Migne Reading Room

PG 52 · cols. 769–775 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:769Read from the page
τί σοι λείπεται λοιπὸν εἰς εὐφροσύνης λόγον ; Μηδεὶς τοίνυν ἔστω κατηφὴς σήμερον διὰ τὴν πενίαν· ἑορτὴ γάρ ἐστι πνευματική.
what then remains lacking to you by way of gladness? Let no one therefore be downcast today on account of poverty; for it is a spiritual feast.
Μηδεὶς πλούσιος ἐπαιρέσθω διὰ τὸν πλοῦτον· οὐδὲ γὰρ ἀπὸ τῶν χρημάτων εἰσενεγκεῖν εἰς τὴν ἑορτὴν ταύτην δύναται. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἑορτῶν, τῶν βιωτικῶν λέγω, ἔνθα πολλὴ ἡ φαντασία καὶ τῆς ἔξωθεν περιβολῆς, καὶ τῆς ἐν τῇ τραπέζῃ πολυτελείας, εἰκότως ἐκεῖ ὁ μὲν πένης ἐν ἀθυμίᾳ καὶ κατηφείᾳ ἔσται, ὁ δὲ πλούσιος ἐν ἡδονῇ καὶ φαιδρότητι. Τί δήποτε ; Ὅτι ὁ μὲν λαμπρὰν ἐσθῆτα περιβάλλεται, καὶ πλουσιωτέραν παρατίθεται τὴν τράπεζαν· ὁ δὲ πένης ὑπὸ τῆς πενίας κωλύεται τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείξασθαι. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ πᾶσά αὕτη ἡ ἀνωμαλία ἐκποδὼν, μία δὲ τράπεζα καὶ πλουσίῳ καὶ πένητι, καὶ δούλῳ καὶ ἐλευθέρῳ. Κἂν πλούσιος ᾖς, οὐδὲν πλεονάζεις τοῦ πένητος· κἂν πένης ᾖς, οὐδὲν ἔλαττον ἔξεις τοῦ πλουσίου, οὐδὲ διὰ τὴν πενίαν ἐλαττοῦταί σου τὰ τῆς εὐωχίας τῆς πνευματικῆς· θεία γάρ ἐστιν ἡ χάρις, καὶ οὐκ εἶδε προσώπων διαφοράν. Καὶ τί λέγω, πλουσίῳ καὶ πένητι ἡ αὐτὴ τράπεζα πρόκειται ; Καὶ αὐτῷ τῷ τὸ διάδημα περικειμένῳ, καὶ τὴν ἁλουργίδα ἔχοντι, τῷ τὴν ἐξουσίαν τῆς οἰκουμένης ἀνηρημένῳ, καὶ τῷ πτωχῷ τῷ πρὸς τὴν ἐλεημοσύνην καθημένῳ, μία τράπεζα πρόκειται. Τοιαῦτα γὰρ τὰ δῶρα τὰ πνευματικά· οὐ τοῖς ἀξιώμασι διαιρεῖ τὴν κοινωνίαν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ. Μετὰ τῆς αὐτῆς παρρησίας καὶ τιμῆς καὶ ὁ βασιλεὺς καὶ ὁ πτωχὸς πρὸς τὴν ἀπόλαυσιν καὶ κοινωνίαν τῶν θείων τούτων μυστηρίων ὁρμῶσι. Καὶ τί λέγω, μετὰ τῆς αὐτῆς τιμῆς ; Πολλάκις ὁ πένης μετὰ πλείονος τῆς παρρησίας. Τί δήποτε ; Ὅτι ὁ μὲν βασιλεὺς κυκλούμενος πραγμάτων φροντίσι, καὶ ὑπὸ πολλῶν περιστάσεων περιστοιχιζόμενος, ὥσπερ ἐν πελάγει τυγχάνων, οὕτω πανταχόθεν ὑπὸ τῶν ἐπαλλήλων κυμάτων περιρραντίζεται, καὶ πολλὰ προστρίβεται τὰ ἁμαρτήματα· ὁ δὲ πένης, πάντων τούτων ἀπηλλαγμένος, καὶ ὑπὲρ τῆς ἀναγκαίας μόνης φροντίζων τροφῆς, καὶ τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιὼν, ὥσπερ ἐν λιμένι καὶ γαλήνῃ καθήμενος, μετὰ πολλῆς τῆς εὐλαβείας τῇ τραπέζῃ πρόσεισι.
Let no rich man be lifted up on account of his wealth; for he can contribute nothing from his money to this feast. In outward feasts — I mean worldly ones — where there is great display both of outward attire and of sumptuousness at table, naturally there the poor man will be in despondency and gloom, while the rich man will be in pleasure and bright cheer. Why so? Because the one puts on splendid raiment and sets forth a richer table, whereas the poor man is hindered by his poverty from displaying the same munificence. Here, however, there is nothing of the sort, but all this inequality is swept aside, and one table is set for rich and poor alike, for slave and free. Even if you are rich, you have no advantage over the poor man; even if you are poor, you will have nothing less than the rich man, nor are the delights of this spiritual banquet diminished for you on account of poverty; for the grace is divine, and knows no distinction of persons. And why do I say that the same table lies set for rich and poor? Even for him who wears the diadem and holds the purple robe, who has taken up sovereignty over the whole world, and for the beggar who sits asking alms, one table lies set. For such are spiritual gifts: they do not apportion fellowship by dignities, but by free choice and purpose of mind. With the very same confidence and honour both the emperor and the beggar press forward to the enjoyment and communion of these divine mysteries. And why do I say with the same honour? Oftentimes the poor man comes with greater confidence. Why so? Because the emperor, encircled by the cares of state affairs and hemmed in by many crises, as though out upon the ocean, is dashed from every side by successive waves and contracts many sins; whereas the poor man, freed from all these things, taking thought only for his necessary food and pursuing an untroubled and quiet life, as though sitting in a harbour and calm water, approaches the table with deep reverence.
δʹ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων πολλῶν ἀθυμίαι διάφοροι τίκτονται τοῖς περὶ τὰς βιωτικὰς ἑορτὰς ἠσχολημένοις. Πάλιν γὰρ ἐκεῖ μὲν πένης ἐν κατηφείᾳ, ὁ δὲ πλούσιος ἐν φαιδρότητι, οὐ διὰ τὴν τράπεζαν μόνην, καὶ τὴν πολυτέλειαν, ἀλλὰ καὶ διὰ τὰ ἱμάτια τὰ φαιδρά, καὶ τῆς ἐσθῆτος τὴν φαντασίαν. Ὅπερ γοῦν ἐπὶ τῆς τραπέζης πάσχουσι, τοῦτο καὶ ἐπὶ τῶν ἱματίων ὑπομένουσιν. Ὅταν οὖν ἴδῃ τὸν πλούσιον ὁ πένης πολυτελεστέραν περιβεβλημένον στολὴν, ἐπλήγη τῇ ὀδύνῃ, ἐταλάνισεν ἑαυτὸν, μυρία ἐπηράσατο. Ἐνταῦθα δὲ καὶ αὕτη ἡ ἀθυμία ἀνήρηται· ἓν γὰρ ἅπασίν ἐστιν ἱμάτιον τὸ ἔνδυμα τὸ σωτήριον· καὶ βοᾷ Παῦλος λέγων· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Μὴ τοίνυν καταισχύνωμεν τὴν τοιαύτην ἑορτὴν, παρακαλῶ, ἀλλὰ ἄξιον φρόνημα τῶν δεδωρημένων ἡμῖν παρὰ τῆς τοῦ Χριστοῦ χάριτος ἀναλάβωμεν. Μὴ μέθῃ καὶ ἀδηφαγίᾳ ἑαυτοὺς ἐκδώσωμεν, ἀλλ' ἐννοήσαντες τοῦ ἡμετέρου Δεσπότου τὴν φιλοτιμίαν, καὶ ὅτι καὶ πλουσίους καὶ πένητας ὁμοίως ἐτίμησε καὶ δούλους καὶ ἐλευθέρους, καὶ εἰς πάντας κοινὴν τὴν δωρεὰν ἐξέχεεν, ἀμειψώμεθα τὸν εὐεργέτην τῆς περὶ ἡμᾶς εὐνοίας· ἀμοιβὴ δὲ ἀρκοῦσα πολιτεία ἀρέσκουσα, καὶ ψυχὴ νήφουσα
4. And not this alone, but from many other sources as well varied sorrows are born for those busied with worldly feasts. For there again the poor man is in gloom while the rich man is in bright cheer, not on account of the table and its sumptuousness alone, but also on account of radiant garments and the showiness of attire. Whatever they suffer regarding the table, this same thing they endure regarding garments as well. When therefore the poor man sees the rich man clad in a more costly robe, he is struck with pain, counts himself wretched, and utters ten thousand curses. Here, however, this despondency too has been done away with; for all share one single garment, the saving raiment; and Paul cries aloud, saying: As many of you as were baptized into Christ have put on Christ. Let us not therefore dishonour such a feast, I beseech you, but let us take up a mindset worthy of the gifts bestowed upon us by the grace of Christ. Let us not surrender ourselves to drunkenness and gluttony, but pondering our Master's munificence — how He honoured rich and poor alike, slaves and free men, and poured forth His gift in common upon all — let us repay our Benefactor for His goodwill towards us; and a sufficient return is a well-pleasing way of life, and a soul sober
Notes, col. 769

On the reading

Printed πᾶσά, for πᾶσα.

PG 52:770Read from the page
καὶ δίεγηγερμένη. Αὕτη ἡ ἑορτὴ καὶ πανήγυρις οὐ χρημάτων δεῖται, οὐ δαπάνης, ἀλλὰ προαιρέσεως μόνης καὶ διανοίας καθαρᾶς. Οὐδὲν σωματικόν ἐστιν ἐντεῦθεν ὠνήσασθαι, ἀλλὰ πάντα πνευματικά· ἀκρόασιν θείων λογίων, εὐχὰς Πατέρων, εὐλογίας ἱερέων, τῶν θείων καὶ ἀπορρήτων μυστηρίων τὴν κοινωνίαν, εἰρήνην καὶ ὁμόνοιαν, καὶ πνευματικὰ δῶρα καὶ ἄξια τῆς τοῦ δωρουμένου φιλοτιμίας. Ἑορτάσωμεν τοίνυν τὴν ἑορτὴν ταύτην ἐν ᾗ ἀνέστη ὁ Κύριος. Ἀνέστη γὰρ, καὶ τὴν οἰκουμένην ἑαυτῷ συνανέστησε. Καὶ αὐτὸς μὲν ἀνέστη, τὰ δεσμὰ τοῦ θανάτου διαρρήξας· ἡμᾶς δὲ ἀνέστησε, τὰς σειρὰς τῶν ἡμετέρων ἁμαρτιῶν διαλύσας. Ἥμαρτεν ὁ Ἀδὰμ, καὶ ἀπέθανεν· οὐχ ἥμαρτεν ὁ Χριστὸς, καὶ ἀπέθανε. Καινὸν καὶ παράδοξον· ἐκεῖνος ἥμαρτε, καὶ ἀπέθανεν· οὗτος οὐχ ἥμαρτε, καὶ ἀπέθανε. Τίνος ἕνεκεν, καὶ διὰ τί ; Ἵνα ὁ ἁμαρτὼν καὶ ἀποθανὼν, διὰ τοῦ μὴ ἁμαρτόντος καὶ ἀποθανόντος δυνηθῇ τῶν θανάτου δεσμῶν ἐλευθερωθῆναι. Οὕτω πολλάκις καὶ ἐπὶ τῶν τὰ χρήματα ὀφειλόντων γίνεται· ὀφείλει τίς τινι ἀργύριον, καὶ οὐκ ἔχει καταβαλεῖν, καὶ διὰ τοῦτο κατέχεται· ἄλλος οὐκ ὀφείλων, δυνάμενος δὲ καταβαλεῖν, καταθεὶς ἀπέλυσε τὸν ὑπεύθυνον. Οὕτω καὶ ἐπὶ τοῦ Ἀδὰμ γέγονε, καὶ ἐπὶ τοῦ Χριστοῦ. Ὤφειλεν ὁ Ἀδὰμ τὸν θάνατον, καὶ κατείχετο ὑπὸ τοῦ διαβόλου· οὐκ ὤφειλεν ὁ Χριστὸς, οὐδὲ κατείχετο· ἦλθε δὲ καὶ κατέβαλε τὸν θάνατον ὑπὲρ τοῦ κατεχομένου, ἵνα ἐκεῖνον ἀπολύσῃ τῶν τοῦ θανάτου δεσμῶν. Εἶδες τῆς ἀναστάσεως τὰ κατορθώματα ; εἶδες τοῦ Δεσπότου τὴν φιλανθρωπίαν ; εἶδες μέγεθος κηδεμονίας ;
and wakeful. This feast and festival needs neither money nor expense, but free choice alone and a pure mind. Nothing bodily is to be purchased hence, but all things are spiritual: the hearing of divine oracles, the prayers of Fathers, the blessings of priests, communion in the divine and ineffable mysteries, peace and concord, and spiritual gifts worthy of the Giver's munificence. Let us therefore celebrate this feast on which the Lord rose again. For He rose again, and raised the whole world up together with Himself. And He Himself rose again, having burst asunder the bonds of death; and He raised us up, having loosed the chains of our sins. Adam sinned, and died; Christ did not sin, and yet died. Strange and marvellous: that man sinned, and died; this One did not sin, and died. For what sake, and on what account? In order that he who sinned and died might, through Him Who did not sin and yet died, be enabled to be set free from the bonds of death. Thus it often happens also with those who owe money: one man owes silver to another, and has nothing wherewith to pay, and on that account is held fast; another who owes nothing, yet is able to pay, lays down the sum and sets the debtor free. So too it happened both with Adam and with Christ. Adam owed death, and was held fast by the devil; Christ owed nothing, nor was He held fast, yet He came and paid down death on behalf of him who was held fast, so that He might release that man from the bonds of death. Have you seen the triumphs of the resurrection? Have you seen the Master's love for mankind? Have you seen the greatness of His care?
Μη τοίνυν ἀγνώμονες γινώμεθα περὶ τὸν οὕτως εὐεργέτην, μηδὲ ἐπειδὴ ἡ νηστεία παρῆλθε, ῥᾳθυμότεροι καταστῶμεν· ἀλλὰ νῦν μᾶλλον ἢ πρότερον πλείονα τῆς ψυχῆς ποιώμεθα τὴν ἐπιμέλειαν, ἵνα μὴ τῆς σαρκὸς πιαινομένης, αὕτη ἀσθενεστέρα γένηται, ἵνα μὴ τῆς δούλης φροντίζοντες, τῆς δεσποίνης καταμελῶμεν. Τί γὰρ ὄφελος, εἰπέ μοι, ὑπὲρ τὴν χρείαν διαρρήγνυσθαι, καὶ τὴν συμμετρίαν ὑπερβαίνειν ; Τοῦτο καὶ τὸ σῶμα λυμαίνεται, καὶ τῆς ψυχῆς τὴν εὐγένειαν προδίδωσιν. Ἀλλὰ τῆς αὐταρκείας καὶ τῆς χρείας γενώμεθα, ἵνα καὶ ψυχῇ καὶ σώματι τὸ προσῆκον ἀποπληρώσωμεν, ἵνα μὴ τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα ἀθρόον ἅπαντα ἐκχέωμεν. Μὴ γὰρ κωλύω ἀπολαύειν τροφῆς καὶ ἀνίεσθαι ; Οὐ κωλύω τοῦτο· ἀλλὰ παραινῶ τῆς χρείας γίνεσθαι, καὶ τὴν πολλὴν τρυφὴν ἐκκόπτειν, καὶ μὴ τὸ μέτρον ὑπερβαίνοντας, λυμαίνεσθαι τῆς ψυχῆς τὴν ὑγείαν. Οὐδὲ γὰρ ἡδονῆς λοιπὸν ἀπολαύσεται ὁ τοιοῦτος ὑπερβὰς τῆς χρείας τοὺς ὅρους· καὶ τοῦτο μάλιστα ἴσασιν ἀκριβῶς οἱ διὰ τῆς πείρας αὐτῆς ἐλθόντες· καὶ μυρία ἐντεῦθεν ἑαυτοῖς τεκόντες νοσημάτων εἴδη, καὶ πολλὴν τὴν ἀηδίαν ὑπομείναντες. Ἀλλ' ὅτι μὲν πεισθήσεσθε ταῖς ἡμετέραις παραινέσεσιν οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὑμῶν τὸ πειθήνιον.
Let us not therefore prove ungrateful towards so great a Benefactor, nor, because the fast has passed by, grow more lax; rather, now more than before let us take greater care of the soul, lest as the flesh grows fat the soul become weaker, lest in tending the maidservant we neglect the mistress. For what profit is there, tell me, in bursting oneself beyond need and overstepping due measure? This both harms the body and betrays the nobility of the soul. Rather, let us keep to sufficiency and necessity, so that we may render what is fitting to both soul and body, and not pour out all at once everything gathered from the fast. Do I forbid you to enjoy food and take refreshment? I do not forbid this; rather, I exhort you to keep within need, to cut away excessive luxury, and not to ruin the health of the soul by stepping beyond measure. For such a man, once he has crossed the bounds of need, will no longer even enjoy pleasure; and those who have passed through the experience itself know this most accurately, having bred ten thousand kinds of diseases for themselves therefrom and endured great nausea. Yet that you will indeed obey our exhortations I do not doubt; for I know your tractableness.
εʹ. Καὶ διὰ τοῦτο ἐνταῦθα τὴν περὶ τούτου στήσας παραίνεσιν, πρὸς τοὺς κατὰ τὴν νύκτα τὴν φωτοφόρον ταύτην καταξιωθέντας τῆς τοῦ θείου βαπτίσματος δωρεᾶς τρέψαι βούλομαι τὸν λόγον, τὰ καλὰ ταῦτα τῆς Ἐκκλησίας φυτὰ, τὰ ἄνθη τὰ πνευματικὰ, τοὺς νέους τοῦ Χριστοῦ στρατιώτας. Πρὸ τῆς χθὲς ὁ Δεσπότης ἐν σταυρῷ ἐτύγχανεν, ἀλλ' ἀνέστη νῦν· οὕτω καὶ οὗτοι, πρὸ τῆς χθὲς ὑπὸ τῆς ἁμαρτίας κατείχοντο, ἀλλὰ νῦν συνανέστησαν τῷ Χριστῷ· ἐκεῖνος σώματι ἀπέθανε καὶ ἀνέστη, οὗτοι ἁμαρτίᾳ ἦσαν τεθνηκότες, καὶ ἀπὸ ἁμαρτίας ἀνέστησαν. Ἡ μὲν
5. And on this account, bringing my exhortation on this topic to a halt here, I wish to turn my discourse towards those who during this light-bearing night have been counted worthy of the gift of divine baptism — these fair plants of the Church, these spiritual blossoms, these new soldiers of Christ. The day before yesterday the Master was upon the cross, yet now He has risen; so too these men the day before yesterday were held fast by sin, yet now they have risen together with Christ; He died in body and rose again, while they were dead in sin and have risen from sin. On the one hand,
Notes, col. 770

On the reading

Printed δίεγηγερμένη, for διεγηγερμένη.

Printed Μη, for Μὴ.

PG 52:771Read from the page
οὖν γῆ κατὰ τὸν καιρὸν τοῦτον τοῦ ἔαρος ῥόδα καὶ ἴα καὶ ἄλλα ἡμῖν ἐκδίδωσιν ἄνθη· τὰ μέντοι ὕδατα σήμερον τῆς γῆς τερπνότερον ἡμῖν λειμῶνα ἀνέδειξε. Καὶ μὴ θαυμάσῃς, ἀγαπητὲ, εἰ ἀπὸ τῶν ὑδάτων λειμῶνες ἀνθῶν ἀνεδείχθησαν· οὐδὲ γὰρ ἐξ ἀρχῆς ἡ γῆ κατὰ τὴν οἰκείαν φύσιν τὴν βλάστην ἐξέδωκε τῶν βοτανῶν, ἀλλὰ τῷ ἐπιτάγματι εἴκουσα τοῦ Δεσπότου. Καὶ τὰ ὕδατα δὲ τότε ζῶα ἐξέδωκε κινούμενα, ἐπειδὴ ἤκουσεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ τὸ ἐπίταγμα ἔργον ἐγένετο· ἡ ἄψυχος οὐσία ἔμψυχα ζῶα ἐξέβαλεν. Οὕτω καὶ νῦν τὸ αὐτὸ ἐπίταγμα πάντα εἰργάσατο. Τότε εἶπεν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· νῦν δὲ οὐχὶ ἑρπετὰ, ἀλλὰ πνευματικὰ χαρίσματα ἀνέδωκε. Τότε ἰχθύας ἀλόγους ἐξήγαγε τὰ ὕδατα· νῦν δὲ ἰχθύας λογικοὺς καὶ πνευματικοὺς ἡμῖν ἀπέτεκεν ὑπὸ τῶν ἀποστόλων ἁλιευθέντας. Δεῦτε γὰρ, φησὶν, ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Καινὸς ὄντως τῆς ἁλείας ταύτης ὁ τρόπος. Οἱ γὰρ ἁλιεύοντες ἐκ τῶν ὑδάτων ἐκβάλλουσι τοὺς ἰχθύας, καὶ νεκροῦσι τὰ ἁλιευόμενα· ἡμεῖς δὲ εἰς τὰ ὕδατα ἐμβάλλομεν, καὶ ζωογονοῦνται οἱ ἁλιευόμενοι. Ἦν μέν ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων κολυμβήθρα ὕδατος· ἀλλὰ μάθε τί ἴσχυσεν, ἵνα γνῷς ἀκριβῶς τὴν πτωχείαν τὴν Ἰουδαϊκὴν, καὶ εἰδέναι ἔχῃς τὸν πλοῦτον τὸν ἡμέτερον· Κατήρχετο ἐκεῖ, φησὶν, ἄγγελος, καὶ ἐτάρασσε τὸ ὕδωρ, καὶ ὁ πρῶτος καταβαίνων μετὰ τὴν ταραχὴν ἀπήλαυε τῆς θεραπείας. Κατῆλθεν ὁ τῶν ἀγγέλων Δεσπότης εἰς τὰ Ἰορδάνεια ῥεῖθρα, καὶ ἁγιάσας τῶν ὑδάτων τὴν φύσιν πᾶσαν τὴν οἰκουμένην ἐθεράπευσε. Διὰ τοῦτο ἐκεῖ μὲν μετὰ τὸν πρῶτον ὁ καταβὰς οὐκ ἔτι ἐθεραπεύετο· Ἰουδαίοις γὰρ ἐδίδοτο ἡ χάρις τοῖς ἀσθενοῦσι, τοῖς χαμαὶ συρομένοις· ἐνταῦθα δὲ μετὰ τὸν πρῶτον ὁ δεύτερος κάτεισι, μετὰ τὸν δεύτερον ὁ τρίτος καὶ τέταρτος· κἂν μυρίους εἴπῃς, κἂν τὴν οἰκουμένην ἅπασαν ἐμβάλῃς εἰς τὰ νάματα ταῦτα τὰ πνευματικὰ, οὐκ ἀναλίσκεται ἡ χάρις, οὐ δαπανᾶται ἡ δωρεὰ, οὐ ῥυποῦται τὰ νάματα, οὐκ ἐλαττοῦται ἡ φιλοτιμία. Εἶδες μέγεθος δωρεᾶς ; Ἀκούετε οἱ σήμερον καὶ κατὰ τὴν νύκτα ταύτην εἰς τὴν ἄνω Ἱερουσαλὴμ πολιτογραφηθέντες, καὶ ἀξίαν τοῦ μεγέθους τῶν δωρεῶν τὴν φυλακὴν ἐπιδείξασθε, ἵνα καὶ δαψιλεστέραν τὴν χάριν ἐπισπάσησθε· ἡ γὰρ ἐπὶ τοῖς ἤδη ὑπηργμένοις εὐγνωμοσύνη τὴν φιλοτιμίαν ἐκκαλεῖται
the earth at this season of spring brings forth for us roses, violets, and other blossoms; yet today the waters have displayed for us a meadow more delightful than the earth. And do not marvel, beloved, if meadows of blossoms have been displayed from the waters; for from the beginning neither did the earth put forth the sprouting of herbs by its own nature, but by yielding to the command of the Master. And the waters too at that time brought forth moving creatures when they heard: Let the waters bring forth creeping creatures of living souls; and the command became deed: the lifeless substance brought forth living creatures. Even so now too the very same command wrought all things. Then He said: Let the waters bring forth creeping creatures of living souls; now, however, they have sent up not creeping things, but spiritual gifts of grace. Then the waters brought forth irrational fishes; now, however, they have given birth for us to rational and spiritual fishes caught by the apostles. For Come, says He, after Me, and I will make you fishers of men. Truly new is the manner of this fishing. For fishermen cast the fish out of the waters and put to death what they catch; we, however, cast men into the waters, and those who are caught are made alive. There was indeed once among the Jews as well a pool of water; yet learn what power it had, so that you may know accurately the poverty of the Jews and be able to recognize our own wealth: An angel, it says, used to come down there and stir up the water, and the first to step down after the stirring enjoyed the healing. The Master of the angels came down into the streams of the Jordan, and having sanctified the nature of the waters He healed the whole world. On this account, there he who stepped down after the first was no longer healed — for that grace was given to the Jews, who were weak and crawled upon the ground; here, however, after the first the second steps down, after the second the third and fourth; and even if you name ten thousand, even if you cast the whole world into these spiritual streams, the grace is not spent, the gift is not exhausted, the streams are not defiled, the munificence is not diminished. Have you seen the greatness of the gift? Hear, you who today and during this night have been enrolled as citizens in the Jerusalem on high, and display a vigilance worthy of the greatness of the gifts, so that you may draw down still more abundant grace; for gratitude for benefits already bestowed calls forth the munificence
PG 52:772Read from the page
τοῦ Δεσπότου· Οὐκ ἔξεστί σοι, ἀγαπητὲ, λοιπὸν ἀδιαφόρως ζῆν· ἀλλὰ θὲς σαυτῷ νόμους καὶ κανόνας, ὥστε μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, καὶ πολλὴν τὴν φυλακὴν καὶ περὶ τὰ ἀδιάφορα νομιζόμενα εἶναι ἐπιδείκνυσθαι. Ἀγὼν γάρ ἐστι καὶ πάλη πᾶς ὁ παρὼν βίος, καὶ τοὺς ἐν τῷ σταδίῳ τούτῳ τῆς ἀρετῆς ἅπαξ εἰσελθόντας προσήκει πάντα ἐγκρατεύεσθαι· Πᾶς γὰρ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. Οὐχ ὁρᾷς ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅπως πολλὴν ποιοῦνται τὴν ἑαυτῶν ἐπιμέλειαν οἱ πρὸς ἀνθρώπους τὴν πάλην ἀναδεχόμενοι, καὶ μετὰ πόσης ἐγκρατείας τὴν τοῦ σώματος ἄσκησιν ἐπιδείκνυνται ; Οὕτω δὴ ἐνταῦθα. Ἐπειδὴ οὐ πρὸς ἀνθρώπους ἡμῖν ἐστιν ἡ πάλη, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, καὶ ἡ ἄσκησις ἡμῶν καὶ ἡ ἐγκράτεια πνευματικὴ ἔστω· ἐπειδὴ καὶ τὰ ὅπλα ἡμῶν, ἅπερ ἡμᾶς ἐνέδυσεν ὁ Δεσπότης, πνευματικὰ τυγχάνει. Ἐχέτω τοίνυν καὶ ὀφθαλμὸς ὅρους καὶ κανόνας, ὥστε μὴ ἁπλῶς ἐπιπηδᾷν πᾶσι τοῖς προσπίπτουσι· καὶ ἡ γλῶσσα τειχίον ἐχέτω, ὥστε μὴ προτρέχειν τῆς διανοίας. Διὰ γὰρ τοῦτο καὶ οἱ ὀδόντες καὶ τὰ χείλη πρὸς τὴν τῆς γλώττης ἀσφάλειαν δεδημιούργηται, ἵνα μηδέποτε ἁπλῶς ἀναπετάσασα τὰς θύρας ἡ γλῶσσα ἐξίῃ, ἀλλ' ἐπειδὰν καλῶς τὰ καθ' ἑαυτὴν διαθῇ, τότε μετὰ πάσης εὐκοσμίας προΐῃ, καὶ τοιαῦτα προφέρῃ ῥήματα, ἵνα δῷ χάριν τοῖς ἀκούουσι, κἀκεῖνα φθέγγηται, ἃ πρὸς οἰκοδομὴν συντείνει τῶν ἀκουόντων. Καὶ τὸν ἄτακτον δὲ γέλωτα πάντη ἐκκλίνειν δεῖ, καὶ τὸ βάδισμα ἤρεμον ἔχειν καὶ ἡσύχιον, καὶ τὴν στολὴν κατεσταλμένην, καὶ διὰ πάντων ἁπαξαπλῶς ῥυθμίζεσθαι προσήκει τὸν ἀπογραψάμενον εἰς τὸ τῆς ἀρετῆς στάδιον· ἡ γὰρ τῶν μελῶν τῶν ἔξωθεν εὐταξία εἰκών τίς ἐστι τῆς ἐν τῇ ψυχῇ καταστάσεως.
of the Master. It is no longer permissible for you, beloved, to live carelessly; rather, lay down laws and rules for yourself, so as to carry out all things with exactness and display great vigilance even concerning matters thought to be indifferent. For the whole present life is a contest and a wrestling match, and it befits those who have once entered this racecourse of virtue to exercise self-control in all things; For everyone who contends in the games exercises self-control in all things. Do you not see in athletic contests how those who undertake the wrestling match against men practise great care over themselves, and with how much self-control they display the training of the body? Even so must it be here. Since our wrestling is not against men, but against the spiritual powers of wickedness, let our training and our self-control also be spiritual; since our weapons too, with which the Master clothed us, are spiritual. Let the eye therefore also have bounds and rules, so as not rashly to leap upon all things that meet it; and let the tongue have a rampart, so as not to outrun the mind. For to this end both the teeth and the lips were fashioned for the safekeeping of the tongue, lest the tongue ever carelessly fling open its doors and sally forth, but once it has set its own affairs well in order, let it then advance with all seemliness and utter such words as may impart grace to those who hear, and speak those things that tend towards the edification of the hearers. Unruly laughter too one must shun altogether, and keep one's gait gentle and quiet, and one's attire modest, and in a word he who has enrolled himself for the racecourse of virtue ought to be regulated throughout all things; for the goodly order of the outward members is an image of the state within the soul.
ϛʹ. Ἐὰν εἰς τοιαύτην συνήθειαν ἐκ προοιμίων ἑαυτοὺς καταστήσωμεν, ὁδῷ βαδίζοντες λοιπὸν μετ' εὐκολίας, τὴν ἀρετὴν ἅπασαν διανύσομεν, καὶ οὐδὲ πολλοῦ πόνου δεησόμεθα, καὶ πολλὴν ἐπισπασόμεθα τὴν ἄνωθεν ῥοπήν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὰ κύματα τοῦ παρόντος βίου μετὰ ἀσφαλείας διαδραμεῖν, καὶ τῶν τοῦ διαβόλου παγίδων ἀνώτεροι καταστάντες, τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
6. If from the outset we establish ourselves in such a habit, walking on the road henceforth with ease, we shall accomplish the whole course of virtue, nor shall we need much labour, and we shall draw down abundant aid from above. For thus we shall be able both to pass safely through the waves of the present life and, proving superior to the snares of the devil, to attain the eternal blessings, by the grace and love for mankind of our Lord Jesus Christ, with Whom to the Father, together with the Holy Spirit, be glory, might, and honour, now and ever, and unto the ages of ages. Amen.
PG 52:773Read from the page
MONITUM IN HOMILIAM SEQUENTEM,
ADMONITION ON THE FOLLOWING HOMILY,
Ubi primum in hanc homiliam, ex Manuscriptis Regiis et Ottoboniano erutam, incidi, putavi eam esse secundam quam Chrysostomus habuerat de inscriptione Actorum, sed aliquot in locis librariorum ausibus temeratam: quamobrem eam in Praefatione primi Tomi paragr. 9 ut suo ordine edendam enuntiavi. Verum re postea diligentius perpensa et accuratius examinata, comperi esse centonem variis ex homiliis, atque ut videtur variis ex scriptoribus consarcinatum, qui partem illius homiliae secundae Chrysostomi in principium Actorum non minimam complectitur. Eae autem homiliae numero quinque de Actorum inscriptione atque titulo maxime agebant. Illas sic clare commemorat, et quo ordine locandae sint assignat Chrysostomus, Homilia tertia in principium Actorum, quam quia secunda, de qua jam agitur, excidit, tertiam locavimus et inscripsimus, etsi numero quarta esset. In ea vero num. 2 ita legitur: Eo fit, ut cum ad quartum jam diem expositionem produxerimus, necdum tamen unam inscriptionem potuerimus praeterire, sed adhuc circa illam versemur. Et paulo post: Itaque primo die non esse temere praetereundas inscriptiones dicebam, quo tempore titulum vobis altaris legi, ac Pauli sententiam ostendi.... In hoc desiit priori die tota doctrina: post illam secundo die, qui libri esset illius auctor quaesivimus, et invenimus Dei gratia Lucam evangelistam, multisque vobis demonstrationibus rem in quaestione positam provabimus. Et paucis interpositis clarius: Prima igitur die de inscriptione: secunda vero die de eo qui librum scripsit: tertia die disseruimus apud eos qui advenerunt, de initio Scripturae, et ostendimus quid sit actum, quid sit miraculum, etc. Et in ea homilia, quae quarta in principium Actorum inscribitur, sic habet: Dixi tum temporis, a quo scriptus fuerit liber Actorum, et quis operis istius auctor fuerit; imo vero non quis auctor operis, sed quis minister. Non enim ille quae dicta sunt produxit, sed iis, quae dicta sunt ministravit. Ex his liquidum est homiliam secundam in principium, seu in titulum Actorum illam esse in qua disquirebatur quis esset auctor libri Actuum Apostolorum; neque minus constat illa omnia, quae articuli 8 et 9 infra complectuntur, ad hanc homiliam pertinere: nam ibi primo quaeritur quid significet titulus ille, Acta Apostolorum:
When I first lighted upon this homily, brought forth from the Royal and Ottobonian Manuscripts, I supposed it to be the second that Chrysostom had delivered on the title of Acts, though marred in several places by the liberties of copyists; wherefore in the Preface to the first Tome, paragraph 9, I announced that it would be published in its proper order. Yet after weighing the matter more diligently and examining it more closely, I found that it is a cento patched together from various homilies and, as appears, from various writers, which embraces no small part of that second homily of Chrysostom on the beginning of Acts. Now those homilies, five in number, treated chiefly of the inscription and title of Acts. Chrysostom clearly recounts them thus, and assigns the order in which they are to be placed, in the third Homily on the beginning of Acts—which, because the second, now under discussion, dropped out, we have placed and entitled third, even though it was fourth in number. In it at no. 2 we read as follows: Thus it comes about that although we have now drawn out our exposition to the fourth day, we have not yet been able to pass beyond a single title, but are still occupied with it. And a little later: Accordingly on the first day I said that titles ought not lightly to be passed over, at which time I read to you the inscription of the altar and showed you Paul's thought.... At this point ended the whole teaching on the first day; after that, on the second day, we inquired who was the author of that book, and by the grace of God we found Luke the evangelist, and by many proofs we shall prove to you the point in question. And with a few words interposed, still more clearly: On the first day, then, we spoke on the title; on the second day on him who wrote the book; on the third day we discoursed before those who had arrived on the beginning of the Scripture, and showed what an act is, what a miracle is, etc. And in that homily which is entitled the fourth on the beginning of Acts, it runs thus: I stated at that time by whom the book of Acts was written, and who was the author of that work—nay rather, not who was the author of the work, but who was its minister. For he did not originate the things spoken, but ministered to the things spoken. From this it is clear that the second homily on the beginning or on the title of Acts is the one in which inquiry was made as to who was the author of the book of the Acts of the Apostles; nor is it any less established that all the matters embraced in sections 8 and 9 below belong to this homily: for there it is asked first what that title, Acts of the Apostles, signifies;
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ
OF THE SAME ON THE ASCENSION
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
of our Lord Jesus Christ.
Πλοῦτος ἡμῖν, καὶ θησαυρὸς, καὶ πηγαὶ τῆς αἰωνίου ζωῆς, αἱ τοῦ Σωτῆρός εἰσιν οἰκονομίαι, ἃς καὶ λέγειν διψῶμεν, καὶ κηρύττειν σπεύδομεν, εἰπεῖν δὲ κατ' ἀξίαν οὐκ ἰσχύομεν. Ἀλλὰ τῷ πόθῳ συνεχόμενοι, καὶ τὴν ἀσθένειαν ὁμολογοῦντες, ὥσπερ ἐπί τινα εὔδιον λιμένα καταφεύγομεν ἐπὶ τὴν προφητικὴν ἐκείνην φωνήν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ αὐτὸς ὁ μέγας προφήτης, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ὁ Θεὸς ἐγνώρισεν, ὁ καταξιωθεὶς πατὴρ Χριστοῦ κληθῆναι, Δαυῒδ ὁ μακάριος καὶ μέγας ἐν προφήταις, ὁ ἔνδοξος ἐν βασιλεῦσιν, ὁ τοῦ Θεοῦ φίλος, ὁ τετιμημένην ἔχων παρ' αὐτῷ καρδίαν, ὡς αὐτὸν τὸν Θεὸν εἰπεῖν· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου· εἰ ὁ τοιοῦτος καὶ τηλικοῦτος, ἀπιδὼν εἰς τὸ μέγεθος τῆς θεογνωσίας, ἔλεγεν· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν· εἰ ὁ προφήτης ἀτονεῖ πρὸς τὸ μέγεθος βλέπων τῆς αὐτοῦ δυνάμεως· εἰ Παῦλος ὁ θεολόγος καὶ ἡ οὐράνιος σάλπιγξ βοᾷ· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ· εἰ προφητῶν καὶ ἀποστόλων γλῶσσαι τοσαῦτα χέουσαι νάματα, ἐξ ὧν ἐπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας· εἰ τοσοῦτοι καὶ τηλικοῦτοι ποταμοὶ ῥέοντες, καὶ πέλαγος εὐσεβείας συνιστῶντες, ὡμολόγησαν τὴν ἧτταν, ἵνα δείξωσι τοῦ κηρυττομένου τὴν δύναμιν· ποῦ φανήσεται λόγου βραχυτάτου ψεκὰς, τοσούτου πελάγους σοφίας προκειμένου; Ἀλλ' οὐ δεῖ πρὸς τὸ μέγεθος τῆς θεολογίας ὁρῶντας ναρκᾷν, ἀλλὰ πρὸς τὴν πρόθεσιν τοῦ Θεοῦ βλέποντας, κατατολμᾷν τῆς θείας διδασκαλίας. Βραβεύει γὰρ ὁ Θεὸς οὐ τῇ ἀξίᾳ τῶν λεγομένων, ἀλλὰ τῷ πόθῳ τῶν κηρυττόντων καὶ τῇ ἀγάπῃ τῶν ἀκουόντων. Καὶ ὥσπερ οἱ φιλόστοργοι πατέρες, ἐπειδὰν ἴδωσι τοὺς παῖδας ψελλίζοντας καὶ χωλεύοντας τῇ λέξει, οὐ πρὸς τὸ ἄναρθρον βλέπουσι
Wealth to us, and treasure, and wellsprings of eternal life are the dispensations of the Saviour, which we both thirst to tell and hasten to proclaim, yet have not strength to utter worthily. Still, constrained by longing and confessing our weakness, as to some calm haven we flee for refuge to that prophetic voice: Who shall utter the mighty deeds of the Lord, who shall make all His praises heard? For if that great prophet himself, to whom God made known the uncertain and hidden things of His wisdom, who was counted worthy to be called the father of Christ, David the blessed and great among prophets, glorious among kings, the friend of God, possessing a heart honoured before Him, so that God Himself said: I have found David the son of Jesse, a man after My own heart—if such and so great a man, looking upon the greatness of the knowledge of God, said: Thy knowledge has proved too wonderful for me; it has grown mighty, I can by no means attain unto it; if the prophet faints as he gazes upon the greatness of His power; if Paul the theologian and heavenly trumpet cries aloud: O the depth of the riches and wisdom and knowledge of God! how unsearchable are His judgements, and how untraceable His ways! if the tongues of prophets and apostles, pouring forth streams so abundant that the whole earth was filled with knowing the Lord, as abounding water covers the seas—if rivers so many and so mighty, flowing forth and forming an ocean of piety, confessed their defeat in order to show the power of Him Who is proclaimed: where shall a tiny drop of the briefest speech appear, when so vast an ocean of wisdom lies stretched before us? Yet we must not grow numb as we gaze upon the greatness of theology, but looking to the gracious purpose of God, boldly venture upon divine teaching. For God awards the prize not according to the worthiness of what is spoken, but according to the longing of those who preach and the love of those who hear. And just as affectionate fathers, whenever they see their children lisping and halting in speech, look not at the inarticulateness
Notes, col. 773

On the reading

Printed provabimus, for probabimus.

PG 52:775Read from the page
τοῦ λόγου, ἀλλὰ πρὸς τὸν πόθον τῆς φύσεως, καὶ πάσης αὐτοῖς ῥητορικῆς μεγαλοφωνίας καὶ φιλοσόφου μετεωρολογίας ἡδύτερά ἐστι τὰ τῶν παίδων ψελλίσματα· οὕτω καὶ ὁ Θεὸς οὐκ εἰς τὰς γλώσσας ἡμῶν ψελλιζούσας περὶ θεολογίας, ἀλλ' εἰς τὸν πόθον καὶ εἰς τὴν διάθεσιν βλέπει, ὅτι πίστει κηρύττομεν καὶ ἀγάπῃ ἀνυμνοῦμεν. Οὐ γὰρ δύναται ἡ ἀνθρωπίνη γλῶσσα τρανῶς λαλῆσαι, ἀλλ' ὅσα ἂν λαλήσωμεν περὶ Θεοῦ, ψελλίζοντες λαλοῦμεν. Διατί ; Ἐπειδὴ καὶ ὁ Παῦλος βοᾷ· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ὅμως δὲ εἰ καὶ ψελλίζομεν, ἐνεχείρισεν ἡμῖν ὁ Θεὸς τὸ κήρυγμα τῆς εἰρήνης. Διὰ τοῦτο βοᾷ Ἠσαΐας· Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην. Φέρε τοίνυν μικρὰ ψελλίσωμεν πρὸς τὸν κοινὸν ἡμῶν Πατέρα καὶ Δεσπότην, τὸν καταξιώσαντα εἰπεῖν τοῖς ἑαυτοῦ μαθηταῖς· Τεκνία· εἰ γὰρ τέκνα καλεῖ, τῶν τέκνων ψελλιζόντων ἀνέχεται. Καὶ ἐπειδὴ ἔφη ἀνελθεῖν εἰς οὐρανοὺς, καὶ ἡ ἀνάληψις αὐτοῦ ἡ πολυύμνητος ἐκηρύχθη, οὐκ ἀποκλείεται χρόνῳ ἡ χάρις, οὐδὲ περιγράφεται ἡμέραις ἡ θεολογία.
of their speech, but to the yearning of nature, and sweeter to them than all rhetorical eloquence and philosophical loftiness are the lispings of children; even so God also looks not to our tongues as they lisp concerning theology, but to our yearning and our disposition, because we proclaim in faith and hymn in love. For the human tongue cannot speak distinctly, but whatever we speak concerning God, we speak lispingly. Why so? Because Paul too cries aloud: We know in part, and we prophesy in part. Yet even though we lisp, God has entrusted to us the proclamation of peace. On this account Isaiah cries aloud: And the stammering tongues shall learn to speak peace. Come therefore, let us utter a few lisping words to our common Father and Master, Who deigned to say to His own disciples: Little children; for if He calls them children, He bears with children when they lisp. And since He spoke of ascending into heaven, and His much-hymned Ascension has been proclaimed, grace is not shut off by time, nor is theology circumscribed by days.
βʹ. Ἐπειδὴ δὲ θελήσαντες ἀνελθεῖν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, ἐνεποδίσθημεν, ὡς οἶδεν ὁ Χριστὸς, προθέμενοι μὲν, κωλυθέντες δὲ διὰ τὴν ἀκαταστασίαν τοῦ ἀέρος καὶ τὸ συνεχὲς τοῦ πλήθους (λέγω δὲ ταῦτα, ἵνα πᾶσαν ὑπόληψιν λύσω τῶν μάτην ἐγκαλεῖν βουλομένων), ἐπειδήπερ πρὸς τὸ πλῆθος ἰδόντες τῶν εἰρημένων, ταχέως συνεστείλαμεν τὸν λόγον, ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, σήμερον ἀποδίδομεν τὴν ὀφειλήν. Καὶ γὰρ ὁ νόμος ἐπέτρεπεν τὸν μὴ ποιήσαντα τῷ πρώτῳ μηνὶ τὸ Πάσχα, τῷ δευτέρῳ μηνὶ τὴν ὀφειλὴν ἀποδιδόναι. Δεῖ δὲ ὑμᾶς εἰδέναι ὅτι Θεοῦ λόγος οὐ χρόνοις, οὐχ ἡμέραις περιγράφεται, ἀλλὰ κατὰ πᾶσαν ἡμέραν δέχεται κήρυγμα καὶ σταυροῦ, καὶ πάθους, καὶ ἀναστάσεως, καὶ ἀναλήψεως, καὶ δευτέρας παρουσίας.
2. And since, when we wished to go up to the Mount of Olives, we were hindered — as Christ knows, having indeed purposed it, yet having been prevented by the unsettled state of the weather and the dense press of the multitude (and I say these things that I may dispel every suspicion of those who wish to find fault in vain) — and since, looking to the abundance of what had already been spoken, we quickly drew our discourse to a close lest we overwhelm your memory with the multitude of words, today we pay the debt. For the law also permitted him who had not kept the Passover in the first month to pay the debt in the second month. And you must know that the word of God is circumscribed neither by seasons nor by days, but on every day welcomes preaching of the cross, of the passion, of the resurrection, of the ascension, and of the second coming.
γʹ. Ἠρέμα δὲ προδιαλαβόντες μικρά τινα τῶν θείων ῥημάτων ἐν τοῖς ὑπαναγνωσθεῖσι σήμερον, καὶ τὰς εὐαγγελικὰς πηγὰς ἀντλήσαντες, οὕτως ἔλθωμεν ἐπὶ τὴν ἐπαγγελίαν. Οὔσης ὀψίας, τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων, ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι, ἦλθεν ὁ Ἰησοῦς. Ἀφ' οὗ ὁ Σωτὴρ τὴν ἀνάστασιν ἐπραγματεύσατο ἡμῖν, σπανίως φαίνεται, ἐν ἄλλαις ἡμέραις ἐπιφανεὶς τοῖς μαθηταῖς ἢ κατὰ τὴν ἡμέραν τῆς Κυριακῆς. Ὥσπερ γὰρ ἐν ἑκάστῳ σαββάτῳ παρέβαλλε τῇ συναγωγῇ, ἵνα πληρώσῃ τὸν νόμον· οὕτως ἀφ' οὗ τὴν ἀνάστασιν ἐπραγματεύσατο, καὶ τὸν ἀρραβῶνα τῷ κόσμῳ ἤνεγκεν, ἐσπούδασε τῇ ἡμέρᾳ τῆς Κυριακῆς, ἐν μιᾷ τῶν σαββάτων, ἐπιφαίνεσθαι, ἵνα πήξῃ τὸν θεμέλιον τῆς ἁγίας Κυριακῆς. Τέλος γὰρ εἶχε τὰ τῶν σαββάτων, ἀρχὴν δὲ ἐλάμβανε τὰ τῆς Δεσποτικῆς ἡμέρας, ἤγουν τῆς ἀναστάσεως, ὡς μέμνησθε τῶν πρώην εἰρημένων. Πῶς ὁ μακάριος Ματθαῖος ἐπιγράφων τὰ σάββατα, ἀρχὴν δὲ εἰσάγων τῶν ἁγίων Κυριακῶν, ἔλεγεν· Ὀψὲ σαββάτων ; Τέλος γὰρ ἦν, καὶ ὀψὲ τῶν πρώτων σαββάτων, Ἐπιφωσκούσης εἰς μίαν σαββάτων. Ἐφάνη τοίνυν ἀναστὰς τῇ μιᾷ τῶν σαββάτων, αὐτῇ τῇ ἡμέρᾳ τῆς ἁγίας ἑορτῆς τῆς
3. After gently touching beforehand upon a few brief points from the divine words read aloud today, and drawing from the evangelical springs, let us thus come to our promise. When it was evening on that day, the first day of the week, and the doors were shut where the disciples were gathered together, Jesus came. Ever since the Saviour accomplished the resurrection for us, He seldom appears to the disciples on days other than the Lord's Day. For just as on every Sabbath He used to visit the synagogue in order to fulfil the law, so too, ever since He accomplished the resurrection and brought the pledge to the world, He made haste to appear on the Lord's Day, on the first day of the week, so as to lay the foundation of the holy Lord's Day. For the things of the Sabbath had reached their end, while those of the Master's Day — that is, of the resurrection — were taking their beginning, as you remember from what was spoken recently. Why did blessed Matthew, in closing the record of the Sabbaths and introducing the beginning of the holy Lord's Days, say: Late on the Sabbath? For it was the end and late hour of the former Sabbaths, As it began to dawn towards the first day of the week. Having risen, therefore, He appeared on the first day of the week, on the very day of the holy feast of the