τέκνα, καὶ ἄνδρες γυναῖκας, καὶ πάντα τὰ τῆς συγγενείας ἐπατεῖτο δίκαια, καὶ πᾶσα ἡ οἰκουμένη ἀνάστατος ἦν, καὶ οὐδεὶς οὐδένα τότε ἐπεγίνωσκεν· ἐκράτει γὰρ ὁ διάβολος μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἐν ἐκείνῳ τοίνυν τῷ θορύβῳ καὶ τῷ πολέμῳ αἱ γυναῖκες αὗται, εἴ γε γυναῖκας αὐτὰς χρὴ καλεῖν· καὶ γὰρ ἐν γυναικείῳ σώματι ἀνδρῶν ἐπεδείξαντο φρόνημα, μᾶλλον δὲ οὐκ ἀνδρῶν ἐπεδείξαντο φρόνημα μόνον, ἀλλὰ καὶ αὐτὴν ὑπερέβησαν τὴν φύσιν, καὶ πρὸς τὰς ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἔθεντο· αὗται τοίνυν αἱ γυναῖκες ἀφεῖσαι πόλιν καὶ οἰκίαν καὶ συγγενεῖς πρὸς τὴν ἀλλοτρίαν μετετάξαντο. Ὅταν γὰρ, φησὶν, ὁ Χριστὸς ἀτιμάζηται, μηδὲν ἡμῖν ἔστω τίμιον μηδὲ ἀναγκαῖον· διὰ τοῦτο πάντα ἀφεῖσαι ἐξῆλθον. Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύβου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες· ἓν γὰρ μόνον σπουδάζουσιν, ὅπως τὸ σῶμα τὸ ἑαυτῶν προεξαρπάσωσι τῆς φλογὸς, καὶ τὸν τοῦ πυρὸς φθάσωσι δρόμον μετὰ πολλῆς ἐπιόντα τῆς ταχύτητος· οὕτω δὴ καὶ αὗται ἐποίησαν. Ἰδοῦσαι γὰρ τὴν οἰκουμένην ἅπασαν ἐμπυριζομένην, εὐθέως ἐξεπήδησαν, καὶ ἐξήλαντο τῶν προθύρων τῆς πόλεως, ἓν μόνον ζητοῦσαι, τὴν σωτηρίαν τῆς ἑαυτῶν ψυχῆς παντὶ τρόπῳ διαφυλάξαι. Καὶ γὰρ ἐμπρησμὸς τότε χαλεπὸς ἦν καὶ σκότος ἐκράτει βαθὺ, σκότος τοῦ νυκτερινοῦ τούτου ζοφωδέστερον· καὶ διὰ τοῦτο καθάπερ ἐν σκότῳ τοὺς φίλους ἠγνόουν οἱ φίλοι, καὶ ἄνδρες παρεδίδοσαν γυναῖκας· διὰ τοῦτο τοὺς μὲν ἐχθροὺς παρέτρεχον, τοῖς δὲ φίλοις καὶ τοῖς οἰκείοις προσερρήγνυντο, καὶ νυκτομαχία τις ἦν χαλεπὴ, καὶ πολλοῦ θορύβου τὰ πράγματα ἔγεμε.
their children, and husbands their wives, and all the rights of kinship were trampled under foot, and the whole inhabited world was turned upside down, and no one recognized anyone at that time; for the devil prevailed with great excess. In that tumult and war, therefore, these women, if indeed one ought to call them women — for in a woman's body they displayed the spirit of men, or rather they displayed not only the spirit of men, but even surpassed nature itself, and set their rivalry against the bodiless powers — these women, therefore, leaving city and house and kinsfolk, removed to a foreign land. For whenever, they say, Christ is dishonoured, let nothing be precious or necessary to us; on this account, leaving all things, they went forth. And just as when a house is set on fire in the middle of the night, those sleeping within, as soon as they perceive the tumult, quickly leaping up from their bed spring out through the porch of the house, taking nothing of the things within — for they are eager for one thing alone, how they may snatch their own body beforehand from the flame, and outstrip the course of the fire coming on with great speed — so indeed these women also did. For seeing the whole inhabited world set ablaze, they straightway leapt out and sprang forth from the gates of the city, seeking one thing alone, by every means to preserve safe the salvation of their own souls. For indeed there was a harsh conflagration at that time, and deep darkness prevailed, a darkness murkier than this gloom of night; and on this account, just as in darkness, friends did not know their friends, and husbands betrayed their wives; on this account they passed by their enemies, while they dashed against their friends and their own household, and there was a harsh night-battle of a sort, and affairs were teeming with great tumult.
Τότε τοίνυν ἐξῆλθον αὗται τὴν πατρίδα ἀφεῖσαι, καὶ τὸν πατριάρχην ζηλώσασαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρητο· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Καὶ γὰρ καὶ ταύταις ὁ τοῦ διωγμοῦ καιρὸς ταῦτα παρήνει, ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας, ὥστε κληρονομῆσαι τὸν οὐρανόν. Ἐξήει τοίνυν ἐκ τῆς οἰκίας ἡ γυνὴ δύο μεθ' ἑαυτῆς ἔχουσα θυγατέρας. Σὺ δὲ μὴ παραδράμῃς ἁπλῶς ἀκούων, ὅτι ἐξῆλθον γυναῖκες ἐλευθερίως ἀνατραφεῖσαι, μηδέποτε πεῖραν λαβοῦσαι τῶν δεινῶν τούτων, ἀλλὰ ἀναλόγισαι τῇ διανοίᾳ ὅσον ἦν τὸ κακὸν, ὅσην ἔχει τὸ πρᾶγμα δυσκολίαν. Εἰ γὰρ ἄνθρωποι σύμμετρον ἀποδημίαν στελλόμενοι, ὑποζυγίων εὐποροῦντες, διακόνους ἔχοντες, μετὰ ἀδείας ὁδεύοντες, κύριοι τῆς ἐπανόδου ὄντες, πολλῶν αἰσθάνονται τῶν μοχθηρῶν, πολλὴν ὑπομένουσι ταλαιπωρίαν· ὅπου γυνὴ, καὶ παρθένοι, καὶ διακόνων ἐρημία, καὶ φίλων προδοσία, καὶ θόρυβος, καὶ ταραχὴ, καὶ φόβος ἀφόρητος, καὶ κίνδυνος ἐν αὐταῖς ποικίλος, καὶ περὶ ψυχῆς ὁ δρόμος, καὶ παντάχοθεν οἱ πολέμιοι, ποῖος λόγος τὰ ἀγωνίσματα τῶν γυναικῶν παραστῆσαι δυνήσεται, τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν; Εἰ γὰρ μόνη ἐξῆλθεν ἡ μήτηρ, οὐκ ἦν καὶ οὕτως ἀφόρητος ὁ ἀγών· νυνὶ δὲ καὶ τὰς θυγατέρας ἐπήγετο, καὶ ταύτας παρθένους· ὥστε διπλῆ ἡ ἀγωνία, καὶ πολλὴ τῆς φροντίδος ἡ προσθήκη· ὅσῳ γὰρ μέγα τὸ κτῆμα, τοσούτῳ δυσκολωτέρα ἡ φυλακή. Ἐξήει τοίνυν παρθένους ἔχουσα, καὶ οὐκ ἔχουσα κατακρύψαι αὐτὰς ἐν
At that time, therefore, these women went forth, leaving their fatherland, and emulating the patriarch Abraham, to whom it had been said: Go forth out of your land, and out of your kindred. For indeed to these women also the season of persecution counselled these things, to go forth out of their land and out of their kindred, so as to inherit heaven. The woman, therefore, went out from her house having two daughters with her. Yet do not pass by lightly when you hear that women nurtured in freeborn fashion went forth, who had never had experience of these terrors, but reckon up in your mind how great the evil was, how great a difficulty the matter holds. For if men setting out on a moderate journey abroad, well supplied with beasts of burden, having servants, travelling in security, being masters of their return, experience many hardships and endure much misery; where there were a woman, and virgins, and a lack of servants, and betrayal by friends, and tumult, and disorder, and unbearable fear, and manifold danger among them, and the race was for their life, and enemies were on every side, what speech will be able to set forth the struggles of the women, their courage, their greatness of soul, their faith? For if the mother had gone forth alone, the contest would not even thus have been unbearable; whereas now she brought her daughters also, and those virgins; so that twofold was the anguish, and great the addition of anxiety; for the greater the treasure, the more difficult its guarding. She went out, therefore, having virgins, and not having where to hide them in