Migne Reading Room

PG 50 · cols. 637–640 bis · Read from the page

De SS. Martyribus Bernice et Prosdoce Virginibus et Domnina Matre Earum Homilia Panegyrica (Εἰς τὰς ἁγίας μάρτυρας Βερνίκην καὶ Προσδόκην καὶ Δομνίναν)

De SS. Martyribus Bernice et Prosdoce Virginibus et Domnina Matre Earum Homilia Panegyrica (Εἰς τὰς ἁγίας μάρτυρας Βερνίκην καὶ Προσδόκην καὶ Δομνίναν)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:637Read from the page
λους. Σὺ δέ μοι τῶν ῥημάτων ἐνταῦθα ἀναμνήσθητι τοῦ Χριστοῦ, καὶ θαύμασον αὐτοῦ τὴν πρόρρησιν· ταῦτα γὰρ πάντα ἄνωθεν προύλεγε· φησὶ γάρ· Ἀδελφὸς ἀδελφὸν παραδώσει, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς. Προύλεγε δὲ αὐτὰ τότε διὰ τρία ταῦτα· δι' ἓν μὲν, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, καὶ ὅτι ἀληθής ἐστι Θεὸς τὰ μηδέπω συμβάντα προορῶν πόρρωθεν. Ὅτι γὰρ διὰ τοῦτο προύλεγε τὰ ἐσόμενα, ἄκουσον αὐτοῦ λέγοντος· Διὰ ταῦτα ὑμῖν εἶπον πρὶν ἢ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε, ὅτι ἐγώ εἰμι. Δεύτερον δὲ, ἵνα μηδεὶς τῶν ἐχθρῶν λέγῃ, ὅτι ἀγνοοῦντος αὐτοῦ ἢ ἀσθενοῦντος ταῦτα γίνεται· ὁ γὰρ ἄνωθεν προϊδὼν ἠδύνατο καὶ κωλῦσαι· οὐκ ἐκώλυσε δὲ, ἵνα λαμπρότεροι γένωνται οἱ στέφανοι. Διὰ τοῦτο ταῦτα προύλεγε, καὶ δι' ἕτερον δὲ τρίτον προεῖπε. Ποῖον δὴ τοῦτο; Ἵνα κουφότερον πριήσῃ τὸν ἀγῶνα. τοῖς ἐν τῷ σκάμματι· τὰ μὲν γὰρ ἀπροσδόκητα δεινὰ, ὁποῖα ἂν ᾖ, χαλεπὰ καὶ ἀφόρητα φαίνεται, τὰ δὲ ἐλπισθέντα καὶ προμελετηθέντα κοῦφα καὶ ῥᾴδια γίνεται. Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις, καὶ ἐσχίζετο καθ' ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε. Ὁ γὰρ παραδοὺς πατὴρ τὸν υἱὸν πάντως καὶ ἔσφαξε· κἂν γὰρ μὴ τὸ ξίφος ὠθήσῃ, μηδὲ τῇ δεξιᾷ τὴν σφαγὴν ἐργάσηται, ἀλλὰ τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισε· καὶ γὰρ ὁ τῷ φονεύοντι παραδοὺς τὸν φονεύεσθαι μέλλοντα, αὐτὸς τὸν φόνον εἰργάσατο. Ποιήσωμεν οὖν αὐτοὺς, φησὶ, παιδοκτόνους, οἱ δαίμονες ἔλεγον, ποιήσωμεν τοὺς παῖδας πατραλοίας διὰ τῆς προδοσίας· καὶ γὰρ ἐθύοντο αὐτοῖς θυσίαι τσιαῦται τὸ παλαιὸν, καὶ πατέρες ἔσφαττον τέκνα. Καὶ ταῦτα ὁ προφήτης ἐβόα λέγων· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ τοιούτων ἐδίψων αἱμάτων.
friends. And do you here call to mind for me the words of Christ, and marvel at His prediction; for He foretold all these things from of old; for He says: Brother will betray brother, and father child; and children will rise up against parents. And He foretold them at that time on account of these three things: on account of one, so that we might learn His power, and that He is true God foreseeing from afar things that had not yet come to pass. For that on this account He foretold the things to come, hear Him saying: On account of these things I have told you before it comes to pass, so that when it comes to pass you may believe that I am He. And second, lest any of the enemies say that these things happen because He is ignorant or weak; for He Who foresaw from of old was able also to hinder them; yet He did not hinder them, so that the crowns might become more radiant. On this account He foretold these things, and on account of yet a third other thing He spoke beforehand. Of what sort, then, is this? So that He might make the contest lighter for those in the listing-pit; for unexpected terrors, of whatever sort they may be, appear harsh and unbearable, whereas things hoped for and practised beforehand become light and easy. At that time, therefore, the enemies enjoining these things both displayed their own cruelty and unwillingly bore witness to Christ's prophecy, and brothers betrayed brothers, and fathers children, and nature itself warred against itself, and kinship was divided against itself, and all laws were overturned from their foundations, and all things were teeming with a certain tumult and disorder, and the demons at that time filled the houses with kindred blood. For the father who betrayed his son altogether slaughtered him also; for even if he does not thrust the sword, nor work the slaughter with his right hand, yet in purpose he accomplished the whole; for he who delivered over to the murderer the one about to be murdered perpetrated the murder himself. Let us, therefore, make them, it says, child-slayers, the demons used to say; let us make the children parricides through betrayal; for indeed such sacrifices were sacrificed to them in ancient times, and fathers used to slaughter their children. And the prophet cried these things aloud, saying: They sacrificed their sons and their daughters to the demons, and they thirsted for such blood.
Ἐπειδὴ οὖν ἔπαυσε τὰς ἐναγεῖς ταύτας καὶ μυσαρὰς θυσίας ὁ Χριστὸς, ἀνανεώσασθαι πάλιν αὐτὰς ἐφιλονείκουν, ἀλλὰ ἀναισχύντως μὲν εἰπεῖν καὶ φανερῶς, ὅτι σφάξατε τοὺς υἱοὺς ὑμῶν, οὐκ ἐτόλμων· οὐδεὶς γὰρ ἔμελλεν ὑπακούσεσθαι· μεθοδεύουσι δὲ ἑτέρως τὸ πρόσταγμα καὶ σοφίζονται τὸν νόμον, διὰ τῶν δικαστῶν κελεύσαντες πατέρας προδιδόναι παῖδας· οὐδὲν γὰρ ἡμῖν διαφέρει, φησὶν, ἄν τε σφάξῃ τις, ἄν τε παραδῷ πρὸς σφαγὴν τὸν υἱόν· καὶ γὰρ οὗτος κἀκεῖνος παιδοκτόνος ἐστίν. Ἦν τοίνυν ἰδεῖν πατραλοίας, παιδοκτόνους, ἀδελφοκτόνους. θορύβου καὶ ταραχῆς πάντα ἐμπεπλησμένα· ἀλλ' αἱ γυναῖκες γαλήνης βαθείας ἀπήλαυον. Ἐτείχιζε γὰρ αὐτὰς πάντοθεν ἡ τῶν μελλόντων ἐλπὶς, ἐπεὶ καὶ ἐν ξένῃ οὖσαι οὐκ ἦσαν ἐν ξένῃ· εἶχον γὰρ ἀληθινὴν πατρίδα τὴν πίστιν, εἶχον οἰκείαν πόλιν τὴν ὁμολογίαν, καὶ ἐλπίσι συντρεφόμεναι χρησταῖς οὐδενὸς ᾐσθάνοντο τῶν παρόντων· τὰ γὰρ μέλλοντα μόνον ἑώρων. Τῶν δὴ πραγμάτων ἐν τούτοις ὄντων, ἐφίσταται ὁ πατὴρ ἐν ἐκείνῃ τῇ πόλει στρατιώτας ἔχων πρὸς τὴν σύλληψιν τῆς θήρας· ἐφίσταται ὁ πατὴρ καὶ ἀνὴρ, πατὴρ μὲν τῶν θυγατέρων, ἀνὴρ δὲ τῆς γυναικὸς, εἴ γε πατέρα ἢ
Since, therefore, Christ had put an end to these accursed and abominable sacrifices, they strove contentiously to renew them again; yet to say shamelessly and openly, Slaughter your sons, they did not dare, for no one would have obeyed; so they contrive the command otherwise and devise the law by sleight, ordering through the judges that fathers betray their children; for it makes no difference to us, one says, whether someone slaughters his son or hands him over for slaughter; for both this man and that man is a child-slayer. One could see, therefore, parricides, child-slayers, brother-slayers, and all things filled with tumult and disorder; yet the women enjoyed a deep calm. For the hope of things to come walled them round on every side, since even while being in a foreign land they were not in a foreign land; for they had faith as their true fatherland, they had confession as their own city, and being nourished with good hopes they took no notice of any present things; for they looked upon the things to come alone. While affairs, then, were in this state, the father arrives in that city having soldiers for the capture of the prey; there arrives the father and husband, father indeed of the daughters, and husband of the woman, if indeed father or
Notes, col. 637

On the reading

Printed πριήσῃ, for ποιήσῃ.

Printed τσιαῦται, for τοιαῦται.

PG 50:638Read from the page
ἄνδρα τὸν τὰ τοιαῦτα διακονούμενον χρὴ καλεῖν. Μᾶλλον δὲ φεισώμεθα αὐτοῦ καθόσον οἷόν τε· καὶ γὰρ πατὴρ ἐγένετο μαρτύρων, καὶ ἀνὴρ μάρτυρος· μὴ δὴ χαλεπώτερον αὐτοῦ ποιήσωμεν τὸ τραῦμα ταῖς παρ' ἑαυτῶν κατηγορίαις.
husband one ought to call the man ministering in such things. Or rather let us spare him so far as is possible; for indeed he became the father of martyrs, and the husband of a martyr; let us not, then, make his wound harsher by accusations from ourselves.
ϛʹ. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν τῶν γυναικῶν· καὶ γὰρ ὅτε φυγεῖν ἔδει, ἔφυγον, καὶ ὅτε εἰς τοὺς ἀγῶνας ἐμβῆναι ἐχρῆν, ἔστησαν, καὶ ἠκολούθουν δεδεμέναι τῷ τοῦ Χριστοῦ πόθῳ· ὥσπερ γὰρ οὐ δεῖ πειρασμοὺς ἐπισπᾶσθαι, οὕτως, ὅταν ἐπιστῶσιν, ἀγωνίζεσθαι χρὴ, ἵνα καὶ ἐκεῖθεν τὴν ἐπιείκειαν, καὶ ἐντεῦθεν τὴν ἀνδρείαν ἐπιδειξώμεθα· ὃ δὴ καὶ ἐκεῖναι τότε ἐποίουν· καὶ ἐπανῄεσαν, καὶ ἠγωνίζοντο. Καὶ γὰρ ἠνεῴγει τὸ στάδιον, καὶ ὁ καιρὸς ἐκάλει πρὸς τὰ παλαίσματα· ὁ δὲ τῶν ἀγώνων τρόπος τοιόσδε ἐγένετο.
6. And do you consider for me the prudence of the women; for both when it was necessary to flee, they fled, and when it was needful to enter the contests, they stood firm, and followed bound by their longing for Christ; for just as one must not draw temptations upon oneself, so, when they come upon us, one must contend, so that from the former we may display gentleness, and from the latter courage; which very thing those women also did at that time: they both returned and contended. For indeed the stadium stood open, and the season summoned them to the wrestlings; and the manner of the contests came to pass as follows.
Ἦλθον εἰς πόλιν Ἱεράπολιν καλουμένην, κἀκεῖθεν ἀληθῶς εἰς τὴν ἱερὰν πόλιν ἀνέδραμον διὰ τοιαύτης μηχανῆς. Ποταμὸς παρέρρει τὴν ὁδὸν ἐκείνην, καθ' ἣν ἐπανῄεσαν, καὶ λαθοῦσαι τοὺς στρατιώτας ἀριστοποιουμένους καὶ μεθύοντας· τινὲς δέ φασιν, ὅτι καὶ τὸν πατέρα λαβοῦσαι συνεργὸν πρὸς τὸ τοὺς στρατιώτας ἀπατῆσαι, καὶ πείθομαι· τάχα γὰρ διὰ τοῦτο ταῦτα ἔπραξεν, ἵνα τινὰ ἀπολογίαν μικρὰν γοῦν διὰ τῆς προδοσίας ταύτης δυνηθῇ προαποθέσθαι ἑαυτῷ εἰς τὴν ἡμέραν τῆς κρίσεως, τὸ συμπρᾶξαι, καὶ βοηθῆσαι, καὶ εὐκολώτερον ποιῆσαι τὸν ἐπὶ τὸ μαρτύριον δρόμον· λαβοῦσαι τοίνυν αὐτὸν συνεργὸν, καὶ δι' ἐκείνου δυνηθεῖσαι παρακρούσασθαι τοὺς στρατιώτας, εἰσῆλθον εἰς τὸν ποταμὸν μέσον, καὶ ἀφῆκαν ἑαυτὰς κατὰ τῶν ῥευμάτων ἐκείνων. Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων· ἀκουέτωσαν καὶ μητέρες καὶ παρθένοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ παιδία· εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γάμος, καὶ μέσος αὐτῶν ὁ Χριστός. Καθάπερ οὖν ῥίζα δένδρου δύο βλαστοὺς ἔχουσα ἑκατέρωθεν ἑστῶτας, οὕτω καὶ ἡ μακαρία τότε ἐκείνη ἑκατέρωθεν αὐτῆς ἔχουσα τὰς παρθένους εἰσῄει, καὶ κατὰ τῶν ὑδάτων αὐτὰς ἠφίει, καὶ ἀπεπνίγοντο οὕτω· μᾶλλον δὲ οὐκ ἀπεπνίγοντο, ἀλλ' ἐβαπτίζοντο βάπτισμα καινὸν καὶ παράδοξον. Καὶ εἰ βούλει μαθεῖν, ὅτι βάπτισμα ἦν σαφὲς τὸ τότε γενόμενον, ἄκουσον πῶς ὁ Χριστὸς τὸν θάνατον τὸν ἑαυτοῦ βάπτισμα καλεῖ. Τοῖς γὰρ τοῦ Ζεβεδαίου παισὶ διαλεγόμενος, Τὸ μὲν ποτήριόν μου πίεσθε, φησὶ, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βυπτίζομαι, βαπτισθήσεσθε. Ποῖον δὲ βάπτισμα ἐβαπτίσθη ὁ Χριστὸς μετὰ τὸ Ἰωάννου βάπτισμα, ἀλλ' ἢ τὸν θάνατον καὶ τὸν σταυρόν; Ὥσπερ οὖν Ἰάκωβος οὐχὶ σταυρωθεὶς, ἀλλὰ μαχαίρᾳ τὴν κεφαλὴν ἀποθέμενος τὸ βάπτισμα ἐβαπτίσθη τοῦ Χριστοῦ, οὕτω καὶ αὗται, εἰ καὶ μὴ ἐσταυρώθησαν, ἀλλὰ δι' ὕδατος τελειωθεῖσαι τὸ βάπτισμα ἐβαπτίσθησαν τοῦ Χριστοῦ· ἐβάπτισε δὲ αὐτὰς ἡ μήτηρ. Τί λέγεις; γυνὴ βαπτίζει;
They came to a city called Hierapolis, and from there they ran up truly to the holy city by means of such a device. A river flowed past that road along which they were returning, and escaping the notice of the soldiers who were taking their midday meal and getting drunk — and some say that also taking their father as a fellow-worker so as to deceive the soldiers, and I am persuaded; for perhaps on this account he did these things, so that through this betrayal he might be able to lay up beforehand for himself at least some slight defence for the day of judgement, namely his joining in the deed, and helping, and making easier their course towards martyrdom — taking him, therefore, as a fellow-worker, and being able through him to put off the soldiers, they entered into the midst of the river and let themselves go down those streams. A mother entered with two daughters; let both mothers and virgins hear, and let the ones thus obey their mothers, and the others thus train up their daughters, thus love their children; the mother, therefore, entered in the midst, holding fast her daughters on either side, she who had known a husband in the midst of those unwedded, and marriage was in the midst of virginity, and Christ was in the midst of them. Just as, therefore, the root of a tree having two shoots standing on either side, so also that blessed woman at that time entered having the virgins on either side of her, and let them go down the waters, and thus they were drowned; or rather they were not drowned, but were baptized with a new and marvellous baptism. And if you wish to learn that what happened at that time was a clear baptism, hear how Christ calls His own death a baptism. For conversing with the sons of Zebedee, My cup indeed you shall drink, He says, and with the baptism with which I am baptized, you shall be baptized. And with what sort of baptism was Christ baptized after the baptism of John, other than death and the cross? Just as, therefore, James, though not crucified, but laying down his head by the sword, was baptized with the baptism of Christ, so also these women, even if they were not crucified, yet having been perfected through water were baptized with the baptism of Christ; and their mother baptized them. What do you say? Does a woman baptize?
Notes, col. 638

On the reading

Printed βυπτίζομαι, for βαπτίζομαι.

PG 50:637 bisRead from the page
Tu vero mihi hoc loco verborum Christi recordare, ejusque praedictionem admirare: siquidem cuncta ista quondam praedixerat. Tradet enim, inquit, frater fratrem, et pater filium, et insurgent filii in parentes (Matth. 10. 21). Tum vero illa propter haec tria praedicebat: primum quidem, ut ejus virtutem noscamus, eumque verum esse Deum, qui ea quae nondum contigerint, multo ante praevideat. Ut enim intelligas eum propterea res futuras praedixisse, ipsum dicentem audi: Propterea haec dixi vobis prius quam fiant, ut cum facta fuerint, credatis, quia ego sum (Joan. 14. 29). Deinde vero ne quis adversariorum haec eo nesciente, vel ob imbecillitatem sinente fieri dicat; qui enim multo ante praevidit, potuit etiam impedire: non impedivit autem, ut fierent insigniores coronae. Hac de causa praedixit haec; sed ob aliam quoque tertiam praenuntiavit. Quaenam tandem illa? Ut facilius certamen iis redderet, qui in stadio versantur: nam quae inexspectata sunt mala, quaecumque illa tandem sint gravia et intoleranda videntur; quae vero praestolamur, et ad quae nos excipienda comparamus, levia faciliaque redduntur. Qui tum itaque talia mandabant adversarii, cum suam crudelitatem declarabant, tum prophetiae Christi nescientes testimonium dicebant, et fratres tradebantur a fratribus, et a patribus filii, sibique ipsi natura bellum inferebat: in seipsam cognatio scindebatur, omnes leges funditus evertebantur, omnia tumultu quodam et perturbatione replebantur, et a daemonibus domus tum cognato sanguine complebantur. Nam qui filium tradidit pater, omnino etiam jugulavit: licet enim ensem non impulerit, neque dextera caedem patrarit, tamen animi sententia rem omnem peregit: nam qui percussori hominem necandum tradidit, homicidium ipse commisit. Efficiamus igitur, ut liberos suos occidant, aiebant daemones; reddamus filios per proditionem parricidas: tales enim olim illis victimae immolabantur, et patres filios mactabant. Atque haec propheta clamabat dicens, Immolaverunt filios suos, et filias suas daemoniis (Psal. 105. 37): et ejusmodi sanguinem sitiebant.
Here, however, recall to mind for me the words of Christ, and marvel at His foretelling; for He had foretold all these things long before. Brother shall deliver up brother, says He, and the father his child, and children shall rise up against parents (Matt. 10:21). Now He foretold those things for three reasons: first, that we may know His power and perceive that He is true God, foreseeing long beforehand events that have not yet come to pass. And that you may understand that He foretold future events on this account, hear Him say Himself: Therefore I have told you these things before they come to pass, so that when they do come to pass, you may believe that I am He (John 14:29). Secondly, lest any of our adversaries should say that these things happened without His knowledge or because through weakness He suffered them to occur; for He who foresaw them long beforehand had power also to hinder them, yet hindered them not, so that the crowns might prove more illustrious. For this reason He foretold them, and for yet a third reason besides. What, pray, was that? To render the contest easier for those contending in the arena: for unexpected ills, whatsoever they may be, appear heavy and unbearable, whereas those which we await and prepare ourselves to meet become light and easy. Thus the adversaries who issued such commands at that time both manifested their own savagery and unwittingly bore witness to Christ's prophecy: brothers were betrayed by brothers, children by fathers, nature waged war against itself, kinship was rent asunder against itself, all laws were overthrown from their foundations, everything was filled with turmoil and confusion, and houses were filled at that hour with kindred blood by the demons. For the father who handed over his son assuredly cut his throat as well: even though he did not thrust home the sword or perpetrate the slaughter with his own right hand, yet by the resolve of his mind he accomplished the whole deed—for whoever delivers a man over to the slayer to be killed has himself committed murder. Let us bring them, then, to slay their own children, said the demons; let us make sons parricides through betrayal! For victims of that sort used to be sacrificed to them of old, when fathers slaughtered their children. And this the prophet cried aloud, saying: They sacrificed their sons and their daughters unto demons (Ps. 105:37 LXX); and for blood of that kind did they thirst.
Edicto jubentur parentes filios deferre. — Quando ergo exsecrabilia ista et abominanda sacrificia Christus inhibuerat, renovare rursus illa contendebant; verum impudenter quidem et aperte dicere, Filios vestros mactate, non audebant: nullus enim illis morem gessisset: sed alia ratione edictum concinnant, ac legem comminiscuntur: per judices imperant, ut parentes filios prodant: nihil enim nostra interest sive mactet quis, sive mactandum filium tradat: nam et hic et ille liberorum est interfector. Videre igitur erat parricidas, liberorum interfectores, fratricidas; tumultus ac perturbationis omnia plena erant: at mulieres alta tranquillitate fruebantur: siquidem undique illas spes futurorum muniebat, quoniam et peregre cum degerent, peregre non degebant: veram enim patriam fidem habebant, civitatem propriam habebant confessionem, et cum optima spe alerentur, nullis rebus praesentibus afficiebantur: futura namque solum spectabant.
Parents are ordered by edict to denounce their children. — Since, therefore, Christ had put a stop to those accursed and abominable sacrifices, the demons strove to renew them once more; yet they did not dare to say shamelessly and openly, Slaughter your sons!—for no one would have obeyed them— instead, they framed the edict in another fashion and devised a law, commanding through the judges that parents should betray their children: for it makes no difference to us, said they, whether a man slaughters his son or hands him over to be slaughtered, since both the one and the other is a slayer of his own children. One might therefore behold parricides, child-slayers, and fratricides; all things were full of uproar and confusion, yet the women enjoyed deep tranquillity: for hope of things to come walled them round on every side, since even while dwelling in a strange land they were no strangers, having faith as their true homeland and confession as their own city; and nourished by the fairest hope, they were troubled by nothing present, for they looked solely to things to come.
Notes, col. 637 bis

On the reading

Printed omnom, for omnem.

Printed mnniebat, for muniebat.

PG 50:638 bisRead from the page
Hoc igitur in statu cum res essent, in illam urbem advenit pater militibus ad capiendam praedam stipatus: advenit pater, et maritus; filiarum quidem pater, uxoris autem maritus: siquidem patrem aut maritum eum appellari oportet, qui ejusmodi in rebus ministerium suum impenderet. At enim parcamus illi, quantum fieri potest, quandoquidem pater martyrum, et maritus martyris fuit; neque dolorem vulneris ejus criminibus nostris augeamus.
While matters stood thus, the father arrived in that city attended by soldiers to seize the prey: there arrived the father and husband—father of the daughters, husband of the wife, if indeed one ought to call a man father or husband who lent his service in business of such a kind. Yet let us spare him so far as we may, seeing that he became the father of martyrs and the husband of a martyr; let us not aggravate the pain of his wound by our accusations.
6. Tu vero mihi mulierum prudentiam considera: cum enim fugiendum erat, fugerunt: cum ineunda erant certamina, constiterunt, et amore Christi vinctae sequebantur: ut enim tentationes accersendae non sunt, ita cum advenerint decertandum est, ut inde nostrae lenitatis, hinc nostrae fortitudinis specimen edamus; id quod et illae tum fecerunt: et reversae sunt, ac decertarunt. Etenim apertum fuerat stadium, et ad certamina tempus invitabat; genus autem agonis fuit ejusmodi.
6. Consider for me, however, the prudence of the women: when it was needful to flee, they fled; when it was needful to enter the contests, they stood firm and followed on, bound by the love of Christ. For just as we must not court temptations, so when they come upon us we must contend bravely, giving proof of modesty on the one hand and of courage on the other; and this very thing those women then did, returning and fighting out the contest. For the arena stood open and the season summoned them to the struggles; and the manner of their contest was as follows.
Hierapolim perveniunt, urbem Asiae minoris. Christo comite se in flumen projiciunt. Baptismum appellat mortem in martyrio obitam. — Venerunt in urbem Hierapolim nomine, indeque vere ad sacram urbem tali machina subvectae ascenderunt. Viam illam, qua redibant, fluvius praeterfluebat clam militibus, qui prandium sumebant et inebriabantur: sunt etiam qui dicant conscio et adjutore patre illas usas esse, ut milites fallerent, quod et credo: fortassis enim hoc ideo fecit, ut exigua saltem excusatione proditionis hujus gratia in die judicii saluti suae provideret, quod operam commodarit, et adjuverit, atque ad martyrium faciliorem cursum reddiderit. illo igitur in auxilium ascito, et cum ejus opera milites amovere potuissent, in medium flumen ingressae sunt, seque ipsas in illa fluenta demiserunt. Ingressa est cum geminis filiabus mater: audiant et matres et virgines, hae quidem sic matribus pareant, illae vero filias sic instituant, ita liberos diligant. Ingressa est itaque media mater utrimque filias secum habens; quae virum habebat in medio innuptarum: eratque in medio virginitatis matrimonium, et ipsarum in medio Christus. Sicut igitur radix arboris binis stolonibus utrimque stantibus vallata, sic utrimque beata illa virginibus stipata intrabat, et in aquas illas mittebat, itaque sunt suffocatae, vel novo potius et inusitato baptismate baptizatae. Ac si nosse velis clarum illud fuisse baptisma quod gestum est, audi quomodo mortem suam baptisma Christus appellet: filios enim alloquens Zebedaei, Calicem quidem meum bibetis, inquit, et baptismo, quo ego baptizor, baptizabimini. (Marc. 10. 38). Quo vero baptismo baptizatus est Christus post Joannis baptismum, nisi morte ac cruce? Ut igitur Jacobus non cruci affixus, sed capite truncatus ense, baptismo baptizatus est Christi: sic et istae licet crucifixae non fuerint, sed ab aquis necatae, Christi sunt baptismate baptizatae. Porro illas mater baptizavit. Quid ais? mulier baptizat? Sane quidem baptismatibus ejusmodi mulieres etiam baptizant, quemadmodum et illa utique et baptizavit, et sacerdos est facta: siquidem victimas ratione praeditas obtulit, et animi propositum illi ordinationis locum supplevit: quodque mirum est, non indiguit altari, cum sacrificaret, nec lignis, nec igne, nec gladio: fluvius enim illi omnium loco fuit, et altaris, et lignorum, et gladii, et ignis, et sacrificii, et baptismi, baptismi quidem multo evidentioris hoc baptismo 1.
They reach Hierapolis, a city of Asia Minor; with Christ in their midst they cast themselves into the river; He calls death undergone in martyrdom a baptism. — They came to a city called Hierapolis, and thence truly ascended to the holy city, borne aloft by the following device. A river flowed past that road along which they were returning; and slipping away unnoticed by the soldiers, who were taking their midday meal and drinking to drunkenness—indeed, some say that they also used their father as an accomplice and helper in eluding the soldiers, which I too believe, for perchance he did this in order to lay up for himself against the day of judgement at least some slight plea in mitigation of this betrayal, by lending his aid, assisting them, and making easier their course to martyrdom—taking him, then, as their helper, and having contrived with his aid to shake off the soldiers, they stepped into mid-stream and let themselves sink beneath those waters. In went the mother with her twin daughters: let both mothers and maidens hearken—let maidens thus obey their mothers, and let mothers thus train their daughters and thus love their children! In went the mother in the midst, holding a daughter on either side—she who had known a husband set between the unwedded: wedlock stood in the midst of virginity, and Christ in the midst of them all. Like the root of a tree flanked by two shoots standing on either side, that blessed mother entered the water attended on either hand by the maidens and committed them to the stream; and thus were they drowned—or rather baptized with a new and extraordinary baptism. And if you wish to learn that what then took place was manifestly a baptism, hear how Christ calls His own death a baptism; for addressing the sons of Zebedee, He says: My cup indeed you shall drink, and with the baptism wherewith I am baptized shall you be baptized (Mark 10:38). Now with what baptism was Christ baptized after the baptism of John, save death and the cross? Just as James, therefore, though not nailed to a cross, but beheaded with the sword, was baptized with the baptism of Christ, so too these women, though not crucified, yet put to death by the waters, were baptized with the baptism of Christ. Moreover, their mother baptized them. What say you? Does a woman baptize? Yea indeed, with baptisms of such a kind women too baptize—even as she assuredly both baptized and became a priest: for she offered rational victims, and the resolve of her soul supplied for her the place of ordination; and marvellous to tell, when she sacrificed she had no need of altar, or wood, or fire, or sword—for the river served her instead of all: altar, wood, sword, fire, sacrifice, and baptism—a baptism far more manifest than this water-baptism 1.
Notes, col. 638 bis

On the reading

Printed snam, for suam.

PG 50:639 bisRead from the page
Nam de hoc quidem ait Paulus: Complantati facti sumus similitudini mortis ejus (Rom. 6. 5): de baptismo vero martyrum non jam similitudini ejus ait, sed configurari nos morti ejus (Philipp. 3. 10). Inducebat itaque filias mater non quasi in fluvium inductura, sed quasi in thalamos illas deduceret: inducebat utraque ex parte tenens dicensque, Ecce ego et puellae meae, quas dedit mihi Deus (Isai. 8. 18): tu eas mihi dedisti, tibi ego illas commendo, res meas et me ipsam. Itaque duplex fuit mulieris martyrium, imo vero triplex: nam per seipsam semel, per filias suas bis martyrium passa est: et quemadmodum cum seipsam immittere debuit, multa illi fuit opus tolerantia: sic et ubi secum puellas traxit, altera tanta indiguit tolerantia, imo vero multo majori: non enim adeo mulieres solent dolere, cum ipsae moriturae fuerint, ut cum illarum filiae passae hoc fuerint. Itaque graviori per filias haec martyrio cruciata est, cum ad reprimendam naturae vim se accinxit, cum materni amoris flammae restitit, et intolerabili viscerum conturbationi atque uteri commotioni. Si enim filiam unam quaepiam cernens morientem, acerbam existimat vitam suam, haec duas filias confertim non intuens morientes, sed ad mortem propria manu trahens, cogita quae martyria exhiberet ea, quae id quod etiam auditu caeteris est intolerabile, reipsa perferret. Ac milites quidem penitus inscii tamquam rursus eas recepturi exspectabant, illae vero cum Christi militibus caelestibus angelis jam tum erant; quod custodes non videbant, quippe qui fidei oculos non haberent. Enimvero de matre inquit Paulus, Salvabitur per filiorum generationem (1. Tim. 2. 15): hic autem filiae per matrem salvae sunt factae. Sic nimirum parere matres oportet. Hic enim partus illo priori melior est, in quo dolores quidem acerbiores sunt, at majus lucrum percipitur. De illis partus doloribus, quotquot matres fuerunt, noverunt quos dolores illud inurat, cum filias videris mortem obeuntes; ut autem ipsa manu tua caedem perpetres, quam grave sit, exprimi verbis non potest.
For of the latter Paul says: We have been united with the likeness of His death (Rom. 6:5); whereas of the baptism of the martyrs he speaks no longer of its likeness, but says that we are conformed to His death itself (Phil. 3:10). So the mother led her daughters in, not as though leading them into a river, but as though escorting them to their bridal chambers; she led them in, holding them on either hand and saying: Behold, I and my maidens whom God has given me (Isa. 8:18): Thou hast given them to me, and to Thee do I commend them—my own treasures and myself! Twofold, therefore, was the woman's martyrdom—nay rather, threefold: once in her own person, and twice in her daughters; and just as she needed great endurance when she had to cast herself in, so when she drew the girls with her she needed as much endurance again—nay, far greater still: for women do not grieve nearly so much when they themselves are about to die as when their daughters undergo it. Thus she suffered a heavier martyrdom through her daughters when she braced herself to subdue the force of nature, withstood the flame of maternal love, and mastered the unbearable anguish of her heart and yearning of her womb. If any woman seeing even a single daughter dying counts her own life unendurable, picture what martyrdoms she displayed who did not merely behold two daughters dying together, but drew them to death with her own hand, enduring in very deed what to others is unbearable even to hear of! The soldiers, utterly unaware, waited expecting to receive them back again, while the women were already in the company of Christ's soldiers, the heavenly angels—a sight the guards beheld not, since they lacked the eyes of faith. Now Paul says of a mother: She shall be saved through childbearing (1 Tim. 2:15); here, however, the daughters were saved through their mother. Even so ought mothers to bring forth! For this travail is better than that former birth: its pangs are sharper indeed, yet far greater is the gain reaped thereby. As many as have become mothers know from those birth pangs what agony it brands upon the soul to watch one's daughters dying; but how grievous it is to perform the slaying with one's own hand no words can express.
7. Cur Domnina judicium non exspectaverit. Affectum matrum erga filias amplificat. — At enim qua de causa in judicium non venit mulier? Voluit ante pugnam tropaeum erigere, ante certamina coronam abripere, ante luctas praemia reportare: non quod tormenta reformidaret, sed ne illae oculis lascivorum paterent: non metuebat, ne quis latera ipsi effoderet, sed ne quis filiarum corrumperet virginitatem, timebat. Atque hoc eam, non illo fuisse timore correptam, et idcirco in judicium non venisse, inde manifestum est. Multo graviores in flumine cruciatus toleravit: multo enim gravius est et acerbius, ut ante dixi, propria viscera, filias inquam, manu sua demergere, ac suffocari cernere, quam lacerari carnem videre, multoque illi minori opus erat philosophia, quam ad tormenta toleranda, ut puellarum tenere dexteras et ad fluminis fluenta pertrahere secum posset.
7. Why Domnina did not await the court; he amplifies the affection of mothers towards their daughters. — Why, then, did the woman not come before the tribunal? She wished to set up her trophy before the battle, to snatch the crown before the contests, to carry off the prizes before the wrestling—not because she shrank from tortures, but lest her daughters should be exposed to the eyes of the lustful; she feared not lest someone should gouge her own sides, but dreaded lest someone should violate her daughters' virginity. And that she was seized by the latter fear and not the former, and on that account refused to come into court, is manifest from what followed. She endured far heavier torments in the river: for it is far heavier and more bitter, as I said before, to plunge one's own flesh and blood—one's daughters, I mean—beneath the water with one's own hand and watch them drown than to see one's own flesh torn; and far less philosophy would she have needed for enduring tortures than for holding the girls' right hands and drawing them along with her into the currents of the river.
Notes, col. 639 bis

On the reading

Printed mihl, for mihi.

PG 50:640 bisRead from the page
Neque enim par ad dolorem inurendum momentum affert ab aliis cernere divexatas, et ipsam morti inservire, ipsam fieri necis administram, ipsam filiabus carnificis vices obire: sed hoc multo illo gravius est et intolerabilius. Huic orationi meae testimonium dicetis omnes, quotquot matres fuistis, quae partus dolores expertae estis, ac filias suscepistis. Quomodo puellarum dexteram arripuit? qui fieri potuit, ut manus non obtorpesceret? quomodo non resoluti sunt nervi? quomodo mens de statu dejecta non est? qui potuit ratio iis quae gerebantur inservire? Sexcentis enim tormentis facinus illud acerbius fuit, cum corporis loco ejus anima discruciaretur. Verum quousque tandem ea persequi contendemus, quae nemo assequi potest? nulla quippe passionis magnitudinem oratio posset exprimere, sed ea sola, quae experta est ac decertavit, mulier novit, cujusmodi sint ista certamina. Audiant ista matres, audiant virgines: matres quidem, ut filias suas sic instituant; virgines autem, ut ita matribus obsequantur. Non enim tantum laudare convenit matrem, quae talia jusserit, sed et filias commendare, quae in ejusmodi rebus paruerint: nam neque mater vinculis eguit ad hostias victimasque, neque juvencae resilierunt, sed aequali mentis alacritate et animo eodem martyrii jugum trahentes, sic fluvium sunt ingressae, calceamentis extra fluminis ripam derelictis: quod ideo fecerunt, ut custodibus ipsis consulerent; tanta erat sanctarum illarum providentia. Studebant scilicet illis defensionis in judicio ansam relinquere: ne crudelis ille ac saevus judex eos proditionis accusaret, aut quod pecunia corrupti mulieres dimisissent; idcirco calceamenta reliquerunt, quae militum conscientiae testificarentur, quod non illis consciis, sed ignorantibus in flumen sponte prosiliissent. Fortasse non mediocri erga sanctas illas amore exarsistis; cum hoc igitur ardore coram ipsarum reliquiis procidamus, ipsarum capsulas complectamur; multam enim possunt virtutem capsulae martyrum obtinere, quemadmodum et ossa martyrum vim magnam habent. Neque die tantum hujus festivitatis, sed aliis etiam diebus iis assideamus, eas obsecremus, obtestemur, ut patronae sint nostrae; multam enim fiduciam obtinent non viventes modo, sed et mortuae; multoque magis cum sunt mortuae. Jam enim stigmata ferunt Christi; cum autem stigmata haec ostenderint, omnia Regi possunt persuadere. Quando igitur tanta illae virtute pollent, tantaque apud eum amicitia, cum continua velut obsessione ac perpetua illarum visitatione familiaritatem nos illarum insinuaverimus, ipsarum opera Dei misericordiam impetremus; quam nobis omnibus assequi contingat, gratia Domini nostri Jesu Christi, per quem et cum quo Patri gloria, una cum sancto Spiritu, nunc et semper, et in saecula saeculorum. Amen.
For it carries no equal weight in branding grief upon the soul merely to see them tormented by others as oneself to minister to their death, oneself to become the agent of their slaying, oneself to discharge the executioner's office for one's own daughters: nay, the latter is far heavier and more unbearable than the former. To these words of mine all of you will bear witness who have been mothers, who have known the pangs of childbirth and reared daughters! How did she grasp the girls' right hands? How came it that her hand did not grow numb? How were her sinews not unstrung? How was her mind not driven from its seat? How could reason minister to what was being done? That deed was sharper than a thousand tortures, for her soul was racked in place of her body. Yet how long shall we strive to pursue what none can overtake? No speech could express the magnitude of that suffering; that woman alone who experienced it and fought through the struggle knows the nature of such contests. Let mothers hear these things, let maidens hear them: mothers, so that they may train their daughters thus; maidens, so that they may obey their mothers thus! For it is fitting not only to praise the mother who enjoined such things, but also to commend the daughters who obeyed in matters of such moment: neither did the mother require bonds for her sacrificial victims, nor did the young heifers recoil; rather, drawing the yoke of martyrdom with equal readiness of mind and one and the same spirit, they stepped into the river leaving their sandals behind upon the bank—which they did out of thoughtfulness for their very guards, so great was the foresight of those holy women! They were eager to leave them a ground of defence in court, lest that cruel and savage judge should accuse them of treason or of having been bribed with money to let the women go; therefore they left their sandals behind to testify to the soldiers' innocence, showing that without their knowledge or complicity they had leapt into the river of their own accord. Perchance you have been kindled with no small love for those holy women; with this ardour, then, let us fall prostrate before their relics and embrace their reliquaries, for the reliquaries of the martyrs possess great power, even as the martyrs' bones have mighty efficacy. Nor on the day of this festival alone, but on other days as well let us wait continually beside them, beseeching and imploring them to be our patronesses; for they enjoy great boldness of speech not only while living, but also when dead—nay, far more now that they are dead. For they now bear the marks of Christ, and when they display these marks they can prevail with the King in all things. Seeing, then, that they excel in such power and such friendship with Him, once we have won intimacy with them by our unceasing attendance, as it were, and continual visiting, let us obtain through their intercession the mercy of God; which may it be granted unto us all to attain, by the grace of our Lord Jesus Christ, through whom and with whom be glory to the Father, together with the Holy Spirit, now and ever, and unto ages of ages. Amen.