ἐφάνη τοῖς δέκα, καὶ οὐ παρῆν ὁ Θωμᾶς· πάλιν ἐφάνη, παρόντος Θωμᾶ. Ζητοῦμεν δὲ τὸν ἀριθμὸν, πῶς συνίσταται εἰ ἑνδέκατον ἐφάνη διὰ τοὺς ἕνδεκα ἀποστόλους. Ἐφάνη πρῶτον τῇ Μαρίᾳ ἐν τῷ μνήματι ἀπερχομένῃ, καὶ ταῖς ἄλλαις γυναιξίν. Πρὸ γὰρ πάντων αἱ γυναῖκες αὐτὸν εἶδον, ἃς καὶ ὁ μακάριος Ἠσαΐας προσκαλεῖται· Γυναῖκες ἀπὸ θέας ἐρχόμεναι, δεῦτε, καὶ ἀπαγγείλατε ἡμῖν. Ἐπεφάνη τοίνυν ταῖς γυναιξίν. Ὁ βουλόμενος λογοθετεῖν, ὁράτω μήπω διασφάλλωμεν τὸν ἀριθμόν. Πρῶτον ταῖς γυναιξὶ, Μαρίᾳ καὶ ταῖς λοιπαῖς· ἔπειτα Πέτρῳ, εἶτα τοῖς περὶ Κλεώπαν ἐν τῇ ὁδῷ, ὅτε εἰς τὴν Ἐμμαοὺς ἀπῄεσαν, ὅτε ἐν τῇ κλάσει τοῦ ἄρτου ἐφανερώθη. Πόθεν δὲ τοῦτο δῆλον; Ὅτι πρὸ τῶν δύο τούτων ὤφθη τῷ Πέτρῳ. Εἰσῆλθον οἱ δύο ἀπὸ ἑσπέρας οἱ περὶ Κλεώπαν, ὥστε ἀπαγγεῖλαι τοῖς μαθηταῖς, ὅτι Εἴδομεν τὸν Κύριον· καὶ εὗρον τοὺς ἀποστόλους λέγοντας, ὅτι Ὄντως ἠγέρθη ὁ Κύριος, καὶ ὤφθη Σίμωνι. Ἐν ὅσῳ οὖν ἀπήγγειλαν οἱ δύο τὴν θέαν, προέλαβεν ἡ φήμη, ὅτι Πέτρος εἶδε τὸν Κύριον. Τοῦτο καὶ Παῦλος ἐπισημαίνεται λέγων· Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ ὅτι ἀνέστη καὶ ὤφθη Κηφᾷ, ειτα τοῖς ἕνδεκα. Πρῶτον Πέτρῳ, εἶτα ἐκείνοις. Ἐφάνη τοίνυν ταῖς γυναιξὶ πρῶτον, εἶτα Πέτρῳ δεύτερον, εἶτα τοῖς περὶ Κλεώπαν τρίτον, εἶτα τοῖς δέκα τῶν θυρῶν κεκλεισμένων, μὴ παρόντος Θωμᾶ, τέταρτον· εἶτα τοῖς ἕνδεκα παρόντος καὶ τοῦ Θωμᾶ· ἰδοὺ πέμπτον. Εἶτα πάλιν φαίνεται ἀδελφοῖς πεντακοσίοις· ὁ γὰρ Παῦλος καὶ τοῦτο ἐπισημαίνων λέγει· Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οι πλείους μένουσιν ἕως ἄρτι· ἰδοὺ ἕκτον. Εἶτα ὤφθη τοῖς ἑπτὰ ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος ἁλιεύουσιν· εἶτα ὤφθη Ἰακώβῳ κατὰ τὸν Παῦλον· εἶτα τοῖς ἀποστόλοις πᾶσι. Πρόσεχε, παρακαλῶ. Ἔχεις οὖν πρῶτον τὰς γυναῖκας, τὸν Πέτρον, τοὺς περὶ Κλεώπαν, τὴν ὀπτασίαν τῶν δέκα ἐκτὸς τοῦ Θωμᾶ, τὴν τῶν ἕνδεκα, τὴν τῶν πεντακοσίων ἀδελφῶν, ἰδοὺ ἕκτον· ἕβδομον τοῖς ἑπτὰ, ὄγδοον Ἰακώβῳ, ἔννατον τοῖς ἑβδομήκοντα, δέκατον εἰς τὸ ὄρος τῆς Γαλιλαίας, ἑνδέκατον εις τὸ ὄρος τῶν Ἐλαιῶν. Εἰς τὴν ἀνάληψιν τοῦ Σωτῆρος πολλάκις ἐπαναλαβόντος τὴν ειρήνην, ἄτοπόν ἐστιν ἡμᾶς μὴ ἐπαναλαβεῖν τὴν ψῆφον εις βεβαίωσιν. Ἔχεις τοίνυν πρῶτον τὰς γυναῖκας, δεύτερον τὸν Πέτρον, τρίτον τοὺς περὶ Κλεώπαν, τέταρτον τοὺς δέκα, πέμπτον τοὺς ἕνδεκα, ἕκτον τοὺς πεντακοσίους, ἕβδομον τοὺς ἑπτὰ, ὄγδοον Ἰάκωβον, ἔννατον τοὺς ἑβδομήκοντα, δέκατον ἐπὶ τὸ ὄρος τῆς Γαλιλαίας, ἑνδέκατον ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν.
unto the ten He appeared, and Thomas was not present; again He appeared when Thomas was present. And we inquire into the number, how it stands together whether He appeared eleven times on account of the eleven apostles. He appeared first to Mary as she was departing at the tomb, and to the other women. For before all others the women saw Him, whom the blessed Isaiah also calls unto: Ye women coming from a spectacle, come and declare unto us. He appeared, therefore, to the women. Let him who wishes to reckon the account see lest we err in the number. First to the women, Mary and the rest; next to Peter; then to Cleopas and his companion on the way, when they were going off to Emmaus, when He was manifested in the breaking of the bread. And whence is this clear? That before these two He appeared to Peter? Those two—Cleopas and his companion—went in at evening so as to report to the disciples, We have seen the Lord; and they found the apostles saying, The Lord is risen indeed, and has appeared to Simon. While the two were reporting the sight, therefore, the report had gone before them that Peter had seen the Lord. Paul also points this out, saying: For I delivered unto you first of all that which I also received, that Christ died for our sins according to the Scriptures, and that He rose and appeared to Cephas, then to the eleven. First to Peter, then to them. He appeared, therefore, to the women first; then to Peter second; then to Cleopas and his companion third; then to the ten when the doors were shut and Thomas was not present, fourth; then to the eleven when Thomas also was present—behold, fifth. Then again He appears to five hundred brethren; for Paul, pointing this out also, says: Afterwards He appeared to above five hundred brethren at once, of whom the greater part remain until now—behold, sixth. Then He appeared to the seven as they were fishing on the Sea of Tiberias; then He appeared to James, according to Paul; then to all the apostles. Pay heed, I beseech you. You have, then, first the women, Peter, Cleopas and his companion, the vision of the ten apart from Thomas, that of the eleven, that of the five hundred brethren—behold, sixth; seventh to the seven, eighth to James, ninth to the seventy, tenth onto the mountain of Galilee, eleventh onto the Mount of Olives. Since at His Ascension the Saviour many times repeated peace, it would be out of place for us not to repeat the reckoning for confirmation. You have, therefore, first the women, second Peter, third Cleopas and his companion, fourth the ten, fifth the eleven, sixth the five hundred, seventh the seven, eighth James, ninth the seventy, tenth upon the mountain of Galilee, eleventh upon the Mount of Olives.