Migne Reading Room

PG 51 · cols. 145–148 bis · Read from the page

In illud: Paulus vocatus (1 Cor. 1:1), et De mutatione nominum Homilia IV (Hom. XII)

In illud: Paulus vocatus (1 Cor. 1:1), et De mutatione nominum Homilia IV (Hom. XII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 51:145Read from the page
θύρων ἐπιβῆναι καταξιωθῶ, φησί· μεγίστην ἡγοῦμαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν Δεσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν οὐχὶ τὸν φιλούμενον μόνον ἐπιθυμεῖ ἰδεῖν, ἀλλὰ καὶ τὸν οἶκον ἐκείνου μόνον, ἀλλὰ καὶ τὸν πυλῶνα· οὐχὶ τὸν πυλῶνα τῆς οἰκίας μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν στενωπὸν καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον, κἂν ὑπόδημα ἴδῃ τοῦ φιλουμένου, αὐτὸν νομίζει παρεῖναι τὸν φιλούμενον. Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ τὸν Θεὸν οὐχ ἑώρων τὸν ἀσώματον, ἑώρων τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκάστου οἰκίαν. Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκετηρίαι, ἀλλ' ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάντων· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευμάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμιζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφαλείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων. Τοῦτο τὸ χωρίον ὑπόθεσίς ἐστιν ἀρετῆς, διδασκαλεῖον φιλοσοφίας· οὐκ ἐν συνάξει μόνον, ὅτε ἀκρόασις Γραφῶν καὶ διδασκαλία πνευματικὴ, καὶ συνέδριον Πατέρων αἰδεσίμων· ἀλλὰ καὶ ἐν παντὶ τῷ λοιπῷ καιρῷ, ἐπίβηθι τῶν προθύρων μόνον, καὶ εὐθέως ἀπέθου τὰς φροντίδας τὰς βιωτικάς. Εἴσελθε τῶν προθύρων εἴσω, καὶ καθάπερ αὔρα τις πνευματικὴ περιίσταταί σου τὴν ψυχήν. Αὕτη ἡ ἡσυχία εἰς φρίκην ἄγει, καὶ διδάσκει φιλοσοφεῖν· ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν. Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ ἑστήκῃ, ὅταν Πατὴρ ἀποδέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρέχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν!
bules I be counted worthy to set foot, says he; I deem it the greatest gift, even if one should number me among the last in the house of my God. Longing makes the common Master its own; for such a thing is love. In the house of my God. He who loves desires to see not the beloved alone, nay, not even his house alone, but its gateway also; not the gateway of the house alone, but even the very lane and street; and even if he sees a garment or a sandal of the beloved, he thinks the beloved himself to be present. Such were the prophets: since they did not behold the incorporeal God, they beheld the house, and through the house pictured His presence. I chose to be cast aside at the door in the house of my God rather than for me to dwell in the tents of sinners. Every place, every spot, in comparison with the house of God, is a tent of sinners, even if you name a law-court, even if a council-chamber, even if each man's house. For even though prayers take place there, even though supplications, yet of necessity contentions also arise, and battles and revilings, and gatherings over worldly cares; whereas this house is pure of all these things; on this account those indeed are tents of sinners, while this is the house of God; and just as a harbour free from winds and waves affords great security to ships mooring in it, even so the house of God also, snatching those who enter in as though from some tempest of outward affairs, grants them to stand with great calm and security, and to hearken to the divine oracles. This spot is a foundation of virtue, a school of philosophy: not at the assembly alone, when there is reading of Scriptures and spiritual teaching, and a council of venerable Fathers; but even at every remaining season, do but set foot upon the vestibules, and straightway you have laid aside worldly cares. Step within the vestibules, and as it were some spiritual breeze encompasses your soul. This stillness leads to reverent awe, and teaches one to philosophize; it lifts up the mind, and does not suffer it to remember present things, and transports you from earth to heaven. And if apart from the assembly so great is the gain of being present here, when prophets cry aloud from every side, when apostles proclaim good tidings, when Christ stands in the midst, when the Father welcomes what is done, when the Holy Spirit bestows His own exultation, with how great a profit are those present filled as they depart! and how great a loss do those absent endure!
Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διάλεξις. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτικαῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγου δεῖ, οὔτε ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλούμενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων δῆλον. Καὶ γὰρ οἱ κληθέντες ἐπὶ τὸν γάμον τὸν πνευ-
I would fain know where those who disdained the assembly spend their time, what held them back and led them away from this sacred table, and concerning what matters their conversation turns. Or rather, I know clearly: for either they converse about absurd and ludicrous things, or they are nailed fast to worldly cares; and the pursuit of both is bereft of pardon, and carries the utmost punishment. Concerning the former sort, indeed, there is need neither of argument nor of proof; while that even those who put forward household affairs to us, and allege intolerable necessity from that quarter, cannot obtain pardon either, when summoned hither once in the week and not enduring even then to prefer spiritual things to earthly affairs, is manifest from the Gospels. For those also who were invited to the spiri-
PG 51:146Read from the page
ματικὸν, ταύτας προεβάλλοντο τὰς προφάσεις, ὁ μὲν ὅτι ζεῦγος ὠνήσατο, ὁ δὲ ὅτι ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ' ἐκολάσθησαν ὅμως. Ἀναγκαῖαι μὲν αἱ αἰτίαι· ἀλλ' ὅταν ὁ Θεὸς καλῇ, ἀπολογίαν οὐκ ἔχουσι· μετὰ γὰρ τὸν Θεὸν ἡμῖν πάντα ἀναγκαῖα. Μετὰ τὴν ἐκείνου τιμὴν, τότε τὰ ἄλλα ἀπολαυέτω σπουδῆς. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ τὴν δεσποτικὴν πληρώσῃ διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ατοπον ἐπ' ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς Δεσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι, καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον. Καθάπερ γὰρ γῆ, γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν, χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ, πνευματικῆς οὐκ ἀπολαύουσα διδασκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατέχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις καταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπάδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλλομεν τὰ ἀναίσχυντα θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες φιλοσοφίας, ποίαν σωτηρίας ἐλπίδα ἕξουσιν, εἰπέ μοι; Ἐβουλόμην δύνασθαι δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατακεχυμένην, καὶ τεταπεινωμένην, καὶ ἀπαῤῥησίαστον. Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα αὐχμοῦ καὶ ῥύπου γέμει πολλοῦ· οὕτω καὶ ἡ ψυχὴ, διδασκαλίας οὐκ ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημάτων ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον· μᾶλλον δὲ οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τό τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· κἂν μετὰ τῆς αὐτῆς, φησὶν, ἀκριβείας τῶν ἁμαρτημάτων ὁ ῥύπος δάκῃ τῆς ψυχῆς τὴν οὐσίαν, ὡς εἰς ἕξιν βαφῆς ἀκίνητον καταστῆναι, καὶ οὕτως ἐγὼ δύναμαι εἰς τὴν ἐναντίαν αὐτὴν καταστῆσαι ποιότητα· ἀρκεῖ γὰρ νεῦσαι, καὶ πάντα ἀφανίζεται τὰ ἁμαρτήματα.
tual marriage feast put forward these excuses, one that he had bought a yoke of oxen, another that he had purchased a field, another that he had married a bride; yet they were punished none the less. The causes indeed are necessary; yet when God calls, they hold no defence, for all things are necessary to us only after God. After honour has been paid to Him, then let other things enjoy our care. For what domestic servant, tell me, before he has fulfilled his master's service, will ever attend to the matters of his own house? How then is it not absurd, in the case of a man, where lordship is a mere name, to render so great reverence and obedience to masters, yet not to deem Him Who is truly Master—not of us alone, but of the powers above as well—worthy even of the same service as our fellow servants? Would that it had been possible for you to enter into their conscience, and then you would have seen full well with how many wounds they teemed, how many thorns they held. For just as land that does not enjoy tiller's hands grows barren and runs wild with brushwood; even so a soul that does not enjoy spiritual teaching sends forth thorns and thistles. For if we who every day partake of the hearing of the prophets and apostles scarcely hold back wrath, scarcely bridle anger, scarcely quell concupiscence, scarcely cast out the wasting rot of envy, and though chanting continual incantations drawn from the divine Scriptures over our passions scarcely repress the shameless wild beasts, what hope of salvation, tell me, shall those men have who never enjoy this healing, nor hearken to divine philosophy? I would fain have been able to show their soul to your eyes, and you would have seen it filthy, parched, dishevelled, abased, and bereft of boldness. For just as bodies that do not enjoy baths teem with much squalor and dirt; even so the soul also that does not enjoy spiritual teaching has the stain of sins wrapped thickly round it. For indeed the things done here are a spiritual bath, wiping away every filth by the warmth of the Spirit; or rather, the fire of the Spirit wipes away not filth alone, but dye also. For though your sins be, says He, as scarlet, I shall make them white as snow: even if with the same thoroughness, says He, the filth of sins bites into the substance of the soul, so as to become a fixed habit of dye, even so am I able to bring it over into the opposite quality; for it suffices to nod assent, and all sins vanish away.
βʹ. Ταῦτα λέγω, οὐχ ἵνα ὑμεῖς ἀκούσητε· οὐδὲ γὰρ ὑμεῖς δεῖσθε τῶν φαρμάκων, διὰ τὴν τοῦ Θεοῦ χάριν· ἀλλ' ἵνα ἐκεῖνοι δι' ὑμῶν μάθωσιν. Εἰ δὲ ἐδυνάμην εἰδέναι τοὺς τόπους ἐν οἷς συλλέγονται, οὐκ ἂν ἠνώχλησα τὴν ὑμετέραν ἀγάπην· ἀλλ' ἐπειδὴ ἀδύνατόν μοι ἑνὶ ὄντι τοσοῦτον εἰδέναι δῆμον, ὑμῖν ἐγχειρίζω τῶν ἀδελφῶν τῶν ὑμετέρων τὴν θεραπείαν· ἐπιμελήσασθε τῶν ἀδελφῶν τῶν οἰκείων, ἐπισπάσασθε, καλέσατε. Οἶδα ὅτι πολλάκις τοῦτο ἐποιήσατε· ἀλλ' οὐδὲν τὸ πολλάκις τοῦτο ποιῆσαι, ἀλλ' ἕως τότε ποιῆσαι, ἕως ἂν πείσητε καὶ ἑλκύσητε. Οἶδα ὅτι ἠνωχλήσατε, ὅτι φορτικοὶ πολλάκις ἐνομίσθητε, ὅτι
2. These things I say, not in order that you may hear—for you have no need of medicines, through the grace of God—but that those men may learn through you. Now if I had been able to know the places in which they gather, I would not have troubled your charity; yet since it is impossible for me, being one man, to know so great a multitude, I entrust to you the cure of your brethren: take care of your own brethren, draw them in, invite them. I know that many times you have done this; yet it is nothing to have done this many times, save to do it until such time as you persuade and draw them. I know that you have importuned them, that many times you have been thought burdensome, that
Notes, col. 146

On the reading

Printed ατοπον, for ἄτοπον.

Printed τό, for τὸ.

PG 51:145 bisRead from the page
Communem Dominum amor ut proprium sibi vindicat : ea siquidem vis est caritatis. In domo Dei mei. Qui amat, non eum tantum videre desiderat quem amat, sed vel solam ejus domum, sed et vestibulum; neque vestibulum tantum aedium, sed vel angiportum vel vicum, et si vel vestem, vel calceamentum viderit ejus quem amat, ipsum se videre arbitratur quem amat. Sic affecti fuerunt prophetae : quoniam Deum incorporeum non videbant, domum videbant, et per domum praesentem illum cernere sibi videbantur. Elegi abjectus esse in domo Dei mei magis, quam habitare in tabernaculis peccatorum. Quivis locus, quodvis spatium cum domo Dei comparatum tabernaculum est peccatorum, sive forum dixeris, sive curiam, sive domum singulorum. Licet enim preces illic fiant, licet supplicationes, tamen illic contentiones et pugnas et convicia, conventusque fieri de saecularibus curis necesse est : at hic locus ab his omnibus est immunis; propterea peccatorum quidem illa sunt tabernacula, haec vero domus est Dei : et quemadmodum portus a ventis et fluctibus liber multam navibus in eo stationem eligentibus praebet securitatem, sic nimirum et Dei domus tamquam ab externorum negotiorum tempestate abreptos eos, qui intraverint, in multa tranquillitate collocat et securitate, sacrorumque eloquiorum auditionis participes efficit. Hic locus virtutis est occasio, philosophiae schola : non in collecta solum, dum Scripturae sacrae recitantur, et doctrina spiritualis porrigitur, ac venerandorum patrum senatus adstat : sed quovis etiam reliquo tempore, vestibula tantum ingredere, tum tu subito saeculares omnes curas depones. Intra in vestibulum, et tamquam aura quaedam spiritualis animam tuam afflabit. Haec tranquillitas horrorem incutit, et philosophari docet : mentem erigit, neque sinit praesentium recordari, a terra in caelum te transfert. Quod si absque collecta tantum quaestum facis, quod hic verseris, quando undique prophetae clamant, quando apostoli evangelium praedicant, quando stat Christus in medio, quando quae fiunt suscipit Pater, quando laetitiam suam Spiritus sanctus impertit, quanta qui adsunt utilitate cumulati recedunt, quanto damno afficiuntur qui absunt?
Love claims the common Lord as its own peculiar possession; for such is the power of charity: 'In the house of my God.' One who loves longs to see not only the beloved himself, but even his house alone, and even its vestibule; and not only the vestibule of the house, but even the alley or the street, and if he sees so much as a garment or a sandal of the one he loves, he thinks that he sees the beloved himself. Such was the disposition of the prophets: because they could not see the incorporeal God, they looked upon His house, and through the house they seemed to themselves to behold Him present. 'I have chosen to be an outcast in the house of my God rather than to dwell in the tents of sinners.' Every place and every precinct, when compared with the house of God, is a tent of sinners, whether you name the lawcourt, or the council-chamber, or any private house. For even if prayers are offered there, even if supplications are made, nevertheless contentions, quarrels, and revilings, as well as gatherings concerning worldly cares, must needs take place there; whereas this place is free from all these things. For that reason those places are tents of sinners, while this is the house of God; and just as a harbour sheltered from winds and waves affords ample security to the ships that choose anchorage within it, so indeed the house of God as well, snatching those who enter as if from a tempest of outward affairs, establishes them in great tranquillity and safety, and makes them partakers in the hearing of the sacred oracles. This place is a training-ground of virtue, a school of true philosophy—not only during the assembly, when the sacred Scriptures are read aloud, spiritual teaching is set forth, and the senate of venerable fathers stands present, but at any other time as well: merely step into the porches, and at once you will lay aside all worldly cares. Enter the vestibule, and a spiritual breeze, as it were, will breathe upon your soul. This stillness inspires reverent awe and teaches true wisdom; it lifts up the mind, does not suffer it to remember present things, and transports you from earth to heaven. And if apart from the assembly you reap so great a profit merely from lingering here, then when the prophets cry aloud on every side, when the apostles proclaim the Gospel, when Christ stands in the midst, when the Father accepts what is done, and when the Holy Spirit imparts His own gladness, laden with how great a benefit do those who are present depart, and how great a loss do those who are absent endure?
Dei cultus omnibus rebus praeferendus. — Vellem scire ubinam versentur, qui collectae interesse neglexerunt, quid eos detinuerit, et ab hac sacra mensa revocarit, de quibus inter se colloquantur. Imo vero jam probe novi; aut enim de absurdis ac ridiculis rebus colloquuntur, aut saecularibus curis affixi sunt : utraque porro venia digna non est occupatio, et extremo supplicio est obnoxia. Ac de priori quidem neque verba facere opus est, vel demonstrationem afferre : eos vero qui res domesticas nobis objiciunt, et inde se intolerabili urgeri necessitate causantur, ne istos quidem veniam obtinere posse, cum semel in hebdomada huc vocentur, ac ne tum quidem res spirituales terrenis anteferre dignentur, ex evangeliis constat.
The worship of God must be preferred to all things. — I would gladly know where those who have neglected to attend the assembly are spending their time, what has detained them and drawn them away from this sacred table, and about what matters they are conversing with one another. Nay rather, I already know full well: for either they are conversing about absurd and ridiculous things, or they are riveted to worldly cares; and neither pursuit is worthy of pardon, while both are liable to the utmost punishment. Concerning the former there is no need even to speak or to adduce proof; but as for those who urge their household affairs as an excuse to us, and plead that they are pressed on that account by an intolerable necessity, it is evident from the Gospels that not even these can obtain pardon, since they are summoned hither once a week and not even then deign to prefer spiritual things to earthly ones.
PG 51:146 bisRead from the page
Nam et illi qui ad spirituales nuptias fuerant invitati, ejusmodi excusationes obtendebant, quod hic quidem jugum emisset, ille vero praedium sibi comparasset, ille sponsam duxisset (Luc. 14. 18-20); sed puniti sunt tamen. Necessariae quidem sunt illae causae; sed cum Deus invitat, nulla excusatione sunt dignae : Deo namque nobis sunt omnia necessaria posthabenda. Ubi ejus honori fuerit satisfactum, tum in alia studium impendatur. Quis enim, quaeso, famulus, antequam domino debitum expleverit ministerium, domui suae umquam providebit? An non igitur absurdum est inter homines, ubi nudum nomen est dominatus, tantam heris reverentiam exhibere atque obedientiam; verum autem Dominum, non nostrum solum, sed supernarum etiam virtutum, ne eodem quidem, quo conservos nostros, cultu et honore dignari? Atque utinam fieri posset, ut in illorum conscientiam penetraretis, tum vero probe intelligeretis, quot vulneribus scaterent, quot spinas haberent. Ut enim terra, quae manibus agricolarum exculta non est, deserta fit et sylvescit : haud secus anima, quae spirituali doctrina non imbuitur, spinas et tribulos producit. Si enim nos qui quotidie lectione prophetarum fruimur et apostolorum, vix impetum animi cohibemus, vix iram frenamus, vix cupiditatem reprimimus, vix invidiae tabem repellimus, licet assidua carmina ex Scripturis sacris deprompta nostris perturbationibus occinamus, vix impudentes istas belluas cohibemus : illis quibus numquam ejusmodi est adhibita medicina, neque divinam philosophiam audiverunt, quae salutis, quaeso, spes est reliqua? Vellem mihi liceret animam illorum oculis vestris subjicere, tum illam et sordidam et squalentem, confusam et abjectam ac pudore suffusam cerneretis. Nam quemadmodum quae balneis non utuntur corpora squalore ac sordibus multis scatent : ita quae spirituali doctrina exculta non est anima, multis sordibus peccatorum est obsita. Sunt enim balneum quoddam spirituale quae hic fiunt, quod calore Spiritus sordes omnes abstergit; imo vero non sordes tantum Spiritus ignis abstergit, sed etiam colorem. Si enim fuerint, inquit, peccata vestra sicut phoeniceum, sicut nivem dealbabo (Isai. 1. 18); quamvis non minus tenaciter peccatorum sordes animae naturae adhaeserint, ac si colorem ex tinctura immobilem contraxisset : ita possum ego contrariam in eam qualitatem inducere : sufficit enim solus nutus meus, ut omnia peccata deleantur.
For those too who had been invited to the spiritual marriage feast put forward excuses of that sort—that one had bought a yoke of oxen, another had acquired a farm, and another had married a wife (Luke 14:18–20); yet they were punished all the same. Those concerns are indeed necessary, yet when God invites, they deserve no excuse; for we must place all necessary things after God. Once due honour has been rendered to Him, then let effort be bestowed upon other matters. For what servant, I ask, will ever look after his own household before he has fulfilled his appointed service to his master? Is it not absurd, then, that among men, where lordship is a bare name, such great reverence and obedience should be shown to earthly masters, while we do not deign to accord to the true Lord—not only our own Lord, but the Lord of the powers above as well—even the same service and honour as we accord to our fellow-servants? Would that it were possible for you to peer into their conscience; then you would know full well with how many wounds they teem and how many thorns they bear! For just as land untilled by the hands of husbandmen grows wild and overgrown with brushwood, so too a soul unsteeped in spiritual teaching brings forth thorns and thistles. For if we, who daily enjoy the reading of the prophets and apostles, scarcely restrain the impulse of passion, scarcely bridle anger, scarcely curb desire, scarcely drive out the blight of envy—even though we continually chant sacred charms drawn from the Holy Scriptures over our turbulent passions, scarcely keeping those shameless wild beasts in check—what hope of salvation, I ask, remains for those to whom no such remedy is ever applied, and who have never listened to divine philosophy? I wish I were permitted to set their soul before your eyes: then you would see it filthy and squalid, confounded, cast down, and covered with shame. For just as bodies that do not make use of baths teem with grime and abundant filth, so too a soul uncultivated by spiritual teaching is begrimed with the manifold filth of sins. For what takes place here is a spiritual bath, which wipes away every stain by the warmth of the Spirit; nay rather, the fire of the Spirit wipes away not only filth, but even ingrained dye. 'For though your sins,' He says, 'be as scarlet, I shall make them white as snow' (Isa. 1:18); even if the filth of sins has clung to the nature of the soul no less fast than if it had absorbed an indelible dye from tincture, even so I am able to bring the opposite quality into it; for My nod alone suffices for all sins to be blotted out.
2. De fratribus solliciti esse debent ipsius auditores. Non rerum exitum, sed animi propositum Deus spectat; Exemplum viduae orantis. — Haec a me non eo fine dicuntur, ut vos audiatis : neque enim vel medicamentis indigetis, ob Dei benignitatem et gratiam; sed ut illi per vos intelligant. Quod si loca scire potuissem, in quibus congregantur, nequaquam molestiam caritati vestrae exhibuissem : sed quoniam fieri nequit, ut ego qui unus sum, tam numerosum populum noverim, vestrae fidei fratrum vestrorum curationem committo : estote de fratribus vestris solliciti, conciliate vobis illos, invitate. Scio vos istud persaepe fecisse, sed nihil est hoc persaepe fecisse, nisi eo usque faciatis, quoad persuaseritis et allexeritis.
2. His hearers ought to be anxiously concerned for their brethren; God looks not to the outcome of affairs, but to the purpose of the mind; the example of the praying widow. — These things are spoken by me not in order that you yourselves may hear them—for by the kindness and grace of God you do not even stand in need of medicines—but so that those men may learn them through you. Had I been able to know the places in which they gather, I would by no means have caused trouble to your charity; but since it is impossible for me, who am one man, to know so numerous a people, I entrust the care of your brethren to your fidelity: be concerned for your brethren, win them over to yourselves, and invite them. I know that you have done this very often, yet to have done it very often avails nothing unless you keep doing it until you persuade them and draw them in.
Notes, col. 146 bis

On the reading

Printed peecata, for peccata.

Printed neqnit, for nequit.

PG 51:147 bisRead from the page
Scio vos importunos fuisse, scio molestos saepenumero visos esse, quod non persuaseritis : ideoque negligentiores redditi estis; sed consoletur vos Paulus, qui dicit, Caritas omnia sperat, omnia credit, caritas numquam excidit (1. Cor. 13. 7). Tu quod tui muneris est exsequere : quamvis curationem ille non admittat, tu apud Deum mercedem habes. Nam in terram quidem si semen jeceris, neque spicas produxerit, vacuis necesse est manibus inde discedas : at in anima non ita fit : sed tu quidem sparge doctrinam, et licet illa dictis tuis restiterit, integram nihilominus mercedem habes, nec minorem quam si fuisset persuasa : non enim simpliciter rerum exitum, sed animi propositum eorum qui laborant, attendit Deus, dum praemia solet decernere. Vos igitur hortor, ut quod faciunt, qui studiis theatrorum insaniunt, et in equorum certaminibus, hoc vos quoque faciatis. Quid illi porro faciunt? Jam ab ipsa vespera coeunt, et conveniunt inter se, et ad aliorum domos veniunt sub auroram, aliaque loca sibi designant, ut simul congregati majori cum voluptate ad satanicum spectaculum illud adscendant. Quemadmodum illi rei saluti animae suae noxiae diligentem operam navant, seque mutuo deducunt : ita vos animae vestrae curam gerite, vosque invicem servate : cumque futura erit collecta, ad aedes perge tui fratris, eumque foris pro vestibulo exspecta, atque egredientem retine : licet ab innumeris necessitatibus urgeatur, ne permittas, neve sinas saeculare aliquod negotium aggredi, priusquam ad ecclesiam illum adduxeris, et integrae collectae persuaseris interesse : quamvis contendat, quamvis contradicat, quamvis innumeras excusationes obtendat, ne illi credas, nec acquiescas, sed dicens ac docens fore, ut tum illi caetera magis facilia et expedita reddantur, cum absoluta collecta, postquam particeps precum fuerit, patrumque benedictiones acceperit, deinceps ad illa properarit; atque his ac pluribus aliis verbis cum ipsum devinxeris, ad sacram istam mensam deducito, ut duplicem mercedem obtineas, cum ob tuum, tum ob illius adventum. Omnino si tantum studii tantumque diligentiae ad illos venandos et alliciendos, qui negligentiores sunt, adhibuerimus, salutem assequemur. Quantumvis enim negligentes sint, et impudentes, et truculenti, assiduitatem propositi vestri reveriti, tandem a negligentia desistent. Neque enim illo judice qui Deum non noverat, neque homines reverebatur, asperiores sunt, quantumvis sint duri ac stupidi : attamen illum crudelem, saevum, ferreum, adamantem illum unius mulieris viduae constans assiduitas exoravit (Luc. 18. 2-5). Quanam igitur venia digni erimus, si, cum mulier vidua crudelem judicem, qui neque Deum timebat, nec homines reverebatur, inflectere potuerit, et ad beneficium conferendum impellere, nos fratres nostros multo illo tolerabiliores multoque modestiores allicere non potuerimus, dum ad propria illos commoda capessenda cohortamur? Haec saepe dixi, neque dicere cessabo, donec eos sanos videro, qui aegrotant.
I know that you have been importunate, I know that you have often seemed troublesome because you did not persuade them, and on that account you have grown more remiss; yet let Paul console you when he says: 'Charity hopes all things, believes all things; charity never fails' (1 Cor. 13:7). Fulfil what belongs to your own duty: even if that man does not accept healing, you have your reward with God. For if you cast seed upon the earth and it produces no ears of corn, you must needs come away empty-handed; with the soul, however, it is not so: sow the teaching, and even if that soul resists your words, you nevertheless hold your reward intact, and no less than if it had been persuaded; for in awarding rewards God is accustomed to regard not merely the outcome of affairs, but the intention of those who labour. I exhort you, therefore, to do what those do who rave over the pursuits of the theatres and horse-races. And what do they do? From the very evening before they meet and make appointments with one another, come to one another's houses at daybreak, and fix other meeting-places for themselves, so that, banded together, they may go up with greater pleasure to that satanic spectacle. Just as they devote eager effort to a matter ruinous to their own soul's salvation and escort one another thither, so too take care of your own soul and save one another: when an assembly is about to be held, go to your brother's house, wait for him outside before the porch, and lay hold of him as he comes out; even if he is pressed by countless necessities, do not allow him or suffer him to set hand to any worldly business before you have brought him to church and persuaded him to attend the entire assembly. However much he argues, however much he gainsays you, however many countless excuses he puts forward, neither believe him nor acquiesce, but tell him and teach him that all other matters will be made easier and more expeditious for him when, once the assembly is concluded, after sharing in the prayers and receiving the blessings of the fathers, he then hastens to those tasks; and when you have bound him fast by these and many other words, lead him to this sacred table, so that you may win a double reward, both for your own coming and for his. Assuredly, if we bring such zeal and such diligence to hunting out and winning over the more negligent, we shall attain salvation. For however negligent, shameless, and fierce they may be, out of respect for the steadiness of your resolve they will at length desist from their negligence. For they are not harsher than that judge who neither knew God nor revered men, however hardened and dull they may be; and yet the steady persistence of a single widowed woman prevailed upon that cruel, savage, iron-hearted, adamantine man (Luke 18:2–5). Of what pardon shall we be worthy, then, if, when a widowed woman was able to bend a cruel judge who neither feared God nor revered men and compel him to grant a favour, we prove unable to win over our own brethren—men far more generous and far gentler than he—when we exhort them to lay hold of their own advantage? These things I have said often, and I shall not cease saying them until I see those who are sick restored to health.
Notes, col. 147 bis

On the reading

Printed credas, nee, for credas, nec.

Printed aequiescas, for acquiescas.

PG 51:148 bisRead from the page
Singulis diebus illos quaero, donec opera vestra illos inveniam. A vobis etiam summopere contendo, ut eodem cum animi dolore, cum quo haec a me nunc dicuntur, cum eodem labore negligentiores disquiratis. Non enim mihi tantum, sed et vobis Paulus praecepit, ut membrorum vestrorum curam geratis. Consolamini enim, inquit, invicem in verbis istis, sicut et facitis : et rursus, Aedificate alterutrum (1 Thes. 5. 11). Magna quippe merces eos manet, qui de fratribus sunt solliciti, maximumque supplicium illis imminet, qui salutem illorum minime curant et negligunt.
Every day I seek after them, until through your efforts I find them. And I earnestly entreat you as well to search out the more negligent with the very same grief of soul with which these words are now spoken by me, and with the very same toil. For not to me alone, but to you also did Paul give command to care for your own members. 'For comfort one another,' he says, 'with these words, just as you are doing'; and again, 'Build up one another' (1 Thess. 5:11). A great reward indeed awaits those who are concerned for their brethren, and the severest punishment hangs over those who take no care for their salvation and neglect it.
3. Auditio aut lectio Scripturae, sine intellectu, nil prosunt; commonefactio dictorum superius. — Quamobrem valde confido credoque vos ea quae diximus magna cum animi alacritate praestituros : quam ob causam hic adhortandi finem faciens, ad Pauli mensam deducere vos conabor. Paulus vocatus apostolus (1. Cor. 1. 1). Haec saepenumero et a vobis audita, et a nobis sunt lecta; sed non legere tantum, verum etiam intelligere quae dicuntur oportet : alioqui nullum nobis lucrum ex lectione constabit. Siquidem thesaurus, si superne calcetur, divitias non ostendit; sed effodiendus est prius, et postquam infra descenderis, omnem deinde quaestum invenies : ita quoque fit in Scripturis; non sola sufficit lectio ad reconditos bonorum thesauros indicandos, nisi profundum scruteris. Si lectio sufficeret, non dixisset eunucho Philippus : Putasne intelligis quae legis (Act. 8. 30)? Si lectio sufficeret, Judaeis Christus non dixisset : Scrutamini Scripturas (Joan. 5. 39) : at is qui scrutatur, non superficie tenus subsistit, sed ad profundum ipsum usque descendit. Etenim in ipso exordio multum sensuum pelagus cerno. Atque in saecularibus quidem epistolis salutationes quoquo modo fiunt, solum honorem cultumque deferentes : hic vero non ita, sed multa exordium sapientia redundat. Non enim Paulus est qui loquitur, sed qui animam ejus movet Christus. Paulus vocatus. Hoc nomen, Paulus, unum quidem est nudumque nomen : sed tantum sensuum thesaurum habet reconditum, quantum experientia comperistis. Nam si recordamini, tres integros dies de solo hoc nomine disseruisse me scitis, dum causas afferrem, ob quas cum Saulus antea vocaretur, Paulus deinde vocatus est, et qua de causa non statim ad fidem conversus hanc appellationem accepit, sed ad multum tempus nomen retinuit, quod illi a principio parentes imposuerant : multamque Dei sapientiam et providentiam ex eo demonstravimus cum erga nos, tum erga sanctos illos exhibitam. Nam si liberis suis homines non temere nomen imponunt, sed vel a patre, vel ab avo, vel a majoribus caeteris nomina mutuantur : multo magis Deus servis suis non sine causa, nec sine ratione aliqua appellationes imposuit, sed majori cum judicio ac sapientia. Siquidem homines in honorem defunctorum, vel ad suam consolationem saepenumero nominibus mortuorum filios suos appellant, eoque pacto per appellationem liberorum solatium sibi doloris excogitant, quem ex obitu defunctorum conceperant : Deus autem memoriam virtutis ac doctrinam tamquam in aerea columna in appellatione sanctorum recondit.
3. Hearing or reading Scripture without understanding avails nothing; reminder of things spoken above. — Wherefore I am strongly confident and believe that you will carry out what we have said with great eagerness of mind; for which reason, making an end of exhortation here, I shall endeavour to lead you to Paul's table: 'Paul, a called apostle' (1 Cor. 1:1). These words have very often been heard by you and read aloud by us; yet we must not merely read, but also understand what is said, for otherwise no profit will accrue to us from the reading. For a treasure, if trodden upon from above, does not display its riches, but must first be dug out, and once you have gone down beneath, then you will find all its wealth; so too it is in the Scriptures: reading alone does not suffice to disclose the hidden treasures of good things unless you search the depths. If reading sufficed, Philip would not have said to the eunuch: 'Do you think you understand what you are reading?' (Acts 8:30). If reading sufficed, Christ would not have said to the Jews: 'Search the Scriptures' (John 5:39); and he who searches does not halt at the surface, but descends all the way to the very depths. For indeed in the very opening I behold a vast sea of meanings. In worldly letters salutations are framed as a matter of course, conveying honour and courtesy alone; here, however, it is not so, for the preface overflows with abundant wisdom. For it is not Paul who speaks, but Christ who moves his soul: 'Paul, called.' This name, 'Paul,' is indeed a single, bare name, yet it holds stored up within it as great a treasure of meanings as you have learned by experience. For if you remember, you know that for three whole days I discoursed upon this name alone, setting forth the reasons why, after being called Saul beforehand, he was afterwards called Paul, and why he did not receive this appellation immediately upon his conversion to the faith, but for a long time retained the name which his parents had given him from the beginning; and from this we demonstrated the great wisdom and providence of God displayed both towards us and towards those saints. For if men do not bestow a name upon their children at random, but borrow names either from a father, or from a grandfather, or from other forbears, much more did God bestow appellations upon His servants not without cause nor without some reason, but with greater judgement and wisdom. Men indeed very often call their sons by the names of the dead in honour of the departed or for their own consolation, and in that way devise for themselves through the naming of their children a solace for the grief which they had conceived at the death of the departed; whereas God stores up a memorial of virtue and teaching, as if upon a brazen pillar, in the naming of the saints.