Migne Reading Room

PG 52 · cols. 818–823 · Read from the page

Letters of St John Chrysostom and some others

Letters of St John Chrysostom and some others

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:818Read from the page
ἐπὶ τὸν πεντηκόνταρχον· τὰ δὲ ὑπερβαίνοντα τὸν πεντηκόνταρχον ἀνενέγκῃ ἐπὶ τὸν ἑκατόνταρχον, καὶ τὰ ὑπερβαίνοντα τὸν ἑκατόνταρχον ἀνενέγκῃ ἐπὶ τὸν χιλίαρχον, καὶ τὰ ὑπερβαίνοντα τὸν χιλίαρχον ἀνενέγκῃ σοι, καὶ τὰ ὑπερβαίνοντά σε ἀνοίσῃς τῷ Θεῷ. Εἴ τι, φησὶ, βαρὺ ῥῆμα, ἀνοίσουσιν ἐπὶ σέ· εἰ δέ τί σοι βαρὺ, ἀνοίσεις πρὸς τὸν Θεόν. Καὶ ὁ νομοθέτης σοφὸς ὢν, ἐδέξατο γνώμην ἰδιώτου· καὶ ἐγένετο ἡ γνώμη νόμος, καὶ εἰκὼν τῶν μελλόντων. Ἐπειδὴ Ἰωθὸρ ὁ πενθερὸς Μωϋσέως ἱερεὺς ἦν τῶν εἰδώλων· μετὰ δὲ ταῦτα κατέγνω τῆς πλάνης, καὶ ἔμαθε τὴν ἀλήθειαν, καὶ εἰκὼν ἐγένετο τῆς τῶν ἐθνῶν Ἐκκλησίας, ὅτι τὴν σοφίαν τοῦ νόμου ὑπερβαίνει ἡ τῶν ἐθνῶν σύνεσις, οὐκ ἐν τῷ εἶναι ἐθνικὴ, ἀλλ' ἐν τῷ μετανοῆσαι. Πότε γὰρ ἐδέχθη ἡ γνώμη Ἰωθόρ; Οὐκ ἐν ὅσῳ ἦν ἱερεὺς, ἀλλὰ μετὰ τὸ ἐπιγνῶναι τὸν Θεόν. Ὅτε γὰρ εἶδε τοῦ Θεοῦ τὰ ἔργα, καὶ διηγήσατο αὐτῷ Μωϋσῆς τὰ ἐν Αἰγύπτῳ θαύματα, λέγει· Νῦν ἔγνων (ἴδε μετάνοιαν) ὅτι μέγας Κύριος ὁ Θεὸς ὑμῶν παρὰ πάντας τοὺς θεούς. Ἀφ' οὗ οὖν ἔγνω τὴν ἀλήθειαν, ἔλαβε χάρισμα γνώμης ἀγαθῆς.
to the ruler of fifty; and the matters exceeding the ruler of fifty he may refer to the ruler of a hundred, and the matters exceeding the ruler of a hundred he may refer to the ruler of a thousand, and the matters exceeding the ruler of a thousand he may refer to you, and the matters exceeding you, you may bring to God. If there be any weighty matter, he says, they shall bring it to you; and if anything be weighty for you, you shall bring it to God. And the lawgiver, wise though he was, received the judgement of a private man; and that judgement became a law, and an image of things to come. Since Jothor the father-in-law of Moses was a priest of idols, yet after these things he condemned his error, and learned the truth, and became an image of the Church of the Gentiles, because the understanding of the Gentiles surpasses the wisdom of the law—not in being Gentile, but in repenting. For when was the judgement of Jothor accepted? Not so long as he was a priest of idols, but after he came to know God. For when he saw the works of God, and Moses recounted to him the wonders in Egypt, he says: Now I know (behold repentance) that the Lord your God is great beyond all the gods. From the time, then, when he knew the truth, he received a spiritual gift of good judgement.
δʹ. Ἀλλ' εἰς τὸ προκείμενον ἐπανέλθωμεν. Ἔλαβεν ὁ διδάσκων Πνεῦμα σοφίας, ὁ διδασκόμενος Πνεῦμα συνέσεως, ἵνα συνιῇ. Διὰ τοῦτο Ἠσαΐας τὴν σοφίαν ἐπιγράφει τῷ λέγοντι, τὴν σύνεσιν τῷ ἀκούοντι, καί φησι, Σοφὸν ἀρχιτέκτονα, καὶ συνετὸν ἀκροατήν. Πνεῦμα βουλῆς δίδοται τῷ γνωμοδοτοῦντι, Πνεῦμα ἰσχύος τῷ τὴν γνώμην δεχομένῳ· λαμβάνει χάριν ὁ γνωμοδότης, εἰπεῖν τι χρηστόν· λαμβάνει χάριν ὁ τὴν γνώμην δεχόμενος, ἐπιτελέσαι τὸ συμφέρον. Πνεῦμα φόβου Θεοῦ. Ἕκαστον τούτων τῶν χαρισμάτων πρὸς τὴν προκειμένην χρείαν ἐδίδοτο. Ἀμέλει ὅτε κατεσκευάζετο ἡ σκηνὴ ἐπὶ Μωϋσέως ἐν τῇ ἐρήμῳ, οὐ χρεία ἦν ἐκεῖ δωρεᾶς διδασκαλικῆς, ἀλλὰ δωρεᾶς ἀρχιτεκτονικῆς, πῶς ὑφάνωσι τὴν βύσσον, τὴν ὑάκινθον, τὸ κόκκινον, τὴν πορφύραν· ἔδωκεν ὁ Θεὸς χάρισμα δωρεᾶς ἀρχιτεκτονικῆς, ὑφαντικῆς, ἱστουργικῆς, χρυσοχοϊκῆς, λιθουργικῆς, ῥαφιδευτικῆς. Καὶ διὰ τί ταύτας τὰς τέχνας ἔδωκεν; Ἐπειδὴ τὴν σκηνὴν ἐποίει ὁ Θεὸς ἐπὶ τῆς γῆς. Ἦν δὲ εἰκὼν οὐρανοῦ καὶ γῆς ἡ σκηνή· ἐν ἓξ δὲ ἡμέραις ὁ Θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. Κατεσκευάζετο ἡ σκηνὴ τύπον ἔχουσα οὐρανοῦ καὶ γῆς, καὶ χρεία δωρεᾶς τοῦ ἁγίου Πνεύματος ἦν πρὸς τὸ πρᾶγμα ἁρμοζούσης. Οὐ γὰρ ἦν καιρὸς διδακτικῆς, ἀλλ' ὑφαντικῆς, καὶ τῶν ἄλλων. Καὶ λέγει ὁ Θεός· Ἰδοὺ κέκληκα ἐξ ὀνόματος τὸν Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ ἐπλήρωσα αὐτὸν Πνεύματος θείου, Πνεύματος σοφίας, καὶ ἐπιστήμης, καὶ αισθήσεως· σοφίας, πρὸς τὸ ὑποτίθεσθαι τοῖς ἐργαζομένοις τοιῶσδε ἐργάζεσθαι ἢ τόδε ποιῆσαι· ἐπιστήμης, ἵνα ἁρμόσῃ· αισθήσεως, ἵνα νοήσῃ τὰ παρὰ τοῦ Θεοῦ λεγόμενα ποίαν ἔχει δύναμιν. Ἀλλαχοῦ ἐπαγγέλλεται ὁ Θεὸς διδόναι χάριν φιλανθρωπίας, καὶ λέγει· Ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυΐδ Πνεῦμα χάριτος καὶ οικτιρμοῦ, τουτέστι δωρεὰν φιλανθρωπίας. Πάλιν δωρεῖται χάρισμα ταπεινοφροσύνης. Πόθεν τοῦτο; Οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, ἐπειδὴ ὡς δίκαιοι τὴν φλόγα ἐπάτησαν, ὡς δὲ ταπεινόφρονες ἁμαρτωλοὺς ἑαυτοὺς ἐκάλεσαν, διὰ τὴν ὑπερβάλλουσαν δικαιοσύνην ἐπάτησαν τὴν φλόγα, καὶ τὴν κάμινον δρόσον ἐποίησαν· οὐκ ἐπήρθησαν δὲ, οὐδὲ εἶπον· Ὢ πῶς ἡ δικαιοσύνη μεθ' ἡμων! ἐνικήσαμεν φύσιν, ὑπερέβημεν νόμον· ἀλλὰ πράττουσιν ὡς δίκαιοι, καὶ λαλοῦσιν ὡς ἁμαρτωλοί. Ἐννόησον γάρ. Ἐπάτουν τὴν φλόγα, καὶ ἐχόρευον ὡς ἅγιοι, καὶ ἐξωμολογοῦντο ὡς ἁμαρτωλοί· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν. Πάντα ὅσα ἐπήγαγες ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐπείησας· ὅτι ἠνομήσαμεν ἀποστάντες ἀπὸ σοῦ, καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν, ἵνα εὖ ἡμῖν γένηται. Ἐπεὶ οὖν δίκαιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλαβον Πνεῦμα ταπεινώσεως, χάρισμα ταπεινοφροσύνης.
4. Yet let us return to our subject. He who teaches received a Spirit of wisdom, he who is taught a Spirit of understanding, so that he might understand. On this account Isaiah ascribes wisdom to him who speaks, understanding to him who hears, and says: A wise master-builder and an understanding hearer. A Spirit of counsel is given to him who offers judgement, a Spirit of might to him who receives the judgement: the giver of judgement receives grace to speak something serviceable; the receiver of the judgement receives grace to accomplish what is profitable. Spirit of the fear of God. Each of these spiritual gifts was given for the need set before men. For instance, when the tabernacle was being constructed under Moses in the wilderness, there was no need there of a gift of teaching, but of a gift of master-building, how they should weave the fine linen, the blue, the scarlet, the purple; God gave a spiritual grace of a gift of master-building, of weaving, of loom-work, of goldsmithing, of stone-carving, of embroidery. And why did He give these crafts? Because God was making the tabernacle upon the earth. Now the tabernacle was an image of heaven and earth; and in six days God made the heaven and the earth. The tabernacle was being constructed having a type of heaven and earth, and there was need of a gift of the Holy Spirit fitted to the task. For it was not a season for teaching, but for weaving and the other crafts. And God says: Behold, I have called by name Bezalel of the tribe of Judah, and I have filled him with a divine Spirit, a Spirit of wisdom, and of science, and of perception: of wisdom, for directing the workmen to work in such a manner or to do this thing; of science, so that he might fit all things together; of perception, so that he might understand what force the things spoken from God possess. Elsewhere God promises to give a grace of loving-kindness, and says: I will pour out upon the house of David a Spirit of grace and compassion, that is, a gift of loving-kindness. Again, He bestows a spiritual gift of humility. Whence is this? The three youths in the furnace, since as righteous men they trod upon the flame, while as humble-minded men they called themselves sinners, through their surpassing righteousness trod upon the flame and turned the furnace into dew; yet they were not lifted up in pride, nor did they say: O how great is righteousness with us! We have conquered nature, we have surpassed law! Rather, they act as righteous men, and speak as sinners. For consider: they trod upon the flame, and danced in chorus as saints, and made confession as sinners: We have sinned, we have committed lawlessness, we have done wrong. All things whatsoever Thou hast brought upon us, Thou hast done in true judgement; because we committed lawlessness in departing from Thee, and did not obey Thy commandments, that it might go well with us. Since, then, though righteous, they humbled themselves, they received a Spirit of abasement, a spiritual gift of humility.
Notes, col. 818

On the reading

Printed αισθήσεως, for αἰσθήσεως.

Printed οικτιρμοῦ, for οἰκτιρμοῦ.

Printed ἡμων, for ἡμῶν.

Printed ἐπείησας, for ἐποίησας.

PG 52:819Read from the page
Διὰ τοῦτο ἰδόντες τὴν χάριν, λέγουσιν, ὅτι Οὐκ ἔστιν ἡμῖν ἐν τῷ καιρῷ τούτῳ προφήτης, οὐδὲ προσφορὰ, οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι καὶ εὑρεῖν ἔλεος. Ἐπεὶ οὖν οὐκ ἔχομεν πόλιν, οὐ ναὸν, οὐ θυσιαστήριον, οὐ θυμίαμα, ἀντὶ πάντων ἡ ταπεινοφροσύνη ἡμῖν ἀρκέσει. Διὰ τοῦτο λέγουσιν· Ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ Πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ἄλλος, ὅταν πλήρης ᾖ τῆς χάριτος, λαβὼν ὁλόκληρον τὸ δῶρον, λέγει· Πνεῦμα ἔλαβε πληρώσεως. Πόθεν τοῦτο; Λέγει Ἱερεμίας· Ἡ ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου ουκ εις ἅγιον, οὐδὲ εις καθαρὸν Πνεῦμα πληρώσεως. Οὐκ ἔχουσι, φησὶ, Πνεῦμα τὸ πληροῦν αὐτούς. Οὕτως εἶχον Πνεῦμα πληρώσεως οἱ ἀπόστολοι, καθὼς γέγραπται· Τότε, φησὶν, ὁ Παῦλος πλησθεὶς Πνεύματος ἁγίου, ὅτε ἐλέγχει Ἐλύμαν τὸν μάγον. Ὁρᾷς τὰ χαρίσματα; Ἐπαναλαμβάνω τοίνυν τὰ ὀνόματα τῆς ἀφράστου φύσεως· Πνεῦμα Θεοῦ, Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, Πνεῦμα Κυρίου, Πνεῦμα Πατρὸς, Πνεῦμα Υἱοῦ, Πνεῦμα Χριστοῦ, Πνεῦμα τοῦ ἐγείραντος τὸν Χριστὸν, Πνεῦμα ζωῆς, Πνεῦμα ἀληθείας. Λοιπὸν τὰ χαρίσματα· Πνεῦμα δυνάμεως, Πνεῦμα ἀγάπης, Πνεῦμα σωφρονισμοῦ, Πνεῦμα ἐπαγγελίας, Πνεῦμα πίστεως, Πνεῦμα ἀποκαλύψεως, Πνεῦμα υἱοθεσίας. Ὅταν λάβῃ τις χάρισμα τοῦ δικάζειν, ἔλαβε Πνεῦμα κρίσεως, ὡς λέγει Ἠσαΐας· Καὶ καθαριεῖ αὐτοὺς ὁ Κύριος Πνεύματι κρίσεως καὶ Πνεύματι καύσεως· τὴν τιμωρητικὴν καὶ καθαρτικὴν δύναμιν καλεῖ Πνεῦμα κρίσεως καὶ Πνεῦμα καύσεως. Ὁ δὲ Δαυΐδ αἰτεῖ Πνεῦμα εὐθὲς, τὸ εἰς εὐθύτητα φέρον. Καὶ πάλιν αἰτεῖ χάρισμα ἡγεμονεῦον τῶν παθῶν, καὶ ποιοῦν τὴν ψυχὴν μὴ δουλεύειν τοῖς πάθεσιν. Ἐπειδὴ γὰρ διεστράφη ἡ καρδία τοῦ Δαυΐδ, καὶ ἀπὸ σωφροσύνης ἦλθεν εἰς κακίαν παθῶν καὶ ἡδονῆς, καὶ ἐπειδὴ οὐ δικαίως ἔκρινεν ἀναιρεθῆναι τὸν ἄνδρα, καὶ δοῦλος ἐγένετο ἐπιθυμίας, καὶ εἰς μοιχείαν ἐτράπη, αἰτεῖ Πνεῦμα εὐθὲς, λέγων· Ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, καὶ μὴ ἀποῤῥίψῃς με, φησὶν, ἀπὸ τοῦ προσώπου σου· ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με, τουτέστι, χαρίσματι ἡγεμονεύοντι τῶν παθῶν, καὶ κρατοῦντι τῶν ἡδονῶν.
On this account, having seen the grace, they say: There is at this time no prophet for us, nor offering, nor incense, no place to offer first-fruits before Thee and find mercy. Since, then, we have no city, no temple, no altar, no incense, our humility will suffice for us instead of all. On this account they say: Yet in a contrite soul and a Spirit of abasement may we be accepted. Another, when he is full of grace, having received the gift entire, says: He received a Spirit of fulfilment. Whence is this? Jeremiah says: The way of the daughter of my people is not unto holiness, nor unto a pure Spirit of fulfilment. They do not have, he says, the Spirit that fills them. Thus the apostles had a Spirit of fulfilment, just as it is written: Then, he says, Paul, filled with the Holy Spirit, when he rebukes Elymas the sorcerer. Do you see the spiritual gifts? I repeat, therefore, the names of the ineffable nature: Spirit of God, Spirit that is out of God, Spirit of the Lord, Spirit of the Father, Spirit of the Son, Spirit of Christ, Spirit of Him Who raised the Christ, Spirit of life, Spirit of truth. Next come the spiritual gifts: Spirit of power, Spirit of love, Spirit of self-control, Spirit of promise, Spirit of faith, Spirit of revelation, Spirit of adoption as sons. Whenever anyone receives a spiritual gift of judging, he has received a Spirit of judgement, as Isaiah says: And the Lord shall cleanse them by a Spirit of judgement and by a Spirit of burning; the avenging and purifying power he calls a Spirit of judgement and a Spirit of burning. And David asks for an upright Spirit, that which leads to uprightness. And again he asks for a spiritual gift governing the passions and causing the soul not to be enslaved to the passions. For since the heart of David had been perverted, and from self-control had come into the wickedness of passions and pleasure, and since he had unjustly adjudged that the man should be slain, and had become a slave of desire, and had turned aside into adultery, he asks for an upright Spirit, saying: Renew in my inward parts, and cast me not away, he says, from Thy presence; restore to me the exultation of Thy salvation, and with a governing Spirit establish me—that is, with a spiritual gift governing the passions and mastering pleasures.
εʹ. Ταῦτα ἡμῖν εἴρηται περὶ τῆς τοῦ ἁγίου Πνεύματος θεϊκῆς αὐθεντίας, καὶ τῆς κατὰ τὰ ἐνεργήματα διαφορᾶς. Οἱ δὲ αἱρετικοὶ ἀγνοήσαντες ὅτι, ὅταν λέγῃ Πνεῦμα ἁγιωσύνης ἢ ἐπαγγελίας, τῶν δωρεῶν μέμνηται, αὐτοὶ εἰς τὴν φύσιν ἀνάγουσι, λέγοντες, ὅτι ὁ Θεὸς ἔδωκε, καὶ τὸ Πνεῦμα τὴ ἅγιον ἐδωρήσατο. Εἶδες, φασὶν, ὅτι δῶρόν ἐστι Θεοῦ; Ἀνέγνων τὰ τῶν δωρεῶν, καὶ εἰς τὴν φύσιν ἀνήγαγον, δέον νοῆσαι τίνα τὰ ὀνόματα τὰ τὴν φύσιν δηλοῦντα, καὶ τίνα τὰ ὀνόματα τὰ τὴν χάριν ἑρμηνεύοντα· ἐκαπήλευσαν τὴν ἀλήθειαν, συνέχεον τὰ πάντα, ἀνέστρεψαν ἑαυτοὺς, ἐξώκειλαν τῆς ἀληθείας· Ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοι, ἐμωράνθησαν. Διὸ ἐπάγουσιν· Ἐπειδὴ, φησὶ, περὶ Πνεύματος κινεῖς, καὶ ἀπὸ Γραφῶν διδάσκεις, καὶ βούλει μάρτυρας ἔχειν τὰς Γραφὰς, ἀπ' αὐτῶν τῶν Γραφῶν κινούμενοι λέγομεν, ἅπερ ὁ Σωτὴρ περὶ τοῦ Πνεύματος εἶπε τοῦ ἁγίου. Τί οὖν λέγει; Ὅταν δὲ ἔλθῃ, φησὶν, ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος ὑμᾶς ὁδηγήσει πρὸς πᾶσαν τὴν ἀλήθειαν. Οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἂν ἀκούσῃ, ἀναγγελεῖ ὑμῖν· ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Εἶδες πῶς, φησὶν, ἀφ' ἑαυτοῦ οὐ λαλεῖ, ἀλλ' ἐξ αὐτοῦ λαμβάνει; Μὴ δύναται ἡ αὐθεντία δειχθῆναι τοῦ Πνεύματος; Οὐκ ἔδειξε, φησὶν, ἡ Γραφὴ ὑποκείμενον αὐτὸ τῇ ἐξουσίᾳ τοῦ Υἱοῦ, καὶ δανειζόμενον παρ' αὐτοῦ, καὶ ἄλλοις χορηγοῦν; Πρόσεχε ἀκριβῶς. Ὅταν τι τῶν λεγομένων ἄπορόν σοι φανῇ, μὴ εὐθέως ἐπιπηδήσῃς τῇ λέξει, ἀλλ' ἀνάμεινον τὸ τέλος τοῦ νοήματος. Οὐκ εἶδες ἐν ταῖς παρασκευαῖς τῶν οἰκοδομῶν, πῶς πάντα συγκεχυμένα,
5. These things have been spoken by us concerning the divine authority of the Holy Spirit and the distinction according to His workings. Yet the heretics, not knowing that whenever Scripture says Spirit of holiness or of promise it makes mention of the gifts, themselves refer this to His nature, saying that God gave, and bestowed the Holy Spirit as a gift. Did you see, they say, that He is a gift of God? They read the passages about the gifts and referred them to His nature, whereas they ought to have understood which are the names declaring His nature and which are the names interpreting the grace; they peddled the truth corruptly, they confounded all things, they subverted themselves, they ran aground from the truth: Their senseless heart was darkened; professing to be wise, they became fools. Wherefore they bring forward: Since, says one, you stir up questions concerning the Spirit, and teach from the Scriptures, and wish to have the Scriptures as witnesses, moved by the very Scriptures we state the things which the Saviour spoke concerning the Holy Spirit. What, then, does He say? When the Paraclete comes, He says, the Spirit of truth Who proceeds from the Father, He will guide you unto all the truth. For He will not speak from Himself, but whatsoever things He hears, He will declare to you; because He will take of Mine and will declare it to you. Did you see how, says he, He does not speak from Himself, but receives from Him? Can the authority of the Spirit be demonstrated? Did not Scripture show Him, says he, subject to the power of the Son, and borrowing from Him, and supplying others? Attend accurately. Whenever anything of what is spoken appears perplexing to you, do not leap straightway upon the phrasing, but wait for the end of the thought. Did you not see in the preparations of buildings how all things lie mingled together—
Notes, col. 819

On the reading

Printed ουκ, for οὐκ.

Printed εις, for εἰς.

Printed τὴ, for τὸ.

Printed σοφοι, for σοφοὶ.

PG 52:820Read from the page
ἄσβεστος, λίθοι, ξύλα, καὶ τῇ μὲν σῇ ὄψει πάντα συγκέχυται, τῷ δὲ τεχνίτῃ πάντα ἥρμοσται; Καὶ οἶδε τὸν καιρὸν, καθ' ὃν τοῦτο τὸ συγκεχυμένον ἁρμόσει ἐκείνῳ, κἀκεῖνο τούτῳ· καὶ τὰ νῦν διεσκορπισμένα τὴν πρέπουσαν ἁρμονίαν λαμβάνοντα ἀποτελεῖ τὸ τῆς οἰκοδομῆς κάλλος. Ὅταν τοίνυν ἴδῃς τὸν λέγοντα ἀπὸ τούτου εἰς τοῦτο, καὶ ἀπ' ἐκείνου εἰς ἄλλο μεταβαίνοντα, νόει τὰς ὕλας αὐτὸν παρασκευάζειν· ὅταν γὰρ παραθῶ τὰς ὕλας, τότε δείκνυμι τὴν ἁρμονίαν. Μία φύσις Υἱοῦ καὶ Πνεύματος, μία δύναμις, μία ἀλήθεια, μία ζωὴ, μία σοφία. Ἀφ' οὗ δὲ ὁ Σωτὴρ κατηξίωσε τὸ πλάσμα λαβεῖν τὸ ἡμέτερον, πληροῦται Πνεύματος ἁγίου, οὐχ ὡς κατώτερος ἁγίου Πνεύματος, ἀλλ' ὡς τῆς σαρκὸς ὀφειλούσης ἀνθρωπίνῳ τύπῳ λαβεῖν τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν· οὐχ ὅτι οὐκ ἠδύνατο ὁ Θεὸς Λόγος ἁγιάσαι τὸ πλάσμα ὃ ἀνέλαβεν. Ἐὰν γὰρ εἰς τοῦτον χωρήσῃς τὸν λόγον, καὶ ὁ Υἱὸς περιττός· ἤρκει γὰρ ὁ Πατὴρ ἁγιάσαι τὸ πλάσμα. Μὴ γὰρ ὡς ἀτονῶν ὁ Πατὴρ προσλαμβάνει τὸν Υἱόν; μὴ γὰρ ὡς ἀτονῶν ὁ Υἱὸς προσλαμβάνει τὴ Πνεῦμα; Ἀλλ' ἐπειδὴ μία φύσις ἐστὶ τὰ πάντα ἐν πᾶσιν ἐνεργοῦσα, τὰ μὲν ὁ Πατὴρ ἐργάζεται, καὶ εἰς πᾶσαν τὴν φύσιν ἐκλαμβάνεται· τὰ δὲ ὁ Υἱὸς, καὶ εἰς πᾶσαν διαβαίνει τὴν φύσιν· τὰ δὲ τὸ Πνεῦμα, καὶ εἰς πᾶσαν τὴν φύσιν ἀναλαμβάνεται. Ὅτε οὖν ἐστιν ἡ φύσις καθ' ἑαυτὴν θεωρουμένη, ἴση καὶ ὁμαλὴ, δεσποτικῆς αὐθεντίας πλήρης, θαυμαστὴ, οὔτε ἐνδεὴς, οὔτε ἀτελὴς, οὐ προκόπτουσα, οὐ μειουμένη, οὐκ ἐλαττουμένη, οὐ προσθήκας λαμβάνουσα. Ὅταν δὲ ἀναλάβῃ ὁ Θεὸς Λόγος την σάρκα τὴν ἐξ ἡμῶν, ποιεῖ αὐτὴν κατὰ τὸν ἀνθρώπινον τύπον, ὡς ἕνα τῶν προφητῶν, ἢ ὡς ἕνα τῶν ἀποστόλων, δεχομένην Πνεῦμα ἅγιον. Εἶπον προλαβὼν, οὐχ ὡς μὴ ἀρκούσης τῆς θεότητος τοῦ Υἱοῦ, ἀλλ' ἵνα ἐντελὴς τῆς Τριάδος ἡ γνῶσις ἐν τῷ πλάσματι τούτῳ δειχθῇ. Κατηξιώθη οὖν ἡ σὰρξ ἡ δεσποτικὴ Πνεύματος ἁγίου, καὶ λοιπὸν ἐβούλετο ὁ Σωτὴρ τὸ πλάσμα, ὃ ἀνέλαβεν, οἰκειοῦν τῷ ἁγίῳ Πνεύματι, ἵν' ὅπερ ἂν ποιῇ ὁ Χριστὸς κατὰ σάρκα, ἐπιγράφηται τῷ ἁγίῳ Πνεύματι τῷ ἐνοικοῦντι ἐν αὐτῷ, ὡς ἐν ἁγίῳ ναῷ τῷ ἀνθρωπίνῳ. Ἄνθρωπος γὰρ δι' ἡμᾶς, Θεὸς δὲ δι' ἑαυτόν· Θεὸς δι' ἑαυτὸν, ἄνθρωπος δὲ διὰ φιλανθρωπίαν. Ἐξέβαλε δαιμόνια, καὶ ἠθέλησε τὴν ἀπέλασιν τῶν δαιμονίων ἐπιγράφειν τῷ ἁγίῳ Πνεύματι, καὶ λέγει· Εἰ δὲ ἐγὼ ἐν Πνεύματι ἁγίῳ ἐκβάλλω τὰ δαιμόνια. Καὶ οὐκ εἶπεν, Ἐν τῷ Θεῷ Λόγῳ, ἀλλ' ἐπιγράφει τῷ ἁγίῳ Πνεύματι, ὡς ἀνὴρ ἅγιος Πνεύματος ἁγίου κατηξιωμένος. Ἀμέλει ὅτε εἰσῆλθεν εἰς τὸ ἱερὸν, λαμβάνει τὸν προφήτην Ἠσαΐαν, καὶ ἀναγινωσκει· ἀναγινώσκει δὲ τὰ περὶ ἑαυτοῦ γεγραμμένα· Καὶ ἀναπτύξας, φησὶ, τὸ βιβλίον, λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ. Ταῦτα ἄρα τῷ Θεῷ Λόγῳ ἁρμόζει; Θεὸς λέγει· Πνεῦμα Κυρίου ἐπ' ἐμέ; οὐκ ἀναντίῤῥητόν ἐστι, ὅτι τὸ πρόσωπον τοῦ ἀνθρώπου λαλεῖ; Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Διὰ τοῦ Πνεύματος, φησὶ, τοῦ ἁγίου ἐχρίσθην. Διὰ τοῦτο Πέτρος φησίν· Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.
lime, stones, timbers, and to your sight all things are confounded, whereas to the craftsman all things are fitted together? For he knows the season at which this mingled piece will fit that one, and that one this; and the things now scattered abroad, receiving their fitting harmony, complete the beauty of the building. Whenever, then, you see the speaker passing from this point to that, and from that one to another, understand that he is preparing his materials; for when I have set side by side the materials, then I show their harmony. There is one nature of the Son and of the Spirit, one power, one truth, one life, one wisdom. Yet from the time when the Saviour deigned to take up our fashioned frame, He is filled with the Holy Spirit—not as being inferior to the Holy Spirit, but as the flesh owing in human fashion to receive the visitation of the Spirit; not because God the Word was unable to sanctify the fashioned frame which He took up. For if you advance to this argument, the Son also is superfluous; for the Father sufficed to sanctify the fashioned frame. Does the Father, then, take to Himself the Son as though feeble? Does the Son take to Himself the Spirit as though feeble? Nay, since there is one nature working all things in all, some things the Father works, and it is understood across the whole nature; other things the Son works, and it passes across the whole nature; other things the Spirit works, and it is received across the whole nature. When, therefore, the nature is contemplated in itself, it is equal and even, full of sovereign authority, wonderful, neither in need nor imperfect, neither advancing, nor diminishing, nor lessening, nor receiving additions. Yet when God the Word takes up the flesh that is from us, He makes it according to the human type, like one of the prophets or like one of the apostles, receiving the Holy Spirit. I said beforehand, not as though the Godhead of the Son did not suffice, but in order that the complete knowledge of the Trinity might be shown in this fashioned frame. The Lord's flesh, therefore, was counted worthy of the Holy Spirit, and the Saviour further wished to make the fashioned frame which He took up familiar to the Holy Spirit, so that whatsoever Christ does according to the flesh may be ascribed to the Holy Spirit dwelling in Him, as in a holy human temple. For He is man for our sake, while God on His own account; God on His own account, while man out of loving-kindness towards mankind. He cast out demons, and wished to ascribe the expulsion of the demons to the Holy Spirit, and says: But if I by the Holy Spirit cast out the demons. And He did not say, By God the Word, but ascribes it to the Holy Spirit, like a holy man counted worthy of the Holy Spirit. For instance, when He entered into the temple, He takes the prophet Isaiah and reads—and He reads the things written concerning Himself: And having unrolled the book, he says, He says: The Spirit of the Lord is upon Me. Do these words, then, befit God the Word? Does God say: The Spirit of the Lord is upon Me? Is it not indisputable that the person of the man speaks? The Spirit of the Lord is upon Me, because He has anointed Me. By the Holy Spirit, He says, I was anointed. On this account Peter says: Jesus of Nazareth, Whom God anointed with the Holy Spirit and with power.
ϛʹ. Ὧδε τὸν νοῦν παρακαλῶ, ἔχωμεν. Ταῦτα γὰρ ὅλα παρασκευὴ τοῦ, Ἐκ τοῦ ἐμοῦ λήψεται· οὐ γὰρ ἀπ' ἄλλων εἰς ἄλλο ἐξηνέχθημεν, ἀλλ', ὡς ἔφθην εἰπὼν, τὰς ὕλας εὐτρεπίζω, ἵνα σὺ τὴν ἕνωσιν ἁρμόσῃς. Κατηξιώθη Πνεύματος ἁγίου, ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ· καὶ λέγει Ἰωάννης· Εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτόν. Εἶδες πῶς τύπῳ ἀνθρωπίνῳ λαμβάνει Πνεῦμα ἅγιον; Οὐδεὶς οὕτως ἀσεβὴς, ἵνα νομίσῃ ὅτι ἡ θεότης ἔλαβε Πνεῦμα. Λέγει Ἰωάννης ὁ Βαπτιστής· Μέσος ὑμῖν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε, κἀγὼ οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ' αὐτὸν, οὗτός ἐστιν ὁ Υἱός μου. Κατῆλθε τὸ
6. Here, I exhort you, let us apply our mind. For all these things are the preparation for the saying, He will take of Mine; for we were not carried off from one thing into another, but, as I said before, I am making ready the materials so that you may fit their union together. He was counted worthy of the Holy Spirit, He was baptized in the Jordan; and John says: I saw the heavens opened, and the Spirit of God descending like a dove, and abiding upon Him. Did you see how in human fashion He receives the Holy Spirit? No one is so impious as to suppose that the Godhead received the Spirit. John the Baptist says: In the midst of you stands One Whom you do not know, and I myself did not know Him; but He Who sent me to baptize in water, He said to me: Upon Whomsoever you see the Holy Spirit descending like a dove and abiding upon Him, this is My Son. There came down the
Notes, col. 820

On the reading

Printed τὴ, for τὸ.

Printed την, for τὴν.

Printed ἀναγινωσκει, for ἀναγινώσκει.

PG 52:821Read from the page
Πνεῦμα τὸ ἅγιον, ἵνα πληρωθῇ τὸ τοῦ Ἠσαΐου, Πνεῦμα Κυρίου ἐπ' ἐμέ. Ἐβαπτίσθη ἡ σὰρξ, καὶ εὐθέως βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος, καὶ ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον. Ἀνήχθη, καὶ ὡς παιδαγωγὸν εἶχεν ἡ σὰρξ τὸ Πνεῦμα τὸ ἅγιον. Διὰ τί ἤγετο; Ἵνα ἡμῖν τύπον δῷ, ὅτι ὥσπερ ἡ σὰρξ ἡ ἐμὴ οὐκ ἄγεται ἐπιθυμίαις, ἀλλ' ἄγεται Πνευματι, οὕτω καὶ ὑμεῖς ὀφείλετε. Διὰ τοῦτο καὶ ὁ Παῦλος· Εἰ δὲ Πνεύματι Θεοῦ ἄγεσθε, οὐκ ἔτι ἐστὲ ἐν σαρκί· καὶ, Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὐκ εἰσὶν ὑπὸ νόμον. Ἄγεται ἡ σὰρξ τοῦ Χριστοῦ, ἀγώμεθα καὶ ἡμεῖς. Διὰ τοῦτο γὰρ καὶ πάντα εἰς ἑαυτὸν ἀναλαμβάνει, ἵνα τύπον ἡμῖν καταλίπῃ. Ἀνήχθη ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι, καὶ ἐνίκησε τὸν διάβολον· οὐχ ἡ θεότης, ὕβρις γὰρ ἦν τῇ θεότητι τὸ εἰπεῖν, Ἐνίκησα. Θεὸς γὰρ οὔτε ἡττᾶταί ποτε, οὔτε νικᾷ, ἀλλὰ ἀεὶ κρατεῖ. Εἰ νίκην δέχεται, πάντως οἷόν τε αὐτὸν καὶ ἡττᾶσθαι. Ὁ δὲ ἀεὶ κρατῶν, παντοκράτωρ, καὶ οὔτε στασιάζεται ὑπὸ τῶν κρατουμένων, οὔτε καμάτῳ περιγίνεται τῶν ἀρχομένων. Εἰ τοίνυν ἡ σὰρξ ἡ Δεσποτικὴ, τὸ Κυριακὸν πλάσμα, ὁ ξένος ἄνθρωπος, ὁ οὐράνιος, τὸ νέον βλάστημα, τὸ ἀπὸ τῆς ξένης ὠδῖνος ἀνθῆσαν, οὗτος λαμβάνει Πνεῦμα ἅγιον, ἔχεις τὰς μαρτυρίας ὅτι ἐπεδήμησε Πνεῦμα ἐξ οὐρανοῦ, ὅτι ἀνήγαγεν αὐτὸν τὸ Πνεῦμα εἰς τὸ περιγενέσθαι τοῦ διαβόλου. Ἡ τοῦ Ἀδὰμ εἰκὼν ἡ ἐν τῇ ἀρχῇ πλανηθεῖσα, ἵνα νικήσῃ λοιπὸν, ὁ ἄνθρωπος ὁ ξένος εἰσήρχετο, δορυφορούμενος τῇ δυνάμει τοῦ Πνεύματος. Διὰ τοῦτο, ὥσπερ εἶπεν, Ἀνήχθη ὑπὸ τοῦ Πνεύματος ἐν τῇ ἐρήμῳ πειρασθῆναι· οὕτως ὅτε ὡς νικητὴς ὑπέστρεψε, λέγει· Ἰησοῦς δὲ ὑπέστρεφεν ἐν τῇ δυνάμει τοῦ Πνεύματος ἀπὸ τῆς ἐρήμου. Εἶχεν οὖν ἡ σὰρξ Πνεῦμα ἅγιον, οὐ μέρος χαρισμάτων, ὡς ἡμεῖς, τῷ μὲν σοφία, τῷ δὲ γνῶσις· ἀλλὰ πάντα ἔσχε τὰ χαρίσματα. Ἐπ' ἀληθείας ἀγωνιῶ καὶ τρέμω, μὴ τὸ ἀσθενὲς τῆς γλώττης ἀμβλύνῃ τὸ μέγεθος τοῦ κηρυττομένου. Τὸ τοίνυν σῶμα τὸ Δεσποτικὸν, καὶ ἡ σὰρξ ἡ ἁγία λαβοῦσα τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, οὐκ ἔλαβεν, ὡς ἐπὶ τῶν ἀποστόλων καὶ τῶν προφητῶν, μίαν χάριν ἢ δευτέραν. Ἄνθρωπος γὰρ πάντα χωρῆσαι οὐ δύναται· διὸ λέγει Παῦλος· Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες χαρίσματα ἔχουσιν ιαμάτων; Ἐφ' ἡμῖν γὰρ μερίζεται τὰ δῶρα· ἐν δὲ τῇ σαρκὶ τοῦ Χριστοῦ ὅλα τὰ χαρίσματα, ὅλαι αἱ δωρεαὶ ἦσαν κατὰ τὴν τῆς σαρκὸς οὐσίαν. Καὶ πρόσεχε. Ἐπλήρωσε πρῶτον τὸν ἴδιον ναὸν πάσης χάριτος. Εἶχε χάρισμα νόσους ἰᾶσθαι, δαίμονας ἐκβάλλειν, νεκροὺς ἐγείρειν, προφητεύειν, τὰ τῆς ἀληθείας ἐργάζεσθαι· πάντα ἠδύνατο, καὶ εἶχε τῶν χαρισμάτων τὸ πλήρωμα, ἀφ' οὗ ἐπληρώθη ἡ σὰρξ ἡ Δεσποτικὴ πάντων τῶν χαρισμάτων. Χρεία δὲ ἦν πάντως ἡμᾶς λαμβάνειν ἐκ μέρους, ὡς ἀπὸ δεξαμενῆς, ἀπὸ τοῦ Κυριακοῦ σώματος, χορηγεῖται καὶ ἀποστόλοις καὶ προφήταις ἐξ αὐτοῦ. Ἰωάννης ἐμαρτύρει, ὅτι ἐν αὐτῷ ὅλον τὸ πλήρωμα τῆς θεότητος· καὶ Παῦλος, Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς. Οὐκ εἶπεν ἁπλῶς, Ἐν ᾧ κατῴκησεν ἡ θεότης, ἀλλὰ, Τὸ πλήρωμα τῆς θεότητος· τουτέστι, πᾶσα ἡ δωρεὰ τῆς θεότητος.
Holy Spirit, so that the word of Isaiah might be fulfilled: The Spirit of the Lord is upon Me. The flesh was baptized, and straightway on being baptized He went up from the water, and was led up by the Spirit into the wilderness. He was led up, and the flesh had the Holy Spirit as a tutor. Why was He led? In order that He might give us a pattern: that just as My flesh is not led by desires, but is led by the Spirit, so also you ought to be. On this account Paul also says: But if you are led by the Spirit of God, you are no longer in the flesh; and, As many as are led by the Spirit of God, they are not under law. The flesh of Christ is led; let us also be led. For on this account also He takes up all things into Himself, so that He may leave us a pattern. He was led up by the Spirit to be tempted, and He conquered the devil—not the Godhead, for it would have been an insult to the Godhead to say, I conquered. For God is neither ever defeated, nor does He conquer, but He always holds sway. If He receives victory, it would altogether be possible for Him also to be defeated. Yet He Who always holds sway is almighty, and neither faces rebellion from those governed, nor prevails with toil over those ruled. If, then, the Lord's flesh, the Dominical fashioned frame, the wondrous man, the heavenly one, the new offshoot that blossomed forth from the wondrous birth-pang—if this man receives the Holy Spirit, you have the testimonies that the Spirit came to dwell from heaven, and that the Spirit led Him up so as to prevail over the devil. In order that the image of Adam which was led astray in the beginning might henceforth conquer, the wondrous man entered in, escorted by the power of the Spirit. On this account, just as Scripture said, He was led up by the Spirit in the wilderness to be tempted, so when He returned as victor, it says: And Jesus returned in the power of the Spirit from the wilderness. The flesh, therefore, possessed the Holy Spirit—not a portion of spiritual gifts, like us, to one wisdom, to another knowledge; rather, it possessed all the spiritual gifts. In truth I am in anguish and tremble, lest the weakness of my tongue blunt the greatness of what is proclaimed. The Lord's body, then, and the holy flesh, having received the operation of the Holy Spirit, did not receive, as in the case of the apostles and the prophets, one grace or a second. For a man cannot contain all things; wherefore Paul says: Are all apostles? Are all prophets? Do all possess spiritual gifts of healings? For in our case the gifts are apportioned; whereas in the flesh of Christ all the spiritual graces and all the gifts were present according to the substance of the flesh. And attend. He first filled His own temple with every grace. He had a spiritual gift to heal diseases, to cast out demons, to raise the dead, to prophesy, to work the works of truth; He was able to do all things, and possessed the fullness of spiritual gifts, from the time when the Lord's flesh was filled with all the spiritual gifts. And there was altogether need for us to receive in part, as from a reservoir, from the Dominical body; both to apostles and to prophets supply is ministered out of Him. John bore witness that in Him is the whole fullness of the Godhead; and Paul: In Whom dwelt all the fullness of the Godhead bodily. He did not say simply, In Whom dwelt the Godhead, but, The fullness of the Godhead; that is, the whole gift of the Godhead.
Καὶ ἵνα μή τις νομίσῃ, ὅτι ἐν τῷ Θεῷ Λόγῳ κατῴκησε, λέγει· Ἐν ᾧ κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεύτητος σωματικῶς. Ἐν τῇ σαρκὶ αὐτοῦ πᾶν τὸ πλήρωμα σοφίας, συνέσεως, δυνάμεως, σημείων, πάσης ἐνεργείας. Λοιπὸν ἀπὸ τοῦ πληρώματος δανειζόμεθα πάντες. Μαρτυρεῖ Ἰωάννης ὁ Βαπτιστής· Κἀγὼ οὐκ ᾔδειν αὐτὸν, ἀλλ' ὁ πέμψας με βαπτίζειν, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον (οὐκ εἶπε, Χαριζόμενον αὐτῷ δῶρον ἓν, ἀλλὰ, Μένον ὅλον), οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Εἶτα βουλόμενος δεῖξαι ὁ Ἰωάννης, ὅτι οὐχ ὡς ἄνθρωπος ἔλαβε χάριν ὁ Σωτὴρ, λέγει· Οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα· ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκε ἐν τῇ χειρὶ αὐτοῦ. Ἡμεῖς οὖν πόθεν λαμβάνομεν; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες
And lest anyone suppose that it dwelt in God the Word, he says: In Whom dwelt all the fullness of the Godhead bodily. In His flesh was all the fullness of wisdom, understanding, power, signs, every operation. Henceforth from His fullness we all borrow. John the Baptist bears witness: And I myself did not know Him, but He Who sent me to baptize, He said to me: Upon Whomsoever you see the Spirit descending and abiding (he did not say, Bestowing upon Him one gift, but, Abiding whole), this is He Who baptizes with the Holy Spirit and with fire. Then John, wishing to show that not as a mere man did the Saviour receive grace, says: Not by measure does God give the Spirit; the Father loves the Son, and has given all things into His hand. Whence, then, do we receive? Out of His fullness we all
Notes, col. 821

On the reading

Printed Πνευματι, for Πνεύματι.

Printed ιαμάτων, for ἰαμάτων.

Printed θεύτητος, for θεότητος.

PG 52:822Read from the page
ἐλάβομεν. Ἐκεῖνος τὸ πλήρωμα, ἡμεῖς ἐκ τοῦ πληρώματος. Πῶς; Ἀφ' οὗ ἐπλήρωσε τὴν Δεσποτικὴν σάρκα, ἀπ' αὐτῆς ἤντλει ὡς ἀπὸ πηγῆς, καὶ ἐδάνειζε τοῖς ἀνθρώποις τὴν δωρεάν. Πρόσεχε, παρακαλῶ. Λέγει οὖν· Ὅταν ἔλθῃ ὁ Παράκλητος, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς πρὸς πᾶσαν τὴν ἀλήθειαν, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται.
received. He is the fullness, we receive out of the fullness. How? From the time when He filled the Lord's flesh, He drew from it as from a fountain, and lent the gift to men. Attend, I exhort you. He says, then: When the Paraclete comes, the Spirit of truth, He will guide you unto all the truth, because He will take of Mine.
ζʹ. Πρόσεχε τῇ ἀκριβείᾳ. Οὐκ εἶπεν, Ἐξ ἐμοῦ, ἀλλ', Ἐκ τοῦ ἐμοῦ. Ἐξ ἐμοῦ, τίνος; Ἐκ τοῦ ἐμοῦ δώσει ὑμῖν, ἀλλὰ λήψεται· λαμβάνει οὐ δανειζόμενον. Ἀλλ' ἐπειδὴ ἐπλήρωσε τὴν πηγὴν ὡς ἀρχὴν χαρισμάτων, ἀπὸ τῆς δεξαμενῆς ἀντλεῖ, καὶ παρέχει πᾶσιν ἐκ τῶν ἰδίων. Καὶ πόθεν τοῦτο, ὅτι τὸ λαβεῖν, ἐκ τῶν ἰδίων ἐστὶ λαβεῖν; Ἄκουε. Ἐπλήρωσεν ὁ Θεὸς τὸν Μωϋσῆν Πνεύματος, καὶ λέγει Μωϋσῆς· Οὐ δύναμαι μόνος φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου· προχείρισαι ἄλλον σεαυτῷ. Λέγει αὐτῷ ὁ Θεός· Ἐπίλεξαι ἑβδομήκοντα πρεσβυτέρους, καὶ λήψομαι ἀπὸ τοῦ Πνεύματος τοῦ ἐν σοὶ, καὶ δώσω ἐπ' αὐτούς. Οὐκ εἶπε, Λήψομαι τὸ σὸν, ἀλλὰ, Ἀπὸ τοῦ Πνεύματος τοῦ ἐν σοὶ, ἐκ τοῦ ἐμοῦ λήψομαι. Λέγει ὁ Θεός· Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν. Εἰ ὁ Θεὸς παρὰ Μωϋσέως λαμβάνων ἐδανείσατο, καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ λαμβάνων ἐδανείσατο. Καὶ γὰρ Μωϋσῆς τύπος ἦν τοῦ Χριστοῦ· ὅτι ὥσπερ ἀπὸ Μωϋσέως ἑβδομήκοντα ἐγένοντο, οὕτως ἀπὸ τοῦ Χριστοῦ ἡ οἰκουμένη ἐδέξατο τὸ Πνεῦμα τὸ ἅγιον. Ἐκ τοῦ ἐμοῦ λήψεται· ἐξ ὧν ἐχορήγησέ μοι μόνῳ τῷ Κυριακῷ ἀνθρώπῳ, λήψεται αὐτὸ τὸ δεδωκὸς, τὸ ἐλθὸν καὶ μεῖναν ἐν ἐμοὶ, τὸ χρῖσάν με, τὸ ἁγιάσαν, τὸ ἀγαγὸν εἰς τὴν ἔρημον, τὸ ὑποστρέψαν με νικητήν. Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ἵνα δείξῃ ὅτι οὐ τοῦ ἁγίου Πνεύματος ἐμνημόνευσεν, ἀλλὰ τῶν δωρεῶν, ἐπάγει, μετὰ τὸ εἰπεῖν, Ἐκ τοῦ ἐμοῦ λήψεται, εὐθὺς, Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· ἔλαβον αὐτὰ ἐκ τοῦ ἁγίου Ηνεύματος· διὰ τοῦτο εἶπον· Ἐκ τοῦ ἐμοῦ λήψεται. Ἐπειδὴ ὁ Θεὸς τὴν σάρκα ἡγίασε Πνεύματι ἁγίῳ, καὶ ἀπέστειλε τὴν δωρεὰν τοῦ Πνεύματος ὁ Πατὴρ εἰς τὴν σάρκα τοῦ Χριστοῦ, ἐλθοῦσα δὲ ἡ χάρις ὅλα τὰ δῶρα ἐνέθηκε τῷ Χριστῷ, λέγει· Ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν. Τί οὖν ἐστι τὸ, Ἀφ' ἑαυτοῦ οὐ λαλήσει, ἀλλ' ὅσα ἂν ἀκούσῃ, γνωρίσει ὑμῖν; Εἴρηται πρὸ τούτου, ὅτι ἄλλο ἐστὶ Ηνεῦμα ἅγιον, καὶ ἄλλο χάρισμα· ἄλλο βασιλεὺς, καὶ ἄλλο τὴ δῶρον τοῦ βασιλέως. Ὅταν τις πρὸς πολλὰ καὶ διάφορα ἔθνη βαρβάρων ἔχῃ, ἀπορεῖ πόθεν ἄρξεται τοῦ πολέμου. Ἐὰν περὶ τούτους ἀσχολήσῃ τὸν πόλεμον, ἕτερον ἀνακύπτει κέρας· ἐὰν διέλῃ ἑαυτὸν εἰς δύο μέρη, σχίζεται τὰ τῆς δυνάμεως. Ἐν μέσῳ ἐσμὲν Ἀρειανῶν τῶν ἀθετούντων τοῦ Χριστοῦ τὴν δόξαν, καὶ τῶν Μακεδονιανῶν τῶν ὑβριζόντων τὴν θεϊκὴν τοῦ Πνεύματος δόξαν. Ἐὰν ὡς ὡμολογημένον εἴπω τὸ τοῦ Υἱοῦ, ὡς πρὸς Μακεδονιανοὺς, ὁ Ἀρειανὸς εὐθέως μάχεται· περὶ γὰρ τοῦ Υἱοῦ ἔπεισας, ὅτι περὶ Πνεύματός μοι λαλεῖς;
7. Attend to the precision. He did not say, Of Me, but, Of Mine. Of Me, Whom? Of Mine He will give to you, nay, He will take; He takes without borrowing. Rather, since He filled the fountain as a wellspring of spiritual gifts, He draws from the reservoir and supplies to all out of His own. And whence is this, that to take is to take out of His own? Hear. God filled Moses with the Spirit, and Moses says: I alone am not able to bear the burden of this people; appoint another for Thyself. God says to him: Choose for yourself seventy elders, and I will take of the Spirit that is in you, and will bestow it upon them. He did not say, I will take yours, but, Of the Spirit that is in you, of Mine I will take. God says: In those days I will pour out of My Spirit upon all flesh, and they shall prophesy. If God in taking from Moses borrowed, then the Spirit also in taking from the Son borrowed. For indeed Moses was a type of Christ; because just as from Moses there came to be seventy, so from Christ the inhabited world received the Holy Spirit. He will take of Mine: out of the things which He supplied to Me alone, the Dominical man, the very One Who gave will take—He Who came and abode in Me, Who anointed Me, Who sanctified Me, Who led Me into the wilderness, Who brought Me back a victor: He will take of Mine, and will declare it to you. And in order to show that He made mention not of the nature of the Holy Spirit, but of the gifts, He adds straightway after saying, He will take of Mine: All things whatsoever the Father has are Mine; I received them from the Holy Spirit; on this account I said: He will take of Mine. Since God sanctified the flesh by the Holy Spirit, and the Father sent forth the gift of the Spirit into the flesh of Christ, and grace on coming placed all the gifts in Christ, He says: He will take of Mine, and will declare it to you. What, then, is the saying, He will not speak from Himself, but whatsoever things He hears, He will make known to you? It has been said before this, that the Holy Spirit is one thing, and a spiritual gift is another; a king is one thing, and the gift of the king is another. Whenever anyone has to deal with many and various nations of barbarians, he is at a loss whence he shall begin the war. If he occupies the war around these, another wing rises up; if he divides himself into two parts, his forces are split. We are in the midst of Arians, who reject the glory of Christ, and of Macedonians, who insult the divine glory of the Spirit. If I state the doctrine of the Son as an acknowledged point, as addressing Macedonians, the Arian straightway fights back: Have you persuaded me concerning the Son, that you speak to me concerning the Spirit?
ηʹ. Ἀλλ' ἐπειδὴ πρόκειται σήμερον περὶ Πνεύματος ἁγίου (πολλάκις γὰρ κατὰ τὴν δοθεῖσαν χάριν παρὰ Χριστοῦ περὶ τοῦ Υἱοῦ ἐνικήσαμεν, καὶ μάρτυρες τῶν εἰρημένων ὑμεῖς, ὡς οὐκ ἦν σοφίσματα τέχνης, ἀλλ' ἀποδείξεις Γραφῶν), ἐβουλόμην δὲ καὶ νῦν κατασκευάσαι τὸν περὶ τοῦ Υἱοῦ λόγον· ἀεὶ γὰρ ἐν ἑαυτῷ τὴν δύναμιν ἐκλάμπουσαν ἔχει· ἀλλὰ διὰ τὴν τῶν αἱρετικῶν πληροφορίαν τῶν περὶ τὴ Πνεῦμα σκαζόντων τέως παρασιωπῶ. Ἀμήχανον δέ ἐστι τὸν περὶ τὸ Πνεῦμα σκάζοντα ὀρθοποδῆσαι περὶ τὸν Υἱόν. Ἕως σήμερον οὐ πείθεις τινὰ Μακεδονιανὸν ὑπογράψαι τῷ ὁμοουσίῳ τῷ κατὰ Νίκαιαν, καίτοι λέγοντες ἀεὶ, Ἡμεῖς ἐκείνῃ στοιχοῦμεν τῇ πίστει· ἐπειδὴ περὶ Πνεύματος οὐ διεσαφηνίσθη. Οὐδὲ γὰρ ἦν ἀγὼν, οὐδὲ πόλεμος. Ὅμως πρὸς τὴν ἐκείνων πληροφορίαν, λέγω, γέγραπται· Ἀφ' ἑαυτοῦ οὐ λαλήσει. Εἰπὲ τῷ Μακεδονιανῷ, Γέγραπται τοῦτο καὶ περὶ τοῦ Υἱοῦ, μᾶλλον δὲ αὐτὸς λέγει περὶ ἑαυτοῦ; Ἐγὼ ἀπ' ἐμαυ-
8. Yet since our subject set forth today is concerning the Holy Spirit (for often, according to the grace given from Christ, we won the victory concerning the Son, and you are witnesses of what was spoken, that they were not sophistries of art, but demonstrations of the Scriptures), and though I wished now also to establish the doctrine concerning the Son—for it always has its power shining forth within itself—yet on account of the full assurance of the heretics who limp concerning the Spirit, for the present I pass it over in silence. Yet it is impossible for one who limps concerning the Spirit to walk uprightly concerning the Son. Until today you do not persuade any Macedonian to subscribe to the 'consubstantial' set forth at Nicaea, although they always say, We walk by that faith; because concerning the Spirit no explicit declaration was made. For there was neither contest nor war on that point. Nevertheless, for their full assurance, I say, it is written: He will not speak from Himself. Say to the Macedonian: Is this written also concerning the Son, or rather does He Himself say concerning Himself, I
Notes, col. 822

On the reading

Printed Ηνεύματος, for Πνεύματος.

Printed Ηνεῦμα, for Πνεῦμα.

Printed τὴ, for τὸ.

PG 52:823Read from the page
τοῦ οὐ λαλῶ. Πρόσεχε, παρακαλῶ. Παράγω τὴν μαρτυρίαν ἀπὸ τοῦ ὡμολογημένου παρὰ σοί· πρὸς μὲν γὰρ τὸν Ἀρειανὸν ἀγῶνος χρεία εἰς τὸ, Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, καὶ περὶ τοῦ Πνεύματος· πρὸς δὲ σὲ τὸν ἐπαγγειλάμενον εὐσεβεῖν, οὐ χρεία ἀγῶνος. Περὶ Χριστοῦ γυμνάζων λέγεις, ἰσόθεον, ὅμοιον τῷ Πατρὶ κατὰ πάντα. Ὡς πρὸς ὁμολογοῦντα τὴν δόξαν, εἰσήγαγον τὸ ζήτημα. Λέγεις περὶ τοῦ Πνεύματος, Ἀφ' ἑαυτοῦ οὐ λαλήσει· λέγει ὁ Σωτὴρ περὶ ἑαυτοῦ· Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὅσα ἤκουσα παρὰ τοῦ Πατρός μου, ταῦτα λαλῶ. Ἰδοὺ καὶ ὁ Υἱὸς ἀφ' ἑαυτοῦ οὐ λαλεῖ· τέως ὁμοτιμία. Ταῦτα πρὸς σὲ λέγω· ὁ γὰρ Ἀρειανὸς κἀκεῖνο καὶ τοῦτο ἀπορεῖ. Ὅ πάσχουσιν οἱ ναυαγοῦντες, τοῦτο πάσχουσιν οἱ ἀπιστοῦντες, ὡς λέγει Παῦλος· Οἵτινες περὶ τὴν πίστιν ἐναυάγησαν. Οἱ Ἀρειανοὶ ναυαγήσαντες, ἀπώλεσαν καὶ Χριστοῦ δόξαν καὶ ἁγίου Πνεύματος δύναμιν· Μακεδονιανοὶ φιλονεικοῦσι μὲν ἀναβῆναι, τὸ δὲ ἥμισυ τοῦ φορτίου ἀπώλεσαν, ὡς λέγει Παῦλος· Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πρόσεχε τοίνυν, ἵνα μὴ δόξωμεν ἀγωνιστικῶς ἐπεμβαίνειν, καὶ ὑβριστικῶς τὴν ἀπόδειξιν ποιεῖσθαι. Ἐγὼ ἀπ' ἐμαυτοῦ οὐ λαλῶ. Ἑρμήνευσόν μοι τί ἐστι τὸ, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ; πῶς εἶπεν ὁ Σωτήρ; Ἣν γὰρ ἂν ἑλκύσῃ λύσιν ὁ Μακεδονιανὸς περὶ τοῦ Υἱοῦ, ταύτην ἐπινοεῖ καὶ τῷ ἁγίῳ Πνεύματι. Τὰ δύο ἕστηκεν ἰσόρροπα, οὔτε τὸ Πνεῦμα ἀφ' ἑαυτοῦ, οὔτε ὁ Υἱὸς ἀφ' ἑαυτοῦ· ἀλλὰ χρήζει ὁ Υἱὸς τοῦ Πατρὸς, χρήζει καὶ τὸ Πνεῦμα τοῦ Πατρός· τέως ὁμοτιμία. Πρόσεχε τοίνυν. Οἶδα εἰς βάθος ἐμαυτὸν δεδωκὼς, ὡς εἶδεν ἡ τοῦ Χριστοῦ δύναμις ἡ πάντα ἐρευνῶσα· μᾶλλον τρέμω, ἢ λέγω, μὴ εἰς ἄπειρον ἄβυσσον δράμῃ τὸ σκάφος, καὶ Πνεῦμα μὴ ᾖ. Δὸς γὰρ εἶναι τὸ σκάφος ἕτοιμον, τὸν κυβερνήτην, τοὺς ναύτας, τὰς σχοίνους, τὰς ἀγκύρας, πάντα εὐτρεπισμένα, καὶ μηδαμοῦ πνεῦμα ἀνέμου· οὐχὶ ἀργεῖ τὰ τῆς παρασκευῆς, μὴ παρούσης τῆς ἐνεργείας τοῦ πνεύματος; Οὕτως ἔθος· κἂν λόγου πλάτος, κἂν διανοίας βάθος, κἂν φράσις, κἂν ἔννοια, καὶ μὴ παρῇ τὸ Πνεῦμα τὸ ἅγιον χορηγοῦν, ἀργεῖ τὰ πάντα.
from Myself do not speak? Pay heed, I beseech you. I bring forward the testimony from what is confessed among you; for against the Arian there is need of a contest over 'I of Myself do not speak,' and concerning the Spirit; but towards you who have professed piety, there is no need of a contest. Exercising yourself concerning Christ, you say He is equal to God, like the Father in all things. As to one confessing the glory, I have introduced the inquiry. You say concerning the Spirit, 'Of Himself He shall not speak'; the Saviour says concerning Himself: 'I of Myself do not speak, but whatsoever things I have heard from My Father, these I speak.' Behold, the Son also does not speak of Himself; thus far there is equality of honour. These things I say to you, for the Arian is perplexed both at that and at this. What those who suffer shipwreck undergo, this unbelievers undergo, as Paul says: 'Who concerning the faith have suffered shipwreck.' The Arians, having suffered shipwreck, lost both the glory of Christ and the power of the Holy Spirit; the Macedonians strive indeed to climb aboard, yet they have lost half the cargo, as Paul says: 'But if anyone does not have the Spirit of Christ, this man is not His.' Pay heed, therefore, lest we seem to trample upon them contentiously and conduct the proof insolently. 'I of Myself do not speak.' Expound for me what 'I of Myself do not speak' means; how did the Saviour speak? For whatever solution the Macedonian may draw forth concerning the Son, this same one he devises for the Holy Spirit also. The two stand evenly balanced: neither is the Spirit of Himself, nor is the Son of Himself; but the Son needs the Father, and the Spirit also needs the Father; thus far there is equality of honour. Pay heed, therefore. I know that I have cast myself into the deep, as the power of Christ which searches all things has seen; I tremble rather than speak, lest the vessel run into a boundless abyss and the Spirit not be there. For grant that the vessel is ready, the helmsman, the sailors, the ropes, the anchors, all things prepared, and nowhere a breath of wind: do not the preparations lie idle when the operation of the wind is not present? So is the custom: even if there be breadth of speech, even if depth of thought, even if diction, even if conception, and the Holy Spirit be not present supplying it, all things lie idle.
θʹ. Διὰ τί οὖν περὶ ἑαυτοῦ, ὡς καὶ περὶ τοῦ Πνεύματος εἶπεν, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ; Ἀγωνιστικῶς ἐνετρέψαμεν τὸν ἀντιλέγοντα, λοιπὸν πληροφορήσωμεν καὶ ἑαυτοὺς, κἀκείνους, εἴγε πείθονται. Οὐκ ἂν πάντως ἀνάγκην αὐτοῖς ἐπάγοιμεν, ἀλλὰ λέγωμεν, εἰ ἄρα πεισθῶσι· καὶ μὴ θαυμάσῃς, εἰ ἐγὼ ὁ ἄνθρωπος τοῦτο λέγω. Λέγει ὁ Θεὸς τῷ Ἰεζεκιήλ· Ἄπελθε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ εἰπὲ αὐτοῖς· Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα πιστεύσωσι. Λέγομεν ταῦτα, Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα πιστεύσωσιν, ἐὰν ἄρα συνθῶνται. Ἐὰν δὲ τούτων λεγομένων μὴ συνθῶνται, ἀθῶοί ἐσμεν ἡμεῖς. Οὕτω Παῦλος ἐδίδασκε, καὶ μετὰ τὸ διδάξαι λέγει· Διαμαρτύρομαι πάντας, ὅτι καθαρός εἰμι ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν τὴν ὁδὸν τοῦ Θεοῦ. Καὶ νῦν λέγω· Διὰ τί ὁ Σωτὴρ εἶπεν, Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· καὶ περὶ τοῦ Πνεύματος, Ἀφ' ἑαυτοῦ οὐ λαλήσει; Δέομαι τῆς ὑμετέρας ἀγάπης, ἐνταῦθα τὸν νοῦν ἔχωμεν. Ἑνὸς ὄντος Χριστοῦ, πολλοὶ προῆλθον ψευδόχριστοι, ὡς ὁ Σωτὴρ εἶπε· Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ψευδόχριστοι, καὶ ψευδοπροφῆται. Ἑνὸς οὖν ὄντος Χριστοῦ καὶ ἐπαγγελθέντος διὰ τῶν προφητῶν ὅτι ἔρχεται, πρὸ τῆς παρουσίας αὐτοῦ ἐφάνησάν τινες πλάνοι, λέγοντες· Ἡμεῖς ἐσμεν. Θευδᾶς λέγει, Ἐγώ εἰμι· Ἰούδας ὁ Γαλιλαῖος, Ἐγώ εἰμι· καὶ ἐπλάνων πολλούς. Ὁ Σωτὴρ ἐλθὼν λέγει· Ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται ἦσαν καὶ λησταί. Ἐπεὶ οὖν οἱ μὲν πρῶτοι πλάνοι ὄντες, ἐνδυσάμενοι τὸ ὄνομα τοῦ Χριστοῦ, ἐσπούδαζον πεῖσαι τὸν λαὸν, ὅτι αὐτοί εἰσιν ὁ Χριστὸς, οὐχ ὁμοῦ φανέντες, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν, ὁ μὲν νῦν φαινόμενος, ἄλλος δὲ ἐπ' ἄλλῳ καιρῷ· λέγει ὁ Χριστός· Ὅσοι ἦλθον πρὸ
9. Why then did He say concerning Himself, as also concerning the Spirit, 'Of Myself I do not speak'? By way of argument we have put the gainsayer to shame; now let us fully assure both ourselves and them, if indeed they are persuaded. We could by no means apply compulsion to them, but let us speak, if perchance they may be persuaded; and do not marvel if I, a man, say this. God says to Ezekiel: 'Go off to the house of Israel, and say to them: If perchance they will hear, if perchance they will believe.' We speak these things, 'If perchance they will hear, if perchance they will believe, if perchance they will agree.' But if when these things are spoken they do not agree, we are guiltless. Thus Paul taught, and after teaching he says: 'I testify to all, that I am clean from the blood of all of you. For I did not shrink from declaring to you the way of God.' And now I say: Why did the Saviour say, 'Of Myself I do not speak,' and concerning the Spirit, 'Of Himself He shall not speak'? I beg your charity, let us keep our mind fixed here. Though Christ is one, many false Christs came forth beforehand, as the Saviour said: 'Many shall come in My name, false Christs and false prophets.' Since Christ was one and was promised through the prophets that He was coming, before His coming certain deceivers appeared, saying: 'We are He.' Theudas says, 'I am He'; Judas the Galilaean, 'I am He'; and they led many astray. When the Saviour came, He said: 'All who came before Me were thieves and robbers.' Since, therefore, the first men, being deceivers, having put on the name of Christ, were eager to persuade the people that they themselves were the Christ, not appearing all together, but each by himself, one appearing at one time and another at another season, Christ says: 'All who came
Notes, col. 823

On the reading

Printed Ὅ, for Ὃ.