δόγματα, βουλόμενος αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων· Εἰ ἐγὼ ὁ διδάσκαλος οὐδὲν οἴκοθεν εὗρον, οὔτε πρότερον αὐτὸς τῷ Θεῷ προσῆλθον, ἀλλὰ κληθεὶς τότε ὑπήκουσα, πῶς ὑμεῖς οἱ μαθηταὶ, καὶ παρ' ἐμοῦ τὰ δόγματα δεξάμενοι, δύνασθε μέγα φρονεῖν, ὡς αὐτοὶ τούτων εὑρέται γενόμενοι; Διὰ τοῦτο καὶ προϊὼν ἔλεγεν αὐτοῖς· Τίς γάρ σε διακρίνει, τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;
wishing to quell their swelling pride, right from the opening lines he called himself called, all but saying: If I, the teacher, found nothing of myself, nor came first myself to God, but obeyed only when called, how can you, the disciples, who received the doctrines from me, think highly of yourselves, as though you yourselves had become their inventors? On this account, proceeding further, he also said to them: For who singles you out, and what do you have that you did not receive? And if indeed you received it, why do you boast as though you had not received it?.
Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ Κλητὸς τοῦτο, ἀλλ' ἢ ταπεινοφροσύνης διδασκαλία, καὶ τύφου καθαίρεσις, καὶ πάσης ἀλαζονείας καταστολή· οὐδὲν γάρ ἐστιν, οὐδὲν οὕτως ὃ συγκρατεῖν καὶ συνέχειν ἡμᾶς δύναιτ' ἂν, ὡς ταπεινοφροσύνη, καὶ μετριάζειν, καὶ τὸ κατεστάλθαι καὶ μηδὲν μηδέποτε περὶ ἑαυτῶν μέγα φαντάζεσθαι. Ὅπερ καὶ ὁ Χριστὸς συνειδὼς, καὶ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας ἀρχόμενος, ἀπὸ ταπεινοφροσύνης πρῶτον τῆς παραινέσεως ἤρξατο, καὶ τὸ στόμα ἀνοίξας, τοῦτον πρῶτον εἰσήνεγκε τὸν νόμον, οὕτως εἰπών· Μακάριοι υἱ πτωχοὶ τῷ πνεύματι. Καθάπερ γάρ τις οἰκίαν μεγάλην καὶ λαμπρὰν οἰκοδομεῖσθαι μέλλων, ἀνάλογον καταβάλλεται τὸν θεμέλιον, ὥστε δυνηθῆναι τὸ μετὰ ταῦτα ἐπιτιθέμενον ἐνεγκεῖν βάρος· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσοφίας ἐν ταῖς ψυχαῖς αὐτῶν ἐγείρων, ὥσπερ τινὰ θεμέλιον καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον, τὴν τῆς ταπεινοφροσύνης προκαταβάλλεται παραίνεσιν, εἰδὼς ὅτι ταύτης ἐρριζωμένης ἐν ταῖς διανοίαις τῶν ἀκουόντων, ἅπαντα ἄλλα τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται. Ὥσπερ οὖν ταύτης ἀπούσης, κἂν ἅπασάν τις τὴν λοιπὴν ἀρετὴν κατορθώσῃ, εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν δέον ἐστὶ πεπονηκὼς, κατ' ἐκεῖνον τὸν ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντα, ὃς τὸν μὲν πόνον ὑπέμεινε, τοῦ δὲ κέρδους οὐκ ἀπώνατο, ἐπειδὴ θεμέλιον οὐ κατέβαλεν ἀσφαλῆ· οὕτως ὁ χωρὶς ταπεινοφροσύνης ὁτιοῦν μετιὼν ἀγαθὸν, ἀπώλεσεν ἅπαντα καὶ διέφθειρε. Ταπεινοφροσύνην δὲ, οὐ τὴν ἐν ῥήμασι λέγω, οὐδὲ τὴν ἐπὶ τῆς γλώττης, ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ, τὴν ἀπὸ τῆς ψυχῆς, τὴν ἐν συνειδότι, ἣν ὁ Θεὸς δύναται μόνος ὁρᾷν. Ἀρκεῖ τοῦτο τὸ πλεονέκτημα, καὶ καθ' ἑαυτὸ πολλάκις φαινόμενον, ἵλεω ποιῆσαι τὸν Θεόν. Καὶ τοῦτο ὁ τελώνης ἐδήλωσεν· οὐδὲν γὰρ ἔχων ἀγαθὸν, οὐδὲ ἀπὸ κατορθωμάτων φανῆναι δυνάμενος, εἰπὼν μόνον, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθεν ὑπὲρ τὸν Φαρισαῖον δικαιωθείς· καίτοι γε οὐδὲ ταπεινοφροσύνης ἦσαν ἐκεῖνα τὰ ῥήματα, ἀλλ' εὐγνωμοσύνης μόνον. Ταπεινοφροσύνης μὲν γάρ ἐστιν ὅταν μεγάλα τις ἑαυτῷ συνειδὼς, μηδὲν μέγα περὶ αὑτοῦ φαντάζηται· εὐγνωμοσύνη δὲ, ὅταν, ἁμαρτωλὸς ὢν, αὐτὸ τοῦτο ὁμολογῇ. Εἰ δὲ ὁ μηδὲν ἑαυτῷ συνειδὼς ἀγαθὸν, ἐπειδὴ τοῦτο, ὅπερ ἦν, ὡμολόγησεν, οὕτω τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο, πόσης ἀπολαύσονται παρρησίας οἱ πολλὰ μὲν ἔχοντες ἑαυτῶν κατορθώματα εἰπεῖν, πάντων δὲ ἐκείνων ἐπιλανθανόμενοι, καὶ εἰς τοὺς ἐσχάτους ἑαυτοὺς ἀριθμοῦντες;
This word Called, therefore, is nothing else than a teaching of humility, and a pulling down of conceit, and a checking of all boastfulness; for there is nothing, nothing so able to hold us together and keep us fast, as humility, and moderation, and being chastened in demeanour and never imagining anything great about ourselves. Being well aware of this very thing, Christ also, when beginning that spiritual teaching, began His exhortation first from humility, and opening His mouth, brought in this law first, speaking thus: Blessed are the poor in spirit. For just as one who is about to build a great and splendid house lays down a foundation proportionate to it, so that it may be able to bear the weight afterwards laid upon it; even so Christ also, raising up that great building of philosophy in their souls, lays down beforehand the exhortation to humility like some foundation and steadfast keel and firm, unshakable base, knowing that once this has taken root in the minds of the hearers, all the other parts of virtue can be built up with safety. Just as, therefore, when this is absent, even if someone rightly accomplishes all the rest of virtue, he has laboured rashly and in vain and to no needful purpose—like that man who built his house upon the sand, who endured the toil yet reaped no profit, because he did not lay a safe foundation—so too he who pursues any good whatever apart from humility has lost and ruined all things. And by humility I mean not that which is in words, nor that upon the tongue, but that in the mind, that from the soul, that in the conscience, which God alone is able to behold. This excellence suffices, even when appearing oftentimes by itself, to render God gracious. And the tax-collector showed this: for having nothing good, nor being able to make a show from rightly accomplished deeds, by saying only, Be merciful to me, the sinner, he went down justified rather than the Pharisee; and yet those words were not even words of humility, but of candid acknowledgment alone. For it belongs to humility when someone, conscious in himself of great deeds, imagines nothing great about himself; whereas candid acknowledgment is when, being a sinner, he confesses this very thing. Now if he who was conscious of nothing good in himself, because he confessed that very thing which he was, so drew God to goodwill, how great a boldness of speech shall they enjoy who have many rightly accomplished deeds of their own to tell, yet forget them all and reckon themselves among the very last?