Migne Reading Room

PG 52 · cols. 831–836 · Read from the page

Letters of St John Chrysostom and some others

Letters of St John Chrysostom and some others

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:831Read from the page
στήριον διὰ τῆς πίστεως αὐτοῦ ἐν τῷ αἵματι αὐτοῦ. Καὶ τὸ αἷμα αὐτοῦ, καὶ τὸ ἱλαστήριον αὐτοῦ. Ταῦτά μοι εἴρηται πάντα, ὅτι πάντα δι' ἡμᾶς γέγονεν ὁ Σωτὴρ Θεὸς, καὶ Θεοῦ μονογενὴς Υἱὸς, οὐ δι' ἑαυτόν. Ἄλλο δὲ τὸ δι' ἡμᾶς πραγματευόμενον, ἄλλο τὸ δι' ἑαυτὸν κατὰ τὴν θεότητα προσκυνούμενον· ἄλλο καὶ ἄλλο, οὐ νῦν μεμερισμένον, ἀλλὰ τῇ οἰκονομίᾳ συνημμένον, τῇ δὲ ἐννοίᾳ τεμνόμενον.
seat through faith in His blood.' Both the blood is His, and the mercy-seat is His. All these things have been said by me because the Saviour, Who is God and the only-begotten Son of God, became all things for our sake, not for His own sake. Yet one thing is that which is wrought for our sake, another is that which for His own sake is worshipped according to the Godhead: one thing and another, not now divided, but united in the dispensation, while distinguished in thought.
γʹ. Ὅταν τοίνυν ἀκούσῃς ἢ ἀρχιερέα, ἢ ποιμένα, ἢ πρόβατον, ἢ ναὸν, ἢ καταπέτασμα, ἢ ἱλαστήριον, ἢ αἷμα ῥαντισμοῦ, ἢ ὅσα τοιαῦτα, διὰ πάντων γνώρισε τὴν διὰ σὲ γενομένην οἰκονομίαν.
3. Whenever, therefore, you hear either high priest, or shepherd, or sheep, or temple, or veil, or mercy-seat, or blood of sprinkling, or whatsoever things are of such a kind, through them all recognize the dispensation that took place for your sake.
Ὅταν δὲ ἴδῃς σύνθρονον τὸν Μονογενῆ (τοῦτον γὰρ ἐκήρυττεν ἡ Ἐκκλησία, καὶ ἐπόμπευσεν), οὐκ ἐπαισχύνῃ τὰ θεῖα λόγια. Σοφία γὰρ ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει, ἐπ' ἄκρων δὲ τειχέων κηρύττεται. Ὅταν δὲ ἴδῃς κηρυττομένην Θεοῦ σοφίαν καὶ δύναμιν, νόει τὴν ὑπεροχὴν τῆς δόξης, τὴν προαιώνιον ἀξίαν, τὴν ἄτρωτον, τὴν ἀμετάβλητον, τὴν ἀναλλοίωτον. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πανταχοῦ τὸ, Ἦν, τὸ δὲ, Οὐκ ἦν, οὐδαμοῦ. Ἐὰν νοήσῃς τὴν ὑπεροχὴν τῆς δόξης, οὐ σκανδαλισθήσῃ πρὸς τὴν τῆς σαρκὸς οἰκονομίαν. Οἷόν τι λέγω· Ἐὰν ἀκούσῃς λέγοντος αἱρετικοῦ, ὅτι Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστὶ, λέγε αὐτῷ, ὅτι οὐδὲν θαυμαστὸν, εἰ τοῦ Πατρὸς ἐλάττων διὰ τὴν οἰκονομίαν, ὅπουγε καὶ ἀγγέλων ἠλαττώθη. Σὺ σπουδάζεις δεῖξαι διὰ τὴν κακίαν, ὅτι τοῦ Πατρὸς ἐλάττων· ἐγὼ δὲ αὐτὸν δείκνυμι διὰ τὴν οἰκονομίαν καὶ ἀγγέλων ἐλάττονα. Καὶ σὺ μὲν οὖν βουλόμενος κατασκευάσαι διαφορὰν οὐσίας Πατρὸς καὶ Υἱοῦ, παράγεις τὸ ῥῆμα, ὅτι Ὁ Πατὴρ ὁ πέμψας με μείζων μου ἐστιν· ἐγὼ δὲ δείκνυμι, ὅτι οὐ μόνον τοῦ Πατρὸς ἐλάττων κατὰ τὴν λέξιν, ἀλλὰ καὶ ἀγγέλων. Ὁ γὰρ μακάριος Παῦλος παράγων τοῦ Δαυῒδ τὴν μαρτυρίαν, τὸ, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ Υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους· ἡρμήνευσε διὰ τῆς πρὸς Ἑβραίους ἐπιστολῆς· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.
And whenever you see the Only-begotten sharing the throne (for Him the Church proclaimed and celebrated in solemn procession), you are not ashamed of the divine oracles. 'For Wisdom is hymned in the streets, and in the broad ways she speaks with boldness, and on the tops of the walls she is proclaimed.' Whenever you see the wisdom and power of God proclaimed, conceive the pre-eminence of glory, the pre-eternal dignity, the unwounded, the immutable, the unalterable. 'In the beginning was the Word, and the Word was with God, and the Word was God.' Everywhere is 'Was,' and nowhere 'Was not.' If you conceive the pre-eminence of glory, you will not be offended at the dispensation of the flesh. What do I mean? If you hear a heretic saying, 'The Father Who sent Me is greater than I,' say to him that it is no wonder if He is less than the Father on account of the dispensation, seeing that He was made less even than angels. You strive out of malice to show that He is less than the Father; whereas I show Him on account of the dispensation to be less even than angels. And you, wishing to establish a difference of essence between Father and Son, bring forward the saying, 'The Father Who sent Me is greater than I'; whereas I show that according to the wording He is less not only than the Father, but also than angels. For the blessed Paul, adducing the testimony of David, 'What is man, that Thou art mindful of him, or the Son of man, that Thou visitest him? Thou hast made him a little lower than the angels,' interpreted it through the Epistle to the Hebrews: 'But Him Who was made a little lower than the angels, we behold Jesus, because of the suffering of death.'
Τί τοίνυν κάμνεις πολλὰ, καὶ κατασκευάζεις δεῖξαι Υἱὸν ἐλάττονα Πατρὸς, ὅπου καὶ ἀγγέλων ἐλάττων, οὐ διὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν οἰκονομίαν; Εἶτα τὸ, Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστὶν, ἀκήκοας· τῆς εὐαγγελικῆς ταύτης οὐκ ἀκούεις φωνῆς, ἣ σήμερον ἐπεβόα πᾶσιν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Καὶ πρόσεχε τῇ διαφορᾷ. Ὅπου τὸ, Ἕν, οὐκ εἶπε τὸ, Ὁ πέμψας με, ἀλλ', Ὁ Πατήρ· ὅπου τὴν ἕνωσιν ἠβουλήθη δεῖξαι καὶ τὴν ταυτότητα, οὐκ εἶπεν, Ἐγὼ καὶ ὁ πέμψας με ἕν ἐσμεν, ἀλλ', Ἐγὼ καὶ ὁ Πατήρ. Πατρὸς καὶ Υἱοῦ οὐδὲν τὸ μέσον· ὅπου δὲ τὸ, Μείζων, προστίθησι τὸ, Ὁ πέμψας με. Τὸ γὰρ πέμψαι, ἔργον οἰκονομίας· τὸ δὲ πεμφθῆναι, οὐχ ἑρμηνεία θεότητος, ἀλλ' ἑρμηνεία τῆς οἰκονομίας. Θεὸς γὰρ ⟨…⟩τε ἀποστέλλει σωματικῶς, οὔτε ἀποστέλλεται. Καὶ ὅπως, ἄκουε. Ὁ γὰρ ἀποστέλλων, ἐν ἐκείνοις ἀποστέλλει τοῖς τόποις, ἐν οἷς μὴ πάρεστι. Δεῖξον τοίνυν ἔρημον τόπον Πατρὸς, δεῖξον τόπον γυμνὸν τοῦ Υἱοῦ, δεῖξον τόπον ἀφεστηκότα τοῦ Πνεύματος. Καὶ ἔχει χώραν, εἰ κατὰ τὴν λέξιν ἐνόησας ὅτι ὁ μὲν ἀπέστειλεν, ὁ δὲ ἀπεστάλη. Τὸ γοῦν, ἀπεστάλη, οὐ τοπικὴν μετάβασιν δείκνυσιν, ἀλλὰ σωματικὴν ὄψιν. Οὐδὲ γὰρ, ὅταν λέγῃ ἡ Γραφὴ, Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης, ἤδη τὸν Ἰωάννην ἐξ οὐρανῶν ἀφῖχθαι νομίζομεν· ἐπεὶ εἰ ἦν, φησὶ, πῶς ἀπεστάλη; Ἀλλ' ἐπειδὴ οἰκονομίαν ἐνεχειρίσθη, τὴν οἰκονομίαν ἀποστολὴν ἐκάλεσεν. Ἡσαΐας ἐν Ἱεροσολύμοις ἐν αὐτῷ τῷ ναῷ εἶδε τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. Ὢν ἐν τῇ πόλει καὶ ἐν τῷ ναῷ, καὶ θεασάμενος τὴν ὀπτασίαν, καὶ ἰδεῖν καταξιωθεὶς Θεὸν ὡς δυνατὸν ἀνθρώπῳ, ἤκουε τοῦ Θεοῦ λέγοντος· Τίνα ἀποστείλω
Why then do you labour much and contrive to show the Son less than the Father, where He is less even than angels, not on account of dignity, but on account of the dispensation? Next, you have heard 'The Father Who sent Me is greater than I'; do you not hear this evangelical voice, which today cried aloud to all, 'I and the Father are one'? And pay heed to the difference. Where 'One' stands, He did not say 'He Who sent Me,' but 'The Father'; where He wished to show union and identity, He did not say, 'I and He Who sent Me are one,' but, 'I and the Father.' Between Father and Son there is nothing intermediate; but where 'Greater' stands, He adds, 'He Who sent Me.' For to send is a work of dispensation; and to be sent is not an expression of Godhead, but an expression of the dispensation. For God neither sends bodily, nor is sent. And hear how this is. He who sends, sends to those places in which he is not present. Show, therefore, a place devoid of the Father, show a place bare of the Son, show a place remote from the Spirit! And your point has room if you understood according to the bare letter that the One sent and the Other was sent. The word 'was sent,' at any rate, does not show a local transition, but a bodily manifestation. For neither when the Scripture says, 'There came a man sent from God, whose name was John,' do we forthwith suppose John to have arrived from heaven; 'for if he was there,' one might say, 'how was he sent?' Rather, because he was entrusted with a dispensation, it called the dispensation a sending. Isaiah in Jerusalem, in the very temple itself, saw the Lord sitting upon a high and lofty throne. Being in the city and in the temple, and having beheld the vision, and having been counted worthy to see God so far as is possible for man, he heard God saying: 'Whom shall I send
PG 52:832Read from the page
πρὸς τὸν λαὸν τοῦτον; Ἐν τῷ λαῷ ἦν, καὶ πῶς ἀποστέλλεται πρὸς τὸν λαόν; Οὕτως ἡ ἀποστολὴ οὐ τοπικὴν ἑρμηνεύει μετάβασιν, οὔτε ὑπουργίαν δουλικὴν, ἀλλ' ἀνθρωπίνην οἰκονομίαν. Ἄλλως δὲ εἰ τῇ λέξει δουλεύεις, τὴν λέξιν αἰδέσθητι. Εἰ ἀπεστάλη, πῶς λέγει, Καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστιν; Οὐδεὶς γὰρ ἀποστέλλων συναπέρχεται τῷ ἀποσταλέντι. Τοῦτο γὰρ οὐκ ἔστιν ἀποστεῖλαι, ἀλλὰ συνοδεῦσαι. Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐκ ἐμοί. Ποῦ ἡ ἀποστολή; Καὶ ἵνα μή τις τὸ, Ὁ πέμψας με Πατὴρ μετ' ἐμοῦ ἐστι, κατ' ἐνέργειαν εἰρῆσθαι νομίσῃ καὶ κατὰ βοήθειαν, φησίν· Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, κατὰ τὸ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ταύτην γὰρ τὴν φωνὴν καὶ Ἡσαΐας προεκήρυξε λέγων· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαειμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἐξακολουθήσουσί σοι χειροπέδαις δεδεμένοι, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Πῶς ἐνδέχεται; εἰ ἄλλος ἐστὶν ἐν αὐτῷ, πῶς πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος; Ὅτι ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Ἄρα οὐχ ἑρμηνεία ἐστὶ τοῦ Εὐαγγελίου τούτου τοῦ λέγοντος, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ, Οἱ δύο ἕν ἐσμεν; Τὸ γὰρ, Οὐκ ἔστι Θεὸς πλὴν σοῦ, ἑρμηνεία ἐστὶ τοῦ, Ἕν ἐσμεν. Καὶ ὅρα τὸ σοφὸν τῆς λέξεως, καὶ πεπληρωμένον δυνάμεως. Τὸ, Ἕν ἐσμεν, δίστομος μάχαιρα αἱρετικοὺς τέμνουσα. Τὸ μὲν γὰρ, Ἕν, ἐλέγχει τὴν τῶν Ἀρειανῶν μανίαν· τὸ δὲ, Ἕν ἐσμεν, τὴν Σαβελλίου σύγχυσιν. Ὅτι ὁ Θεὸς ἐν σοί ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Καὶ ἵνα δείξῃ ὁ προφήτης τὸν αὐτὸν ὄντα Θεὸν ἐν Θεῷ, ἐπάγει· Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν. Οὐκ ᾔδεις σὺ ὅτι αὐτός ἐστι Θεός; Μωϋσῆς οὐ πρὸ σοῦ προεκήρυξεν; οὐ μετὰ εἴκοσι καὶ μίαν γενεὰν ἐγένου τοῦ Μωϋσέως; Ἀπὸ γὰρ Μωϋσέως ἕως Δαυῒδ γενεαὶ ἑπτά· ἀπὸ δὲ τοῦ Δαυῒδ μέχρι Ἡσαΐου γενεαὶ δώδεκα· πρὸ γὰρ δύο γενεῶν Βαβυλῶνός ἐστιν Ἡσαΐας. Ὃν τοίνυν πρὸ εἰκοσιπέντε γενεῶν ἐκήρυξαν οἱ προφῆται, ὅτι Θεός ἐστι· καὶ Μωϋσῆς ἔλεγεν· Ἀκούε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ Σαμουὴλ μὲν ἐπεβόα τὰ αὐτά· ἀλλὰ μὴν καὶ Δαυῒδ τὰ αὐτὰ ἐκήρυττε, καὶ πᾶς δὲ προφήτης τὰ αὐτὰ ἐθέσπιζε· πῶς φησιν ὁ προφήτης Ἡσαΐας, Σὺ γὰρ Θεὸς, καὶ οὐκ ᾔδειμεν, μὴ ἀληθῶς τὸν Σωτῆρα αἰνίττεται, τὸν ὄντα μὲν, οὐ γνωριζόμενον δέ; Τὸ γὰρ, Σὺ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, οὐχ ἑαυτοῦ ἀγνοίας κατηγορεῖ, ἀλλὰ τοῦ λαοῦ τὸ πρόσωπον ἀναδέχεται. Συντείνει δὲ ἡ διδασκαλία, τὸ, Σὺ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, τῷ φάσκοντι, Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν. Καὶ ἵνα ὅμως εἴπῃ, Σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ πάντων Σωτὴρ, ἄκουε τῶν ἀγγέλων λεγόντων καὶ εὐαγγελιζομένων τοὺς ποιμένας, Μὴ φοβεῖσθε, εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγάλην· ὅτι ἐτέχθη σήμερον ὑμῖν Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Σὺ γὰρ εἶ ὁ Θεὸς τοῦ Ἰσραὴλ πάντων Σωτήρ. Ἰδοὺ αἰσχυνθήσονται πάντες οἱ ἀντικείμενοί σοι, καὶ πορευθήσονται ἐν αἰσχύνῃ. Ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ὡς ἱμάτιον παλαιωθήσονται· ἀντικειμένους καλῶν τοὺς τῷ λόγῳ ἀντιπίπτοντας. Ἐπειδὴ γὰρ ἐὰν μὲν εἴπῃς Ἕλληνι, ἢ ἑτέρῳ τινὶ τῷ τῆς εὐσεβείας ἀπεσχοινισμένῳ, ὅτι ἔστι Θεὸς, οὐ μάχεται· ἐὰν λέξῃς δὲ ὅτι ἔστι Χριστὸς, δαιμονίζεται· ὥς πού φησι καὶ ὁ μακάριος Δαυΐδ· Ὁ Κύριος ἐβασίλευσεν· ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· σαλευθήτω ἡ γῆ. Καὶ τίς ὁ καθήμενος; Ἢ δῆλον ἐκεῖνος, πρὸς ὃν φησιν ὁ αὐτὸς προφήτης, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, καὶ ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ὁρᾷς ὅτι οὐκ ἔχει χώραν ἀπὸ τῶν λέξεων ἡ κατασκευαζομένη τοῖς αἱρετικοῖς κακουργία. Ἀλλ' ὅπου μὲν τὸ ἰσότιμον, Ἐγὼ καὶ ὁ Πατήρ· ὅπου δὲ τὸ οἰκονομικὸν, Ὁ πέμψας με μείζων μου ἐστί· διὰ τὸ σχῆμα τῆς ἀποστολῆς μείζων (sic), οὐ διὰ τὴν τῆς θεότητος ἕνωσιν.
to this people?' He was among the people, and how is he sent to the people? Thus the sending expresses neither a local transition nor a servile ministry, but a human dispensation. Besides, if you are enslaved to the letter, respect the letter. If He was sent, how does He say, 'And He Who sent Me is with Me'? For no one who sends goes along with him who is sent; for that is not to send, but to journey together. 'I am in the Father, and the Father in Me.' Where is the sending? And lest anyone suppose 'The Father Who sent Me is with Me' to be spoken in respect of operation and in respect of help, He says: 'The Father Who abides in Me,' according to the saying, 'I am in the Father, and the Father in Me.' For Isaiah also proclaimed this voice beforehand, saying: 'Egypt has laboured, and the merchandise of the Ethiopians, and the Sabaeans, men of high stature, shall pass over unto Thee, and shall follow Thee bound in fetters, and shall worship Thee, and in Thee shall they pray: because God is in Thee, and there is no God besides Thee.' How is this possible? If another is in Him, how is there no other besides Him? 'Because God is in Thee, and there is no God besides Thee.' Is not this the interpretation of that Gospel saying which declares, 'I am in the Father, and the Father in Me,' and, 'We two are one'? For 'There is no God besides Thee' is the interpretation of 'We are one.' And behold the wisdom of the wording, and how fraught it is with power. 'We are one' is a two-edged sword severing heretics: for 'One' refutes the madness of the Arians, while 'We are one' refutes the confusion of Sabellius. 'Because God is in Thee, and there is no God besides Thee.' And in order that the prophet may show Him to be the very same God in God, he adds: 'For Thou art God, and we knew it not.' Did you not know that He Himself is God? Did not Moses proclaim Him before you? Were you not born twenty-one generations after Moses? For from Moses until David there are seven generations, and from David up to Isaiah twelve generations; for Isaiah is two generations before the Babylonian captivity. Him, therefore, Whom twenty-five generations beforehand the prophets proclaimed to be God — and Moses said: 'Hear, O Israel, the Lord thy God is one Lord'; and Samuel cried aloud the same things; nay more, David also proclaimed the same things, and every prophet uttered the same oracles — how does the prophet Isaiah say, 'For Thou art God, and we knew it not,' unless he truly hints darkly at the Saviour, Who existed indeed, yet was not recognized? For 'Thou art God, and we knew it not' does not accuse himself of ignorance, but takes on the person of the people. And the teaching, 'Thou art God, and we knew it not,' agrees with that which says, 'Lord, Thy arm is high, and they knew it not.' And yet, though he says, 'For Thou art God, and we knew it not, the God of Israel, Saviour of all,' hear the angels speaking and bringing good tidings to the shepherds: 'Fear not, we bring you good tidings of great joy; for to you is born today a Saviour, Who is Christ the Lord.' 'For Thou art the God of Israel, Saviour of all. Behold, all who oppose Thee shall be put to shame, and shall walk in shame. For they shall be as not existing, and like a garment shall they grow old' — calling those who resist the Word opponents. For since if you say to a Greek, or to anyone else cut off from piety, that God exists, he does not fight against it, whereas if you say that Christ exists, he raves like one possessed; as the blessed David also says somewhere: 'The Lord has reigned; let the peoples rage: He Who sits upon the cherubim; let the earth be shaken.' And Who is He that sits? Is it not plainly That One to Whom the same prophet says, 'Thou Who sittest upon the cherubim, shine forth, and stir up Thy might, and come to save us'? You see that the malicious sophistry contrived by the heretics has no ground from the expressions. Rather, where equality of honour is meant, 'I and the Father'; where the dispensation is meant, 'He Who sent Me is greater than I': greater (sic) on account of the form of the sending, not on account of the union of the Godhead.
Notes, col. 832

On the reading

Printed ἐκ, for ἐν.

Printed Ἀκούε, for Ἄκουε.

PG 52:833Read from the page
δʹ. Οὕτως οὖν δεῖ προσέχειν ταῖς Γραφαῖς, καὶ μὴ παρέρχεσθαι τὰ θεῖα λόγια. Νῦν μὲν σὺ ὁλοκλήρου Εὐαγγελίου καταγινώσκεις, ὁ δὲ Σωτὴρ οὐδενὸς γράμματος. Τοσοῦτον γοῦν ἐβουλήθη εὐλαβεῖς εἶναι ἡμᾶς περὶ τὴν Γραφὴν, ὡς εἰπεῖν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ευκολώτερόν ἐστι τὸν οὐρανὸν καὶ τὴν γην παρελθεῖν, ἢ τοῦ νόμου ἰῶτα ἓν, ἢ μίαν κεραίαν πεσεῖν. Ὁ μὲν οὖν Σωτὴρ οὐδὲ τοῦ ἰῶτα καταφρονεῖ, σὺ δὲ ὁλόκληρον Γραφὴν διασπᾷς. Σαφῶς δὲ ἡμῖν ὁ λόγος δείκνυσιν, ὅτι ἡ περὶ τῶν Γραφῶν γνῶσις καὶ τῆς τῶν νεκρῶν ἀναστάσεως ἰσχυροτέρα τυγχάνει. Οὐ γὰρ τοσοῦτον δύναται νεκρῶν ἀνάστασις, ὅσον ἡ τῶν Γραφῶν ἀνάγνωσις. Καὶ ἄκουε τοῦ πατριάρχου Ἀβραὰμ, ὃς ἀκούει λέγοντος τοῦ πλουσίου αὐτῷ· Πάτερ Ἀβραὰμ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα εἴπῃ τοῖς ἀδελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν κρίσιν ταύτην. Καὶ τί φησιν; Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν· ὁ δὲ λέγει, Οὐχὶ, πάτερ Ἀβραάμ· ἐὰν μή τις ἐκ νεκρῶν ἀναστῇ, οὐ πιστεύσουσιν. Ὁ δέ φησι πρὸς αὐτόν· Ἀμὴν λέγω σοι, ει Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούσουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσι. Πρόσεχε ἀκριβῶς. Ἄρα οὖν, εἰ ἀνέστη τις ἐκ νεκρῶν, οὐκ ἂν ἐπίστευσαν; Οὐδαμῶς. Καὶ ὅρα τὴν ἀκολουθίαν. Ἄρα εἰ ἐφάνη τις ἐκ νεκρῶν τῶν παλαιῶν, ἢ τῶν καθ' ἡμᾶς ἀγνοουμένων, ἢ τῶν γνωριζομένων· εἰ μὲν οὖν τῶν ἀγνοουμένων, ἡ ἄγνοια ἐσκέπαζε τὰ θαύματα. Εἰ ἐφάνη σήμερον Μωϋσῆς, πόθεν ᾔδεις ὅτι Μωϋσῆς ἦν; εἰ ἐφάνη σήμερον Ἡσαΐας, πόθεν ᾔδεις ὅτι Ἡσαΐας ἦν; Εἰ δὲ ἄλλος τις τῶν καθ' ἡμᾶς ἀποθανόντων ἠγείρετο, ἀλλὰ καὶ πάλιν τὸ θαῦμα συνεσκιάζετο, τῶν μὲν λεγόντων, Οὗτός ἐστιν ὁ ἀποθανὼν, τῶν δὲ φασκόντων, Οὐχ ὁ τεθνεώς ἐστιν οὗτος, ἀλλὰ δαίμων τις καὶ φάντασμα ὑπάρχει. Οὐκ ἀπορεῖ γὰρ ἡ ἀπιστία κακῆς ὁδοῦ. Καὶ τί θαυμαστὸν, εἰ ἠδύνατο ἡ τῶν ἀνθρώπων ἀγνωμοσύνη συκοφαντῆσαι καὶ νεκρὸν ἀναστάντα; ὅπουγε ὁ τυφλὸς ἐθεραπεύθη, καὶ Οἱ μὲν ἔλεγον, ὅτι Αὐτός ἐστιν· ἕτεροι ἔφασκον· Οὔ· ἀλλ' ὅμοιος αὐτῷ ἐστιν· ἐκείνου λέγοντος· Ἐγώ εἰμι. Καὶ ὁ μὲν ἑαυτῷ ἐμαρτύρει, καὶ τὸ θαῦμα ἐβόα· ἡ δὲ ἀγνωμοσύνη ἠρνεῖτο. Μὴ γὰρ οὐκ ἀνέστησαν πολλοὶ ἐπὶ τοῦ Σωτῆρος; Πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων, ὥς φησιν ἡ Γραφὴ, μετὰ τὴν τοῦ σταυροῦ οἰκονομίαν ἀνέστησαν ἐκ τῶν μνημείων, καὶ ἦλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς. Μὴ τὸ θαῦμα τὴν ἀπιστίαν ἔσβεσεν, ἢ τὴν ἀγνωμοσύνην ἐνίκησε; Καὶ γὰρ σημεῖα τοῖς ἀπίστοις, καὶ οὐ τοῖς πιστοῖς· ὁ δὲ ἄπιστος εὐκαίρως καὶ σημείων καταφρονεῖ. Ἀλλ' ὅρα εἰ ἐδυσωποῦντο ἀναστάντα νεκρὸν, ὡς ἡδέως ᾐδέσθησαν Λαζάρου. Λάζαρος ἐκ νεκρῶν ἀνέστη, καὶ ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ Λαζάρου ἀνάστασιν εἰς θέαν τοῦ Σωτῆρος ἤρχοντο, ἐβουλεύσαντο οἱ Ἰουδαῖοι ἀποκτεῖναι τὸν Λάζαρον. Ὅρα τὴν ἀγνωμοσύνην πανταχοῦ ἑαυτῆς μὴ ἀφισταμένην. Εἰκότως οὖν καὶ ὁ πατριάρχης ἔλεγεν· Εἰ Μωϋσέως καὶ τῶν προφητῶν μὴ ἀκούσωσιν, οὐδὲ, ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, πιστεύσουσιν αὐτῷ. Καὶ νῦν οὖν αἱρετικῶν παῖδες, ει Μωϋσέως καὶ τῶν προφητῶν καὶ τῶν Εὐαγγελίων οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ῥήξῃ μυρίας φωνὰς, ἀκούσονται. Ἀλλ' ἡμεῖς μὴ ἀποστῶμεν τῆς ὁδοῦ. Ἐγὼ γάρ εἰμι ἡ ὁδὸς, φησὶν ὁ Κύριος· ὁ τοίνυν ἐκβαίνων ἐκ τῆς ὁδοῦ, πλανᾶται· ὁ ἔξω τῶν Γραφῶν ὁδεύων, χειμάζεται. Ὥσπερ γὰρ ἐν θαλάσσῃ ὁ πολλοῖς ἀνέμοις περιφερόμενος οὐκ ἔχει ἐξ εὐθείας διευθυνόμενον τὸν πλοῦν, ἀλλ' ὧδε κἀκεῖ ὑπὸ διαφόρων ἀνέμων ῥιπίζεται· οὕτω δὴ καὶ ὁ διαφόροις διδασκαλίαις ἑαυτὸν διδοὺς, καὶ μὴ στοιχῶν τῇ εὐαγγελικῇ διδασκαλίᾳ, οὐδὲν διαφέρει ὁλκάδος κλυδωνιζομένης. Διὰ τοῦτό φησι καὶ ἡ Γραφή· Μὴ παντὶ ἀνέμῳ λίκμα· καὶ ὁ ἑρμηνεὺς ἐπάγει, Καὶ μὴ παντὶ λόγῳ πίστευε. Καὶ ἵνα μάθῃς, ὅτι πάντα ἄνεμον πᾶσαν διδασκαλίαν καλεῖ ἡ Γραφὴ, Παύλου ἄκουε λέγοντος· Ἵνα μὴ ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Παντὶ ἀνέμῳ τῆς διδασκαλίας. Τὸ οὖν, Παντὶ ἀνέμῳ, ἀντὶ τοῦ, Πάσῃ διδασκαλίᾳ. Ὁ ἐκδοὺς
4. Thus, therefore, must we pay heed to the Scriptures, and not pass by the divine oracles. Right now you condemn an entire Gospel, whereas the Saviour condemns not a single letter. So reverent, at any rate, did He will us to be towards the Scripture as to say: 'Amen, amen I say to you, it is easier for heaven and earth to pass away, than for one iota or one stroke of the Law to fall.' The Saviour, then, does not despise even the iota, while you tear an entire Scripture asunder. And the argument shows us plainly that knowledge of the Scriptures is mightier even than the resurrection of the dead. For a resurrection of the dead does not avail so much as the reading of the Scriptures. And hear the patriarch Abraham, who hears the rich man saying to him: 'Father Abraham, have mercy on me, and send Lazarus, that he may tell my brethren not to come into this judgement.' And what does he say? 'They have Moses and the prophets; let them hear them.' And he says: 'No, father Abraham; if someone does not rise from the dead, they will not believe.' And he says to him: 'Amen I say to you, if they will not hear Moses and the prophets, neither if someone rises from the dead will they believe.' Pay heed exactly. If someone had risen from the dead, then, would they by no means have believed? By no means. And behold the sequence of thought. Suppose someone had appeared from the dead, whether of the men of old, or of those unknown in our day, or of those known: if from those unknown, ignorance would have cloaked the miracles. If Moses had appeared today, how would you have known that it was Moses? If Isaiah had appeared today, how would you have known that it was Isaiah? And if someone else of those who died in our day were raised, yet once again the miracle would be overshadowed, some saying, 'This is he who died,' while others alleged, 'This is not the dead man, but some demon and phantom.' For unbelief is at no loss for a wicked way. And what wonder if human perversity was able to slander even a dead man risen, seeing that the blind man was healed, and 'Some said, This is he; others said, No, but he is like him,' while he himself kept saying, 'I am he'? And he bore witness to himself, and the miracle cried aloud; yet perversity denied it. Why, did not many rise in the time of the Saviour? Many bodies of the saints who had fallen asleep, as the Scripture says, after the dispensation of the cross arose out of the tombs, and came into the holy city, and appeared to many. Did the miracle quench unbelief, or conquer perversity? For signs are for unbelievers, and not for believers; yet the unbeliever readily despises signs also. Nay, see how readily they reverenced a dead man risen — how gladly they reverenced Lazarus! Lazarus arose from the dead, and since many on account of the resurrection of Lazarus were coming to see the Saviour, the Jews took counsel to kill Lazarus. Behold perversity never departing from itself anywhere! Reasonably, therefore, did the patriarch also say: 'If they do not hear Moses and the prophets, neither, if someone rises from the dead, will they believe him.' And now also the children of heretics, if they do not hear Moses and the prophets and the Gospels, neither if one bursts forth with ten thousand voices will they hear. Yet let us not depart from the way. 'For I am the way,' says the Lord; he therefore who steps out of the way goes astray; he who travels outside the Scriptures is stormed upon. For just as at sea he who is carried about by many winds does not have his voyage steered on a straight course, but is tossed hither and thither by various winds; even so he who gives himself over to various teachings, and does not walk by the evangelical teaching, differs in nothing from a merchant-ship tossed by billows. On this account the Scripture also says: 'Winnow not with every wind'; and the interpreter adds, 'And believe not every word.' And in order that you may learn that the Scripture calls every teaching 'every wind,' hear Paul saying: 'That we may no longer be infants, tossed by billows and carried about with every wind of teaching, in the sleight of men, in cunning craftiness unto deceitful scheming.' 'With every wind of teaching': so then, 'With every wind' stands for 'With every teaching.' He who gives
Notes, col. 833

On the reading

Printed ευκολώτερόν, for εὐκολώτερόν.

Printed γην, for γῆν.

Printed ει, for εἰ.

PG 52:834Read from the page
ἑαυτὸν, κλυδωνίζεται, χειμάζεται, ναυαγεῖ. Εἷς γάρ ἐστι πλοῦς, μία ὁδὸς, εἷς λιμὴν, ἡ πίστις· αὕτη ὁδηγεῖ, αὕτη συγκλείει, αὕτη δέχεται. Ὁ δὲ ἐκ πίστεως ἐκπίπτων, ναυαγεῖ, ὥς φησιν ὁ Παῦλος Τιμοθέῳ γράφων· Ταύτην τὴν παραγγελίαν παρατίθημί σοι, τέκνον Τιμόθεε, ἵνα στρατεύσῃς ἐν αὐτῷ τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι, περὶ τὴν πίστιν ἐναυάγησαν. Ὁ γοῦν τῆς πίστεως ἀφιστάμενος, ναυαγεῖ· ὁ δὲ τῇ πίστει ἑπόμενος, εἰς εὔδιον λιμένα τὸ σκάφος ὁρμίζει. Μὴ τοίνυν παντὶ ἀνέμῳ ὑπαγώμεθα. Μετὰ Κύριον οὐκ ἔνι ἄλλη διδασκαλία· μετὰ γὰρ Μωϋσέα προσεδοκᾶτο Χριστός· μετὰ δὲ Χριστὸν οὐ προσδοκᾶται ἄλλος. Διὰ τοῦτο Μωϋσῆς μὲν βουλόμενος παιδεῦσαι τὸν λαὸν, ὅτι οὐ δεῖ τοῖς ἑαυτοῦ νόμοις στοιχῆσαι μόνοις, ἀλλ' ἐκδέξασθαι τὴν τελείωσιν, ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, αὐτοῦ ἀκούσεσθε. Εἰ γὰρ συνῄδει τὸ ἐντελὲς τῆς διδασκαλίας, οὐκ ἂν ἄλλον διδάσκαλον παρεπέμψατο λέγων· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· διὰ τοῦτο, προφήτην, ἐπειδὴ ἐξ ὑμῶν. Θεὸς μὲν γὰρ οὐκ ἐξ ὑμῶν, προφήτης δὲ ἐξ ὑμῶν· ὁ μὲν γὰρ Θεὸς ἐκ Θεοῦ, ὁ δὲ προφήτης ἐξ ὑμῶν, τὸ κατὰ σάρκα· διὰ τοῦτο καὶ, Ὡς ἐμὲ, νομοθέτην. Ἐπειδὴ γὰρ εἷς μὲν νομοθέτης ἀρχαῖος Μωϋσῆς, δεύτερος δὲ νομοθέτης ὁ Σωτὴρ, οὐχ ἑνὸς λαοῦ, ἀλλὰ τῆς οἰκουμένης· διὰ τοῦτο Ὡς ἐμὲ, κατὰ τὸν τύπον καὶ τὴν νομοθεσίαν. Τίς τούτῳ γὰρ μαρτυρήσει τῷ λόγῳ; Δαυῒδ ὁ γενόμενος μετ' ὀλίγας γενεὰς τοῦ Μωϋσέως ἐπεβόα· Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς. Εἰ οὖν πρὸ Μωϋσέως ἦν ὁ Δαυῒδ, εἰκότως ἂν ὑπὲρ Μωϋσέως ἱκέτευεν· εἰ δὲ Μωϋσῆς μὲν προδιέλαμψε, μεταγενέστερος δὲ Δαυῒδ Μωϋσέως, τί ἐβούλετο ὁ προφήτης Δαυῒδ ἄλλον καλέσαι νομοθέτην, ἑτέρου ὄντος, καὶ λέγειν, Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς; Τίσιν ἄρα ἀλλ' ἢ τοῖς ἔθνεσιν; Ἀνάστηθι γὰρ, φησὶ, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τοῖς γὰρ ἔθνεσι δέδοται ὁ νομοθέτης. Γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσι· πρὸ γὰρ τοῦ νομοθέτου ὡς ἄλογα ὑπήχθησαν. Ἐὰν δὲ ἔλθῃ ὁ Θεὸς Λόγος, εἰς τὴν λογικὴν αὐτοὺς ἀποκαθιστᾷ φύσιν. Ὁ μὲν οὖν Μωϋσῆς, ὡς ἔφθην εἰπὼν, ἔλεγε, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς, ὡς ἐμέ· ὁ Δαυῒδ, Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· ὁ δὲ Παῦλος, ἐλθὼν μετὰ τὸν Σωτῆρα, καὶ κήρυξ ὢν τοῦ Σωτῆρος, τοὺς πρώτους ἰδὼν, ὅτι ἦν ἐκδέξασθαι Χριστὸν, μετὰ δὲ Χριστὸν, οὐδένα ἄλλον, διὰ τοῦτό φησιν· Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ἀποκλείει πᾶσαν γνῶσιν, καὶ λαμβάνει τὰς κλεῖς τῆς βασιλείας. Ὅτι δὲ μετὰ τὴν διδαχὴν Χριστοῦ οὐκ ἔστιν ἄλλην προσδοκῆσαι διδασκαλίαν, λέγει· Παρ' ὃ παρελάβετε εἴ τις εὐαγγελίζεται ὑμῖν, ἀνάθεμα ἔστω. Καὶ ἵνα μὴ μόνον τὴν τῶν ἀνθρώπων ἀποκλείσῃ κακοτεχνίαν, ἐπαγωνίζεται καί φησι· Κἂν ἡμεῖς. Τί δήποτε δέ ἐστι, Κἂν ἡμεῖς; Ὁ Ἀπόστολος εἶχεν ἄλλως διδάξαι; Ἢ δῆλον ὅτι ὑπερβολῇ κέχρηται ὁ θεῖος Παῦλος· ὅτι κἂν ἐμοῦ ἀκούσητε κηρύττοντος ἕτερα, νοήσατε ὅτι μὲν οὐκ ἐκ Θεοῦ φθέγγομαι; Διὰ τοῦτο λέγει, Κἂν ἡμεῖς. Ἀνθρωπίνη μὲν γὰρ ἀνατρέπεται γλῶττα, Θεοῦ δὲ γλῶσσα οὐ μεταβάλλεται. Διὰ τοῦτο, Κἂν ἡμεῖς, κἂν ἄγγελος ἐξ οὐρανοῦ. Ἀσφαλῶς γὰρ εἰς ὑπόνοιαν τοιαύτην ἤρχου, ὅτι ἄγγελος ἐξ οὐρανοῦ ξένην διδασκαλίαν ἤμελλεν εἰσάγειν. Ἀλλ' οὐκ ἀγγέλους ἀσφαλίζεται, ἀλλὰ τοῦ διαβόλου τὴν κακοτεχνίαν κατατέμνει· Κἂν ἄγγελος ἐξ οὐρανοῦ· οὐκ ἐπειδὴ τοιαῦτα συνῄδει ἀγγέλοις ᾔδει γὰρ ὅτι ἐν ἀγγέλοις ἀπλανὴς ἡ ἀλήθεια· ἀλλ' ἐπειδὴ πολλάκις ὁ Σατανᾶς ἑαυτὸν μεταμορφοῖ, καὶ δαίμονες πολλάκις ἐν σχήμασιν ἀγγέλων ἑαυτοὺς μεταμορφώσαντες, πρὸς τὴν ἑαυτῶν ἔννοιαν τὴν διδασκαλίαν εἰσάγουσι, κατὰ τὸ εἰρημένον· Αὐτὸς δὲ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· διὸ ἀποκλείει τῷ
himself up to it is tossed by billows, stormed upon, shipwrecked. For there is one voyage, one way, one haven — faith: this guides, this encloses, this receives. And he who falls away from faith suffers shipwreck, as Paul says when writing to Timothy: 'This charge I commit to you, my child Timothy, that in it you may wage the good warfare, having faith and a good conscience, which certain men having thrust away, concerning the faith have suffered shipwreck.' He who stands aloof from the faith, at any rate, suffers shipwreck; whereas he who follows the faith moors his vessel in a calm haven. Let us not, therefore, be carried away by every wind. After the Lord there is no other teaching; for after Moses Christ was awaited, whereas after Christ no other is awaited. On this account Moses, wishing to instruct the people that they must not walk by his own laws alone, but await perfection, said: 'A Prophet shall the Lord your God raise up for you; Him you shall hear.' For had he been conscious that his teaching was complete, he would not have referred them on to another teacher, saying: 'A Prophet shall the Lord your God raise up for you, from among your brethren, like me': on this account 'a Prophet,' since He was from among you. For God is not from among you, whereas a prophet is from among you; for God is from God, whereas the Prophet is from among you according to the flesh; on this account also 'Like me,' as a lawgiver. For since there is one ancient lawgiver, Moses, and a second Lawgiver, the Saviour — not of one people, but of the inhabited world — on this account he says 'Like me,' according to the type and the lawgiving. For who shall bear witness to this word? David, who came a few generations after Moses, cried aloud: 'Arise, O Lord, let not man prevail; let the Gentiles be judged before Thee. Appoint, O Lord, a lawgiver over them.' If David, then, had been before Moses, reasonably would he have supplicated on behalf of Moses; but if Moses shone forth beforehand, and David was later than Moses, what did the prophet David mean by calling for another lawgiver when another already existed, and saying, 'Appoint, O Lord, a lawgiver over them'? Over whom, then, if not over the Gentiles? 'For arise,' says he, 'O Lord, let not man prevail; let the Gentiles be judged before Thee.' For to the Gentiles has the Lawgiver been given. 'Let the Gentiles know that they are men'; for before the Lawgiver they were led away like irrational brutes. But when God the Word comes, He restores them to their rational nature. Moses, then, as I have already said, used to say, 'A Prophet shall the Lord God raise up for you, like me'; David, 'Appoint, O Lord, a lawgiver over them'; and Paul, having come after the Saviour, and being a herald of the Saviour, having seen those earlier ones — that it was necessary to await Christ, and after Christ no one else — on this account says: 'If anyone preaches to you a gospel besides that which you received, let him be anathema.' He shuts out every false knowledge, and takes the keys of the kingdom. And because after the teaching of Christ it is not possible to await another teaching, he says: 'Besides that which you received, if anyone preaches a gospel to you, let him be anathema.' And in order that he may shut out not only the malicious craft of men, he contends further and says: 'Even if we.' What ever does 'Even if we' mean? Was the Apostle able to teach otherwise? Or is it plain that the divine Paul has used hyperbole: 'that even if you hear me proclaiming other things, understand that I do not utter them from God'? On this account he says, 'Even if we.' For a human tongue is overturned, whereas the tongue of God does not change. On this account, 'Even if we, or an angel from heaven.' For you were surely coming to such a surmise, that an angel from heaven was about to introduce a strange teaching. Yet he is not guarding against angels, but cutting down the malicious craft of the devil: 'Or an angel from heaven' — not because he knew of such things in angels, for he knew that in angels truth is unerring; but because Satan often transforms himself, and demons often, having transformed themselves into the forms of angels, introduce teaching according to their own mind, according to what is said: 'And Satan himself fashions himself into an angel of light'; wherefore he shuts out by
PG 52:835Read from the page
MONITUM
ADMONITION
IN HOMILIAM DE ADORATIONE CRUCIS.
ON THE HOMILY ON THE ADORATION OF THE CROSS.
Hanc concionem Savilius inter dubia opera rejecit; Fronto autem Ducaeus in spuriis locavit; a styli videlicet genere ambo permoti. Nam hic orator, licet alioqui non ineptus, dictionem effert Chrysostomi eloquentiae longe absimilem : epithetis autem abundat compositis more Graecorum medii aevi; hujusmodi sunt : φωσφόρος ἑβδομάς , lucifera hebdomada , ζωοποιός σταυρός , salutifera seu vivifica crux , et similia multa quae ad nauseam usque passim occurrunt. Licet enim eorum epithetorum quaedam in germanis Chrysostomi operibus occurrant , at non solet ille iis tanta copia et confertim uti. Stylus alioqui remissus alium, quam Chrysostomum , indicat auctorem. Hic igitur de adoratione Crucis , quae in media quadragesima celebrari solebat : qua in solemnitate habita fuit , vel habita
Savile rejected this discourse among the doubtful works, while Fronton du Duc placed it among the spurious ones, both being moved, namely, by the character of its style. For this speaker, though otherwise not unskilled, exhibits a diction far unlike the eloquence of Chrysostom; and he abounds in compound epithets after the manner of the Greeks of the Middle Ages: of this sort are light-bringing week, lucifera hebdomada, life-giving cross, salutifera or vivifica crux, and many similar expressions which occur everywhere even to weariness. For although some of those epithets occur in the genuine works of Chrysostom, yet he is not accustomed to use them in such abundance and so crowdedly. The otherwise slack style indicates another author than Chrysostom. Here, therefore, he treats of the adoration of the Cross, which used to be celebrated in mid-Lent: on which solemnity this homily was delivered, or is feigned
annon certior factus fuisset Cornelius ab angelo, cum de cruce audivisset, de passione ac de oeconomia? Sed et seipsum observat ne det locum daemonibus, simulque declarat absque doctrina apostolica non posse homines salvos fieri. Quod si angelus de caelo aliud quid evangelizans anathemate damnatur, qui Arii dogmata spirat, qui Eunomii et Sabellii sententias docet, annon jure anathemate damnabitur, si non poenam poenitentia praevertat? Haec putate, fratres, non a nobis dici, sed a sancto martyre, et per legationem Patris. Etenim haec in honorem martyrum dicuntur: honor quippe martyris est custodia fidei. Si itaque vis martyrem honorare, time eum pro quo martyrium subiit.
Would not Cornelius have been made more assured by an angel upon hearing of the cross, of the passion, and of the dispensation? Yet he both guards himself lest he give place to demons, and at the same time declares that apart from the apostolic teaching men cannot be saved. And if an angel from heaven preaching anything else is condemned with anathema, shall not he who breathes the dogmas of Arius and teaches the tenets of Eunomius and Sabellius justly be condemned with anathema, unless he forestall punishment by repentance? Reckon these things, brethren, to be spoken not by us, but by the holy martyr and through the embassy of the Father. For these things are spoken in honour of the martyrs; for the honour of a martyr is the guarding of the faith. If, therefore, thou wilt honour the martyr, fear him for whose sake he underwent martyrdom.
IN PRETIOSAE VITALISQUE CRUCIS ADORATIONEM, MEDIA HEBDOMADA JEJUNIORUM.
ON THE ADORATION OF THE PRECIOUS AND LIFE-GIVING CROSS, IN MID-LENT WEEK.
1. Dies adorationi Crucis constitutus; laus crucis. — Venit nobis anniversarius dies omni religione colendus, ac lucem afferens sanctorum jejuniorum media hebdomas, quae et ter beatam vitalemque conservatoris nostri Jesu Christi crucem profert, et adorandam proponit, et eos qui eam sincero corde castisque labiis venerantur, sanctos efficit, atque ad reliquum stadii sanctorum jejuniorum cursum paratiores robustioresque reddit. Quia igitur hodiernus dies pretiosae crucis adorationi constitutus est, huc adeste, carissimi, eam cum metu atque desiderio amplectamur. Resurrectionis enim Christi splendorem emittens, muneribus suis omnes illustrat et sanctificat: ideo eam ex animo gaudentes salutemus. Hodie caeli atque terrae incolae ingenti laetitia afficiuntur, quia lucem afferens vitalisque Christi crux mundo proponitur, cujus vi daemones fugantur, morbi profligantur, caliginosae tenebrae pelluntur, omnesque orbis terrae fines illuminantur. Hodie Christi Ecclesia alter paradisus efficitur, quae et sanctum pretiosae crucis lignum proponit, et passionis Christi praeviam pompam crucem facit, et ejusdem resurrectionis quasi praeviam resurrectionem. Hodie propheticum verbum completum est: Adoramus enim in loco in quo Dei nostri pedes steterunt (Psal. 131. 7). Laetare ergo et gesti gaudio, Christi Ecclesia, liberosque tuos fac adducas affectuum continentia, jejunioque expiatos, splendidisque virtutibus fulgentes, atque choream ducas inenarrabilem.
1. The day appointed for the adoration of the Cross; praise of the Cross. — An annual day worthy to be revered with all devotion has come unto us, and the middle week of the holy fasts bringing light, which both brings forth the thrice-blessed and life-giving cross of our Preserver Jesus Christ and sets it before us to be adored, sanctifying those who venerate it with a sincere heart and pure lips, and rendering them readier and stronger for the remaining course of the race of the holy fasts. Since, therefore, this day is appointed for the adoration of the precious cross, come hither, dearly beloved, and let us embrace it with awe and longing; for sending forth the splendour of Christ's resurrection, it illumines and sanctifies all by its gifts; wherefore let us salute it rejoicing from the heart. Today the dwellers in heaven and on earth are filled with exceeding gladness, because the light-bearing and life-giving cross of Christ is set before the world, by whose power demons are put to flight, diseases are routed, murky darkness is driven away, and all the ends of the earth are enlightened. Today the Church of Christ is made a second Paradise, setting forth the holy wood of the precious cross, and making the cross a forerunning pageant of the passion of Christ and, as it were, a fore-rising of his resurrection. Today the prophetic word has been fulfilled: For we worship in the place where the feet of our God have stood (Ps. 131:7). Rejoice, therefore, and leap for joy, O Church of Christ, and see that thou bring thy children cleansed by restraint of the passions and by fasting, shining with resplendent virtues, and lead an unutterable choral dance.
PG 52:836Read from the page
fuisse fingitur haec homilia. Codex unus Regius in fine hujusce homiliae multa adjecta praefert , quae , ut in nota ibidem dicitur , consulto praetermissa fuerunt. Nam ut in praefatione primi Tomi diximus, ex homiliis illis quae Chrysostomo a librariis et a Graeculis adscriptae fuere , eas quidem omnes , quae vel a Savilio vel a Frontone Ducaeo publicatae fuere, in hac Editione proferemus : in caeteris autem aliquis delectus habebitur. Nam ipse Savilius multas istiusmodi conciones consulto praetermisit, quarum catalogum texuit in Notis T. 8. p. 857. Cujus exemplo nos etiam ab iis quae nullius pretii sunt, si quidem nondum publicatae fuerint, abstinebimus.
to have been delivered. One Royal Codex at the end of this homily presents many additions, which, as is stated in the note at that place, were purposely passed over. For as we said in the preface to the first Tome, of those homilies which were ascribed to Chrysostom by copyists and petty Greeks, we shall bring forth in this Edition all those indeed which were published either by Savile or by Fronton du Duc; but in the rest some selection will be observed. For Savile himself purposely passed over many discourses of this sort, a catalogue of which he composed in his Notes, Tome VIII, page eight hundred fifty-seven. Following his example, we also shall abstain from those that are of no value, provided they have not yet been published.
Interpretatio latina est Joachimi Perionii quam aliquot in locis castigavimus.
The Latin translation is that of Joachim Perion, which we have emended in several places.
Si enim ille pro Christo sanguinem effudit, an tu pro Christo sanguinem non effundes? Hanc igitur habentes fidei certam notam, curemus ut bonis operibus fulgeamus, ut post virtutum jacta semina, retributionem metamus: quisquis enim ex propriis operibus messor est justitiae, ut ait Paulus: Quamdiu tempus habemus, operemur bonum (Gal. 5. 10). Nam suo tempore metemus non deficientes. Quo tempore proprio? Resurrectionis scilicet. Hoc itaque tempus non est proprie nostrum, sed est alienum. Hic semina, illic manipuli: hic seminas cum afflictione, illic metis cum laetitia, ut ait David, Qui seminant in lacrymis, in exsultatione metent (Psal. 125. 5). Utinam vere cum exsultatione et seminemus et metamus in Christo Jesu Domino nostro, cui gloria in saecula saeculorum. Amen.
For if he shed his blood for Christ, wilt thou not shed thy blood for Christ? Holding fast, therefore, this sure mark of faith, let us take care to shine forth in good works, so that after sowing the seeds of virtues we may reap our recompense; for each man from his own works is a reaper of righteousness, as Paul says: Whilst we have time, let us work good (Gal. 5:10). For in due season we shall reap, if we faint not. In what due season? That of the resurrection, to be sure. This present time, therefore, is not properly our own, but another's. Here are the seeds, there the sheaves; here thou sowest with affliction, there thou reapest with gladness, as David says: They that sow in tears shall reap in exultation (Ps. 125:5). May we indeed both sow and reap with exultation in Christ Jesus our Lord, to whom be glory unto ages of ages. Amen.
Quemadmodum enim in solitudine ii qui vulnerati erant, aspecto aeneo serpente a morte liberabantur (Num. 21): sic etiam nunc ii qui medium jejunii cursum confecerunt, hujus contactu serpentem intelligibilem interficiunt; iidemque immortalitatem assequuntur, sociique eorum quae Christus pertulit, continentia effecti, participes ejus resurrectionis redduntur. Neque hoc modo, verum etiam ad id quod sequitur fortiter currentes, triumphales hymnos Deo offerunt. Crux enim Domini armatura est victrix, et tropaeum reportans, quae regum armis vinci non potest; cornu Ecclesiae, hostium expugnatrix, salus fidelium. Beatique vere sunt, ac ter beati ii quibus castis labris, sanctoque ore eam ut amplexentur concessum est. Re enim vera illud Domini verbum implent, Qui vult venire post me, abneget semetipsum, et tollat crucem suam; et sequatur me (Matth. 16. 24). Vide ut nullam necessitatem verbis suis adjungat. Non enim dixit, Velitis, nolitis, hoc vobis perferendum est: sed quo modo? Si quis vult post me venire; non vim affero, non cogo, sed suae quemque voluntatis dominum facio, ob eamque causam dico: Si quis vult venire post me. Ad bonum enim et honestatem voco, non ad malum et molestiam, non ad supplicium et poenam, sed ad regnum et ad vitam caelestem. Ipsa enim natura rerum satis virium habet ad trahendum. Si quis vult venire post me, sive vir, sive mulier, sive is qui praeest, sive is qui alii paret, et servari vult, hanc ingrediatur viam.
For just as of old in the wilderness those who had been wounded were delivered from death upon beholding the brazen serpent (Num. 21), even so now those who have accomplished the middle course of the fast, by touching this cross, slay the intelligible serpent; and having become sharers in Christ's sufferings through self-restraint, they attain immortality and are made partakers of his resurrection. Nor is this all, but running bravely onward to what follows, they offer triumphal hymns unto God. For the cross of the Lord is conquering armour that carries off the trophy, which cannot be vanquished by the weapons of kings—the horn of the Church, the overthrower of foes, the salvation of the faithful. And truly blessed, yea thrice-blessed, are those to whom it has been granted to embrace it with chaste lips and a holy mouth; for in very deed they fulfil that word of the Lord: If any man will come after me, let him deny himself, and take up his cross, and follow me (Matt. 16:24). See how he attaches no compulsion to his words. For he said not, Whether ye will or not, ye must endure this; but how? If any man will come after me: I bring no force, I do not compel, but make each man master of his own will, and for that reason I say: If any man will come after me. For I call unto good and honour, not unto evil and trouble, not unto torment and penalty, but unto a kingdom and heavenly life; for the very nature of the things has strength enough to draw men on. If any man will come after me, whether man or woman, whether one who rules or one who obeys another, and wishes to be saved, let him enter upon this way.
Abnegare semetipsum quid sit. — Tria sunt quae commemorat, abnegare seipsum, crucem portare, et sequi. Sed primum quid sit seipsum abnegare, videamus. Discamus quid sit alterum negare, ac tum denique negare se quid sit, intelligemus.
What it is to deny oneself. — There are three things that he mentions: to deny oneself, to bear the cross, and to follow. Yet let us see first what it is to deny oneself: let us learn what it is to deny another, and then at last we shall understand what it is to deny oneself.