αριθμούμενος τὸν ὁρμαθὸν τῶν βραβείων τῆς θλίψεως, φησὶν, ὅτι ὑπομονὴν αὕτη τίκτει, τὴν μητέρα τῶν ἀγαθῶν, τὸν ἀκύμαντον λιμένα, τὴν ἐν γαλήνῃ ζωὴν, τὴν πέτρας ἰσχυροτέραν, καὶ ἀδάμαντος στεῤῥοτέραν, τὴν ὅπλου παντὸς δυνατωτέραν, καὶ τειχῶν ἀσφαλεστέραν. Αὕτη δὲ κατορθωθεῖσα δοκίμους καὶ γενναίους ποιεῖ τοὺς αὐτῆς τροφίμους, καὶ μεθ' ὑπερβολῆς ἀχειρώτους. Οὐδενὶ γὰρ ἀφίησι τῶν προσπιπτόντων αὐτοῖς θορυβεῖσθαι λυπηρῶν, οὐδὲ ὑποσκελίζεσθαι· ἀλλ' ὥσπερ ἡ πέτρα ὅσῳπερ ἂν ὑπὸ πλειόνων παίηται κυμάτων, αὕτη μὲν ἐκκαθαίρεται μειζόνως, οὐδὲ μικρὸν κινουμένη, τῶν δὲ προσρηγνυμένων αὐτῇ τὸν ὄγκον ὑδάτων διαφθείρει ῥᾳδίως, οὐ τῷ παίειν, ἀλλὰ τῷ παίεσθαι ἀφανίζουσα· οὕτω δὴ καὶ ὁ δόκιμος ἐξ ὑπομονῆς γενόμενος, πάσης ἀνώτερος ἕστηκεν ἐπιβουλῆς. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ἰσχυρότερος γίνεται, οὐ τῷ ποιεῖν κακῶς, ἀλλὰ τῷ πάσχειν κακῶς τοὺς ποιοῦντας διαλύων ῥᾳδίως. Ταῦτα οὐχ ὡς δεομένοις παρ' ἡμῶν μανθάνειν ἐπέσταλκα· οἶδα γὰρ ὑμῶν τὴν σύνεσιν, ἣν καὶ διὰ τῶν ἔργων αὐτῶν ἐπεδείξασθε· ἃ γὰρ διὰ ῥημάτων ἐφιλοσοφήσαμεν νῦν ἡμεῖς, ταῦτα ὑμεῖς δι' ὧν ἐπάθετε ἀνεκηρύξατε. Οὐ τοίνυν ὡς δεομένοις μανθάνειν παρ' ἡμῶν ταῦτα ἐπέσταλκα, ἀλλ' ἐπειδὴ μακρὸν ἐσιγήσατε χρόνον, μᾶλλον δὲ κοινῇ μακρὰν ἐσιγήσαμεν σιγὴν, ἐβουλήθην καὶ τὴν ἐπιστολὴν γενέσθαι μακράν. Ἀθληταῖς δὲ ὑπομονῆς οὕτω γενναίοις ἐπιστέλλοντα, περὶ τίνος ἑτέρου διαλέγεσθαι ἐχρῆν, ἢ περὶ τούτων, δι' ὧν οὕτως ἀνεφάνητε λαμπροὶ καὶ εὐδόκιμοι; Ἀλλ' οὐδὲ ἐνταῦθα ἵσταται τῆς ἀθλήσεως ὁ καρπὸς, ἀλλὰ πρόεισι περαιτέρω βρύων. Ἡ γὰρ δοκιμὴ, φησὶν, ἐλπίδα τίκτει· ἐλπίδα πάντως ἐπὶ τῶν πραγμάτων ἐκβησομένην, οὐ κατὰ τὴν ἀνθρωπίνην ταύτην, ἣ κατατείνασα πολλάκις τοῖς πόνοις τοὺς πρὸς αὐτὴν κεχηνότας, οὐκ ἴσχυσε τοὺς καρποὺς ἀποδοῦναι τῶν πόνων αὐτοῖς, ἀλλὰ μετὰ τῆς ζημίας, καὶ αἰσχύνῃ καὶ κινδύνοις αὐτοὺς περιέβαλεν. Ἀλλ' οὐχ αὕτη τοιαύτη, ἐπειδὴ οὐδὲ ἀνθρωπίνη. Ὅπερ ἑνὶ ῥήματι δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Οὐ γὰρ δὴ μόνον οὐ ζημιοῖ τὸν τὰ τοιαῦτα ἀγωνιζόμενον, οὐδὲ οὐ μόνον οὐ καταισχύνει, ἀλλὰ καὶ πολλῷ πλείονα καὶ πλοῦτον καὶ δόξαν αὐτῷ τῶν πόνων καὶ τῶν ἱδρώτων ἔρχεται φέρουσα. Τοιαύτη γὰρ ἡ χαριζομένη χεὶρ τούτων τῶν πόνων τὰς ἀμοιβάς. Τάχα ὑπερέβημεν τὸ μέτρον τῆς ἐπιστολῆς, ἀλλ' οὐ παρ' ὑμῖν τοῖς οὕτω σφοδροῖς ἡμῶν ἐρασταῖς. Οὐ γὰρ ἐπιστολιμαίων γραμμάτων νόμῳ, ἀλλὰ θεσμῷ φιλίας τὰ τοιαῦτα κρίνοντες, εὖ οἶδ' ὅτι καὶ βραχεῖαν εἶναι ταύτην ἡγήσεσθε τὴν ἐπιστολήν. Ἀλλ' ὅμως εἰ καὶ βραχεῖα ὑμῖν εἶναι δοκεῖ, οὐ παύσομαι καὶ ταύτης ἀπαιτῶν ὑμᾶς τοὺς μισθοὺς, οὐ τὸ φιλεῖσθαι παρ' ὑμῶν· οὐ γὰρ δεῖσθε εἰς τοῦτο τοῦ ἀπαιτήσοντος, οἴκοθεν αὐτὸ μετὰ πολλῆς ἀεὶ τῆς δαψιλείας καὶ κατατιθέντες καὶ ὀφείλοντες· οὐδὲ τὸ ἀντιγράψαι ἡμῖν· οἶδα γὰρ ὅτι οὐδὲ εἰς τοῦτο ἑτέρου τινὸς ὑμῖν δεῖ τοῦ ἀναμνήσοντος ὑμᾶς· ἀλλὰ τίς ὁ μισθός; Τὸ δῆλον ἡμῖν ποιῆσαι, ὅτι σκιρτᾶτε, ὅτι χαίρετε καὶ
reckoning up the chain of the prizes of affliction, he says that this begets endurance, the mother of good things, the waveless harbour, the life in calm, stronger than a rock, and firmer than adamant, more powerful than every weapon, and safer than walls. And when this is rightly achieved, it renders its nurselings tried and noble, and surpassingly unconquerable. For it suffers them to be troubled by none of the sorrows that befall them, nor to be tripped up; but just as a rock, the more waves strike it, is itself cleansed the more, not moved even a little, while it easily shatters the mass of the waters dashing against it, destroying them not by striking, but by being struck: even so he who has become tried through endurance stands superior to every plot. And the marvellous thing is that he becomes stronger, easily undoing those who do evil not by doing evil, but by suffering evil. These things I have sent not as to men needing to learn from us; for I know your understanding, which you have displayed even through your very deeds; for what we have now philosophized through words, these things you proclaimed through what you suffered. Not, therefore, as to men needing to learn from us have I sent these things, but since you kept silence for a long time, or rather in common we kept a long silence, I wished the epistle also to be long. And in writing to such noble athletes of endurance, about what else ought one to converse than about these things, through which you shone forth so bright and approved? Yet not even here does the fruit of the contest halt, but advances further, teeming forth. For probation, he says, begets hope: a hope that will altogether come to pass in reality, not like this human hope, which, after often straining with labours those who gape after it, has not had strength to render to them the fruits of their labours, but along with the loss has also cast them into shame and dangers. Yet this hope is not such, since neither is it human. Declaring this in a single word, Paul said: And hope puts not to shame. For indeed not only does it bring no loss upon him who strives in such contests, nor not only does it not put him to shame, but it also comes bringing to him wealth and glory far greater than his labours and his sweat. For such is the hand that bestows the recompense of these labours. Perhaps we have exceeded the measure of an epistle, yet not in the eyes of you who are such fervent lovers of us. For judging such things not by the law of epistolary letters, but by the ordinance of friendship, I know well that you will deem this epistle even short. Yet nevertheless, even if it seems short to you, I shall not cease demanding from you the wages of this one also: not that I be loved by you — for you have no need of one to demand this, always both paying it down and owing it from your own store with great abundance — nor that you write back to us — for I know that neither for this do you need anyone else to remind you; what then is the wage? To make manifest to us that you leap for joy, that you rejoice and