Migne Reading Room

PG 51 · cols. 147–150 bis · Read from the page

In illud: Paulus vocatus (1 Cor. 1:1), et De mutatione nominum Homilia IV (Hom. XII)

In illud: Paulus vocatus (1 Cor. 1:1), et De mutatione nominum Homilia IV (Hom. XII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:147Read from the page
οὐκ ἐπείσατε· καὶ τοῦτο ὑμᾶς ὀκνηροτέρους ἐποίησεν· ἀλλὰ παραμυθείσθω ὑμᾶς ὁ Παῦλος λέγων· Ἡ ἀγάπη πάντα ἐλπίζει, πάντα πιστεύει, ἀγάπη οὐδέποτε ἐκπίπτει. Σὺ τὸ σαυτοῦ ποίησον· κἂν ἐκεῖνος μὴ δέξηται τὴν θεραπείαν, σὺ τὸν μισθὸν ἔχεις παρὰ τῷ Θεῷ. Ἐπὶ μὲν γὰρ τῆς γῆς ἂν καταβάλῃς τὰ σπέρματα, καὶ μὴ ἐξενέγκῃ τοὺς ἀστάχυας, κεναῖς ἀνάγκη χερσὶν ἀπελθεῖν· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλὰ σὺ μὲν κατάβαλε τὴν διδασκαλίαν, ἐκείνη δὲ κἂν μὴ πεισθῇ τοῖς λεγομένοις, ἀπηρτισμένον ἔχεις τὸν μισθὸν, καὶ τοσοῦτον, ὅσον ἂν εἰ ἐπείσθη· οὐ γὰρ τῷ τέλει τῶν πραγμάτων ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τῶν πονούντων προσέχων ὁ Θεὸς, οὕτω τὰς ἀμοιβὰς ὁρίζειν εἴωθε. Παρακαλῶ οὖν ὑμᾶς, ὅπερ ποιοῦσιν οἱ περὶ τὰ θέατρα μεμηνότες πρὸς τὰς τῶν ἵππων ἁμίλλας, τοῦτο καὶ ὑμεῖς ποιήσατε. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἀπὸ ἑσπέρας ἀλλήλους συντάσσονται, καὶ εἰς τὰς οἰκίας ἀλλήλων ἀπαντῶσιν ὑπὸ τὴν ἕω, καὶ τόπους ἑτέρους ἑαυτοῖς ἀφορίζουσιν, ἵν' ὁμοῦ συγκροτηθέντες, μετὰ πλείονος ἡδονῆς ἐπὶ τὴν σατανικὴν ἐκείνην ἀνέλθωσι θέαν. Ὥσπερ ἐκεῖνοι κατὰ τῆς ἑαυτῶν σπουδάζουσι ψυχῆς, καὶ ἀλλήλους συγκατασπῶσιν· οὕτως ὑμεῖς προνοήσατε τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀλλήλους συνδιασώσατε, καὶ συνάξεως μελλούσης γίνεσθαι, ἐπὶ τὴν οἰκίαν ἀπάντησον τοῦ ἀδελφοῦ, καὶ ἀνάμεινον ἔξω τῶν προθύρων, καὶ ἐξελθόντα κάτασχε· κἂν μυρίαι καλῶσιν ἀνάγκαι, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν βιωτικῶν, πρὶν εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν καὶ πεῖσαι τῆς συνάξεως μετασχεῖν ἁπάσης· κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ' εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐχῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρουσίας. Πάντως, ἂν τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ περὶ τὴν ἄγραν τῶν ῥᾳθυμοτέρων χρησώμεθα, ⟨ἐ⟩πιτευξόμεθα τῆς σωτηρίας. Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε τῆς ῥᾳθυμίας. Οὐ γάρ εἰσιν ἐκείνου τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν οὐκ εἰδότος οὐδὲ ἀνθρώπους αἰσχυνομένου χαλεπώτεροι, κἂν μυριάκις ὦσιν ἀναίσθητοι· ἀλλ' ὅμως ἐκεῖνον τὸν ὠμὸν, τὸν ἄγριον, τὸν σιδηροῦν, τὸν ἀδάμαντα μιᾶς γυναικὸς χήρας προσεδρεία συνεχὴς ἐδυσώπησε. Ποίας οὖν κἂν εἴημεν συγγνώμης ἄξιοι, εἰ γυναικὸς χήρας δικαστὴν ὠμὸν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἀνθρώπους ἐντρεπόμενον, δυνηθείσης ἐπικάμψαι καὶ πεῖσαι δοῦναι τὴν χάριν, ἡμεῖς τοὺς ἀδελφοὺς τοὺς ἀνεκτοτέρους ἐκείνου πολλῷ, καὶ μετριωτέρους ἐκείνου, μὴ δυνηθείημεν ἐφελκύσασθαι, ὑπὲρ τῶν οἰκείων αὐτοὺς παρακαλοῦντες ἀγαθῶν; Ταῦτα πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας.
you did not persuade them; and this has rendered you more hesitant; yet let Paul comfort you when he says: Love hopes all things, believes all things, love never fails. Do what lies on your part; even if that man does not receive the cure, you have your reward with God. For in the case of the earth, if you cast down the seeds and it does not bring forth the ears of corn, of necessity you must depart with empty hands; whereas in the case of the soul it is not so; rather, cast down the teaching, and even if that soul is not persuaded by what is said, you have your reward complete, and just as great as if it had been persuaded; for God is wont to appoint recompenses not simply by the outcome of affairs, but by giving heed to the purpose of those who labour. I exhort you, therefore: what those who are mad over the theatres do for the horse-races, do you also this same thing. And what do those men do? From evening they make appointments with one another, and meet at one another's houses around dawn, and mark out other places for themselves, so that banded together they may go up with greater pleasure to that satanic spectacle. Just as those men are zealous against their own soul, and drag one another down together; even so do you take forethought for your own soul, and save one another together; and when an assembly is about to take place, go meet your brother at his house, and wait outside the vestibules, and lay hold of him as he comes out; and even if ten thousand necessities summon him, do not yield, nor suffer him to touch anything of worldly matters before you have led him into the church and persuaded him to partake of the whole assembly; even if he wrangles, even if he gainsays, even if he puts forward ten thousand excuses, be not persuaded, nor put up with it, but telling and teaching him that his other affairs also will then be made all the easier for him when, having completed the assembly, and shared in prayers, and enjoyed the blessings of the Fathers, he thus proceeds to those matters, and binding him fast with these and many more such words besides, lead him thus to this sacred table, that you may have a double reward, both for your own presence and for his. Assuredly, if we employ such zeal and eagerness for the catch of the more slothful, we shall attain salvation. For even if they be ten thousand times negligent and shameless and murderous, blushing at the persistence of your purpose, they will at some time desist from their sloth. For they are not harsher than that judge who neither knew God nor regarded men, even though they be ten thousand times insensible; yet nevertheless the continual attendance of a single widow woman prevailed upon that cruel, savage, iron, adamantine man. Of what pardon, then, could we ever be worthy, if, when a widow woman was able to bend a cruel judge who neither feared God nor respected men, and to persuade him to grant the favour, we should be unable to draw in our brethren, who are far more tolerable than he and more moderate than he, when we exhort them on behalf of their own good things? These things I have said many times, and I shall not cease saying them, until I see the sick in good health.
PG 51:148Read from the page
Καθ' ἑκάστην αὐτοὺς ἐπιζητῶ τὴν ἡμέραν, ἕως ἂν δυνηθῶ διὰ τῆς ὑμετέρας σπουδῆς αὐτοὺς εὑρεῖν. Δέομαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ' ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων. Καὶ γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν Παῦλος ἐπέταξε τῶν οἰκείων φροντίζειν μελῶν. Παρακαλεῖτε γὰρ, φησὶν, εἷς τὸν ἕνα ἐν τοῖς λόγοις τούτοις, καθὼς καὶ ποιεῖτε· καὶ πάλιν· Οἰκοδομεῖτε ἀλλήλους. Καὶ γὰρ ὁ μισθὸς μέγας τοῖς τῶν ἀδελφῶν κηδομένοις, καὶ τιμωρία μεγίστη τοῖς ἀμελοῦσι καὶ καταφρονοῦσι τῆς σωτηρίας αὐτῶν.
Every day I seek after them, until through your zeal I may be able to find them. And I beg of you also, with the same grief with which I speak these things now, with the same toil, to make search for the more slothful. For not upon me alone, but upon you also did Paul enjoin to care for your own members. For comfort one another, says he, each the other, with these words, even as you also do; and again: Build up one another. For great is the reward for those who care for the brethren, and greatest the punishment for those who neglect and disdain their salvation.
γʹ. Ὅθεν σφόδρα θαῤῥῶ καὶ πεπίστευκα, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ποιήσετε τὰ εἰρημένα· καὶ διὰ τοῦτο ἐνταῦθα ταύτην τὴν παραίνεσιν στήσας, ἐπὶ τὴν Παύλου τράπεζαν ὑμᾶς ἀγαγεῖν πειράσομαι. Παῦλος κλητὸς ἀπόστολος. Ταῦτα πολλάκις καὶ ὑμεῖς ἠκούσατε, καὶ ἡμεῖς ἀνέγνωμεν· ἀλλ' οὐκ ἀναγινώσκειν μόνον, ἀλλὰ καὶ ἐπιγινώσκειν χρὴ τὰ λεγόμενα· ἐπεὶ κέρδος οὐδὲν ἡμῖν ἔσται τῆς ἀναγνώσεως. Καὶ γὰρ θησαυρὸς ἄνωθεν πατούμενος οὐκ ἐνδείκνυται τὸν πλοῦτον, ἀλλὰ χρὴ διορύξαι πρῶτον αὐτὸν, καὶ καταβῆναι κάτω, καὶ οὕτως ἅπασαν τὴν εὐπορίαν εὑρεῖν· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις δεῖξαι τὸν τῶν ἀποκειμένων ἀγαθῶν θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος. Εἰ ἤρκει ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Φίλιππος τῷ εὐνούχῳ, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; εἰ ἤρκει ἡ ἀνάγνωσις, οὐκ ἂν εἶπεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, Ἐρευνᾶτε τὰς Γραφάς· ὁ δὲ ἐρευνῶν οὐ μέχρι τῆς ἐπιφανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει. Καὶ γὰρ πολὺ πέλαγος νοημάτων ἐν τοῖς προοιμίοις ὁρῶ. Ἐν μὲν γὰρ ταῖς βιωτικαῖς ἐπιστολαῖς αἱ προσρήσεις ἁπλῶς γίνονται, θεραπείαν ἐμφαίνουσαι μόνον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πολλῆς σοφίας γέμει τὸ προοίμιον. Οὐ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ' ὁ κινῶν τὴν ἐκείνου ψυχὴν Χριστός. Παῦλος κλητός. Τὸ Παῦλος τοῦτο, ὄνομα μέν ἐστιν ἓν, καὶ ψιλὸν ὄνομα· τοσοῦτον δὲ ἔχει νοημάτων θησαυρὸν ἀποκείμενον, ὅσον διὰ τῆς πείρας ἔγνωτε. Εἰ γὰρ δὴ μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον, τὰς αἰτίας λέγων, δι' ἃς πρὸ τούτου Σαῦλος καλούμενος, μετὰ ταῦτα ἐκλήθη Παῦλος, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως μεταστὰς πρὸς τὴν πίστιν, ἐδέξατο τὴν προσηγορίαν, ἀλλὰ μέχρι πολλοῦ διέμεινεν ἔχων τὸ ὄνομα, ὅπερ ἐξαρχῆς ἔθεντο οἱ γονεῖς· καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην. Εἰ γὰρ ἄνθρωποι τοῖς αὑτῶν παιδίοις οὐχ ἁπλῶς ἐπιτιθέασι τὰ ὀνόματα, ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ πατρὸς, τὸ δὲ ἀπὸ τοῦ πάππου, τὸ δὲ ἀφ' ἑτέρων προγόνων καλοῦντες· πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας. Ἄνθρωποι μὲν γὰρ εἴς τε τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυτῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοιχομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας ἐπινοοῦντες· ὁ δὲ Θεὸς ἀρετῆς ὑπόμνησιν καὶ διδασκα-
3. Whence I am exceedingly confident and persuaded that with abundant eagerness you will do what has been said; and on this account, having halted this exhortation here, I shall endeavour to lead you to the table of Paul. Paul, a called apostle. These words both you have heard many times and we have read; yet one must not merely read, but also understand what is spoken; since elsewise we shall have no gain from the reading. For a treasure trodden upon from above does not display its wealth, but one must first dig through it, and go down below, and thus find all its abundance; even so is it with the Scriptures also: reading alone does not suffice to show the treasure of good things laid up therein, unless you search out the depth. If reading had sufficed, Philip would not have said to the eunuch: Do you indeed understand what you read? If reading had sufficed, Christ would not have said to the Jews: Search the Scriptures; and he who searches does not halt at the surface, but goes down to the very depth. For indeed I behold a vast sea of meanings in the preludes. For in worldly letters salutations are made casually, indicating courtesy alone; whereas here it is not so, but the prelude teems with abundant wisdom. For it is not Paul who utters it, but Christ Who moves his soul. Paul called. This word Paul is one name, and a bare name; yet it holds so great a treasure of meanings laid up in it, as you have learned through experience. For if you remember, you know that for three whole days I discoursed upon this name alone, stating the causes wherefore he who before this was called Saul was afterwards called Paul, and for what reason he did not straightway receive the appellation upon going over to the faith, but for a long while continued holding the name which his parents had given him from the beginning; and from this we demonstrated the abundant wisdom and providential care of God wrought both towards us and towards those saints. For if men do not casually bestow names upon their own little children, but call one after his father, another after his grandfather, another after other forebears; much more did God bestow appellations upon His servants not casually, nor without some reason, but with greater wisdom. For men often call their own sons by the names of the deceased both in honour of those who have departed and for their own comfort, devising some consolation for the death of the departed through the naming of their children; whereas God lays up a memorial of virtue and an instruc-
PG 51:149Read from the page
λίαν, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τῶν ἁγίων ἐναποτίθεται.
tion, as though upon a pillar of bronze, in the appellation of the saints.
Τὸν γοῦν Πέτρον ἀπὸ τῆς ἀρετῆς οὕτως ἐκάλεσε, τὴν ἀπόδειξιν τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἐναποτιθέμενος αὐτοῦ τῷ ὀνόματι, ἵνα ἔχῃ διδάσκαλον διηνεκῆ, τὴν προσηγορίαν, τῆς τοιαύτης στεῤῥότητος. Τοῦτο καὶ τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον ἐκάλεσεν, ἀπὸ τῆς κατὰ τὸ κήρυγμα μεγαλοφωνίας. Ἀλλ' ἵνα μὴ πάλιν τὰ αὐτὰ λέγων διενοχλῶ, ταῦτα ἀφεὶς, ἐκεῖνο ἐρῶ, ὅτι καὶ αὐτὰ καθ' ἑαυτὰ λεγόμενα τὰ ὀνόματα τῶν ἁγίων, καὶ τοῖς φιλοθέοις εἰσὶν αἰδέσιμα, καὶ τοῖς ἁμαρτάνουσι φοβερά. Τὸν γοῦν Ὀνήσιμον δραπέτην καὶ κλέπτην γενόμενον, καὶ τῶν δεσποτικῶν ὑφελόμενόν τι χρημάτων, ὑποδεξάμενος ὁ Παῦλος καὶ μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας μυσταγωγίαν· εἶτα μέλλων ἀποδιδόναι τῷ δεσπότῃ πάλιν, τοῦτο πρὸς αὐτὸν ἔγραφε· Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς ὅτι τρία ἐπέθηκε, τὰ δεσμὰ τὰ διὰ τὸν Χριστὸν, τὴν πολιτείαν τὴν ἀπὸ τῆς ἡλικίας, τὴν αἰδῶ τὴν ἀπὸ τῆς προσηγορίας; Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν, τριπλοῦν ἐφιλονείκησε ποιῆσαι τὸν ὑπὲρ Ὀνησίμου δεόμενον, τὸν πρεσβύτην. Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα; Εἰ γὰρ παιδίου φιλουμένου προσηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν. Ὅτι δὲ καὶ τοῖς ἁμαρτάνουσι φοβερὰ ἦν, καθάπερ παιδίοις ῥᾳθυμοῦσι τὰ τῶν διδασκάλων ὀνόματα, ἄκουσον πῶς Γαλάταις ἐπιστέλλων αὐτὸ τοῦτο ᾐνίξατο. Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν ἀπέκλιναν Ἰουδαϊκὴν, καὶ περὶ τὴν πίστιν αὐτὴν ἐκινδύνευον, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μηδὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκαλίᾳ, οὕτως ἔγραφεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Εἶπες, Ἐγώ· τίνος ἕνεκεν προστιθεὶς τὸ ὄνομα; τὸ γὰρ, Ἐγὼ, οὐκ ἦν ἱκανὸν δηλῶσαι τὸν γράφοντα; Ἀλλ' ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνόματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνησιν αὐτοὺς ἄγων τοῦ διδασκάλου. Καὶ ἡμεῖς δὲ τὸ αὐτὸ τοῦτο πάσχομεν· ὅταν γὰρ ἀναμνησθῶμεν τῶν ἁγίων, κἂν ἐν ῥᾳθυμίᾳ ὦμεν, διανιστάμεθα, κἂν ἐν καταφρονήσει, φοβούμεθα. Παῦλον γοῦν τὸν ἀπόστολον ὅταν ἀκούσω ἐγὼ, ἐννοῶ τὸν ἐν θλίψεσι, τὸν ἐν στενοχωρίαις, τὸν ἐν πληγαῖς, τὸν ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον γενόμενον, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμφαγωγὸν τοῦ Χριστοῦ, τὸν εὐξάμενον ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν. Καὶ καθάπερ σειρά τις χρυσῆ, τῶν κατορθωματων ὁ ὁρμαθὸς μετὰ τῆς τοῦ ὀνόματος μνήμης τοῖς μετὰ ἀκριβείας προσέχουσιν ἐπεισέρχεται· καὶ οὐ μικρὸν ἡμῖν ἀπὸ τούτου γίνεται κέρδος.
Peter, at all events, He called thus from his virtue, depositing in his name the proof of his steadfastness concerning the faith, that he might hold his appellation as a continual teacher of such steadfastness. In this way He called John and James also, from their mighty voice in the preaching. Yet lest by repeating the same things again I trouble you, leaving these matters aside I shall state this: that the very names of the saints, even when spoken by themselves, are both venerable to the God-loving and formidable to sinners. Onesimus, at all events, who had become a runaway and a thief, and had pilfered something of his master's money, Paul received and transformed, and thus led by the hand to the sacred initiation into the mysteries; then, when about to restore him to his master again, he wrote thus to him: Wherefore, though having great boldness in Christ to enjoin upon you what is fitting, for love's sake I rather beseech you, being such a one as Paul the old man, and now also a prisoner in Christ Jesus. Do you see that he set down three things: his bonds for Christ's sake, his conduct of life from his age, and the reverence drawn from his appellation? For since he who entreated was one man, he strove to make the suppliant on behalf of Onesimus threefold—the old man. Do you see that even the very names are venerable and dear to God among the faithful? For if the appellation of a beloved little child, when named, has many times persuaded even an unwilling father to grant a favour through affection for the name, much more was it likely that this should happen in the case of the saints. And that they were formidable to sinners as well, just as the names of teachers are to slothful little children, hear how in writing to the Galatians he hinted at this very thing. For since they had turned aside to Jewish weakness, and were in peril concerning the faith itself, wishing to raise them up and persuade them to bring nothing Jewish into the teaching of the Gospel, he wrote thus: Behold, I Paul say to you, that if you be circumcised, Christ shall profit you nothing. You said, I: for what reason do you add the name? Was not the word I sufficient to make known the writer? Nay, that you may learn that even this very insertion of the name sufficed to touch the hearers home, on this account he adds the appellation, bringing them to remembrance of their teacher. And we too experience this same thing; for when we call the saints to mind, even if we be in sloth, we rouse ourselves, and even if in contempt, we are afraid. When I, at all events, hear of Paul the apostle, I bring to mind the man in afflictions, in distresses, in stripes, in prisons, who spent a night and a day in the deep, who was caught up to the third heaven, who heard unutterable words in paradise, the vessel of election, the bridal attendant of Christ, who prayed to be anathema from Christ on behalf of his brethren. And like some golden chain, the train of his virtuous deeds enters in along with the remembrance of his name for those who give heed with exactness; and no small gain accrues to us from this.
Notes, col. 149

On the reading

Printed κατορθωματων, for κατορθωμάτων.

PG 51:150Read from the page
δʹ. Ἐνῆν καὶ πλείονα τούτων εἰς τὴν προσηγορίαν εἰπεῖν· ἀλλ' ἵνα καὶ τῆς δευτέρας ἁψώμεθα λέξεως, ἐνταῦθα τὴν περὶ τοῦ ὀνόματος στήσας θεωρίαν, ἐπ' ἐκείνην βαδιοῦμεν λοιπόν. Ὥσπερ γὰρ τὸ, Παῦλος ὄνομα πολλὴν παρέσχεν ἡμῖν εὐπορίαν, οὕτω καὶ τὸ Κλητὸς, εἰ βουληθείημεν αὐτὸ καταμαθεῖν μετὰ τῆς προσηκούσης σπουδῆς, τῆς ἴσης ἢ καὶ πλείονος ἐμπλήσειε θεωρίας ἡμᾶς. Καὶ καθάπερ ἀπὸ κόσμου, ἢ διαδήματος βασιλικοῦ λίθον ἕνα τις ἐξελὼν, καὶ οἰκίας λαμπρὰς καὶ πολυτελεῖς ἀγροὺς, καὶ οἰκετῶν ἀγέλας, καὶ ἕτερα πολλῷ πλείονα τούτων πρίασθαι δύναιτ' ἂν, τὸν μαργαρίτην ἀποδόμενος ἐκεῖνον· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων ῥημάτων, ἂν μιᾶς ῥήσεως ἔννοιαν ἀναπτύξαι θελήσῃς, πολλήν σοι παρέξει πνευματικῆς εὐπορίας ὑπόθεσιν, οὐκ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ πλέθρα γῆς κομίζουσα, ἀλλὰ θεοσεβείας καὶ φιλοσοφίας ἀφορμὰς ἐνιεῖσα ταῖς τῶν προσεχόντων ψυχαῖς. Σκόπει οὖν αὐτὸ τοῦτο τὸ Κλητὸς, εἰς ὅσην ἡμᾶς χειραγωγεῖ πραγμάτων ἱστορίαν πνευματικῶν. Δεῖ δὲ πρότερον μαθεῖν, τί ποτέ ἐστιν αὐτὸ τὸ Κλητός· καὶ δεύτερον ἐξετάσαι, τίνος ἕνεκεν Κορινθίοις ἐπιστέλλων μόνον καὶ Ῥωμαίοις οὕτως ἔγραψεν, ἄλλῳ δὲ οὐδενί. Οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ποιεῖ. Εἰ γὰρ ἡμεῖς τῶν ἐπιστολῶν τὰς προῤῥήσεις οὐχ ἁπλῶς ποιούμεθα, ἀλλ' ὑποδεεστέροις μὲν ἐπιστέλλοντες, Ὁ δεῖνα τῷ δεῖνι, γράφομεν, ὅταν δὲ ὁμοτίμοις, καὶ δεσπότην ἐν τῇ προῤῥήσει καλοῦμεν τὸν δεχόμενον τὴν ἐπιστολήν· ὅταν δὲ πολὺ τὴν ἀξίαν ὑπερέχωσι τὴν ἡμετέραν, καὶ ἕτερα πλείονα προστίθεμεν ὀνόματα, μείζονα ἔχοντα τὴν θεραπείαν· εἰ οὖν ἡμεῖς τοσαύτῃ προνοίᾳ κεχρήμεθα, καὶ οὐχ ἑνὶ τρόπῳ πᾶσι γράφομεν, ἀλλὰ τῇ διαφορᾷ τῶν δεχομένων προσώπων καταλλήλους ποιούμεθα τὰς προσηγορίας· πολλῷ μᾶλλον ὁ Παῦλος, οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τούτοις μὲν οὕτως, ἐκείνοις δὲ ἑτέρως ἐπέστελλεν, ἀλλὰ μετά τινος σοφίας πνευματικῆς. Ὅτι μὲν οὐδενὶ τῶν ἄλλων ἐπιστέλλων, κλητὸν ἑαυτὸν ἐν τῷ προοιμίῳ τῆς Ἐπιστολῆς ἐκάλεσεν, ἔξεστιν ἡμῖν αὐτὰς τῶν Ἐπιστολῶν τὰς ἀρχὰς ἐπελθοῦσι τοῦτο μαθεῖν. Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἡμέτερον ἂν εἴη λοιπὸν εἰπεῖν, ἐπειδὰν δείξωμεν πρότερον τί ἐστιν ὁ κλητὸς, καὶ τί διὰ τῆς ῥήσεως ἡμᾶς διδάξαι ὁ Παῦλος ἠθέλησε ταύτης. Τί ποτ' οὖν ἡμᾶς βούλεται διδάξαι διὰ τοῦ κλητὸν ἑαυτὸν καλέσαι; Ὅτι οὐκ αὐτὸς τῷ Δεσπότῃ προσῆλθε πρῶτος, ἀλλὰ κληθεὶς ὑπήκουσεν· οὐκ αὐτὸς ἐζήτησε καὶ εὗρεν, ἀλλ' εὑρέθη πλανώμενος· οὐκ αὐτὸς πρὸς τὸ φῶς ἀνέβλεψε πρῶτος, ἀλλὰ τὸ φῶς τὰς οἰκείας ἀκτῖνας πρὸς τὰς ὄψεις ἀφῆκε τὰς ἐκείνου, καὶ τοὺς ἔξω πηρώσας ὀφθαλμοὺς, οὕτω τοὺς ἔνδοθεν ἤνοιξε. Βουλόμενος οὖν ἡμᾶς παιδεῦσαι ὅτι τῶν κατορθωμάτων αὐτοῦ πάντων οὐδὲν ἑαυτῷ λογίζεται, ἀλλὰ τῷ κεκληκότι Θεῷ, κλητὸν ἑαυτὸν καλεῖ. Ὁ γὰρ τὰς πύλας μοι τοῦ σκάμματος ἀνοίξας, φησὶ, καὶ τὸ στάδιον, οὗτος καὶ τῶν στεφάνων αἴτιος γίνεται· ὁ τὴν ἀρχὴν παρασχὼν καὶ τὴν ῥίζαν καταβαλλόμενος, οὗτος καὶ τῶν βλαστησάντων μοι μετὰ ταῦτα καρπῶν παρέσχε μοι τὰς ἀφορμάς. Διὰ τοῦτο καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Πλείονα πάντων ἐκοπίασα, ἐπήγαγεν, Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις ἡ σὺν ἐμοί. Τὸ οὖν Κλητὸς ὄνομα οὐδενός ἐστιν ἔνδειξις
4. It was possible to say even more things than these upon his appellation; yet that we may lay hold of the second word also, having halted our contemplation concerning his name here, we shall proceed next to that one. For just as the name Paul afforded us abundant wealth, so too the word Called, if we should wish to examine it thoroughly with fitting zeal, would fill us with equal or even greater contemplation. And just as if one should take out a single gem from an ornament or a royal diadem, he would be able to purchase both splendid houses and costly fields, and droves of domestic servants, and many more things besides these by selling that pearl; even so too in the divine words, if you wish to unfold the meaning of a single phrase, it will afford you abundant matter of spiritual wealth, bringing not houses, nor slaves, nor acres of land, but implanting occasions of godliness and philosophy in the souls of those who give heed. Consider, therefore, to how great a history of spiritual matters this very word Called leads us by the hand. Yet first we must learn what ever this word Called itself is; and second, examine for what reason in writing to the Corinthians alone and to the Romans he wrote thus, and to no one else. For not casually, nor at random does he do this. For if we do not make the salutations of letters casually, but when writing to inferiors we write, So-and-so to so-and-so, whereas when writing to equals we also call him who receives the letter lord in the salutation, and when men far surpass our rank we add several other titles besides, holding greater deference; if we, then, exercise such forethought, and do not write to all in one manner, but make our forms of address suited to the difference of the persons receiving them; much more did Paul write not casually nor at random thus to these men and otherwise to those, but with a certain spiritual wisdom. Now that in writing to no one else did he call himself called in the prelude of the Epistle, we may learn by going over the very openings of the Epistles. For what reason he did this, it would remain for us to state once we have first shown what the word called is, and what Paul wished to teach us through this expression. What ever, then, does he wish to teach us by calling himself called? That he did not himself approach the Master first, but on being called obeyed; he did not himself seek and find, but was found while going astray; he did not himself look up to the light first, but the light sent forth its own rays upon his eyes, and having blinded his outward eyes, thus opened his inward ones. Wishing, therefore, to instruct us that of all his virtuous deeds he reckons nothing to himself, but all to God Who called him, he calls himself called. For He Who opened for me the gates of the lists, says he, and the racecourse, He also becomes the author of the crowns; He Who supplied the beginning and planted the root, He also furnished me the occasions for the fruits that sprouted for me afterwards. On this account elsewhere also, having said again, I laboured more abundantly than they all, he added, Yet not I, but the grace that was with me. The word Called, therefore, is an indication of nothing
PG 51:149 bisRead from the page
Petri nomen quid designet. Praeceptorum nomina veneranda. — Petrum quidem certe a virtute sic vocavit, et in ejus nomine firmitatis fidei argumentum et indicium collocavit, ut appellatione sua, perpetua tamquam magistra quadam ejusmodi firmitatis, utatur (Matth. 16. 18). Joannem quoque ac Jacobum a magnitudine vocis in evangelio praedicando nota vocavit. Sed ne eadem rursus memorando molestiam pariat oratio nostra, his omissis illud dicam, ipsa sanctorum nomina seorsim semper religiosis et piis viris veneratione digna esse, ac peccatoribus formidanda. Onesimum quidem certe, qui fugitivus et fur exstiterat, et de pecunia herili quidpiam interverterat, cum suscepisset Paulus, eumque immutasset, atque ita sacris mysteriis initiasset; cum deinceps eum domino suo redditurus esset, haec ad illum scripsit : Propter quod multam fiduciam habens in Christo imperandi tibi quod ad rem pertinet propter caritatem, magis obsecro, cum sim talis, ut Paulus senex, nunc autem et vinctus in Christo Jesu (Phil. v. 8. 9). Vides illum addidisse tria, vincula propter Christum, conversationem ob aetatem, et nominis reverentiam? Nam cum unus esset qui obsecrabat, triplicem eum conabatur efficere, qui pro Onesimo supplicabat, vinctum, senem, Paulum. Vides ipsa seorsim nomina veneranda esse fidelibus ac religiosa? Si enim dilecti filioli nomen usurpatum saepe vel invitum parentem ad conferendum beneficium inflexit ob nominis amorem, multo magis in sanctis id habere locum decebat. Porro formidabilia quoque peccatoribus esse, quemadmodum pigris puerulis nomina magistrorum, audi quo pacto Paulus scribens ad Galatas subindicarit. Nam quoniam ad Judaicam infirmitatem declinarant, et de ipsa fide periclitabantur, cum illos vellet erigere ac illis persuadere, ut in evangelicam doctrinam nihil Judaicum introducerent, ita scripsit : Ecce ego Paulus dico vobis, quoniam si circumcidamini, Christus vobis nihil proderit (Gal. 5. 2). Dixisti, Ego : cur addidisti nomen? Num enim illud, Ego, sufficiebat ad eum indicandum qui scribebat? Ut nimirum discas ipsum nominis additamentum ad commovendos auditorum animos suffecisse, propterea nomen addit, ut eis memoriam refricet praeceptoris. Idem quoque nobis accidit : cum enim nobis in memoriam sancti revocantur, tametsi desidia torpescimus, excitamur; licet contemnamus, terremur. Paulum quidem certe apostolum cum audio, animo intueor illum, qui in tribulationibus versabatur, in angustiis, in plagis, in carceribus, qui unius diei noctisque spatio in profundo maris fuit, qui tertium raptus in caelum fuit, qui in paradiso verba audivit arcana, vas electionis, Christi paranymphum, qui a Christo anathema esse pro fratribus optavit. Itaque tamquam aurea quaedam catena recte factorum turba cum nominis memoria sese ingerit iis, qui diligenter attenderint : neque mediocre inde lucrum decerpitur.
What Peter's name signifies; the names of teachers are venerable. — Peter, at all events, He named thus from virtue, and placed in his name a proof and token of steadfastness of faith, so that he might have his own appellation as a kind of perpetual mistress of such firmness (Matt. 16:18). John and James likewise He called from the far-sounding power of their voice well known in preaching the Gospel. Yet lest our discourse cause weariness by rehearsing the same things over again, passing those by I shall say this: that the very names of the saints, taken by themselves, are always worthy of veneration to devout and pious men, and formidable to sinners. When Paul had received Onesimus—who had been a runaway slave and a thief, and had pilfered something from his master's money—and had transformed him and thus initiated him into the sacred mysteries, as he was afterwards about to restore him to his master, he wrote these words to him: 'Wherefore, though I have much boldness in Christ to enjoin upon you what is fitting, yet for charity's sake I rather beseech you, being such a one as Paul the aged, and now also a prisoner in Christ Jesus' (Philem. 8–9). Do you see that he added three things: his chains for Christ's sake, the way of life belonging to his age, and reverence for his name? For though he who entreated was one man, he strove to make him who interceded on behalf of Onesimus threefold: the prisoner, the old man, and Paul. Do you see that the very names, taken by themselves, are venerable and sacred to the faithful? For if the utterance of a beloved little son's name has often bent even a reluctant father to grant a favour out of love for the name, much more was it fitting that this should hold true in the case of the saints. And that they are also formidable to sinners, just as the names of schoolmasters are to lazy little boys, hear how Paul intimated when writing to the Galatians. For since they had turned aside to Judaic weakness and were imperilled concerning the faith itself, wishing to rouse them and persuade them to bring nothing Judaic into the teaching of the Gospel, he wrote thus: 'Behold, I Paul tell you that if you be circumcised, Christ shall profit you nothing' (Gal. 5:2). You said, 'I': why did you add your name? Was not that word 'I' sufficient to indicate the one who was writing? So that you may learn, indeed, that the mere addition of the name sufficed to stir the minds of the hearers, he adds his name on purpose to refresh their memory of their teacher. The very same thing happens to us as well: for when the saints are recalled to our memory, even though we are benumbed with sloth, we are roused; even though we are disdainful, we are alarmed. Certainly whenever I hear of Paul the apostle, I picture in mind the man who lived amid tribulations, distresses, stripes, and prisons, who spent a night and a day in the depths of the sea, who was caught up to the third heaven, who heard unutterable words in paradise, the vessel of election, the bridegroom's friend of Christ, who prayed to be accursed from Christ for his brethren's sake. And so, like a golden chain, the throng of his righteous deeds presents itself together with the remembrance of his name to those who pay diligent heed, and no small profit is gathered from it.
4. De dictione, Vocatus, agit; salutationes praemittuntur epistolis. — Potuissemus his etiam plura de nomine dicere : sed ut secundam quoque dictionem attingamus, hic finita de nomine contemplatione, deinceps gradum ad illam faciemus.
4. He treats of the word 'Called'; salutations are prefixed to letters. — We might have said even more than these things concerning his name; but so that we may touch upon the second word as well, having brought our contemplation of the name to a close here, we shall next step forward to that word.
PG 51:150 bisRead from the page
Ut enim nomen, Paulus, multum nobis lucri comparavit, ita et illud Vocatus, si convenienti studio velimus illud indagare, non minori vel etiam majori nos contemplatione complebit. Et quemadmodum si quis ex mundo aureo vel regio diademate lapillum unum eximat, et domos splendidas, et agros magni pretii, ac famulorum greges aliaque multo his majora coemere poterit, illa margarita divendita : ita quoque fiet in verbis sacris : si unius dictionis sensum velis evolvere, multam spiritualis tibi quaestus materiam praebebit; non quod domos aut mancipia vel terrae jugera tibi comparet, sed quod pietatis ac philosophiae occasiones afferat eorum animabus, qui attenti ac seduli fuerint. Ipsum igitur illud, Vocatus, considera ad quantam spiritualium rerum historiam nos deducat. Prius autem illud discendum est, quid sit illud ipsum, Vocatus, ac deinde scrutandum, quam tandem ob causam ad Corinthios solum et ad Romanos (Rom. 1. 1), non ad ullum alium literas mittens ita scripserit. Neque enim sine causa vel temere id facit. Nam si nos epistolis non temere inscriptiones praefigimus, sed si ad inferiores literas mittamus, Talis tali, scribimus; cum autem ad aequales, etiam dominum in inscriptione vocamus eum, qui epistolam recipit; cum vero nostram dignitatem longe excedunt, alia quoque plura adjicimus nomina, quae majorem cultum et honorem prae se ferant. Quod si nos tantam curam adhibemus, neque eodem modo ad omnes scribimus, sed pro varietate personarum quae literas recipiunt, convenientes appellationes praemittimus : multo magis Paulus non temere, aut sine causa hoc modo ad hos, ad illos alio modo scribebat, sed cum aliqua spirituali sapientia. Ac nulli quidem alteri mittentem literas vocatum eum in exordio epistolae seipsum appellasse, decursis ipsis epistolarum initiis discere possumus. Cur autem id ageret, jam nostrum est dicere, si prius quid sit, vocatus, demonstraverimus, quidque nos per hanc dictionem docere Paulus voluerit. Quid ergo docere nos vult Paulus, cum seipsum vocatum appellat? Se nimirum priorem ad Dominum non accessisse, verum vocatum obedivisse : non ipsum quaesivisse atque invenisse, sed cum aberrasset, inventum esse : non ipsum ad lucem respexisse primum, sed lucem radios suos in ejus palpebras vibrasse, et exterioribus oculis orbato, interiores deinde esse reseratos. Cum igitur docere nos vellet, se nullum ex suis recte factis omnibus sibiipsi tribuere, sed Deo qui vocavit, seipsum vocatum appellat. Nam qui stadii mihi fores aperuit, inquit, et scammatis, ille coronarum etiam est auctor : qui praebuit initium et radicem plantavit, hic mihi fructuum, qui deinde germinarunt, occasiones suppeditavit. Quapropter alibi quoque rursus cum dixisset, Plus omnibus laboravi, subjunxit, Non ego autem, sed gratia, quae mecum est (1. Cor. 15. 10). Itaque nomen illud, Vocatus, aliud nihil indicat, nisi Paulum nihil ex suis recte factis sibi proprium arbitrari, sed omnia Domino Deo tribuere.
For just as the name 'Paul' procured much profit for us, so too that word 'Called,' if we are willing to investigate it with fitting zeal, will fill us with no less, or even greater, contemplation. And just as, if someone takes a single gem from golden ornaments or a royal diadem and sells that pearl, he will be able to buy splendid houses, estates of great price, troops of servants, and other things far greater than these, so too it will be with sacred words: if you wish to unfold the meaning of a single expression, it will afford you abundant matter for spiritual profit—not because it procures for you houses or bondservants or acres of land, but because it brings occasions of piety and true wisdom to the souls of those who are attentive and eagerly devoted. Consider, then, to how great an account of spiritual realities that very word 'Called' leads us. First we must learn what that word 'Called' itself is, and next we must examine for what reason in the world he wrote thus when sending letters to the Corinthians alone and to the Romans (Rom. 1:1), and to no other person at all. For he does this neither without cause nor at random. If we ourselves do not prefix addresses to letters at random—when sending a letter to inferiors we write, 'So-and-so to so-and-so'; when to equals, we also call the recipient of the letter 'lord' in the address; and when men far surpass our own rank, we add several other titles as well that convey greater deference and honour—if we, then, take such care and do not write in the same manner to all, but prefix fitting appellations according to the difference of the persons who receive our letters, much more did Paul write not at random or without cause in this manner to some and in another manner to others, but with a certain spiritual wisdom. That when sending letters to no one else did he call himself 'called' in the opening of an epistle, we can learn by running through the very beginnings of the epistles. Why he did this, however, it now falls to us to state, once we have first shown what 'called' is, and what Paul wished to teach us by this expression. What, then, does Paul wish to teach us when he calls himself 'called'? Namely, that he did not approach the Lord first, but obeyed when called; that he did not himself seek and find, but was found while going astray; that he did not himself look first towards the light, but that the light flashed its rays upon his eyelids, and after he had been bereft of his outward eyes, his inward eyes were then unsealed. Wishing, therefore, to teach us that of all his righteous deeds he ascribes none to himself, but all to the God who called him, he calls himself 'called.' 'For He who opened for me the gates of the racecourse and the lists,' he says, 'is also the author of my crowns; He who furnished the beginning and planted the root supplied me with the occasions for the fruits that afterwards sprang forth.' Wherefore elsewhere again, after saying, 'I laboured more abundantly than they all,' he subjoined, 'Yet not I, but the grace that is with me' (1 Cor. 15:10). That name 'Called,' therefore, signifies nothing else than that Paul deems none of his righteous deeds his own, but ascribes all things to the Lord God.
Notes, col. 150 bis

On the reading

Printed nnius, for unius.