Migne Reading Room

PG 52 · cols. 670–675 · Read from the page

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Fifteen little works on the Constantinopolitan disturbances, and on those things which regard either exile of Chrysostom

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 52:670Read from the page
τρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι. Οὐδὲν γὰρ ἡμᾶς ἔλαθε τῶν σῶν, καίτοι ἐκ τοσούτου καθημένους διαστήματος. Διὸ καὶ μακαρίζομεν καὶ θαυμάζομέν σου τὴν εὐλάβειαν, καὶ τὴν διεγηγερμένην ψυχὴν, καὶ τὴν ἀπερίτρεπτον γνώμην, καὶ τὴν ἐν τοσούτῳ γήρᾳ νεάζουσαν προθυμίαν· καὶ οὐδὲν ἀπεικός. Ὅταν μὲν γὰρ τὰ προκείμενα τῆς τοῦ σώματος δέηται ῥώμης, κώλυμα ἐνταῦθα τὸ γῆρας γίνεται· ὅταν δὲ ψυχῆς ἀπαιτῇ φιλοσοφίαν, οὐδὲν ἡ πολιὰ τοῖς κατορθώμασιν ἐπισκοτεῖν εἴωθεν· οὐ τοίνυν οὐδὲ ἐπεσκότησεν, ἀλλ' ἅπαντα παρὰ τῆς σῆς εὐλαβείας εισενήνεκται. Ὅτι δὲ καὶ καρπὸν δώσει τὸν προσήκοντα ὁ πόνος οὗτος καὶ ἡ τοσαύτη ἀγρυπνία, οὐδὲν οἶμαι δεῖν ἀμφιβάλλειν. Ἐπειδὴ δὲ μετὰ τῆς οἰκουμένης ἁπάσης καὶ ἡμετέραν μέριμναν κατεδέξω, διὰ τὴν πολλήν σου καὶ θερμὴν ἀγάπην, καὶ μαθεῖν ἐπιθυμεῖς οἷ διατρίβομεν, καὶ ἐν τίσιν ὁρμᾷ τὰ ἡμέτερα, καὶ τίνες οἱ συνόντες ἡμῖν, καὶ μαθεῖν οὐχ ἁπλῶς, ἀλλ' ὥστε καὶ χάριν αὐτοῖς εἰδέναι· ἡμεῖς μὲν ὑπὲρ τῆς τοσαύτης ἀγάπης οὐ παυσόμεθά σε ἀνακηρύττοντες, στεφανοῦντες, παρὰ πᾶσιν ἀναγορεύοντες, χάριτας ὁμολογοῦντες παρὰ τοῖς ἐντυγχάνουσι καὶ συγγινομένοις ἡμῖν. Αὐτὸς δὲ τὰς μεγίστας ἀμοιβὰς καὶ μείζους τῶν πόνων ἀνάμενε παρὰ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ ταῖς ἀντιδόσεσιν ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος τοὺς ἀγαθόν τι ποιεῖν ἢ λέγειν ἐσπουδακότας. Ὥστε δέ σε καὶ ἑτέρωθεν ἡσθῆναι μαθόντα τὰ ἡμέτερα, πρὸς μὲν τὸ ἐρημότατον χωρίον ἀπῳκίσθημεν, τὴν Κουκουσὸν, πλὴν ἐρημίας οὐδεμίαν αἴσθησιν ἔχομεν· τοσαύτης ἀπολαύομεν ἡσυχίας, τοσαύτης ἀδείας, τοσαύτης παρὰ πάντων θεραπείας. Τά τε γὰρ λείψανα τῆς ἀῤῥωστίας εὐχαῖς ταῖς σαῖς ἀπεθέμεθα, καὶ ἐν ὑγείᾳ διάγομεν νῦν, τοῦ τε φόβου τῶν Ἰσαύρων ἀπηλλάγημεν, καὶ ἐν ἀσφαλείᾳ κατέστημεν, ἀπραγμοσύνῃ τε ἐντρυφῶντες πολλῇ. Πάρεισι δὲ ἡμῖν καὶ οἱ τιμιώτατοι πρεσβύτεροι Κωνστάντιος καὶ Εὐήθιος, προσδοκῶνται δὲ καὶ ἕτεροι ταχέως ἀφίξεσθαι, οὓς εἰς τὸ παρὸν τὰ δεσμὰ κατεῖχεν· ἀλλὰ πάντες ἀφέθησαν, καὶ εὖ οἶδ' ὅτι πτήσονται πρὸς ἡμᾶς. Μὴ δὴ διαλίπῃς εὐχόμενος ὑπὲρ ἡμῶν τῶν σφόδρα σε ἀγα-
rallying those near and those far off, rousing them, charging that no one be swept away by the surge, but stand fast and be sober even if ten thousand waves more grievous than these come on, and, while stationed in a single place, flying everywhere through exhortation. For none of your doings has escaped our notice, although we sit at so great a distance. Wherefore we both count blessed and admire your Reverence, and your awakened soul, and your unswerving resolve, and your zeal renewing its youth in such advanced old age; and this is in no way unlikely. For when the tasks set before one require bodily strength, there old age becomes a hindrance; when, however, they demand philosophy of soul, grey hair is in no way wont to overshadow righteous deeds; neither, therefore, has it overshadowed them, but all things have been contributed by your Reverence. And that this labour and so great vigilance will also yield their fitting fruit, I think there is no need to doubt. And since, along with the whole inhabited world, you also took upon yourself care for us on account of your great and fervent love, and desire to learn where we dwell, and in what state our affairs stand, and who are with us — and to learn not simply, but so as to be grateful to them also — we, for our part, on behalf of so great a love shall not cease proclaiming you, crowning you, acclaiming you before all, confessing thanks before those who meet and converse with us. And do you yourself await the greatest recompenses, surpassing your labours, from God Who loves mankind, Who in His requitals abundantly surpasses those who have been zealous to do or say something good. And so that you may also rejoice from another quarter upon learning of our affairs: we have indeed been banished to a most desolate place, Cucusus, yet we have no sense of desolation; such quiet do we enjoy, such security, such attentive care from all. For by your prayers we have put off the remnants of our infirmity, and now live in health, and we have been freed from fear of the Isaurians, and are established in safety, luxuriating in great freedom from business. Present with us also are the most honoured presbyters Constantius and Evethius, and others too are expected to arrive shortly, whom bonds held fast until the present; but all have been released, and I know well that they will fly to us. Do not, then, cease praying on behalf of us who exceedingly
Notes, col. 670

On the reading

Printed εισενήνεκται, for εἰσενήνεκται.

PG 52:671Read from the page
πώντων, δέσποτα αἰδεσιμώτατε καὶ θεοφιλέστατε, καὶ συνεχῶς ἐπιστέλλων, ἡνίκα ἂν ἐξῇ, καὶ τὰ περὶ τῆς ὑγείας δηλῶν τῆς σῆς. Οἶσθα γὰρ ὅπως ἡμῖν περισπούδαστον καθ' ἑκάστην, εἰ οἷόν τε, ἡμέραν περὶ ταύτης μανθάνειν. Τὸν δεσπότην μου τὸν τιμιώτατον καὶ εὐλαβέστατον πρεσβύτερον Ἀσυγκρίτιον, μετὰ τῶν γλυκυτάτων αὐτοῦ παιδίων, καὶ πάντα σου τῆς θεοσεβείας τὸν κλῆρον πολλὰ παρ' ἡμῶν προσειπεῖν παρακλήθητι.
love you, most venerable and God-beloved lord, and continually writing, whenever it is possible, and making known the matters concerning your health. For you know how eagerly we desire to learn about it every day, if possible. Be entreated to greet warmly from us my most honoured and devout lord the presbyter Asyncritius, along with his most sweet children, and all the clergy of your Godliness.
ΡΙΕʹ. Θεοφίλῳ πρεσβυτέρῳ.
CXV. To the Presbyter Theophilus.
Καὶ τοῦτο τῆς εὐγνωμοσύνης, καὶ τῆς σῆς εὐχαρίστου σου γνώμης, τὸ μηδενὸς ἀπολελαυκότα παρὰ τούτων, οἷς σε παρακατεθέμεθα, τὸ πᾶν ἀπειληφέναι νομίζειν ἀπὸ τῆς ἡμετέρας προθυμίας. Ἀλλ' ἡμεῖς οὐκ ἀρκεσθησόμεθα τούτῳ, ἀλλὰ καὶ τῷ κυρίῳ μου Θεοδώρῳ τῷ ἐπαρχικῷ, τῷ ἀγαγόντι ἡμᾶς εἰς τὴν Κουκουσὸν, πολλὰ ταύτης ἕνεκεν διελέχθημεν τῆς ὑποθέσεως, καὶ πολλοῖς ἐπιστέλλοντες καὶ ταῦτα ἐπεστάλκαμεν. Ἄν τε γοῦν γένηταί τι ἀπὸ τῶν γραμμάτων πλέον τῶν ἡμετέρων, ἄν τε γράμματα μένῃ μόνον τὰ γράμματα, μηδὲν ἀνύσαντα παρὰ τοῖς ἀποδεχομένοις αὐτὰ, διὰ ταχέων ἡμῖν δηλῶσαι σπούδασον. Καὶ γὰρ ἐν τούτῳ μάλιστα τὴν ἀγάπην σου θαυμάζομεν, καὶ τοῦ θαῤῥεῖν ἡμῖν τοῦτο μέγιστον ποιούμεθα σημεῖον, τὸ καὶ περὶ τούτων ἡμῖν διαλέγεσθαι. Δήλωσον τοίνυν ἡμῖν ἄν τε γένηταί τι πλέον, ἄν τε μηδὲν, ἵν' ἂν μὲν τὸ πρότερον ᾖ, χάριτας ὁμολογήσωμεν τοῖς τὴν ἑαυτῶν ὠφεληκόσι ψυχήν· ἑαυτοῖς γὰρ μᾶλλον ἢ σοὶ χαριοῦνται τοῦτο ποιοῦντες· ἂν τε τὸ δεύτερον, ἑτέραν τινὰ ὁδὸν σύντομον καὶ εὐκολωτέραν ἐπινοήσωμεν, δι' ἧς πάντως πάσης ἀπολαύσῃ παραμυθίας, ὡς ἐν μηδεμιᾷ εἶναι στενοχωρίᾳ. Ἡμῖν γὰρ αὐτοῖς τὰ μέγιστα χαριούμεθα, τῆς εὐγενοῦς σου καὶ ἐλευθέρας οὕτω φροντίζοντες ψυχῆς. Καὶ γράφε συνεχῶς ἡμῖν, τὰ περὶ τῆς ὑγείας τῆς σῆς, καὶ τῆς εὐδοκιμήσεως εὐαγγελιζόμενος.
This also belongs to your fairness and your grateful disposition: that although you have enjoyed nothing from those to whom we commended you, you deem yourself to have received the whole from our readiness. Yet we shall not be satisfied with this, but both with my lord Theodore the praetorian, who brought us to Cucusus, we have spoken much concerning this matter, and in writing to many we have sent word of these things also. Whether, then, something more comes about from our letters, or whether the letters remain merely letters, accomplishing nothing with those who receive them, be eager to make it known to us speedily. For in this especially we admire your love, and count this the greatest sign of your confidence in us: that you converse with us about these matters also. Make known to us, therefore, whether something more comes about or nothing, so that if it be the former, we may confess thanks to those who have benefited their own soul — for in doing this they will grant a favour to themselves rather than to you — and if the latter, we may devise some other concise and easier way, through which you may by all means enjoy every consolation, so as to be in no straitness. For we shall grant the greatest favours to ourselves in thus caring for your noble and free soul. And write to us continually, bringing us good tidings concerning your health and your good repute.
ΡΙϚʹ. Βαλεντίνῳ.
CXVI. To Valentinus.
Τί τοῦτο; Εἰδὼς ὅπως σου χαίρομεν τοῖς ἀγαθοῖς, καὶ σκιρτῶμεν ἐπὶ ταῖς σαῖς εὐδοκιμήσεσι, καὶ πρὸ πάντων ὀφείλων ἡμῖν δηλῶσαι τῆς τιμῆς τὸ μέγεθος, εἰς ὃ νῦν ἀνέβης, ὑπέμεινας ἡμᾶς πρότερον παρ' ἑτέρων μαθεῖν τοῦτο, καὶ οὐ νομίζεις δεῖσθαί σοι πολλῆς εἰς τοῦτο ἀπολογίας, ὅτι ἠνέσχου, τό γε σὸν μέρος, τοσοῦτον χρόνον ἡμᾶς ζημιῶσαι εὐφροσύνης μέγεθος τηλικοῦτον; Τὸ μὲν γὰρ ἀξίωμά σου τὸ ἀληθὲς, καὶ ἡ μεγίστη σου ἀρχὴ, τῆς ψυχῆς σού ἐστιν ἡ ἀρετή. Ἀλλ' ἐπειδὴ καὶ τούτοις τοῖς βιωτικοῖς εἰς τὴν ἐκείνης ὠφέλειαν κεχρῆσθαι μεμελέτηκας, καὶ ὅσῳ ἂν γένῃ δυνατώτερος, τοσούτῳ λιμὴν εὐρύτερος τοῖς δεομένοις καθίστασαι, διὰ τοῦτο νῦν χαίρομεν, καὶ σκιρτῶμεν, ἀλλ' ὅμως οὐκ ἀφίεμέν σε τοῦ τῆς σιγῆς ἐγκλήματος. Πῶς οὖν ἡμῖν ἀπολογήσῃ καλῶς; Τῇ πυκνότητι τῶν ἐπιστολῶν, καὶ τῷ συνεχῶς τὰ περὶ τῆς ὑγείας ἡμῖν δηλοῦν τῆς σῆς
What is this? Knowing how we rejoice in your good things, and leap for joy at your honours, and owing it to us before all others to make known the magnitude of the honour to which you have now ascended, did you endure our learning this first from others, and do you not think that you need a great defence in this matter, in that you bore, so far as lay with you, to deprive us for so long a time of so great a magnitude of gladness? For your true dignity, and your greatest office, is the virtue of your soul. Yet since you have practised using these worldly honours also for her benefit, and the more powerful you become, the wider a harbour you are rendered for those in need, on this account we now rejoice and leap for joy, yet nevertheless we do not acquit you of the charge of silence. How then will you make a good defence to us? By the frequency of your epistles, and by continually making known to us the matters concerning your health
PG 52:672Read from the page
καὶ τοῦ οἴκου σου παντός. Ἐπεὶ οὖν σε καὶ τὸν τρόπον τῆς ἀπολογίας ἐδιδάξαμεν, προστίθει τὰ παρὰ σαυτοῦ λοιπόν. Εἰ γὰρ καὶ μετὰ τὴν ἐπιστολὴν ταύτην μένεις σιγῶν, γραψόμεθά σε ῥᾳθυμίας πολλῆς, καὶ ἀλγήσομεν. Οἶδα δὲ σαφῶς ὅτι πικροτάτην ταύτην ἡγήσῃ διδόναι δίκην, τὸ ἀλγεῖν ἐπὶ τούτοις ἡμᾶς, ἐπειδὴ οἶδα πῶς καὶ φιλεῖν ἡμᾶς γνησίως καὶ θερμῶς ἐσπούδακας.
and that of all your household. Since, then, we have also taught you the manner of your defence, add hereafter your own part. For if even after this epistle you remain silent, we shall indict you for great slackness, and we shall grieve. And I know clearly that you will deem yourself to pay a most bitter penalty in this — our grieving over these things — since I know how eager you have been to love us both genuinely and fervently.
ΡΙΖʹ. Θευδώρᾳ.
CXVII. To Theodora.
Γράφω μὲν ὀλιγάκις τῇ κοσμιότητί σου, διὰ τὸ μὴ ῥᾳδίως ἐπιτυγχάνειν τῶν κομιζόντων τὰ γράμματα· μέμνημαι δέ σου οὐκ ὀλιγάκις, ἀλλὰ καὶ διηνεκῶς. Τὸ μὲν γὰρ ἐφ' ἡμῖν κεῖται, τὸ δὲ οὐκ ἐφ' ἡμῖν· ἀλλὰ τοῦ μὲν μεμνῆσθαι διηνεκῶς, αὐτοὶ κύριοι, τοῦ δὲ κομίζειν τὰς ἐπιστολὰς, οὐκ ἔτι. Διὰ τοῦτο τὸ μὲν ἀεὶ γίνεται, τὸ δὲ, ἡνίκα ἂν ἐξῇ. Τὰς μὲν οὖν ἄλλας ἐπιστολὰς πρόσρησιν ἐχούσας ἐπέμπομεν, ταύτην δὲ καὶ χάριτος αἴτησιν. Τίς δὲ ἡ χάρις; Σοὶ τῇ παρεχούσῃ μᾶλλον, ἢ τῷ δεχομένῳ τὸ κέρδος φέρουσα, καὶ πρὸ τοῦ λαμβάνοντος τὸν διδόντα ὠφελοῦσα. Καὶ γὰρ ἦλθεν εἰς ἡμᾶς, ὅτι δὴ Εὐστάθιος τῶν προσκεκρουκότων ἐστὶ τῇ τιμιότητί σου, καὶ τῆς οἰκίας τῆς σῆς ἐξέπεσε, καὶ ἀπὸ ὄψεως γέγονεν. Ὅπως μὲν οὖν ἔχει τοῦ πράγματος ἡ φύσις, καὶ τίνος ἕνεκεν τοσαύτην ὑπέμεινεν ὀργὴν, εἰπεῖν οὐκ ἔχω· ἐκεῖνο γὰρ ἔγνων μόνον· ἃ δὲ χρή σε παρ' ἡμῶν ἀκοῦσαι τῶν σφόδρα σου τῆς σωτηρίας ἀντεχομένων, ἐστὶ ταῦτα. Οἶσθα ὡς οὐδὲν ὁ παρὼν βίος, ἀλλ' ἢ ἄνθη μιμεῖται ἠρινὰ, καὶ σκιὰς ἀδρανεῖς, καὶ ὀνειράτων ἐστὶν ἀπάτη· τὰ δὲ ἀληθῆ πράγματα, καὶ πεπηγότα, καὶ ἀμετακίνητα, τὰ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς διαδεξόμενά ἐστι. Ταῦτα καὶ παρ' ἡμῶν πολλάκις ἤκουσας, καὶ οἴκοθεν φιλοσοφοῦσα διατελεῖς. Διόπερ οὐδὲ μακρὰν ποιοῦμαι τὴν ἐπιστολὴν, ἀλλ' ἐκεῖνό φαμεν· εἰ μὲν ἀδίκως τινὲς ἐπηρεάσαντες ἐξέβαλον, αἰδουμένη τοῦ δικαίου τὴν φύσιν, διόρθωσον τὸ γεγενημένον· εἰ δὲ δικαίως, τοὺς τῆς φιλανθρωπίας τιμῶσα νόμους, τὸ αὐτὸ δὴ τοῦτο πάλιν ποίησον, ἔνθα καὶ αὐτὴ τὸ πλέον καρπώσῃ μᾶλλον ἢ ἐκεῖνος. Ὥσπερ γὰρ ὁ τὸν ὁμόδουλον ἀπαιτῶν τὰ ἑκατὸν δηνάρια, οὐκ ἐκεῖνον τοσοῦτον ἔβλαψεν, ὅσον ἑαυτῷ καιρίαν ἔδωκε τὴν πληγὴν, διὰ τῆς πρὸς τὸν σύνδουλον ἀκριβολογίας μυρίων ταλάντων συγχώρησιν ἀνατρέψας· οὕτως ὁ παρατρέχων τὰ τοῦ πλησίον ἁμαρτήματα ἡμερωτέρας ἑαυτῷ ποιεῖ τὰς ἐν τῷ μέλλοντι εὐθύνας, καὶ ὅσῳ ἂν μείζονα τὰ ἁμαρτήματα ἀφῇ, τοσούτῳ καὶ αὐτὸς πλείονος τεύξεται τῆς συγχωρήσεως. Οὐ ταύτῃ δὲ μόνον ἐστὶ τὸ διάφορον, ἀλλὰ καὶ τῷ δουλικὴν διδόντα χάριν, δεσποτικὴν λαμβάνειν δωρεάν. Μὴ τοίνυν μοι λέγε, ὅτι τὸ καὶ τὸ αὐτῷ πεπλημμέληται. Ὅσῳ γὰρ ἂν δείξῃς χαλεπώτερα τὰ γεγενημένα, τοσούτῳ τῆς συγχωρήσεως ἀναγκαιοτέραν ἀποφαίνεις τὴν
I write but seldom to your Modesty, because it is not easy to light upon those who carry letters; yet I remember you not seldom, nay rather continually. For the one lies in our power, the other does not lie in our power; to remember continually we ourselves are masters, but to deliver letters, no longer. On this account the one always takes place, the other whenever it is possible. Our other epistles, then, we sent containing a salutation, but this one also a request for a favour. And what is the favour? One that brings profit to you who grant it rather than to him who receives it, and benefits the giver before the receiver. For word has reached us that Eustathius is among those who have given offence to your Honour, and has been cast out of your house, and put out of sight. How the nature of the matter stands, then, and on what account he underwent such great wrath, I cannot say, for I learned that alone; but what you ought to hear from us who cling exceedingly to your salvation is this. You know that the present life is nothing, save that it imitates spring flowers and powerless shadows, and is a deceit of dreams; whereas the true things, both fixed and immovable, are those that will receive us after our departure from here. These things you have both heard often from us, and continually meditate upon of your own accord. Wherefore I do not make my epistle long either, but we say this: if certain persons acting unjustly through malice cast him out, revering the nature of justice, set right what has happened; and if justly, honouring the laws of humanity, do this very same thing again, wherein you yourself also will reap the greater gain rather than he. For just as he who demanded the hundred denarii from his fellow-servant did not harm him so much as he dealt himself a mortal blow, overturning the forgiveness of ten thousand talents through his strict reckoning with his fellow-servant: even so he who passes over his neighbour's sins renders his own accounts in the age to come gentler, and the greater the sins he forgives, the greater forgiveness he himself also will obtain. Nor does the difference lie in this alone, but also in the fact that in granting a servant's favour, one receives a Master's gift. Do not, therefore, tell me that such and such an offence has been committed by him. For the more grievous you show the things that have happened to be, the more necessary do you show the
PG 52:673Read from the page
πρόφασιν, ἐπειδήπερ πολλῷ πλείονα φιλανθρωπίας ἐν τῷ μέλλοντι προαποθήσῃ σαυτῇ τὴν ὑπόθεσιν. Λῦσον τοίνυν τὴν ὀργὴν, κἂν δικαία ᾖ, δάμασον λογισμῷ φιλοσόφῳ τὸν θυμὸν, ἀνένεγκε τοῦτο θυσίαν τῷ Θεῷ· χάρισαι καὶ ἡμῖν τοῖς ἀγαπῶσί σε, καὶ δεῖξον πῶς καὶ ἀπὸ βραχείας ἐπιστολῆς τοσαύτην ἔχομεν δύναμιν. Χάρισαι καὶ σαυτῇ τὰ μεγάλα ταῦτα, ἅπερ εἶπον ἐγὼ, τὸ ἀτάραχον, τὸ ἐξοικίσαι τῆς ψυχῆς τὸν ἐντεῦθεν θόρυβον, τὸ μετὰ πολλῆς παῤῥησίας καὶ ἐντεῦθεν αἰτεῖν παρὰ τοῦ φιλανθρώπου Θεοῦ τὴν εἰς τὴν βασιλείαν εἴσοδον. Καὶ γὰρ μέγα καθάρσιον ἁμαρτημάτων ἡ εἰς τὸν πλησίον φιλοφροσύνη· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις, φησὶ, τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ταῦτ' οὖν ἅπαντα λογισαμένη πέμψον ἡμῖν ἐπιστολὴν, δηλοῦσαν ὅ τι ἤνυσαν τὰ γράμματα ἡμῶν. Τὸ μὲν γὰρ ἡμέτερον ἀπήρτισται, καὶ πεποιήκαμεν οὗπέρ ἐσμεν κύριοι· παρεκαλέσαμεν, ἐδεήθημεν, χάριν ᾐτήσαμεν, συνεβουλεύσαμεν ἅπερ ἐχρῆν. Πᾶσα δέ ἐστιν ὑπὲρ σοῦ λοιπὸν ἡ σπουδή. Ἡμῖν μὲν γὰρ ὁ μισθὸς, ἄν τε γένηταί τι πλέον, ἄν τε μὴ γένηται, τῆς παρακλήσεως ταύτης ἀποκείσεται· ἔστι γὰρ καὶ ῥημάτων λαβεῖν ἀμοιβήν. Ὁ δὲ κάματος ἡμῖν ἅπας, διὰ τοῦ ἔργου καὶ τὴν σὴν κερδᾶναι κοσμιότητα, καὶ ἀπὸ τῶν παρόντων κατορθωμάτων τὰ μέλλοντα καὶ ἀθάνατα ἀγαθὰ μετὰ πολλῆς καρπώσασθαι τῆς εὐκολίας.
occasion for forgiveness, inasmuch as you will lay up in advance for yourself a far greater ground for loving-kindness in the age to come. Dissolve your wrath, therefore, even if it be just; tame your anger with philosophical reasoning; offer this up as a sacrifice to God; grant a favour also to us who love you, and show how even from a brief epistle we possess so great power. Grant also to yourself these great things of which I spoke: freedom from disturbance, banishing from your soul the tumult arising from this, and asking with great boldness from this cause also entrance into the kingdom from God Who loves mankind. For kindliness towards one's neighbour is a great cleansing of sins: For if you forgive men, He says, their trespasses, your heavenly Father also will forgive you. Reckoning up all these things, therefore, send us an epistle making known what our letters have accomplished. For our part has been completed, and we have done that whereof we are masters: we exhorted, we besought, we asked a favour, we counselled what was needful. All the zeal that remains is on your behalf. For to us the reward of this exhortation will be laid up, whether something more comes about or does not come about; for it is possible to receive a recompense even for words. Yet all our toil is that through the deed your Modesty also may gain, and from present righteous deeds may reap with great ease the future and immortal good things.
ΡΙΗʹ. Ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς ἐν τῇ φυλακῇ.
CXVIII. To the Bishops and Presbyters in Prison.
Δεσμωτήριον οἰκεῖτε, καὶ ἅλυσιν περίκεισθε, καὶ μετὰ τῶν αὐχμώντων καὶ ῥυπώντων ἐστὲ κατακεκλεισμένοι· καὶ τί ἂν γένοιτο μακαριώτερον ὑμῶν τούτων ἕνεκεν; Τί γὰρ τοιοῦτον στέφανος χρυσοῦς κεφαλῇ περικείμενος, οἷον ἅλυσις δεξιᾷ περιπλεκομένη διὰ τὸν Θεόν; τί δὲ τοιοῦτον οἰκίαι περιφανεῖς καὶ μεγάλαι, οἷον δεσμωτήριον ζόφου καὶ ῥύπου γέμον, καὶ πολλῆς τῆς ἀηδίας, καὶ τῆς θλίψεως διὰ τὴν αὐτὴν ὑπόθεσιν; Διὰ ταῦτα σκιρτᾶτε, ἀγάλλεσθε, στεφανοῦσθε, χορεύετε, ὅτι πολλῆς ἐμπορίας ὑμῖν ὑπόθεσις τὰ συμβάντα λυπηρά. Τοῦτο σπόρος ἄμητον προαναφωνῶν ἄφατον, τοῦτο παλαίσματα νίκην ἔχοντα καὶ βραβεῖα, τοῦτο πλοῦς ἐμπορίαν πολλὴν προξενῶν. Ταῦτ' οὖν ἅπαντα ἀναλογισάμενοι, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, χαίρετε καὶ εὐφραίνεσθε, μὴ διαλίπητε τὸν Θεὸν ἐπὶ πᾶσι δοξάζοντες, καὶ καιρίας τῷ διαβόλῳ διδόντες πληγὰς, καὶ πολλὴν ἑαυτοῖς ἐν τοῖς οὐρανοῖς προαποτιθέμενοι τὴν ἀμοιβήν. Οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ὑμᾶς. Γράφετε δὲ καὶ ἡμῖν συνεχῶς. Σφόδρα γὰρ ἐπιθυμοῦμεν γράμματα δέχεσθαι παρ' ἀνθρώπων διὰ τὸν Θεὸν δεδεμένων, τὰ παθήματα ὑμῶν ἀπαγγέλλοντα, καὶ πολλὴν ἐντεῦθεν, καὶ ἐν ἀλλοτρίᾳ διατρίβοντες, καρπωσόμεθα τὴν παράκλησιν.
You inhabit a prison, and wear a chain, and are shut up with the unkempt and squalid; and what could be more blessed than you on account of these things? For how is a golden crown set round the head such a thing as a chain entwining the right hand for God's sake? And how are illustrious and great houses such a thing as a prison full of gloom and filth, and much unpleasantness and affliction for the same cause? Therefore leap for joy, exult, crown yourselves, dance, because the sorrowful things that have befallen you are an occasion of great merchandise for you. This is a sowing that proclaims beforehand an ineffable harvest; this is wrestlings possessing victory and prizes; this is a voyage procuring great merchandise. Reckoning up all these things, therefore, my most honoured and devout lords, rejoice and be glad; do not cease glorifying God in all things, and dealing mortal blows to the devil, and laying up in advance for yourselves a great recompense in the heavens. For the sufferings of the present time are not worthy to be compared with the glory about to be revealed towards you. And write to us continually as well. For we eagerly desire to receive letters from men bound for God's sake, reporting your sufferings, and from this, even while dwelling in a foreign land, we shall reap great consolation.
ΡΙΘʹ. Θεοφίλῳ πρεσβυτέρῳ.
CXIX. To the Presbyter Theophilus.
Οὐκοῦν ἐπειδή σοι θύραν ἀνέῳξα τοῦ γράφειν, δεῖ-
Therefore, since I have opened to you a door for writing,
PG 52:674Read from the page
ξον ὡς οὐχ ὁ ὄκνος ἐποίει τὴν ἔμπροσθεν σιγὴν, ἀλλὰ τὸ παρ' ἡμῶν ἀναμένειν λαβεῖν τοῦ γράφειν τὴν παῤῥησίαν, καὶ πέμπε νιφάδας ἡμῖν γραμμάτων, τὴν σὴν ἀπαγγελλόντων ἡμῖν εὐδοκίμησιν· οἶσθα γὰρ ὅπως αὐτῆς ἀντεχόμεθα· μηδὲ ἀφῇς τῆς ἀθυμίας τὴν τυραννίδα εἰς σιγήν σε ἐμβαλεῖν, ἀλλὰ πάσης ἀράχνης εὐκολώτερον αὐτὴν διασπάσας, φαίνου λαμπρὸς ἐπὶ τῆς παρατάξεως, καὶ τῇ πολλῇ παῤῥησίᾳ καὶ ἐλευθερίᾳ συγχέων τοὺς ἐναντίους. Νῦν γάρ ἐστι καιρὸς εὐδοκιμήσεως καὶ ἐμπορίας πολλῆς. Οὐδὲ γὰρ ἔμπορος ἐν λιμένι καθήμενος, τὰ φορτία συνάγειν δύναιτ' ἂν, ἀλλὰ μακρὰ διαπερῶν πελάγη, καὶ κυμάτων κατατολμῶν, καὶ λιμῷ καὶ θηρίοις τοῖς ἐν πελάγει πυκτεύων, καὶ πολλὰς ἑτέρας ὑπομένων δυσκολίας. Ταῦτ' οὖν καὶ αὐτὸς λογισάμενος, ὡς ὁ τῶν δεινῶν καιρὸς οὗτος τῆς ἐμπορίας ἐστὶ καιρὸς, καὶ πολλῆς εὐδοκιμήσεως, καὶ μισθῶν ἀφάτων, διανάστησόν σου τὸ πτερὸν τῆς διανοίας, καὶ τὴν κόνιν τῆς ἀθυμίας ἀποτιναξάμενος μετὰ πολλῆς τῆς εὐκολίας πᾶσαν περίτρεχε τὴν φάλαγγα, συγκροτῶν, ἀλείφων, ἅπαντας διεγείρων, νευρῶν, σπουδαιοτέρους ποιῶν. Καὶ ταῦτα ἡμῖν δήλου διὰ γραμμάτων τῶν σῶν, μηδὲν ὑφορώμενος, εἰ κατορθώματα μέλλοις αὐτὸς ἀπαγγέλλειν τὰ σὰ, ἀλλ' ὡς ὑπόταγμα ἡμέτερον ἀνύων, χαρίζου ταύτην ἡμῖν τὴν εὐφροσύνην, ἵνα καὶ πόῤῥωθεν ὄντες, πολλὴν καρπωσώμεθα τὴν ἡδονὴν, ταῦτα ἀκούοντες παρὰ τῆς σῆς εὐλαβείας, ἅπερ ἐπιθυμοῦμεν μανθάνειν.
show that it was not sloth that caused your former silence, but waiting to receive from us boldness to write, and send us snowstorms of letters reporting to us your good repute — for you know how we cling to it — nor suffer the tyranny of despondency to cast you into silence, but tearing it apart more easily than any spider's web, shine bright in the battle-line, confounding the adversaries by your great boldness and freedom. For now is a season of good repute and great merchandise. For neither could a merchant sitting in harbour gather his cargoes, but rather by crossing wide seas, and braving waves, and boxing with famine and sea-beasts, and enduring many other hardships. Reckoning up these things yourself also, therefore — that this season of terrors is a season of merchandise, and of great good repute, and of ineffable rewards — rouse up the wing of your mind, and shaking off the dust of despondency with great ease, run round the whole phalanx, rallying, anointing, rousing, nerving all, making them more eager. And make these things known to us through your letters, suspecting nothing amiss if you yourself should report your own righteous deeds, but as fulfilling a command of ours, grant us this gladness, so that even while being far off we may reap great pleasure upon hearing from your Reverence these things which we desire to learn.
ΡΚʹ. Θεοδώρᾳ.
CXX. To Theodora.
Ἀνηλώθημεν, ἐδαπανήθημεν, μυρίους ἀπεθάνομεν θανάτους· καὶ ταῦτα ἴσασιν ἀκριβέστερον ἀπαγγεῖλαι οἱ τὰ γράμματα ἐγχειρίζοντες, καὶ ταῦτα βραχεῖαν ῥοπὴν ἡμῖν συγγενόμενοι· πρὸς οὓς οὐδὲ διαλεχθῆναί τι μικρὸν ἠδυνήθημεν, ὑπὸ τῶν συνεχῶν πυρετῶν καταβεβλημένοι, οὓς ἔχων καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ὁδοιπορεῖν ἠναγκαζόμην, καὶ θάλπει πολιορκούμενος, καὶ ὑπὸ ἀγρυπνίας διαφθειρόμενος, καὶ ὑπὸ τῆς τῶν ἐπιτηδείων ἐρημίας ἀπολλύμενος, καὶ τῆς τῶν προστησομένων ἀπορίας. Καὶ γὰρ τῶν τὰ μέταλλα ἐργαζομένων, καὶ τὰ δεσμωτήρια οἰκούντων χαλεπώτερα καὶ πεπόνθαμεν καὶ πάσχομεν. Ὀψὲ δέ ποτε καὶ μόλις ἐπέτυχον τῆς Καισαρείας, ὡς ἀπὸ χειμῶνες εἰς γαλήνην καὶ εἰς λιμένα ἐλθών. Ἀλλ' οὐδὲ ὁ λιμὴν οὗτος ἴσχυσεν ἀνακτήσασθαι τὰ ἀπὸ τοῦ κλυδωνίου κακά· οὕτω καθάπαξ ἡμᾶς ὁ ἔμπροσθεν χρόνος κατειργάσατο. Ἀλλ' ὅμως ἐλθὼν εἰς τὴν Καισάρειαν, μικρὸν ἀνέψυξα, ὅτι ὕδατος ἔπιον καθαροῦ, ὅτι ἄρτου οὐκ ὀδωδότος οὐδὲ κατεσκληκότος μετέλαβον, ὅτι οὐκ ἔτι ἐν τοῖς κλάσμασι τῶν πίθων ἐλουόμην, ἀλλ' εὗρον βαλανεῖον οἷον δήποτε, ὅτι συγκεχώρημαι τέως τῇ κλίνῃ προσηλῶσθαι. Ἐνῆν καὶ πλείονα τούτων εἰπεῖν, ἀλλ' ἵνα μὴ συγχέω σου τὴν μάθησιν, μέχρι τούτου ἵστημι τὸν λόγον, ἐκεῖνο προστιθεὶς, ὅτι μὴ παύσῃ ὀνειδίζουσα τοῖς ἀγαπῶσιν ἡμᾶς, ὅτι τοσούτους ἔχον-
We are spent, we are exhausted, we have died ten thousand deaths; and those who hand you the letters know how to report these things more accurately, even though they met with us for only a brief moment — with whom we were not even able to converse a little, being struck down by continual fevers, having which I was compelled to journey both by night and by day, besieged by burning heat, and wasted by sleeplessness, and perishing from lack of necessities and want of those to care for us. For we both have suffered and are suffering things more grievous than those who work the mines and inhabit prisons. Late at last and scarcely did I reach Caesarea, having come as it were from a tempest into calm and into a harbour. Yet not even this harbour had strength to repair the ills from the surge, so utterly had the preceding time worn us down. Yet nevertheless, upon coming to Caesarea, I revived a little, because I drank pure water, because I partook of bread neither foul-smelling nor hardened, because I no longer bathed in broken shards of jars, but found a bath of sorts, because I have been allowed for the time being to remain fast to my bed. It were possible to say even more than these things, but lest I throw your understanding into confusion, I halt my account at this point, adding only this: do not cease reproaching those who love us, that having so many
Notes, col. 674

On the reading

Printed χειμῶνες, for χειμῶνος.

PG 52:675Read from the page
τες ἐραστὰς, καὶ τοσαύτην δύναμιν περιβεβλημένους, οὐκ ἐτύχομεν οὗ τυγχάνουσιν οἱ κατάδικοι, ὥστε εἰς ἡμερώτερον καὶ ἐγγύτερόν που κατοικισθῆναι τόπον· ἀλλὰ καὶ τοῦ σώματος ἡμῖν ἀπαγορεύσαντος, καὶ τοῦ φόβου τῶν Ἰσαύρων πάντα πολιορκοῦντος, τῆς μικρᾶς ταύτης καὶ εὐτελοῦς οὐκ ἐπετύχομεν χάριτος. Δόξα τῷ Θεῷ καὶ διὰ τοῦτο. Οὐ παυόμεθα γὰρ αὐτὸν ἐπὶ πᾶσι δοξάζοντες. Εἴη τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας. Πολὺ δὲ ἐξεπλάγην καὶ τὸ σὸν, ὅτι τετάρτην ταύτην ἐπιστολὴν ἢ καὶ πέμπτην ἐπεσταλκὼς τῇ διαθέσει σου καὶ τῇ κοσμιότητι, μίαν ἐδεξάμην καὶ μόνην. Καίτοι τοῦτο δυσκολίας οὐκ ἦν, τὸ ἐπιστέλλειν συνεχέστερον. Καὶ ταῦτα οὐκ ἐγκαλῶν σοι λέγω· τὸ γὰρ τῆς ἀγάπης οὐκ ἔστιν ἀνάγκης, ἀλλὰ προαιρέσεως. Ἀλλὰ σφόδρα ἀλγῶ, ὅτι ἀθρόον ἐξέβαλες ἡμᾶς τῆς διανοίας τῆς σῆς, ἐν οὕτω χρόνῳ μακρῷ μίαν ἡμῖν πέμψασα ἐπιστολήν. Ει τοίνυν μηδὲν φορτικὸν μηδὲ ἐπαχθὲς αἰτοῦμεν, τοῦτο ἡμῖν πάρεχε, οὗ σὺ κυρία εἶ, καὶ ἐπὶ σοὶ κεῖται. Τῶν γὰρ ἄλλων ἕνεκεν οὐκ ἐνοχλοῦμεν, ἵνα μὴ πρὸς τῷ μηδὲν ἀνύειν καὶ φορτικοί τινες δόξωμεν καὶ ἐπαχθεῖς εἶναί σοι.
devoted friends, and those invested with such great power, we did not obtain what even condemned criminals obtain—namely, to be settled in some milder and nearer place; on the contrary, even when our body had given out and the fear of the Isaurians was besieging everything, we did not obtain even this small and trifling favour. Glory to God for this also; for we never cease glorifying Him in all things. Blessed be His name forever. Yet I was also greatly astonished at your part, that although I have sent this fourth or even fifth letter to your Affection and your Decorum, I have received one only, and no more. And yet there was no difficulty in this—in writing more frequently. Nor do I say these things by way of accusing you, for the work of love belongs not to compulsion, but to free choice. Yet I am deeply grieved that all at once you cast us out of your mind, having sent us a single letter in so long a time. If therefore we ask nothing burdensome or irksome, grant us this, of which you are mistress and which rests with you; for on other matters we do not trouble you, lest, besides accomplishing nothing, we also seem burdensome and irksome to you.
ΡΚΛʹ. Ἀραβίῳ.
121. To Arabius.
Τὴν κάμινον τῆς ἀθυμίας, ἣν ἐπὶ τῆς ψυχῆς περιφέρεις ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, σαφέστατα ἔδειξεν ἡμῖν τὸ γράμμα τὸ σὸν, καὶ πρὸ τούτου μὲν ἐπισταμένοις. Οὐ γὰρ δυνησόμεθα ἐπιλαθέσθαι τῆς πηγῆς τῶν δακρύων, ἣν ἐν ἀρχῇ τῶν κακῶν τούτων ὑφαινομένων ἠφίεις. Πλὴν ἀλλὰ καὶ ἡ ἐπιστολὴ τῶν δακρύων οὐκ ἔλαττον καὶ τῶν ὀδυρμῶν ἐκείνων ἀπεκάλυψε τὴν φλόγα τῆς λύπης ἡμῖν, τῆς ἐν τῇ καρδίᾳ τῇ σῇ. Τούτων προσδόκα τὰς ἀμοιβὰς παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Ἔστι γὰρ καὶ λύπης μισθὸς καὶ μέγας καὶ πολύς. Ἐπεὶ καὶ ἐπὶ Ἰουδαϊκῶν κακῶν ἦσάν τινες, οἳ τὰ γινόμενα παρ' αὐτῶν διορθῶσαι μὲν οὐκ ἠδύναντο, ἔστενον δὲ μόνον καὶ ἐθρήνουν, καὶ τοιαύτην ἐκαρπώσαντο τὴν ἀμοιβὴν, ὡς τῶν ἄλλων ἁπάντων ἀπολλυμένων, καὶ πανωλεθρίᾳ παραδιδομένων, ἐκείνους διαφυγεῖν τὴν ὀργήν. Δὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὰ πρόσωπα τῶν στεναζόντων καὶ ὀδυρομένων. Καίτοι γε οὐκ ἐκώλυον τὰ γινόμενα, ἀλλ' ἐπειδὴ οὗπερ κύριοι ἦσαν ἐποίουν, ἔστενον, ἐθρήνουν τὰ γινόμενα, μεγίστην ἐντεῦθεν τὴν ἀσφάλειαν ἐκτήσαντο. Μὴ οὖν διαλίπητε καὶ ὑμεῖς, δεσπόται μου, στένοντες ταῦτα καὶ τὸν φιλάνθρωπον Θεὸν παρακαλοῦντες δοῦναι λύσιν τῷ κοινῷ τῆς οἰκουμένης ναυαγίῳ. Ἴστε γὰρ, ἴστε σαφῶς, ὡς πάντα θορύβων καὶ ταραχῆς πεπλήρωται, καὶ οὐχ ὑπὲρ Κωνσταντινουπόλεως χρὴ μόνον παρακαλεῖν, ἀλλ' ὑπὲρ τῆς οἰκουμένης ἁπάσης· ἐπειδήπερ ἐντεῦθεν ἀρξάμενον τὸ κακὸν, καθάπερ ῥεῦμα πονηρὸν ἐκχυθὲν, πανταχοῦ τῆς γῆς τὰς Ἐκκλησίας λυμαίνεται. Ὅπερ δὲ ἡμᾶς παρεκάλεσας, τοῦτο καὶ αὐτὸς παρ' ἡμῶν παρακλήθητι, ἕως ἂν ὑμῶν ὦμεν κεχωρισμένοι τῷ σώματι (τῇ γὰρ ψυχῇ ἀεὶ καὶ τῇ σῇ εὐγενείᾳ καὶ τῷ οἴκῳ σου συνδεδέμεθα), συνεχῶς ἡμῖν ἐπιστέλλειν, καὶ τὰ περὶ τῆς ὑγείας σου εὐαγγελίζεσθαι μὴ κατόκνει. Οἶ-
The furnace of despondency that you carry about upon your soul over what has befallen us was most clearly shown to us by your letter, even though we knew it beforehand. For we shall not be able to forget the fountain of tears that you shed at the beginning when these evils were first being woven. Nevertheless, your letter too, no less than those tears and lamentations, unveiled to us the flame of grief that is in your heart. Await the recompense for these things from God, the Lover of mankind; for grief too has a reward both great and abundant. Indeed, at the time of the Jewish calamities also, there were certain men who could not set right what was being done among them, yet groaned alone and lamented, and reaped such a recompense that, when all the rest were destroyed and given over to utter ruin, they escaped the wrath. Set a mark, He says, upon the faces of those who groan and mourn. And yet they did not hinder what was taking place; but because they did what lay in their power—they groaned and lamented what was taking place—they gained from this the greatest safety. Do not cease, therefore, you yourselves either, my lords, groaning over these things and entreating God, the Lover of mankind, to grant deliverance from the common shipwreck of the inhabited world. For you know, you know clearly, that all things are filled with uproars and tumult, and one must pray not only for Constantinople, but for the whole inhabited world, since the evil, having begun from thence and poured forth like a pernicious stream, ravages the Churches everywhere on earth. And as for what you exhorted us to do, be exhorted to do this yourself by us as well: so long as we are separated from you in body (for in soul we are always bound fast both to your Nobility and to your household), write to us continually, and do not hesitate to bring us the good news of your health. For you kno-
Notes, col. 675

On the reading

Printed Ει, for Εἰ.

Printed ΡΚΛʹ, for ΡΚΑʹ.