Ναὶ, τὰ τοιαῦτα βαπτίσματα καὶ γυναῖκες βαπτίζουσι, καθάπερ οὖν καὶ ἐκείνη τότε καὶ ἐβάπτισε, καὶ ἱέρεια γέγονε· καὶ γὰρ θύματα προσήγαγε λογικὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐκ ἐδεήθη θυσιαστηρίου θύουσα, οὐδὲ ξύλων, οὐδὲ πυρὸς, οὐδὲ μαχαίρας· πάντα γὰρ ἐγένετο ὁ ποταμὸς, κσὶ θυσιαστήριον, καὶ ξύλα, καὶ μάχαιρα, καὶ πῦρ, καὶ θυσία, καὶ βάπτισμα, βάπτισμα πολλῷ τούτου τοῦ βαπτίσματος σαφέστερον. Περὶ μὲν γὰρ τούτου φησὶ Παῦλος· Σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· περὶ δὲ τοῦ βαπτίσματος τῶν μαρτύρων οὐκ ἔτι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ λέγει, ἀλλ' ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ. Εἰσῆγε τοίνυν τὰς θυγατέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσάγειν, ἀλλ' ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χειραγωγοῦσα· εἰσῆγεν ἑκατέρωθεν κατέχουσα καὶ λέγουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός· σύ μοι αὐτὰ ἔδωκας, σοὶ αὐτὰ παρακατατίθεμαι, τὰ ἐμαυτῆς καὶ ἐμαυτήν. Καὶ οὕτω διπλοῦν ἐγένετο τὸ τῆς γυναικὸς μαρτύριον, μᾶλλον δὲ τριπλοῦν· διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε· καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παιδία μεθ' ἑαυτῆς εἷλκεν, ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος· οὐ γὰρ οὕτως αἱ γυναῖκες ἀλγεῖν εἰώθασιν, ἐπειδὰν αὐταὶ μέλλωσι τελευτᾷν, ὡς ὅταν αἱ θυγατέρες αὐτῶν τοῦτο πάσχωσιν. Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον. Εἰ γὰρ θυγατέρα μίαν τις ἀποθνήσκουσαν ὁρῶσα ἀβίωτον ἡγεῖται τὸν βίον, αὕτη τὰς δύο θυγατέρας ἀθρόον [αὐτῇ] οὐχὶ ὁρῶσα ἀποθνησκούσας, ἀλλὰ διὰ τῆς οἰκείας χειρὸς πρὸς τὸν θάνατον ἕλκουσα, ἐννόησον ὅσα ἐπεδείκνυτο τὰ μαρτύρια, ὃ μηδὲ ἀκοῦσαι ἑτέροις φορητὸν, διὰ τῶν πραγμάτων ὑπομείνασα ἐκείνη. Οἱ μὲν οὖν στρατιῶται τούτων οὐδὲν εἰδότες ἔμενον ὡς ληψόμενοι πάλιν αὐτὰς, ἐκεῖναι δὲ ἦσαν μετὰ τῶν τοῦ Χριστοῦ στρατιωτῶν λοιπὸν τῶν οὐρανίων ἀγγέλων· οἱ δὲ τηροῦντες οὐκ εἶδον· οὐ γὰρ εἶχον τοὺς τῆς πίστεως ὀφθαλμούς. Ὁ μὲν οὖν Παῦλός φησι περὶ τῆς μητρὸς, ὅτι Σωθήσεται διὰ τῆς τεκνογονίας· ἐνταῦθα δὲ αἱ θυγατέρες διὰ τῆς μητρὸς διεσώθησαν. Οὕτως ὠδίνειν χρὴ τὰς μητέρας. Καὶ γὰρ αὗται αἱ ὠδῖνες τῶν προτέρων βελτίους, πικροτέραν μὲν ὀδύνην, μεῖζον δὲ ἔχουσαι κέρδος. Ἐκείνων ἴσασι τῶν ὠδίνων, ὅσαι μητέρες ἐγένοντο, οἷαι αἱ ὠδῖνες θυγατέρας ἰδεῖν ἀποθνησκούσας· τὸ δὲ καὶ αὐτὴν αὐτόχειρα γενέσθαι τῆς σφαγῆς, ἄφατον ἔχει τὴν ὑπερβολήν.
Yes, such baptisms even women baptize, just as indeed that woman also at that time both baptized and became a priestess; for she offered rational victims, and her purpose became ordination for her; and the marvellous thing indeed was that in sacrificing she had no need of an altar, nor of wood, nor of fire, nor of a knife; for the river became all things: both altar, and wood, and knife, and fire, and sacrifice, and baptism, a baptism far clearer than this baptism. For concerning this baptism Paul says: We have grown together with the likeness of His death; whereas concerning the baptism of the martyrs he no longer speaks of the likeness of His death, but that we are conformed to His death. The mother, therefore, led in her daughters, not as though about to lead them into a river, but as though leading them by the hand into the sacred bridal chambers themselves; she led them in, holding them fast on either side and saying: Behold, I and the children whom God gave to me; Thou gavest them to me, to Thee do I entrust them in deposit, my own and myself. And thus the woman's martyrdom became twofold, or rather threefold; for through herself she bore martyrdom once, and through her two daughters twice; and just as when she was about to let herself go, she had need of great endurance, so also when she drew her children with her, she had need of another as great endurance, or rather far greater; for women are not accustomed to grieve so much when they themselves are about to die, as when their daughters suffer this. So that she bore martyrdom in a greater degree through her daughters, and stripped for combat against the very tyranny of nature, and stood firm against the flame of birth-pangs, and against the unbearable turmoil of her bowels, and against the tumult of her womb. For if someone seeing a single daughter dying deems life unlivable, consider how many martyrdoms this woman displayed, not seeing her two daughters dying all at once [for herself], but dragging them towards death by her own hand, she enduring in deed what is not even bearable for others to hear. The soldiers, then, knowing nothing of these things, remained as though about to take them again, whereas for the rest those women were with the soldiers of Christ, the heavenly angels; yet those guarding them did not see, for they did not have the eyes of faith. Paul, then, says concerning the mother that She shall be saved through child-bearing; whereas here the daughters were saved through the mother. Thus ought mothers to travail in birth. For indeed these birth-pangs are better than the former ones, having a more bitter pain indeed, yet a greater gain. Of those birth-pangs, all who have become mothers know of what sort are the pangs of seeing daughters dying; whereas for her to become also the perpetrator of the slaughter with her own hand holds an unspeakable excess.
ζʹ. Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἦλθεν εἰς τὸ δικαστήριον ἡ γυνή; Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν, πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δεδοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλμούς· οὐκ ἐφοβεῖτο, μή τις αὐτῇ διορύξῃ τὰς πλευρὰς, ἀλλ' ἐδεδοίκει, μή τις τῶν θυγατέρων διαφθείρῃ τὴν παρθενίαν. Καὶ ὅτι τοῦτον ἐδεδοίκει τὸν φόβον, οὐκ ἐκεῖνον, καὶ διὰ τοῦτο οὐκ ἦλθεν εἰς τὸ δικαστήριον, δῆλον ἐκεῖθεν. Πολλῷ μείζους βασάνους ὑπέμει-
7. Yet for what reason did the woman not come to the law-court? Before the battle she wished to take the trophy, before the contests to seize the crown, before the wrestlings to receive the prizes, not dreading tortures, but the licentious eyes of unbelievers; she was not afraid lest someone dig through her sides, but she dreaded lest someone corrupt her daughters' virginity. And that she dreaded this fear, not that one, and on this account did not come to the law-court, is plain from the following. Much greater tortures did she endure