ὥστε λῦσαι τὸ κακόν. Τίνος ἕνεκεν ταῦτα λέγω; Ἵνα μή τις ὑμᾶς ἀπατήσῃ διὰ τὴν ταραχὴν τὴν γεγενημένην καταλιπεῖν τὴν Φοινίκην, καὶ ἀναχωρῆσαι ἐκεῖθεν· ἀλλὰ ὅσῳ πλείους αἱ δυσκολίαι, καὶ χαλεπώτερα τὰ κύματα, καὶ μείζων ἡ ταραχὴ, τοσούτῳ μᾶλλον ἐμμένετε σπουδάζοντες, νήφοντες, ἀγρυπνοῦντες, πλείονα προθυμίαν ἐπιδεικνύμενοι, ὥστε μὴ τὴν οἰκοδομὴν ὑμῶν τὴν καλλίστην καταλυθῆναι, μηδὲ τὸν τοσοῦτον πόνον ἀνωφελῆ γενέσθαι, μηδὲ τὴν γεωργίαν ὑμῶν ἀφανισθῆναι. Ἱκανὸς γὰρ ὁ Θεὸς καὶ τὴν ταραχὴν λῦσαι καὶ τῆς ὑπομονῆς ὑμῖν δοῦναι τὸν μισθόν. Οὐδὲ γὰρ τοσοῦτος ὑμῖν ὁ μισθὸς, ὅτε μετ' εὐκολίας τὰ πράγματα ἠνύετο, ὅσος ἐστὶν ὑμῖν νῦν, ὅτε πολλὴ ἡ δυσκολία, πολλὴ ἡ ταραχὴ, πολλοὶ οἱ σκανδαλίζοντες. Ἐννοοῦντες τοίνυν καὶ τὸν κάματον ὃν ἐκάμετε, καὶ τὸν πόνον ὃν ὑπεμείνατε, καὶ τὰ κατορθώματα ἃ κατωρθώσατε, καὶ ὅτι χάριτι Θεοῦ τοσοῦτον κατελύσατε τῆς ἀσεβείας τὸ μέρος, καὶ εἰς προκοπὴν τὰ πράγματα τῆς Φοινίκης ἦλθε, καὶ ὅτι πλείων ὁ μισθὸς νῦν ὑμῖν καὶ μείζων ἡ ἀμοιβὴ, καὶ ὅτι ταχέως ὁ Θεὸς καὶ τὰ κωλύματα καταλύσει, καὶ πολλὰς ὑμῖν τῆς ὑπομονῆς δώσει τὰς ἀντιδόσεις, παραμένετε, ἐνίστασθε. Οὐδὲν γὰρ ὑμῖν ἔχει λεῖψαι οὐδὲ νῦν, ἀλλὰ τῆς αὐτῆς ἀφθονίας καὶ δαψιλείας ἀπολαύειν ὑμᾶς ἐκέλευσα, εἴτε ἐν ἐνδύμασιν, εἴτε ἐν ὑποδήμασιν, εἴτε ἐν διατροφαῖς τῶν ἀδελφῶν. Ει δὲ ἡμεῖς ἐν τοσαύτῃ θλίψει ὄντες, καὶ περιστάσει, καὶ ἐρημίαν οἰκοῦντες τὴν Κουκουσὸν, τοσαύτην ποιούμεθα φροντίδα τῶν κατορθωμάτων τῶν ὑμετέρων, πολλῷ μᾶλλον καὶ ὑμᾶς δεῖ πολλῆς εὐπορίας ἀπολαύοντας, κατὰ τὴν χρειαν λέγω τῶν ἀναγκαίων, τὰ παρ' ἑαυτῶν συνεισφέρειν. Παρακαλῶ τοίνυν, μηδεὶς ὑμᾶς φοβήσῃ. Καὶ γὰρ καὶ τὰ πράγματα χρηστοτέρας ἔσχεν ἐλπίδας· καὶ δυνήσεσθε τοῦτο μαθεῖν ἀπὸ τῶν ἀντιγράφων τῶν ἀποσταλέντων παρὰ τοῦ κυρίου μου τοῦ εὐλαβεστάτου πρεσβυτέρου Κωνσταντίου. Καὶ ἐὰν παραμείνητε, κἂν μυρία ᾖ τὰ κωλύματα, πάντων περιέσεσθε. Οὐδὲν γὰρ ὑπομονῆς ἴσον καὶ καρτερίας· πέτρᾳ γὰρ ἔοικεν· αἱ δὲ ταραχαὶ αὗται καὶ αἱ ἐπιβουλαὶ, αἱ κατὰ τῆς Ἐκκλησίας γινόμεναι, κύμασιν ἐοίκασι προσρηγνυμένοις τῇ πέτρᾳ, καὶ διαλυομένοις εἰς οἰκεῖον ἀφρόν. Ἐννοήσατε ὅσα μακάριοι ἀπόστολοι ἔπασχον καὶ παρὰ οἰκείων, καὶ παρὰ ἀλλοτρίων, καὶ ὅτι πάντα τὸν χρόνον τοῦ κηρύγματος διὰ πειρασμῶν, διὰ κινδύνων, δι' ἐπιβουλῶν διήνυσαν, εἰς δεσμωτήρια, καὶ ἁλύσεις, καὶ ἀπαγωγὰς, καὶ μάστιγας καὶ λιμοὺς, καὶ γυμνότητας δαπανώμενοι. Ἀλλ' ὅμως καὶ ἐν αὐτοῖς τοῖς δεσμωτηρίσις οἰκοῦντες, τῆς ἐγχειρισθείσης αὐτοῖς οἰκονομίας οὐκ ἀφίσταντο· ἀλλ' ὁ μακάριος Παῦλος καὶ δεσμωτήριον οἰκῶν, καὶ μεμαστιγωμένος, καὶ αἵματι περιῤῥεόμενος, καὶ ξύλῳ προσδεδεμένος, καὶ τοσαῦτα πάσχων, καὶ ἐμυσταγώγει ἐν τῷ δεσμωτηρίῳ, καὶ τὸν δεσμοφύλακα ἐβάπτιζε, καὶ τὰ παρ' ἑαυτοῦ πάντα
so as to break the malady. For what reason do I say these things? Lest anyone deceive you, on account of the tumult that has arisen, into abandoning Phoenicia and withdrawing from thence; rather, the more numerous the difficulties, the fiercer the waves, and the greater the tumult, so much the more stand fast, being zealous, watchful, and sleepless, displaying still greater eagerness, lest your fairest building be torn down, lest so great a labour prove fruitless, and lest your tillage be wiped out. For God is able both to quell the tumult and to grant you the reward of your endurance. Indeed your reward was not so great when affairs went forward with ease as it is for you now, when the difficulty is great, the tumult great, and those who cause stumbling many. Bearing in mind, therefore, both the toil that you have toiled, the labour that you have endured, and the good deeds that you have accomplished, and that by the grace of God you have overthrown so great a part of impiety and the affairs of Phoenicia have advanced, and that your reward is now more abundant and your recompense greater, and that God will speedily sweep away the hindrances too and grant you many returns for your endurance, abide and stand firm. For nothing can fail you even now; on the contrary, I have given orders that you should enjoy the same abundance and liberality, whether in clothing, or in footwear, or in maintenance for the brethren. And if we, while in so great an affliction and distress and inhabiting the wilderness of Cucusus, take such great care for your achievements, much more ought you also, who enjoy abundant supplies—I mean as regards necessary needs—to contribute what lies in your own power. I beg you, therefore, let no one frighten you; for affairs too have taken on fairer hopes, and you will be able to learn this from the copies sent by my lord the most devout presbyter Constantius. And if you abide, even should the hindrances be ten thousand, you will prevail over them all. For nothing is equal to endurance and steadiness: it resembles a rock, whereas these tumults and plots that arise against the Church resemble waves dashing against the rock and dissolving into their own foam. Consider how many things the blessed apostles suffered both from their own people and from strangers, and how they passed the whole time of their preaching amid trials, amid dangers, amid plots, spending themselves in prisons, chains, halings away, scourgings, famines, and nakedness. Yet even while dwelling in the very prisons, they did not desist from the stewardship entrusted to them; nay, the blessed Paul, even while dwelling in prison, scourged, streaming with blood, bound fast to the stocks, and suffering such things, both initiated into the mysteries in the prison, baptized the jailer, and on his own part all things