Migne Reading Room

PG 52 · cols. 776–781 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:776Read from the page
ἀναστασίμου· Τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οι μαθηται συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς, καὶ ἔστη εις τὸ μέσον. Ὅπου τοίνυν ἀκμάζει φόβος, παραγίνεται ὁ λύων τὸν φόβον· ὅπου ἀκμάζει τὰ τῆς ζάλης, ἐπιλάμπει τὰ τῆς γαλήνης· ὅπου βλέπει τὸ σκάφος χειμαζόμενον τῆς εὐσεβείας, προσφέρει τὴν κυβερνητικὴν ἐπιστήμην· τὸν μὲν χειμῶνα λύων, τὸ δὲ σκάφος εἰς γαλήνην εισάγων, πρὸς τὸ ἀκμάζον πάθος τοῦ φόβου τὸ φάρμακον φέρει. Ἔστη εις τὸ μέσον· καὶ τί φησιν; Εἰρήνη ὑμῖν, Μὴ στασιαζέτω ἡ διάνοια ὑμῶν, μὴ θορυβείσθω ὁ λογισμὸς, μὴ πολεμεῖσθε ταῖς ἐννοίαις τοῦ φόβου· Εἰρήνη ὑμῖν. Εἰρήνη πόλεμον ἀφανίζει, φόβον καταλύει, ἔχθραν ἐξορίζει· Εἰρήνη ὑμῖν. Ἐδόθη πολλάκις εἰρήνη παρὰ Θεοῦ τοῖς ἀνθρώποις, ἀλλ' οὐ διὰ προσώπου τῆς αὐθεντίας, ἀλλὰ δι' ἀγγέλων, διὰ προφητῶν, διὰ δικαίων· μόνος ὁ Σωτὴρ δι' ἑαυτοῦ φανεὶς ἔδωκεν εἰρήνην. Ἐδόθη τῷ Δανιὴλ ειρήνη, ἀλλὰ δι' ἀγγέλου. Ὤφθη τῷ Δανιὴλ ἄγγελος καὶ εἶπεν· Εἰρήνη σοι, ἄνερ ἐπιθυμιῶν, ἴσχυε καὶ ἀνδρίζου, ὁ Κύριος μετὰ σοῦ. Ὤφθη καὶ τῷ Γεδεὼν ἄγγελος καὶ εἶπεν· Εἰρήνη σοι. Ἄγγελοι τοίνυν ἔδωκαν ειρήνην, οὐδέπω δὲ ὁ Δεσπότης τῶν ἀγγέλων· ἀλλὰ δι' ἐκείνων μὲν ἔπεμπεν, ἐταμιεύετο δὲ ἐν ἑαυτῷ τὴν εἰρήνην τὴν εὐαγγελικήν. Οἱ δὲ προφῆται δεξάμενοι πολλάκις παρὰ τῶν ἀγγέλων τὴν εἰρήνην, ἐδίψων ἐξ αὐτοῦ τοῦ προσώπου τῆς εἰρήνης τῆς αὐθεντίας δέξασθαι τὴν εἰρήνην. Διὸ καὶ ἐβόα Ἠσαΐας· Κύριε ὁ Θεὸς ἡμῶν, ειρήνην δὸς ἡμῖν· μὴ δι' ἑτέρων, ἀλλὰ διὰ σαυτοῦ εἰρήνην δὸς ἡμῖν. Εἶτα πρὸς τὴν δέησιν ἡ ἀντιφώνησις· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ τοῦτο ειπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευράν. Ὥσπερ γὰρ στρατηγὸς ἐπανελθὼν ἀπὸ πολέμου, καὶ τραύμασι νικηφόροις λάμπων, οὐκ αἰσχύνεται τοῖς τραύμασι· στεφάνων γάρ ἐστι λαμπρότερα· οὕτω καὶ ὁ Σωτὴρ, τραύματα ὑπὲρ τῆς ἀληθείας ἀναδεξάμενος, καὶ ὑπὲρ τοῦ γένους τοῦ κοινοῦ, οὐ κρύπτει τὰ πάθη, ἀλλ' ἐκκαλύπτει, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἀνδρείαν. Ἔδειξε τὰς χεῖρας ἐν αἷς ἦν ὁ τύπος τῶν ἥλων, ἔδειξε καὶ τὴν πλευρὰν ἐξ ἧς ἀνέβλυσεν ἡμῖν τῶν μυστηρίων τὴν πηγήν. Ἔδειξε τὰς χεῖρας, ἵνα πληροφορήσῃ τὴν ἀνάστασιν, ἵνα πληροφορήσῃ τοὺς ἀμφιβολοῦντας ὅτι ὄντως ὁ παθὼν ἀνέστη, ὅτι ὄντως τὸ ἀποθανὸν καὶ ταφὲν σῶμα ἐγήγερται.
Resurrection: When the doors were shut, where the disciples were gathered together for fear of the Jews, Jesus came and stood in the midst. Wherever fear is at its height, therefore, He Who dispels fear arrives; wherever the tempest is at its height, calm shines forth; wherever He sees the vessel of piety storm-tossed, He brings the pilot's skill: quelling the storm and leading the vessel into calm, He brings the remedy against the prevailing passion of fear. He stood in the midst; and what does He say? Peace be unto you. Let not your mind be in tumult, let not your reasoning be troubled, be not warred upon by thoughts of fear: Peace be unto you. Peace blights war, dispels fear, banishes enmity: Peace be unto you. Peace was often given by God to men, yet not in person by sovereign authority, but through angels, through prophets, through righteous men; the Saviour alone, appearing of Himself, gave peace. Peace was given to Daniel, yet through an angel. An angel appeared to Daniel and said: Peace be unto you, man of desires, be strong and play the man; the Lord is with you. An angel appeared also to Gideon and said: Peace be unto you. Angels, therefore, gave peace, and not yet the Master of the angels; rather, through them He sent it, while He treasured up in Himself the evangelical peace. And the prophets, having often received peace from the angels, thirsted to receive peace from the very person of the sovereign authority of peace. Wherefore Isaiah also cried out: O Lord our God, give us peace; not through others, but through Thyself give us peace. Then comes the answer to the supplication: My peace I give unto you. And when He had said this, He showed unto them His hands and His side. For just as a general returning from war and shining with victorious wounds is not ashamed of his wounds—for they are brighter than crowns—so also the Saviour, having undergone wounds on behalf of the truth and on behalf of our common race, does not hide His sufferings, but uncovers them, so that He may show His valour. He showed the hands in which was the print of the nails, and He showed the side out of which gushed forth for us the fountain of the mysteries. He showed His hands, that He might give full assurance of the Resurrection, that He might fully assure those in doubt that He Who suffered has truly risen, that the body which died and was buried has truly been raised.
δʹ. Ἐχάρησαν οὖν οι μαθηται ιδόντες τὸν Κύριον. Ἐδόθη εἰρήνη, ἐλύθη ὁ φόβος, ἤνθησεν ἡ χάρις. Εἶπεν οὖν αὐτοῖς πάλιν· Εἰρήνη ὑμῖν. Διατί πάλιν; Ὅπου βούλεται πῆξαι τὰ δῶρα τῆς χάριτος, διπλασιάζει καὶ τὰς εὐλογίας· ὥσπερ ἐπὶ τοῦ Ἀβραάμ· Εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε· οὕτω δίδωσιν εἰρήνην ἐπὶ ειρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν. Καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Πρόσεχε, παρακαλῶ· ὅρα πῶς εις τὸ ἀνθρώπινον σχῆμα ἁρπάζει τὴν οἰκονομίαν. Οὐκ εἶπεν· Καθὼς ἐγέννησέ με ὁ Πατήρ· ὅπου γὰρ ἀποστολὴ, τὸ ἀνθρώπινον σχῆμα ἐνδείκνυται. Συνεχῶς δὲ τοῦτο ἐπισημαινόμεθα, ἐπειδὴ τὴν οἰκονομίαν ἑρμηνεύει. Ὅπου, φησὶν, γυμνὴ ἡ φύσις, Πατέρα καὶ Υἱὸν κηρύττει. Καθὼς ἀπέσταλκέ με. Πῶς δὲ ἀπέσταλκέ σε; Πρόσεχε, παρακαλῶ. Ἀπεστάλης Δεσπότης ἐξ οὐρανοῦ· πῶς, καθὼς ἀπέστειλέ σε ὁ Πατὴρ, ἀποστέλλεις; Οὐ τὸν τρόπον, φησὶ, λέγω
4. The disciples therefore rejoiced when they saw the Lord. Peace was given, fear was dispelled, grace blossomed. He said therefore to them again: Peace be unto you. Why again? Wherever He wills to establish the gifts of grace, He also doubles the blessings; just as in the case of Abraham: In blessing I will bless you, and in multiplying I will multiply you; so He gives peace upon peace to those near and to those far off. Even as the Father has sent Me, I also send you. Pay heed, I beseech you; see how He draws the dispensation to the human form. He did not say: Even as the Father begat Me; for wherever there is a sending forth, the human form is indicated. And we continually point this out, since He is expounding the dispensation. Wherever, he says, the nature stands bare, He proclaims Father and Son. Even as He has sent Me. And how has He sent Thee? Pay heed, I beseech you. Thou wast sent as Master from heaven; how, even as the Father sent Thee, dost Thou send them? I do not, He says, mean the manner
Notes, col. 776

On the reading

Printed οι, for οἱ.

Printed μαθηται, for μαθηταὶ.

Printed εις, for εἰς.

Printed εισάγων, for εἰσάγων.

Printed ειρήνη, for εἰρήνη.

Printed ειρήνην, for εἰρήνην.

Printed ειπὼν, for εἰπὼν.

Printed ιδόντες, for ἰδόντες.

PG 52:777Read from the page
τῆς ἀποστολῆς, τὸ, Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς, ἀλλὰ τὴν δύναμιν. Ἀπεστάλην ἐγὼ εἰς τὸ παθεῖν ὑπὲρ τοῦ κόσμου· ἀποστέλλω ὑμᾶς, ἵνα τοῖς ὑμετέροις πάθεσι τὴν οἰκουμένην στεφανώσω. Καὶ ἐπειδὴ οὐκ ἴσχυσεν ἡ θνητὴ φύσις ἀρκέσαι πρὸς τὴν ὁμοιότητα τὴν Δεσποτικὴν, λέγει· Καὶ τοῦτο ειπὼν ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Πρόσεχε. Διατί ἐνεφύσησεν ὁ Σωτὴρ τοῖς ἀποστόλοις κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως; Ἆρα γὰρ ἐκτὸς τοῦ ἐμφυσήματος οὐχ ἱκανὸς ἦν δοῦναι Πνεῦμα ἅγιον; Ἀλλ' ἐπειδὴ, τὸν πρῶτον ἄνθρωπον πλάττων, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ἀπώλεσε δὲ τοῦ ἐμφυσήματος τὴν χάριν διὰ τὴν παράβασιν, καὶ ἀπολέσας τὴν ζωοποιὸν δύναμιν, εἰς χοῦν διελύθη, καὶ ἐν τάφῳ κατέλυσεν τὴν αὐτοῦ δημιουργίαν· ἀνανεῶν τοίνυν τὸ πλάσμα, καὶ ἀποδιδοὺς τὸ ἀρχαῖον δῶρον, ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν ἀποστόλων, τὴν ἀρχαίαν ἐκείνην καὶ ζωτικὴν δύναμιν ἀποδιδοὺς τῷ πλάσματι· ὁμοῦ δὲ ἐπληροῦτο καὶ τὰ τῶν προφητῶν προειρημένα. Ὁ γὰρ μακάριος Ναοὺμ ὁ προφήτης, προειδὼς ὅτι ὁ Σωτὴρ ἀνιστάμενος ἐκ τῶν νεκρῶν μέλλει ἐμφυσᾷν τοῖς ἁγίοις ἀποστόλοις, καὶ πληροῦν αὐτοὺς θείου χαρίσματος, διαμαρτύρεται τῷ λαῷ λέγων· Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ Θεῷ τὰς εὐχάς σου· οὐκ ἔτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῆρται. Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. Τότε λέγει· Εἰρήνη ὑμῖν, καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Ἐπειδὴ εἶδε τὴν ἀνθρωπίνην φύσιν ὀκλάζουσαν πρὸς τοὺς πόνους, καὶ παραιτουμένην πρὸς τοὺς ἀγῶνας δι' ἀσθένειαν, ἀναπληροῖ τὸ λεῖπον τῇ δυνάμει τοῦ Πνεύματος, ἵνα κάμνουσαν αὐτὴν τῇ ἀσθενείᾳ ἡμῶν παραμυθήσηται· καὶ ὥσπερ σίδηρόν τινα ἐστόμωσεν αὐτὴν τῇ θείᾳ χάριτι, ἵνα ὃ μὴ ἔχῃ ἐκ φύσεως, δέξηται παρὰ τῆς χάριτος, καὶ προσέλθῃ πρὸς τοὺς ἀγῶνας τῇ δυνάμει τοῦ Πνεύματος νευρουμένη. Λάβετε Πνεῦμα ἅγιον· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Ἀλλὰ σὺ, Κύριε, ἐξελθὼν ὡς Δεσπότης, εἶδες ἁμαρτωλοὺς καὶ ἠλήσας, συνεχώρησας τὰ ἁμαρτήματα ἡμῶν. Ἀνωτέρα ἡ χάρις· ἐμπίπτομεν εἰς τὴν ἄβυσσον τῶν ἁμαρτημάτων ἡμεῖς· οἱ ἁμαρτάνοντες πολλοὶ, φιλανθρωπίας χρεία πολλῆς. Οὐκ ἔχομεν τὴν αὐθεντίαν, πῶς δυνάμεθα κατὰ σὲ ἀποσταλῆναι; Διὰ τοῦτο, ἵνα πληρωθῇ τὸ, Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς, λέγει· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἣν ἔχει ἐξουσίαν ὁ Σωτὴρ, δίδωσι τοῖς ἀποστόλοις. Ὥσπερ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄρχοντα πιστευθῆναι ἔθνος, μὴ λαβόντα συγχωρήσεως καὶ θανάτου καὶ τιμωρίας ἐξουσίαν παρὰ βασιλέως· οὕτω καὶ ὁ Σωτὴρ μέλλων καθιστᾷν αὐτοὺς ἄρχοντας τῆς οἰκουμένης, δίδωσιν αὐτοῖς καὶ τιμωρίας ἐξουσίαν καὶ συγχωρήσεως, τὸ, Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἓν γάρ ἐστι τῶν ἀμηχάνων, ἢ μαρτυρῆσαι γενναίως, ἢ κηρῦξαι σπουδαίως, ἢ πρᾶξαί τι τῶν μεγάλων καὶ δυσκατορθώτων, ἐὰν μὴ
of the mission, namely, Even as the Father sent Me, I also send you, but its power. I was sent to suffer on behalf of the world; I send you, so that by your sufferings I may crown the inhabited earth. And since mortal nature did not avail to suffice for the Master's likeness, it says: And when He had said this, He breathed on them, and says to them: Receive the Holy Spirit. Pay heed. Why did the Saviour breathe upon the apostles on that very day of the Resurrection? Was He then unable, apart from breathing upon them, to give the Holy Spirit? Nay, since, when He fashioned the first man, He breathed into his face, and man became a living soul, yet he lost the grace of that inbreathing through transgression, and having lost the life-giving power, was dissolved into dust, and brought His handiwork to an end in the tomb; renewing, therefore, what He had fashioned, and restoring the ancient gift, He breathed into the face of the apostles, restoring that ancient and vital power to His creature; and at the same time the things foretold by the prophets were also being fulfilled. For the blessed Nahum the prophet, foreseeing that the Saviour, rising from the dead, was about to breathe upon the holy apostles and fill them with a divine gift of grace, solemnly testifies to the people, saying: Keep your feasts, O Judah, pay to God your vows; no more shall they again pass into decay. It is accomplished, it is taken away. For He has gone up from the earth Who breathes into your face, and Who delivers you out of affliction. Then He says: Peace be unto you, and having said this, He breathed on them, and says to them: Receive the Holy Spirit. Since He saw human nature flinching before toils and shrinking from contests through weakness, He supplies what is lacking by the power of the Spirit, so that He may comfort it as it labours in our weakness; and like some iron He tempered it with divine grace, so that what it may not possess by nature, it may receive from grace, and advance to the contests braced by the power of the Spirit. Receive the Holy Spirit: even as the Father has sent Me, I also send you. Yet Thou, O Lord, going forth as Master, didst see sinners and hadst mercy, Thou didst forgive our sins. Grace is higher; we fall into the abyss of sins; those who sin are many, and there is need of great loving-kindness. We do not have the sovereign authority; how can we be sent as Thou wast? For this reason, that the word might be fulfilled, Even as the Father sent Me, I also send you, He says: Whosesoever sins you forgive, they are forgiven them; whosesoever you retain, they are retained. The authority that the Saviour has, He gives to the apostles. For just as it is not possible for a ruler to be entrusted with a nation unless he has received authority of pardon and death and punishment from the king; so also the Saviour, being about to appoint them rulers of the inhabited earth, gives them authority both of punishment and of pardon, namely: Whosesoever sins you forgive, they are forgiven them; whosesoever you retain, they are retained. For it is one of the things impossible either to bear witness nobly, or to preach zealously, or to accomplish any great and arduous deed, unless
Notes, col. 777

On the reading

Printed ειπὼν, for εἰπὼν.

Printed ἠλήσας, for ἠλέησας.

PG 52:778Read from the page
Πνεύματος ἁγίου δύναμις νευρώσῃ τὸν τόνον τοῦ μάρτυρος· ἄλλως γὰρ οὐ δύνανται μάρτυρες εἶναι. Μάρτυρα δὲ λέγω νῦν, οὐ μόνον τὸν διὰ παθῶν τελειούμενον, ἀλλὰ καὶ τὸν τῷ λόγῳ μαρτυροῦντα τῆς χάριτος. Πᾶς γὰρ κήρυξ ἀληθείας, μάρτυς ἐστὶ Θεοῦ. Διὸ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ λέγει τὸ Εὐαγγέλιον· Καὶ ἐμαρτύρησεν Ἰωάννης τῇ ἀληθείᾳ λέγων, ὅτι Οὗτός ἐστιν ὁ Χριστός. Μαρτυρεῖ δὲ οὐ τῷ πάσχειν, ἀλλὰ τῷ βοᾷν. Ἀμήχανον οὖν μάρτυρας γενέσθαι θείου λόγου, μὴ παρὰ τοῦ ἁγίου Πνεύματος νευρωθέντας. Διὸ λέγει ὁ Σωτὴρ τοῖς ἀποστόλοις ἀναλαμβανόμενος· Ὑμεῖς δὲ μείνατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους, καὶ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος· δύναμιν ἥντινα οὐχ οἷόν τέ ἐστι μάρτυρας γενέσθαι μὴ δεξαμένους.
Holy Spirit's power brace the vigour of the witness; for otherwise they cannot be witnesses. And I call a martyr or witness now not only him who is perfected through sufferings, but also him who by word bears witness to grace. For every herald of truth is a witness of God. Wherefore concerning John the Baptist the Gospel says: And John bore witness unto the truth, saying, This is the Christ. Yet he bears witness not by suffering, but by crying aloud. It is impossible, therefore, to become witnesses of the divine word unless braced by the Holy Spirit. Wherefore the Saviour, as He was being taken up, says to the apostles: But tarry ye in the city of Jerusalem, until ye be clothed with power from on high, and ye shall receive power when the Holy Spirit has come upon you—a power without receiving which it is not possible to become witnesses.
εʹ. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν. Ἦν δὲ οἰκονομία μεγίστη Χριστοῦ, τὸ ἀπολειφθῆναι τὸν Θωμᾶν, ἵνα ἡ ἐκείνου ἀμφιβολία ἐναργέστερον παραστήσῃ τὴν ἀνάστασιν. Εἰ μὴ γὰρ Θωμᾶς ἀπελείφθη, καὶ τὴν ἀπόληψιν (sic) ἀμφέβαλεν, καὶ τῇ ἀμφιβολίᾳ πληροφορίαν ὁ Σωτὴρ προσήνεγκεν, ἔμελλεν ἔτι σκανδαλίζειν πολλοὺς τὸ τῆς ἀναστάσεως θαῦμα· ἀλλ' ἐγένετο ἡ ἐκείνου ἀμφιβολία πάντων τῶν πιστῶν θεραπεία. Ὅτε οὖν ἦλθεν ὁ Θωμᾶς, ἔλεγον αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Οἱ μὲν ἐσεμνύνοντο ἐφ' οἷς ἐθεάσαντο· ὁ δὲ ὥσπερ ἀντιλογίᾳ τινὶ κατεχόμενος, καὶ οὐκ ἀπιστίᾳ (τοσοῦτον ἡ ἀμφιβολία), καὶ διψῶν πληροφορηθῆναι, οὐκ εἶπεν· Ἀμήχανον τοῦτο γενέσθαι. Πρόσεχε ἀκριβῶς. Οὐκ ἀπηρνήσατο τὴν ἀνάστασιν· οὐκ εἶπεν· Ἀδύνατα λέγετε, ἀμήχανα πράγματα ἀπαγγέλλετε· ἀλλ' ἐζήτησε πληροφορίαν λέγων· Ἐὰν μὴ ἴδω κἀγὼ ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εις τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εις τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ' ἡμέρας ὀκτώ. Ὅρα πῶς τῇ ἄλλῃ Κυριακῇ ἐφίσταται· ἀπὸ γὰρ Κυριακῆς εἰς Κυριακὴν ὀκτὼ ἡμέραι εἰσίν. Καὶ μεθ' ἡμέρας ὀκτὼ τῆς ἀναστάσεως ἦλθε πάλιν ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εις τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Ἐπειδὴ ἐκεῖ δεύτερον εἶπεν, Εἰρήνη ὑμῖν, ὧδε μίαν εἶπεν, ἵνα ἐκ τῆς ἁγίας Τριάδος ὁλόκληρον τὸ δῶρον τῆς εἰρήνης ἐργάσηται· Εἰρήνη ὑμῖν. Εἶτα λέγει τῷ Θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε. Πρόσεχε, παρακαλῶ. Οὐκ ἀναμένει ὁ Σωτὴρ ἀκοῦσαι παρὰ τῶν μαθητῶν τὴν ἀμφιβολίαν τοῦ Θωμᾶ· οὐ πρῶτον ἐδιδάχθη, καὶ τότε διδάσκει· ἀλλ' ἵνα πείσῃ αὐτὸν ὅτι παρῆν καὶ μὴ φαινόμενος, καὶ ἵνα ἐξεταστὴς τῆς ἀμφιβολίας γένηται, λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, ὡς εἶπας, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εις τὴν πλευράν μου· καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Δείκνυσιν ὅτι ὁ πληροφορίαν ζητῶν, οὐ πιστὸς, ὁ δὲ πίστει δουλεύων, πιστός.
5. Now Thomas, one of the twelve, called Didymus, was not with them. And it was a very great dispensation of Christ that Thomas was left out, so that his doubt might set forth the Resurrection more clearly. For if Thomas had not been left out and doubted the assumption (sic), and if the Saviour had not brought full assurance to his doubt, the miracle of the Resurrection would still have been a stumbling-block to many; but his doubt became the healing of all the faithful. When Thomas therefore came, the other disciples said to him: We have seen the Lord. They gloried in what they had beheld; while he, as though held fast by a kind of disputatiousness and not unbelief (so great a thing is doubt), and thirsting to be fully assured, did not say: It is impossible for this to come to pass. Pay heed exactly. He did not deny the Resurrection; he did not say: You speak impossibilities, you report impracticable things; but he sought full assurance, saying: Unless I also see in His hands the print of the nails, and put my finger into the print of the nails, and put my hand into His side, I will not believe. And after eight days. See how He stands among them on the next Lord's Day; for from Lord's Day to Lord's Day is eight days. And after eight days from the Resurrection Jesus came again, when the doors were shut, and stood in the midst, and said: Peace be unto you. Since there He had said a second time, Peace be unto you, here He said it once, so that from the Holy Trinity He might work the complete gift of peace: Peace be unto you. Then He says to Thomas, Reach hither your finger. Pay heed, I beseech you. The Saviour does not wait to hear from the disciples of Thomas's doubt; He was not first instructed and then instructs; but that He might persuade him that He was present even when unseen, and that He might become the examiner of his doubt, He says to Thomas: Reach hither your finger, as you said, and behold My hands, and reach hither your hand and put it into My side; and be not unbelieving, but believing. He shows that he who seeks full assurance is not faithful, whereas he who serves by faith is faithful.
Notes, col. 778

On the reading

Printed εις, for εἰς.

PG 52:779Read from the page
Ὅμοιόν ἐστι τὸ ἐρευνᾷν πλευρὰν Χριστοῦ καὶ τύπους ἥλων, τῷ λέγειν· Πῶς ἐγεννήθη; Μᾶλλον δὲ οὐχ ὅμοιον. Ὁ μὲν γὰρ ἐπεζήτει ἰδεῖν τύπους ἥλων ἐν σαρκὶ ὁρωμένους καὶ αἰσθήσει ὑποπίπτοντας· ἐπεθύμει ἰδεῖν πρᾶγμα γεγενημένον, ὃ καὶ προῄδει. Σὺ δὲ πολυπραγμονῶν φύσιν ἀθεώρητον, οὐσίαν ἀκατάληπτον, γέννησιν ἄρρητον, τὸν γεννήσαντα ἄφραστον, τὸν γεννηθέντα ἀκατάληπτον, οὐ χεῖρον παρανομεῖς; οὐκ εἶ ἀπίστου χείρων; Εἰ πλευρὰν ἐρευνήσας ὁ μακάριος Θωμᾶς ἤκουσε, Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός· σὺ ἐρευνῶν τὴν ἀσώματον φύσιν, τὴν ἀκατάληπτον δύναμιν, μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ὅμως εὐχαριστοῦμεν τῇ τοῦ Θεοῦ ἀγαθότητι καὶ ἀνεξικακίᾳ, ὅτι ὁ τοῦ Θωμᾶ δάκτυλος ἐγένετο κάλαμος εὐσεβείας, ἀνατρέπων τὰ αἱρετικὰ δίκτυα, καὶ ἐμφράττων αὐτῶν τὰ στόματα τῶν τολμώντων λέγειν, ὅτι σχήματι ἐνεδύσατο σῶμα ὁ Κύριος, καὶ σχήματι ἀπέθανεν. Ὁ δὲ δάκτυλος ὁ τοῦ Θωμᾶ οὕτω διέλυσε τῶν αἱρετικῶν τὴν ἀμφιβολίαν, ὡς ἐκεῖνος ὁ δάκτυλος, πρὸς ὃν οὐκ ἤρκεσαν οἱ μάγοι τῶν Αἰγυπτίων λέγοντες· Δάκτυλος Θεοῦ ἐστιν οὗτος. Ἔπρεπε τότε καὶ τῷ ἁγίῳ Θωμᾷ μετὰ τὴν πληροφορίαν εἰπεῖν τὸ τοῦ Δαυῒδ ῥητόν· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· καὶ ἐπειδὴ χερσὶν ἠρεύνα, εἰπεῖν τὸ ἐπαγόμενον· Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. — Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ἐκεῖνος δὲ καὶ ἀπὸ τοῦ τύπου θεασάμενος τὸν παθόντα, καὶ ἀπὸ τῆς προγνώσεως Θεὸν αὐτὸν καλεῖ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου.
It is a like thing to search the side of Christ and the prints of the nails as to say: How was He begotten? Nay, rather, it is not alike. For he sought to see prints of nails visible in flesh and falling under perception; he desired to see a deed that had taken place, which he also knew beforehand. But you who pry curiously into an unseen nature, an incomprehensible essence, an ineffable begetting, Him Who begat beyond utterance, Him Who was begotten beyond comprehension—do you not transgress the more grievously? Are you not worse than an unbeliever? If, having searched His side, the blessed Thomas heard, Be not unbelieving, but believing, do you, who search the bodiless nature and the incomprehensible power, be not unbelieving, but believing. Nevertheless, we give thanks to the goodness and long-suffering of God that the finger of Thomas became a reed-pen of piety, overturning the heretical nets and stopping the mouths of those who dare to say that the Lord put on a body in mere appearance, and died in mere appearance. But the finger of Thomas dissolved the doubt of the heretics just as did that finger against which the magicians of the Egyptians could not prevail, saying: This is the finger of God. It was fitting then for saintly Thomas also, after receiving full assurance, to utter the saying of David: In the day of my affliction I sought out God; and since he searched with his hands, to utter what follows: With my hands by night before Him, and I was not deceived. — Be not unbelieving, but believing. And he, both beholding from the print Him Who had suffered, and from His foreknowledge, calls Him God: My Lord and my God.
ϛʹ. Ἀκουέτωσαν οἱ αἱρετικοί. Εἰ ἀληθῶς παραιτεῖται ὁ Υἱὸς, καὶ οὐκ ἔστιν ὁμότιμος τῷ Πατρὶ, τίνος ἕνεκεν οὐκ ἀποπέμπεται τὴν ὑπερβαίνουσαν αὐτῷ τιμήν; Ἤκουσεν οὖν παρά τινος, Διδάσκαλε ἀγαθὲ, καὶ λέγει· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, ει μὴ εἷς ὁ Θεός. Καίτοι τὸ ἀγαθὸς ὄνομα καὶ ἐν ἡμῖν πολιτεύεται. Ἀγαθὲ ἀκοῦσαι κατὰ τὴν σὴν ὑπόνοιαν παρῃτήσατο· Θεὸς καὶ Κύριος ἀκοῦσαι οὐ πολλῷ μᾶλλον ὤφειλε παραιτήσασθαι; Διδάσκαλε ἀγαθὲ, καὶ λέγει· Τί με λέγεις ἀγαθόν; ὧδε, Ὁ Κύριός μου καὶ ὁ Θεός μου, καὶ οὐκ εἶπε· Τί με λέγεις Κύριον καὶ Θεόν; Ἀλλ' ἐκεῖ, ἐπειδὴ ἀνάξιος αὐτοῦ ἦν ἡ φωνὴ (οὐ γὰρ εἶπε, Κύριε ἀγαθὲ, ἀλλὰ, Διδάσκαλε ἀγαθὲ), τὸ εὐτελὲς ἀπεπέμψατο, καὶ τὸ ἔνδοξον ἀπεδέξατο. Ἐκεῖ ἐμέμψατο, ἀλλὰ καὶ ἐκ τῶν ἐναντίων ἐμέμψατο, ὅτι βράδιον εἶπεν. Ἐμέμψατο αὐτὸν, οὐχ ὅτι εἶπεν, Ὁ Κύριός μου, ἀλλ' ὅτι βράδιον λέγει. Ἐπεὶ τοίνυν εἶδες καὶ ἐπίστευσας, μακάριοι οι μὴ ιδόντες, καὶ πιστεύσαντες. Εἷς ἐνεκλήθη, καὶ ἡμεῖς πάντες ἐμακαρίσθημεν· ὁ γὰρ μακαρισμὸς οὗτος ἐπὶ πάντας ἡμᾶς διαβαίνει καὶ τοὺς μεθ' ἡμᾶς· ὅτι μὴ παραλαβόντες ὄψει τὰ θαύματα, ἀλλὰ πίστει δεχόμενοι, κοινωνοὶ γινόμεθα τοῦ μεγάλου τούτου καὶ ἐνδόξου μακαρισμοῦ.
6. Let the heretics hear. If the Son truly declines it and is not equal in honour with the Father, on what account does He not reject the honour that surpasses Him? He heard, then, from a certain man, Good Teacher, and says: Why do you call Me good? No one is good save One, even God. And yet the name good is current among us also. According to your surmise, He declined to be called good; ought He not much rather to have declined to be called God and Lord? There, Good Teacher, and He says: Why do you call Me good? Here, My Lord and my God, and He did not say: Why do you call Me Lord and God? Nay, there, since the utterance was unworthy of Him (for he did not say, Good Lord, but, Good Teacher), He put away what was lowly, and accepted what was glorious. There He blamed him; and here also, for the opposite reason, He blamed him, because he spoke too tardily. He blamed him, not because he said, My Lord, but because he says it too tardily. Because, therefore, you have seen and have believed, blessed are those who have not seen and have believed. One man was reproached, and we all were pronounced blessed; for this blessing passes over unto all of us and unto those after us: because, not having received the miracles by sight, but accepting them by faith, we become partakers of this great and glorious blessedness.
ζʹ. Ἀλλὰ ἀπὸ τῆς ἱστορίας, ἣν ἐπιτόμως διεδράμομεν, μεταβῶμεν, ει μὴ ἀπεκάμετε πρὸς τὸ πλῆθος τῶν εἰρημένων, εἰς ἄλλην προφητικὴν φωνήν. Ποίαν δὴ ταύτην; Δεῦτε, ἀναβῶμεν εις τὸ ὄρος τοῦ Κυρίου. Ἀπὸ γὰρ τοῦ ὄρους τῶν Ἐλαιῶν ἀνελήφθη ὁ
7. But from the history which we have run through in brief, let us pass over—if you have not grown weary at the multitude of things spoken—to another prophetic voice. And of what sort is this? Come, let us go up to the mountain of the Lord. For from the Mount of Olives was taken up the
Notes, col. 779

On the reading

Printed ει, for εἰ.

Printed οι, for οἱ.

Printed ιδόντες, for ἰδόντες.

Printed εις, for εἰς.

PG 52:780Read from the page
Σωτήρ. Δεῦτε, ἀναβῶμεν εις τὸ ὄρος τοῦ Κυρίου, καὶ εις τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ. Ἐτίμησε δὲ ὁ Θεὸς καὶ τὴν ἡμέραν πάλιν τῇ ὁμωνυμίᾳ τοῦ ὄρους· καὶ γὰρ ἐκεῖ ἐξ ὄρους τοῦ λεγομένου Ἐλαιῶν ἀνελήφθη ὁ Σωτὴρ, καὶ ὧδε ἡ λεγομένη ἐλαία πεφύτευται, καὶ τῇ ἐγγύτητι καὶ τῇ ὁμωνυμίᾳ πιστουμένη τὴν ἀρχαίαν ἱστορίαν. Καὶ γὰρ ἀνήγαγεν ὁ Σωτὴρ τοὺς μαθητὰς εἰς τὸ ὄρος τῶν Ἐλαιῶν ἀπέναντι Ἱερουσαλήμ. Κἀκείνῃ καὶ ταύτῃ πρόσεχε τοίνυν. Δεῦτε, ἀναβῶμεν εις τὸ ὄρος τοῦ Κυρίου. Συνανέλθωμεν τῷ πόθῳ καὶ τῷ λόγῳ· καὶ ἴδωμεν τίνα ἡμῖν ἐπραγματεύσατο ἡ σωτήριος ἀνάληψις.
Saviour. Come, let us go up to the mountain of the Lord, and to the house of the God of Jacob. And God honoured that day also anew by the sameness of name with the mountain; for there too the Saviour was taken up from the mountain called that of Olives, and here the place called the Olive-tree has been planted, confirming the ancient history both by its nearness and by the sameness of name. For the Saviour led the disciples out to the Mount of Olives over against Jerusalem. To both that one and this one, therefore, pay heed. Come, let us go up to the mountain of the Lord. Let us go up together in desire and in word, and let us see what the saving Ascension has wrought for us.
ηʹ. Βούλομαι οὖν αὐτὴν τὴν βίβλον τῶν Πράξεων ἀναλαβεῖν, καὶ κατὰ μέρος ἐκ τῶν προοιμίων ἐξιχνιάσαι, ἵνα μεθ' ὑμῶν ἀντλήσω τὰ θεῖα νάματα, καὶ ἐρευνήσωμεν κοινῇ τοὺς θησαυροὺς τῆς ἁγίας Γραφῆς, ὡς ἔμποροι τῆς ἀληθείας, καὶ ὡς σπεύδοντες πλουτεῖν ἐν εὐσεβείᾳ. Πράξεις, φησὶ, τῶν ἀποστόλων. Καὶ αὐτὴ ἡ ἐπιγραφὴ, πᾶσαν ἐμφαίνει τῶν πραγμάτων τὴν δύναμιν, καὶ ἔστι προοίμιον ὅλης τῆς πραγματείας τὸ ἐπάγγελμα. Οὐδὲ γὰρ πάντων τῶν ἀποστόλων ἐμφέρονται ἐν τῇ βίβλῳ αἱ πράξεις· ἀλλ' εἴ τις ἀκριβῶς ζητήσειε, τὰ μὲν πρῶτα τῆς βίβλου Πέτρου ἐκφαίνει θαύματα καὶ διδασκαλίαν, ὀλίγην δὲ καὶ τῶν λοιπῶν ἀποστόλων· καὶ μετὰ ταῦτα εἰς Παῦλον κενοῦται πᾶσα ἡ πραγματεία. Πέτρος τοίνυν μνημονεύεται καὶ Παῦλος, καὶ πῶς πάντων τῶν ἀποστόλων αἱ πράξεις καλοῦνται; Ἀλλ' ἐπειδὴ, κατὰ τὸν Παῦλον, δοξαζομένου μέλους ἑνὸς, συνδοξάζεται πάντα τὰ μέλη, οὐκ ἐπέγραψεν ὁ ἱστοριογράφος, Πράξεις Πέτρου καὶ Παύλου, ἀλλὰ, Πράξεις τῶν ἀποστόλων· κοινὸν τὸ ἐπάγγελμα. Ζητοῦμεν οὖν τίς ὁ συντάξας ταύτην τὴν βίβλον τῶν Πράξεων· πολλοὶ γὰρ, ἀγνοοῦντες τὸν συγγραφέα, εἰς πολλὰς καὶ διαφόρους ἐμερίσθησαν ἐννοίας, οἱ μὲν εἰπόντες ὅτι Κλήμης ὁ Ῥωμαῖος συνέταξεν αὐτὰς, ἄλλοι δὲ λέγουσι, Βαρνάβας, ἄλλοι δὲ ὅτι Λουκᾶς ὁ εὐαγγελιστής. Ἐπεὶ οὖν εἰς διαφόρους ἐννοίας μερίζεται τὰ τῶν λογισμῶν αὐτῶν, ἑρμηνέα λάβωμεν τὸν συγγραφέα, τίς ἐστιν καὶ τί πραγματεύεται, καὶ εἰ εἰς ἑαυτὸν σημειοῦται τὸν λόγον. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε. Εἰπὼν, Πρῶτον, πέμπει ἡμῶν τὰς ἐννοίας ζητῆσαι, ποῖον πρῶτον λέγει λόγον. Εἰ γὰρ τοῦτον μόνον συνέταξεν, οὐκ ἂν εἶπε· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην. Ἰδοὺ οὖν εὑρίσκεται οὗτος ὁ λόγος δεύτερος· τὸν γὰρ πρῶτον ἤδη πεποίηται· ποῖον δὲ πρῶτον ἐποίησεν, αὐτὸς λέγει· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Ὥστε δῆλον ὅτι οὐ Πράξεις συνέταξε ἐν τῷ πρώτῳ λόγῳ, ἀλλὰ Εὐαγγέλιον· Πρῶτον λόγον, οὐχ ὧν ἐποίησε Πέτρος καὶ Παῦλος, ἀλλ' Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν. Δῆλον οὖν ὅτι ὁ τὸ Εὐαγγέλιον συντάξας Λουκᾶς, αὐτὸς καὶ τὰς Πράξεις συνέθηκεν. Ἀλλὰ πρόσχες, ἴδωμεν ει αὐτός ἐστιν. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη·
8. I wish, therefore, to take up the very book of the Acts, and to trace it part by part from the preface, so that with you I may draw the divine streams, and in common we may search out the treasures of Holy Scripture, as merchants of the truth and as eager to grow rich in piety. Acts, he says, of the Apostles. Even the title itself manifests the whole force of the matters, and the promise is a preface to the entire treatise. Yet the acts of all the apostles are not recorded in the book; rather, if anyone should inquire exactly, the first parts of the book set forth the miracles and teaching of Peter, and a little also of the rest of the apostles; and after these things the entire treatise is poured out upon Paul. Peter, therefore, is mentioned, and Paul; how then are they called the acts of all the apostles? Nay, since, according to Paul, when one member is glorified, all the members rejoice in its glory, the historian did not entitle it, Acts of Peter and Paul, but, Acts of the Apostles: the promise is common. We inquire, therefore, who it was that compiled this book of the Acts; for many, not knowing the author, were divided into many different opinions, some saying that Clement the Roman compiled them, while others say Barnabas, and others Luke the evangelist. Since, then, their reasonings are divided into different opinions, let us take the author himself as interpreter—who he is, and what he treats of, and whether he marks the account as his own. The first treatise I made concerning all things, O Theophilus. By saying, First, he sends our thoughts to seek what first treatise he means. For if he had compiled this one alone, he would not have said: The first treatise I made. Behold, then, this treatise is found to be a second; for he has already made the first; and what first one he made, he himself states: The first treatise I made concerning all things, O Theophilus, which Jesus began both to do and to teach. So it is clear that he did not compile Acts in the first treatise, but a Gospel: A first treatise, not of what Peter and Paul did, but Of what Jesus began both to do and to teach. It is clear, therefore, that Luke, who compiled the Gospel, himself also composed the Acts. Yet pay heed, let us see whether it is he himself. The first treatise I made concerning all things, O Theophilus, which Jesus began both to do and to teach, until the day in which, having given commandment through the Holy Spirit unto the apostles whom He had chosen, He was taken up;
Notes, col. 780

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

PG 52:781Read from the page
ἀντὶ τοῦ, Εἶπον τὰς πράξεις τοῦ Σωτῆρος καὶ τὰς διδασκαλίας ἕως τῆς ἀναλήψεως. Προσέχετε, παρακαλῶ. Τὸ μὲν πρῶτόν μου, φησὶν, σύνταγμα περιέχει τὰ ἔργα τοῦ Κυρίου καὶ τὰς διδασκαλίας, καὶ ἔφθασε μὲν ὁ πρῶτος λόγος ἕως τῆς ἀναλήψεως. Εὑρίσκεις τοίνυν μήτε Ματθαῖον ὅλως, μήτε Μάρκον εἰ μὴ ἐν μέρει, μήτε Ἰωάννην πληρώσαντας τὸ Εὐαγγέλιον ἕως τῆς ἀναλήψεως, ἀλλὰ μόνον Λουκᾶν. Ματθαῖος μὲν γὰρ τέλος ἔχει τοῦ Εὐαγγελίου τοῦτο· Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εις τὸ ὄρος τῆς Γαλιλαίας, ὅπου συνετάξατο αὐτοῖς ὁ Ἰησοῦς. Ὤφθη δὲ αὐτοῖς, καὶ προσεκύνησαν αὐτῷ· καὶ εἶπε· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη. Καὶ ιδοὺ ἐγὼ μεθ' ὑμῶν ειμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ τοῦτο τέλος τοῦ Εὐαγγελίου. Τὸ δὲ πῶς ἀνελήφθη οὐκ εἶπεν. Μάρκος ὁμοίως λέγει· Καὶ ἐξῆλθον αἱ γυναῖκες ἐκ τοῦ μνημείου, καὶ οὐδενὶ ἀπήγγειλαν οὐδέν· ἐφοβοῦντο γάρ. Καὶ μεθ' ἕτερα λέγει περὶ τῆς ἀναλήψεως ἐν συντόμῳ οὕτως· Ὁ μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν. Τοῦτο τὸ τέλος τοῦ Εὐαγγελίου. Οὐκ ἐγένετο δὲ ἀναλήψεως μνήμη κατὰ πλάτος ἐν Μάρκῳ. Ἰωάννης δὲ τὴν ἐπὶ τῆς λίμνης τῆς Τιβεριάδος ἐπιφάνειαν τοῦ Σωτῆρος εἶπεν· Λέγει τῷ Πέτρῳ, Πέτρε, φιλεῖς με; καὶ ἐπλήρωσε τὴν διέλεξιν. Καὶ ἔστη Ἰωάννης, καὶ οὐκ ἐμνημόνευσεν ἀναλήψεως, ἀλλὰ λέγει· Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ' ἓν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Οὔτε οὖν Ἰωάννης ὅλως, οὔτε Ματθαῖος ὅλως, οὔτε Μάρκος κατὰ πλάτος ἐμνημόνευσαν ἀναλήψεως. Αὐτὸς μέντοι ὁ Λουκᾶς ἕως τῆς ἀναλήψεως διέδραμε τὸν λόγον κατὰ πλάτος. Διὰ τοῦτο λέγει· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις, οὓς ἐξελέξατο, ἀνελήφθη.
that is to say, I have spoken of the acts of the Saviour and His teachings until the Ascension. Pay heed, I beseech you. My first composition, he says, contains the works of the Lord and His teachings, and the first account reached until the Ascension. You find, therefore, neither Matthew at all, nor Mark save in part, nor John completing the Gospel up to the Ascension, but Luke alone. For Matthew has this ending of the Gospel: Now the eleven disciples went to the mountain of Galilee, where Jesus had appointed them. And He appeared to them, and they worshipped Him; and He said: Go forth and make disciples of all the nations. And behold, I am with you all the days until the consummation of the age. And this is the end of the Gospel; how He was taken up, however, he did not say. Mark likewise says: And the women went out from the tomb, and told no one anything; for they were afraid. And after other things he speaks concerning the Ascension briefly thus: So then the Lord, after He had spoken to them, was taken up into heaven and sat down at the right hand of God. And they went forth and preached everywhere, the Lord working with them and confirming the word through the signs that followed. Amen. This is the end of the Gospel; and mention of the Ascension was not made at length in Mark. And John related the manifestation of the Saviour at the lake of Tiberias: He says to Peter, Peter, do you love Me? and he completed the conversation. And John stopped there, and made no mention of the Ascension, but says: Many other signs also, therefore, did Jesus, which, if they be written one by one, I suppose that not even the world itself could contain the books that should be written. Neither John at all, therefore, nor Matthew at all, nor Mark at length made mention of the Ascension. Luke himself, however, carried his account through at length up to the Ascension. For this reason he says: The first treatise I made concerning all things, O Theophilus, which Jesus began both to do and to teach, until the day in which, having given commandment to the apostles whom He had chosen, He was taken up.
θʹ. Τίς δέ ἐστιν ὁ Θεόφιλος οὗτος; Κατὰ τοὺς τότε χρόνους ἡγεμὼν ἦν, καὶ ἐν τῇ ἀρχῇ ὢν ἐδέξατο τὸ κήρυγμα· καὶ ὥσπερ ὁ ἀνθύπατός ποτε τῆς Κύπρου, ἐν αὐτῷ τῷ ἀνθυπατεύειν ἐδέξατο τὸ κήρυγμα Παύλου· οὕτω καὶ ὁ Θεόφιλος ἡγεμὼν ὢν, τὸ τηνικαῦτα ἐδέξατο τὸ κήρυγμα διὰ τοῦ Λουκᾶ. Ἀξιοῖ δὲ αὐτὸν τὸν μακάριον Λουκᾶν συντάξαι αὐτῷ καὶ τὰς Πράξεις τῶν ἀποστόλων. Ἐδίδαξάς με, φησὶ, τὰ ἔργα τοῦ Σωτῆρος, δίδαξόν με λοιπὸν καὶ τὰ ἔργα τῶν μαθητῶν αὐτοῦ· διὰ τοῦτο προσφωνεῖ αὐτῷ καὶ τὸν δεύτερον λόγον. Καὶ γὰρ τὸ Εὐαγγέλιον τὸ κατὰ Λουκᾶν πρὸς Θεόφιλον ἐγράφη. Πόθεν τοῦτο δῆλον; Αὐτὸς ὁ Λουκᾶς λέγει· Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἡμῖν πραγμάτων, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου· ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς γράψαι σοι, κρά-
9. And who is this Theophilus? In those times he was a governor, and while in office he received the preaching; and just as the proconsul of Cyprus once received the preaching of Paul in his very proconsulship, so also Theophilus, being a governor, at that time received the preaching through Luke. And he asks the blessed Luke himself to compile for him the Acts of the Apostles also. You have taught me, he says, the works of the Saviour; teach me now also the works of His disciples; for this reason he addresses to him the second treatise also. For indeed the Gospel according to Luke was written to Theophilus. Whence is this clear? Luke himself says: Forasmuch as many have taken in hand to set forth in order a narrative concerning the matters fully established among us, even as they delivered them unto us, who from the beginning became eyewitnesses and ministers of the word, it seemed good to me also, having followed all things exactly from the first, to write to you in order, most ex-
Notes, col. 781

On the reading

Printed εις, for εἰς.

Printed ιδοὺ, for ἰδοὺ.

Printed ειμι, for εἰμι.

Printed διέλεξιν, for διάλεξιν.