶν θυσιῶν προκατεσκεύαζεν εἰκόνα τῶν μελλόντων, ἵνα κἂν ἡ θυσία δι' ἑαυτὴν ἄχρηστος ᾖ, διὰ τὴν εἰκόνα χρήσιμος εὑρεθῇ. Πρόσεχε ἀκριβῶς· λεπτὸν γὰρ τὸ νόημα. Αἱ μὲν οὖν θυσίαι οὐκ ἦσαν ἀρεσταὶ τῷ Θεῷ, οὐδὲ κατὰ γνώμην γινόμεναι, ἀλλὰ κατὰ συγχώρησιν· καὶ γινομέναις ἐπέθηκε τύπον κατ' εἰκόνα τῆς μελλούσης οἰκονομίας τοῦ Χριστοῦ, ἵνα κἂν μὴ δι' ἑαυτὰς ὦσιν δεκταὶ, κἂν γοῦν διὰ τὴν εἰκόνα ὦσιν εὐπρόσδεκτοι. Καὶ τίθησι διὰ πάντων εἰκόνα Χριστοῦ, καὶ σκιαγραφεῖ τὰ μέλλοντα. Κἂν πρόβατον ᾖ θυόμενον, εἰκὼν τοῦ Σωτῆρος· κἂν βοῦς, εἰκὼν τοῦ Κυρίου· κἂν μόσχος, κἂν δάμαλις, κἂν ἄλλο τι τῶν προσφερομένων, κἂν περιστερὰ καὶ τρυγὼν, πάντα εἰς τὸν Σωτῆρα τὴν ἀναφορὰν εἶχε. Διὰ τοῦτο καὶ ναὸς, ἵνα ἡ εἰκὼν προκατασκευασθῇ τοῦ Κυριακοῦ ναοῦ· διὰ τοῦτο πρόβατον, διὰ τοῦτο ἱερεὺς, διὰ τοῦτο
2. And that these things took place by way of dispensation, hear how He Who through Moses permitted the sacrifices, and ordered various kinds of sacrifices to be made, through the prophets overturns the things done by concession, showing that as to infants He conceded milk and did not give solid food; and He says through David: 'Hear, O My people, and I will speak to you; O Israel, and I will testify to you, that I am God, your God. I will not reprove you for your sacrifices, and your whole burnt-offerings are before Me continually. I will not accept calves from your house, nor he-goats from your flocks.' And lest anyone suppose that He turns away in aversion and does not accept them, He explains the manner — namely, because of His having no need of them, not because of the offering of them — and adds: 'Shall I eat the flesh of bulls, and drink the blood of goats? Sacrifice to God a sacrifice of praise, and pay to the Most High your vows'; showing that He does not shake them off out of aversion, but calls them forth to the better and spiritual sacrifice. From the beginning, then, He conceded the sacrifices, not being pleased with them, but refashioning unto piety those who had been led in such a way. And yielding to the Jewish bent, being wise and great, in the very concession of the sacrifices He prepared beforehand an image of the things to come, so that even if the sacrifice were useless on its own account, through the image it might be found useful. Pay heed exactly, for the thought is subtle. The sacrifices, then, were not pleasing to God, nor done according to His purpose, but by concession; and as they were being performed He set upon them a type after the image of the future dispensation of Christ, so that even if they were not acceptable on their own account, at least through the image they might be well-acceptable. And through all of them He sets forth an image of Christ, and sketches in shadow the things to come. Whether it be a sheep that is sacrificed, it is an image of the Saviour; whether an ox, an image of the Lord; whether a calf, whether a heifer, whether anything else of the things offered, whether a pigeon and a turtle-dove, all things had their reference unto the Saviour. On this account there was also a temple, so that the image of the Lord's temple might be prepared beforehand; on this account a sheep, on this account a priest, on this account
PG 52:830Read from the page
καταπέτασμα. Καὶ ἵνα μὴ κατὰ μέρος πλατύνω τὸν λόγον, δέχου τῶν εἰρημένων ἑρμηνέα τὸν Παῦλον, μὴ συγχωροῦντά σε μηδὲν ἔξω Χριστοῦ νοῆσαι, ἀλλὰ πάντα εἰς Χριστὸν ἀναλαμβάνοντα. Τί γάρ; Ὁ αὐτὸς πρὸς Ἑβραίους βουλόμενος ἐκθέσθαι των μυστηρίων τὰς διαφορὰς, τί ἐβούλετο ἡ τράπεζα, τί ἐβούλετο τὸ θυσιαστήριον, τί ἐβούλετο τὸ καταπέτασμα, τί ὁ ναὸς, τί ὁ ἱερεὺς, ἐν κεφαλαίῳ εἰς Χριστὸν τὰ πάντα ἀναφέρει, καὶ δείκνυσι σκηνὴν εἶναι δι' ὅλου τὸν πάντα βίον· ἀλλὰ τὴν πρώτην σκηνὴν τύπον τῆς Ἀρχαίας Διαθήκης, τὰ δὲ Ἅγια τῶν ἁγίων τύπον τῆς Νέας Διαθήκης. Πρόσεχε ἀκριβῶς, παρακαλῶ. Ἦν μὲν γὰρ ὁ ναὸς εἷς δι' ὅλου, εἰς ἄλλα δὲ καὶ ἄλλα ἐμεμέριστο· εἰς τὸ ἅγιον, καὶ εἰς τὸ Ἅγιον τῶν ἁγίων. Τύπος ὁ ναὸς τοῦ Κυριακοῦ σώματος· καὶ ἄκουε τοῦ Κυρίου λέγοντος· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὥσπερ οὖν ἐν τῷ ναῷ ἐκείνῳ τὰ μὲν πᾶσιν ἑωρᾶτο, τὰ δὲ μόνῳ τῷ ἀρχιερεῖ· οὕτω καὶ ἐν τῇ τοῦ Σωτῆρος οἰκονομίᾳ ἡ θεότης, καὶ ἡ ἐνέργεια τῆς θεότητος, οὖσα μὲν ἐν κρυφῇ, ἐργαζομένη δὲ ἐν τῷ φανερῷ. Ἔχεις τοῦ ναοῦ τὴν εἰκόνα· ζήτησόν μοι τὸ καταπέτασμα τὸ μέσον, τὸ διεῖργον τὰ ἅγια ἀπὸ τοῦ Ἁγίου τῶν ἁγίων, ὁποῖον τὸ καταπέτασμα· πάλιν τὸ καταπέτασμα εἰκὼν τοῦ σώματος. Ὥσπερ γὰρ τὸ καταπέτασμα ἐμεσολάβει τῷ τόπῳ, καὶ διεῖργε τὴν ἔξωθεν ὄψιν τῆς ἔσωθεν μυσταγωγίας· οὕτω τὸ σῶμα τοῦ Κυρίου καταπέτασμα ἦν τῆς θεότητος, μὴ συγχωροῦν ταῖς ὄψεσι ταῖς θνηταῖς ἐνατενίζειν τῇ ὄψει τοῦ ἀθανάτου. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλ' ἄκουε τοῦ Παύλου λέγοντος· Ἔχοντες δὲ, ἀδελφοὶ, ὁδὸν πρόσφατον καὶ ζῶσαν, ἣν ἐνεκαίνισεν ἡμῖν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρκὸς αὐτοῦ, προσερχώμεθα. Πρόσεχε ἀκριβῶς. Καὶ ναὸν εἶπε τὴν σάρκα, καὶ τὸ καταπέτασμα τύπον τῆς σαρκός. Πάλιν ὁ ἱερεὺς εἰσῄει διὰ τοῦ καταπετάσματος ἅπαξ τοῦ ἐνιαυτοῦ· οὐδὲ τοῦτο παρέλιπεν ὁ Παῦλος, ἀλλὰ λαμβάνει αὐτὸ εἰς τύπον του Σωτῆρος, καί φησιν· Οὐκ εις χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ὁρᾷς τὸν ἀρχιερέα, ὅρα τὸν τύπον. Πάλιν ἐθύετο πρόβατον, καὶ ἦν εἰκὼν τοῦ Σωτῆρος· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Ἐθύετο μόσχος, ταῦρος, τὰ ἄλλα πάντα καὶ ἀπὸ τοῦ αἵματος των θυομένων ἐλάμβανεν ὁ ἀρχιερεὺς τῷ δακτύλῳ, καὶ εἰσῄει εἰς τὰ Ἅγια τῶν ἁγίων, καὶ ἔῤῥαινεν ἀπέναντι τοῦ ἱλαστηρίου ἑπτάκις. Καὶ ἦν καὶ αὐτὸ τὸ ἱλαστήριον τύπος τοῦ Σωτῆρος, καὶ τὸ αἷμα τὸ ῥαινόμενον τύπος αὐτοῦ, ἵνα καὶ ὁ προσκυνούμενος καὶ τὸ δῶρον τὸ προσφερόμενον τῷ προσκυνουμένῳ εἷς καὶ ὁ αὐτὸς ᾖ. Τούτων δὲ τῶν ζώων, ὧν τὸ αἷμα προσεφέρετο εἰς τὰ ἅγια, τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς, καὶ ἡ τέφρα αὐτῶν ἡγίαζε τοὺς ἀνθρώπους, καὶ τοὺς κεκοινωμένους ἡγίαζε τὰ τῶν νεκρωθέντων ζώων λείψανα. Βλέπε τοίνυν. Ζῶντα μὲν οὐχ ἡγίαζεν, ἀποτεφρωθέντα δὲ, καὶ εἰς θυσίαν ἀπαρτισθέντα, ἁγιασμὸν ἔφερον τοῖς κεκοινωμένοις, καὶ ἦν τὰ αὐτὰ ζῶα καὶ ἔξω καιόμενα, καὶ ἔσω προσφερόμενα. Ἐντεῦθεν ὁ Ἀπόστολος· Ὧν γὰρ, φησὶν, εἰσφέρεται ζώων τὸ αἷμα εἰς τὰ Ἅγια τῶν ἁγίων, τούτων τὰ σώματα κατεκαίετο ἔξω τῆς παρεμβολῆς. Εἶπε τὸν τύπον, καθερμηνεύει τὴν ἀλήθειαν, καί φησι· Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε. Καὶ τί ἐπάγει; Ἐξερχώμεθα οὖν πρὸς αὐτὸν, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες. Ἔχεις τὸν τύπον· ἴδε τὴν ἀλήθειαν. Ζήτησον πάλιν τὸ αἷμα καὶ τὸ ἱλαστήριον. Τὸ αἷμα ἐῤῥαίνετο, καὶ τὸ ἱλαστήριον ἐδέχετο, ὁ ἱλασμὸς ἐπέκειτο. Τί τὸ ἱλαστήριον; Παύλου πάλιν ἄκουε λέγοντος ἐν τῇ πρὸς Ῥωμαίους· Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τοῦ αἵματος αὐτοῦ, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ, ὃν προέθετο ὁ Θεὸς ἱλα-
a veil. And lest I draw out the discourse part by part, receive Paul as the interpreter of the things spoken, who does not suffer you to conceive anything outside Christ, but takes up all things into Christ. For what? When in writing to the Hebrews that very man wished to set forth the differences of the mysteries — what the table meant, what the altar meant, what the veil meant, what the temple, what the priest — he sums up all things unto Christ, and shows the whole of this life throughout to be a tabernacle; yet the first tabernacle to be a type of the Old Covenant, and the Holy of Holies a type of the New Covenant. Pay heed exactly, I beseech you. For the temple was one throughout, yet it had been divided into different parts: into the holy place, and into the Holy of Holies. The temple is a type of the Lord's body; and hear the Lord saying: 'Destroy this temple, and in three days I will raise it up.' Just as in that temple, therefore, some things were beheld by all, while others by the high priest alone; so also in the dispensation of the Saviour was the Godhead, and the operation of the Godhead, being in secret, yet working in the open. You have the image of the temple; seek out for me the middle veil, which parted off the holy things from the Holy of Holies, what sort of thing the veil was: again, the veil is an image of the body. For just as the veil stood midway in the place, and shut off outward sight from the inner mystagogy; so the body of the Lord was a veil of the Godhead, not suffering mortal eyes to gaze steadfastly upon the sight of the Immortal One. The word is not mine, but hear Paul saying: 'Having therefore, brethren, a new and living way which He dedicated for us through the veil, that is to say, His flesh, let us draw near.' Pay heed exactly. He both called the flesh a temple, and the veil a type of the flesh. Again, the priest entered through the veil once a year; neither did Paul pass this by, but takes it as a type of the Saviour, and says: 'For Christ did not enter into handmade holy places, counterparts of the true ones, but into heaven itself, now to appear before the face of God on our behalf.' You see the high priest; behold the type. Again, a sheep used to be sacrificed, and it was an image of the Saviour: 'As a sheep He was led to slaughter.' A calf used to be sacrificed, a bull, and all the other things, and from the blood of the victims sacrificed the high priest used to take with his finger, and enter into the Holy of Holies, and sprinkle it seven times over against the mercy-seat. And the mercy-seat itself was also a type of the Saviour, and the blood that was sprinkled was a type of Him, so that both He Who is worshipped and the gift that is offered to Him Who is worshipped might be one and the same. And of these animals whose blood was offered into the holy places, the bodies used to be burned outside the camp, and their ashes sanctified men, and the remains of the slain animals sanctified those who had been defiled. See, therefore: while living they did not sanctify, but when reduced to ashes and completed as a sacrifice, they brought sanctification to the defiled, and the very same animals were both burned outside and offered within. Hence the Apostle says: 'For the bodies of those animals whose blood is brought into the Holy of Holies were burned outside the camp.' Having spoken the type, he interprets the truth, and says: 'Wherefore Jesus also, that He might sanctify the people, suffered outside the gate.' And what does he add? 'Let us therefore go forth to Him, bearing His reproach.' You have the type; behold the truth. Seek out again the blood and the mercy-seat. The blood used to be sprinkled, and the mercy-seat received it, and the propitiation rested upon it. What is the mercy-seat? Hear Paul again saying in the Epistle to the Romans: 'For all have sinned, and fall short of the glory of God, being justified freely by His grace, through His blood, through the redemption that is in Christ Jesus, Whom God set forth as a mercy-
Notes, col. 830

On the reading

Printed των, for τῶν.

Printed του, for τοῦ.

Printed εις, for εἰς.