τῆς ἀποστολῆς, τὸ, Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς, ἀλλὰ τὴν δύναμιν. Ἀπεστάλην ἐγὼ εἰς τὸ παθεῖν ὑπὲρ τοῦ κόσμου· ἀποστέλλω ὑμᾶς, ἵνα τοῖς ὑμετέροις πάθεσι τὴν οἰκουμένην στεφανώσω. Καὶ ἐπειδὴ οὐκ ἴσχυσεν ἡ θνητὴ φύσις ἀρκέσαι πρὸς τὴν ὁμοιότητα τὴν Δεσποτικὴν, λέγει· Καὶ τοῦτο ειπὼν ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Πρόσεχε. Διατί ἐνεφύσησεν ὁ Σωτὴρ τοῖς ἀποστόλοις κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἀναστάσεως; Ἆρα γὰρ ἐκτὸς τοῦ ἐμφυσήματος οὐχ ἱκανὸς ἦν δοῦναι Πνεῦμα ἅγιον; Ἀλλ' ἐπειδὴ, τὸν πρῶτον ἄνθρωπον πλάττων, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ἀπώλεσε δὲ τοῦ ἐμφυσήματος τὴν χάριν διὰ τὴν παράβασιν, καὶ ἀπολέσας τὴν ζωοποιὸν δύναμιν, εἰς χοῦν διελύθη, καὶ ἐν τάφῳ κατέλυσεν τὴν αὐτοῦ δημιουργίαν· ἀνανεῶν τοίνυν τὸ πλάσμα, καὶ ἀποδιδοὺς τὸ ἀρχαῖον δῶρον, ἐνεφύσησεν εἰς τὸ πρόσωπον τῶν ἀποστόλων, τὴν ἀρχαίαν ἐκείνην καὶ ζωτικὴν δύναμιν ἀποδιδοὺς τῷ πλάσματι· ὁμοῦ δὲ ἐπληροῦτο καὶ τὰ τῶν προφητῶν προειρημένα. Ὁ γὰρ μακάριος Ναοὺμ ὁ προφήτης, προειδὼς ὅτι ὁ Σωτὴρ ἀνιστάμενος ἐκ τῶν νεκρῶν μέλλει ἐμφυσᾷν τοῖς ἁγίοις ἀποστόλοις, καὶ πληροῦν αὐτοὺς θείου χαρίσματος, διαμαρτύρεται τῷ λαῷ λέγων· Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου, ἀπόδος τῷ Θεῷ τὰς εὐχάς σου· οὐκ ἔτι οὐ μὴ προσθῶσιν ἐλθεῖν εἰς παλαίωσιν. Συντετέλεσται, ἐξῆρται. Ἀνέβη γὰρ ἐκ τῆς γῆς ὁ ἐμφυσῶν εἰς τὸ πρόσωπόν σου, καὶ ἐξαιρούμενός σε ἐκ θλίψεως. Τότε λέγει· Εἰρήνη ὑμῖν, καὶ τοῦτο εἰπὼν, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα ἅγιον. Ἐπειδὴ εἶδε τὴν ἀνθρωπίνην φύσιν ὀκλάζουσαν πρὸς τοὺς πόνους, καὶ παραιτουμένην πρὸς τοὺς ἀγῶνας δι' ἀσθένειαν, ἀναπληροῖ τὸ λεῖπον τῇ δυνάμει τοῦ Πνεύματος, ἵνα κάμνουσαν αὐτὴν τῇ ἀσθενείᾳ ἡμῶν παραμυθήσηται· καὶ ὥσπερ σίδηρόν τινα ἐστόμωσεν αὐτὴν τῇ θείᾳ χάριτι, ἵνα ὃ μὴ ἔχῃ ἐκ φύσεως, δέξηται παρὰ τῆς χάριτος, καὶ προσέλθῃ πρὸς τοὺς ἀγῶνας τῇ δυνάμει τοῦ Πνεύματος νευρουμένη. Λάβετε Πνεῦμα ἅγιον· καθὼς ἀπέσταλκέ με ὁ Πατὴρ, κἀγὼ πέμπω ὑμᾶς. Ἀλλὰ σὺ, Κύριε, ἐξελθὼν ὡς Δεσπότης, εἶδες ἁμαρτωλοὺς καὶ ἠλήσας, συνεχώρησας τὰ ἁμαρτήματα ἡμῶν. Ἀνωτέρα ἡ χάρις· ἐμπίπτομεν εἰς τὴν ἄβυσσον τῶν ἁμαρτημάτων ἡμεῖς· οἱ ἁμαρτάνοντες πολλοὶ, φιλανθρωπίας χρεία πολλῆς. Οὐκ ἔχομεν τὴν αὐθεντίαν, πῶς δυνάμεθα κατὰ σὲ ἀποσταλῆναι; Διὰ τοῦτο, ἵνα πληρωθῇ τὸ, Καθὼς ἀπέστειλέ με ὁ Πατὴρ, κἀγὼ ἀποστέλλω ὑμᾶς, λέγει· Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἣν ἔχει ἐξουσίαν ὁ Σωτὴρ, δίδωσι τοῖς ἀποστόλοις. Ὥσπερ γὰρ οὐχ οἷόν τέ ἐστιν ἄρχοντα πιστευθῆναι ἔθνος, μὴ λαβόντα συγχωρήσεως καὶ θανάτου καὶ τιμωρίας ἐξουσίαν παρὰ βασιλέως· οὕτω καὶ ὁ Σωτὴρ μέλλων καθιστᾷν αὐτοὺς ἄρχοντας τῆς οἰκουμένης, δίδωσιν αὐτοῖς καὶ τιμωρίας ἐξουσίαν καὶ συγχωρήσεως, τὸ, Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται. Ἓν γάρ ἐστι τῶν ἀμηχάνων, ἢ μαρτυρῆσαι γενναίως, ἢ κηρῦξαι σπουδαίως, ἢ πρᾶξαί τι τῶν μεγάλων καὶ δυσκατορθώτων, ἐὰν μὴ
of the mission, namely, Even as the Father sent Me, I also send you, but its power. I was sent to suffer on behalf of the world; I send you, so that by your sufferings I may crown the inhabited earth. And since mortal nature did not avail to suffice for the Master's likeness, it says: And when He had said this, He breathed on them, and says to them: Receive the Holy Spirit. Pay heed. Why did the Saviour breathe upon the apostles on that very day of the Resurrection? Was He then unable, apart from breathing upon them, to give the Holy Spirit? Nay, since, when He fashioned the first man, He breathed into his face, and man became a living soul, yet he lost the grace of that inbreathing through transgression, and having lost the life-giving power, was dissolved into dust, and brought His handiwork to an end in the tomb; renewing, therefore, what He had fashioned, and restoring the ancient gift, He breathed into the face of the apostles, restoring that ancient and vital power to His creature; and at the same time the things foretold by the prophets were also being fulfilled. For the blessed Nahum the prophet, foreseeing that the Saviour, rising from the dead, was about to breathe upon the holy apostles and fill them with a divine gift of grace, solemnly testifies to the people, saying: Keep your feasts, O Judah, pay to God your vows; no more shall they again pass into decay. It is accomplished, it is taken away. For He has gone up from the earth Who breathes into your face, and Who delivers you out of affliction. Then He says: Peace be unto you, and having said this, He breathed on them, and says to them: Receive the Holy Spirit. Since He saw human nature flinching before toils and shrinking from contests through weakness, He supplies what is lacking by the power of the Spirit, so that He may comfort it as it labours in our weakness; and like some iron He tempered it with divine grace, so that what it may not possess by nature, it may receive from grace, and advance to the contests braced by the power of the Spirit. Receive the Holy Spirit: even as the Father has sent Me, I also send you. Yet Thou, O Lord, going forth as Master, didst see sinners and hadst mercy, Thou didst forgive our sins. Grace is higher; we fall into the abyss of sins; those who sin are many, and there is need of great loving-kindness. We do not have the sovereign authority; how can we be sent as Thou wast? For this reason, that the word might be fulfilled, Even as the Father sent Me, I also send you, He says: Whosesoever sins you forgive, they are forgiven them; whosesoever you retain, they are retained. The authority that the Saviour has, He gives to the apostles. For just as it is not possible for a ruler to be entrusted with a nation unless he has received authority of pardon and death and punishment from the king; so also the Saviour, being about to appoint them rulers of the inhabited earth, gives them authority both of punishment and of pardon, namely: Whosesoever sins you forgive, they are forgiven them; whosesoever you retain, they are retained. For it is one of the things impossible either to bear witness nobly, or to preach zealously, or to accomplish any great and arduous deed, unless