Migne Reading Room

PG 50 · cols. 487–490 bis · Read from the page

De Laudibus S. Pauli Apostoli Homiliae VII (Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον ὁμιλίαι αʹ-ζʹ)

De Laudibus S. Pauli Apostoli Homiliae VII (Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον ὁμιλίαι αʹ-ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:487Read from the page
ἀκηράτων ἐπιτύχωμεν στεφάνων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα
undefiled crowns we may obtain, by the grace and loving-kindness of our Lord Jesus Christ, to Whom be the glory
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΠΑΥΛΟΝ.
ON SAINT PAUL THE APOSTLE.
Ὁμιλία δʹ.
Homily 4.
Ὁ μακάριος Παῦλος, ὁ τήμερον ἡμᾶς συναγαγὼν, καὶ τὴν οἰκουμένην φωτίσας, οὗτος ἐν τῷ καιρῷ τῆς κλήσεως ἐτυφλώθη ποτέ· ἀλλ' ἡ πήρωσις ἐκείνου φωτισμὸς γέγονε τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ ἔβλεπε κακῶς, ἐπήρωσεν αὐτὸν καλῶς ὁ Θεὸς, ὥστε ἀναβλέψαι χρησίμως, ὁμοῦ μὲν τῆς ἑαυτοῦ δυνάμεως ἀπόδειξιν αὐτῷ παρεχόμενος, ὁμοῦ δὲ ἐν τῷ πάθει τὰ μέλλοντα προδιατυπῶν, καὶ τοῦ κηρύγματος τὸν τρόπον διδάσκων, καὶ ὅτι ταῦτα πάντα οἴκοθεν ἀποβαλόντα, καὶ μύσαντα καὶ τοὺς ὀφθαλμοὺς, αὐτῷ ἕπεσθαι χρή. Διὸ καὶ αὐτὸς ἐβόα τοῦτο αὐτὸ δηλῶν· Εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν, γενέσθω μωρὸς, ἵνα γένηται σοφός· ὡς οὐκ ἐνὸν ἀναβλέψαι καλῶς, μὴ πρότερον πηρωθέντα καλῶς, καὶ τοὺς οἰκείους καὶ ταράττοντας αὐτὸν ἐκβαλόντα λογισμοὺς, καὶ τῇ πίστει τὸ πᾶν ἐπιτρέψαντα. Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων ἠναγκασμένην νομιζέτω εἶναι ταύτην τὴν κλῆσιν· καὶ γὰρ ἐδύνατο πάλιν ἐπανελθεῖν, ὅθεν ἐξέβη. Πολλοὶ γοῦν ἕτερα μείζονα θαύματα ἰδόντες, ὑπέστρεψαν πάλιν, καὶ ἐν τῇ Καινῇ, καὶ ἐν τῇ Παλαιᾷ· οἷον ὁ Ἰούδας, ὁ Ναβουχοδονόσορ, ὁ Ἐλύμας ὁ μάγος, ὁ Σίμων, ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα, ὅλος τῶν Ἰουδαίων ὁ δῆμος· ἀλλ' οὐχ ὁ Παῦλος. Ἀλλὰ διαβλέψας πρὸς τὸ ἀκήρατον φῶς τὸν δρόμον ἐπέτεινε, καὶ πρὸς τὸν οὐρανὸν ἵπτατο. Εἰ δὲ ἐξετάζεις τίνος ἕνεκεν ἐπηρώθη, ἄκουε αὐτοῦ λέγοντος· Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ' ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν, καὶ ἐπόρθουν αὐτὴν, καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ἐπεὶ οὖν οὕτω σφοδρὸς ἦν καὶ ἀπρόσιτος, σφοδροτέρου ἐδεῖτο χαλινοῦ, ἵνα μὴ τῇ ῥύμῃ τῆς προθυμίας ἀγόμενος, καὶ παρακούσῃ τῶν λεγομένων. Διὰ δὴ τοῦτο καταστέλλων αὐτοῦ τὴν μανίαν ἐκείνην, πρῶτον κατευνάζει τὰ κύματα τῆς ῥαγδαίας ὀργῆς ἐκείνης διὰ τῆς πηρώσεως, καὶ τότε αὐτῷ διαλέγεται, δεικνὺς τῆς σοφίας αὐτοῦ τὸ ἀπρόσιτον, καὶ τὸ τῆς γνώσεως ὑπερέχον, καὶ ἵνα μάθῃ τίνα πολεμεῖ, ὃν οὐ μόνον κολάζοντα, ἀλλ' οὐδὲ εὐεργετοῦντα δύναται ἐνεγκεῖν. Οὐ γὰρ σκότος αὐτὸν ἐπήρωσεν, ἀλλ' ὑπερβολὴ φωτὸς αὐτὸν ἐσκότισε. Καὶ τί δήποτε μὴ ἐξ ἀρχῆς τοῦτο ἐγένετο, φησί; Μὴ ζήτει τοῦτο, μηδὲ περιεργάζου, ἀλλὰ παραχώρει τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας τοῦ καιροῦ τὴν ἐπιτηδειότητα. Καὶ γὰρ καὶ αὐτὸς τοῦτο ποιεῖ λέγων· Ὅτε δὲ εὐδόκησεν ὁ ἀφυρίσας με ἐκ κοιλίας μη-
The blessed Paul, who has gathered us together today and enlightened the inhabited world, was once blinded at the time of his calling; yet that man's blindness became the enlightenment of the inhabited world. For since he was seeing badly, God blinded him well, so that he might regain sight beneficially, at the same time furnishing him a demonstration of His own power, and at the same time prefiguring in his suffering the things to come, and teaching the manner of his preaching, and that having cast away all these things from within himself, and having closed his eyes also, he must follow Him. Wherefore he himself also cried out, declaring this very thing: If anyone thinks that he is wise among you, let him become a fool, that he may become wise; since it was not possible to regain sight well without first having been blinded well, and having cast out his own reasonings that troubled him, and having entrusted the whole to faith. Yet let no one hearing these things suppose this calling to be compulsory; for indeed he was able to return again whence he had gone forth. Many, at least, after seeing other greater miracles, turned back again, both in the New Testament and in the Old: such as Judas, Nebuchadnezzar, Elymas the magician, Simon, Ananias and Sapphira, the whole people of the Jews; though not Paul. Rather, gazing steadily towards the undefiled light, he strained forward in his course and flew towards heaven. And if you examine for what reason he was blinded, hear him saying: For you heard of my former manner of life in Judaism, how beyond measure I persecuted the Church, and ravaged it, and advanced in Judaism beyond many contemporaries in my race, being more exceedingly a zealot for my ancestral traditions. Since, therefore, he was so vehement and unapproachable, he needed a more vehement curb, lest being borne along by the rush of his eagerness he should also fail to heed what was being said. On this very account, checking that madness of his, He first calms the waves of that fierce wrath through the blindness, and then converses with him, demonstrating the unapproachableness of His wisdom and the surpassingness of His knowledge, and so that he might learn whom he is fighting against—One whom he cannot endure not only when punishing, nay not even when conferring benefits. For darkness did not blind him, rather an excess of light darkened him. And why ever did this not happen from the beginning, someone says? Do not seek this, nor pry curiously, rather yield the suitability of the right time to the incomprehensibility of God's providence. For he himself also does this, saying: When He who set me apart from my mo-
Notes, col. 487

On the reading

Printed ἀφυρίσας, for ἀφορίσας.

PG 50:488Read from the page
καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
and the dominion, now and always, and unto the ages of the ages. Amen.
τρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί. Οὐκοῦν καὶ σὺ μηδὲν περιεργάζου πλέον, ὅταν ὁ Παῦλος τοῦτο λέγῃ. Τότε γὰρ, τότε συνέφερε τῶν σκανδάλων ἀρθέντων ἐκ μέσου. Λοιπὸν ἀπὸ τούτου μάθωμεν, ὅτι οὐδεὶς οὐδαμῶς οὐδὲ τῶν πρὸ αὐτοῦ, οὐδὲ αὐτὸς οἴκοθεν αὐτὸν εὗρεν, ἀλλ' ὁ Χριστὸς ἑαυτὸν ἐφανέρωσε. Διὸ καὶ ἔλεγεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς· ἐπεὶ τίνος ἕνεκεν ὁρῶν τῷ ὀνόματι αὐτοῦ ἀνισταμένους νεκροὺς, οὐκ ἐπίστευσεν; Ὁρῶν γὰρ χωλὸν βαδίζοντα, καὶ δαίμονας δραπετεύοντας, καὶ παραλυτικοὺς σφιγγομένους, οὐδὲν ἐκαρποῦτο· οὐδὲ γὰρ ἠγνόει ταῦτα ὁ οὕτω περιεργαζόμενος τοὺς ἀποστόλους. Καὶ Στεφάνου δὲ λιθαζομένου, παρὼν καὶ ἰδὼν τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου, οὐδὲν ἐντεῦθεν ἐκέρδανε. Πῶς οὖν οὐδὲν ἐνταῦθα ἐκέρδανεν; Ὅτι οὐδέπω ἦν κεκλημένος.
ther's womb, and called me through His grace, was pleased to reveal His Son in me. Do not you either, therefore, pry any further when Paul says this. For then, at that time, was it expedient, when the stumbling-blocks had been taken out of the way. Henceforth let us learn from this that no one at all, neither of those before him nor he himself, found Him from within himself, rather Christ manifested Himself. Wherefore He also used to say: You did not choose Me, rather I chose you; for on what account, seeing the dead rising at His name, did he not believe? For though seeing a lame man walking, and demons fleeing, and paralytics braced firm, he reaped no fruit; for a man who so curiously watched the apostles was not ignorant of these things. And when Stephen also was being stoned, though present and seeing his face like the face of an angel, he gained nothing thence. How, then, did he gain nothing there? Because he had not yet been called.
Σὺ δὲ ἀκούων ταῦτα, μὴ ἀναγκαστὴν τὴν κλῆσιν εἶναι νόμιζε· οὐδὲ γὰρ ἀναγκάζει ὁ Θεὸς, ἀλλ' ἀφίησι κυρίους εἶναι προαιρέσεων καὶ μετὰ τὴν κλῆσιν. Καὶ γὰρ Ἰουδαίοις ἀπεκάλυψεν ἑαυτὸν καὶ ὅτε ἐχρῆν, ἀλλ' οὐκ ἠθέλησαν δέξασθαι διὰ τὴν δόξαν τὴν παρὰ τῶν ἀνθρώπων. Εἰ δὲ λέγοι τις τῶν ἀπίστων, πόθεν δῆλον ὅτι Παῦλον ἐκάλεσεν ἐξ οὐρανοῦ, καὶ ἐπείσθη; διὰ τί γὰρ μὴ καὶ ἐμὲ ἐκάλεσεν; ἐκεῖνο πρὸς αὐτὸν ἐροῦμεν· πιστεύεις τοῦτο, εἰπέ μοι, ὦ ἄνθρωπε; Οὐκοῦν εἰ πιστεύεις, ἀρκεῖ σοι εἰς σημεῖον. Εἰ μὲν γὰρ ἀπιστεῖς ὅτι ἐκάλεσεν ἐξ οὐρανοῦ, πῶς λέγεις, διὰ τί μὴ καὶ ἐμὲ ἐκάλεσεν; εἰ δὲ πιστεύεις ὅτι ἐκάλεσεν, ἀρκεῖ σοι τοῦτο εἰς σημεῖον. Πίστευε τοίνυν· καὶ γὰρ καὶ σὲ καλεῖ ἐξ οὐρανοῦ, ἐὰν ψυχὴν εὐγνώμονα ἔχῃς· ὡς, ἐὰν ἀγνώμων ᾖς καὶ διεστραμμένος, οὐδὲ τὸ ἐνεχθῆναί σοι φωνὴν ἄνωθεν ἀρκέσει εἰς σωτηρίαν. Ποσάκις γοῦν ἤκουσαν οἱ Ἰουδαῖοι φωνῆς ἐξ οὐρανοῦ φερομένης, καὶ οὐκ ἐπίστευσαν; πόσα εἶδον σημεῖα, καὶ ἐν τῇ Καινῇ, καὶ ἐν τῇ Παλαιᾷ, καὶ οὐκ ἐγένοντο βελτίους; Ἀλλ' ἐν μὲν τῇ Παλαιᾷ, οὗτοι μετὰ μυρία θαύματα ἐμοσχοποίησαν· ἡ δὲ Ἱεριχουντία πόρνη μηδὲν τούτων θεασαμένη, πίστιν ἐπεδείξατο θαυμαστὴν περὶ τοὺς κατασκόπους. Καὶ ἐν τῇ γῇ δὲ τῆς ἐπαγγελίας οὗτοι μὲν, τῶν σημείων γινομένων, ἔμενον λίθων ἀναισθητότεροι· οἱ δὲ Νινευῗται τὸν Ἰωνᾶν θεασάμενοι μόνον, ἐπίστευσαν καὶ μετενόησαν, καὶ τὴν θεήλα-
Yet you, hearing these things, do not suppose the calling to be compulsory; for God does not compel, rather He allows men to be masters of their choices even after the calling. For to the Jews also He revealed Himself when it was fitting, though they were unwilling to receive Him on account of the glory that comes from men. And if someone of the unbelievers should say, whence is it clear that He called Paul out of heaven, and he obeyed? for why did He not call me also?—we shall say that to him: do you believe this, tell me, O man? Therefore if you believe, it suffices you for a sign. For if on the one hand you disbelieve that He called him out of heaven, how do you say, why did He not call me also? and if on the other hand you believe that He called him, this suffices you for a sign. Believe, therefore; for He calls you also out of heaven, if you have a well-disposed soul; since, if you are ill-disposed and perverse, not even a voice borne to you from above will suffice for salvation. How many times, at least, did the Jews hear a voice borne out of heaven, and did not believe? How many signs did they see, both in the New Testament and in the Old, and did not become better? Rather, in the Old Testament, these men after ten thousand wonders made a calf; whereas the harlot of Jericho, having beheld none of these things, displayed wondrous faith towards the spies. And in the land of promise also, while the signs were taking place, these men remained more senseless than stones; whereas the Ninevites, having beheld Jonah alone, believed and repented, and the God-sent
PG 50:489Read from the page
τον ὀργὴν ἀπεκρούσαντο. Ἐν δὲ τῇ Καινῇ, ἀπ' αὐτῆς τοῦ Χριστοῦ τῆς παρουσίας, ὁ μὲν ληστὴς σταυρούμενον ἰδὼν, προσεκύνησεν· οὗτοι δὲ νεκροὺς ἐγείροντα θεασάμενοι, καὶ ἔδησαν καὶ ἐσταύρωσαν.
wrath they warded off. And in the New Testament, from the very coming of Christ, the robber, seeing Him being crucified, worshipped Him; whereas these men, having beheld Him raising the dead, both bound and crucified Him.
Τί δὲ ἐφ' ἡμῶν; Οὐχὶ πῦρ ἐκ τοῦ ναοῦ, ἐκ τῶν θεμελίων των ἐν Ἱεροσολύμοις ἐκπηδῆσαν ἐφήλατο τοῖς οἰκοδομοῦ⟨σι⟩, καὶ οὕτως αὐτοὺς ἀπέστησε τῆς παρανόμου τότε ἐπιχειρήσεως; ἀλλ' ὅμως οὐ μετεβάλλοντο, οὐδὲ ἀπέθεντο τὴν πώρωσιν. Πόσα δὲ ἕτερα γέγονε μετ' ἐκεῖνο θαύματα τότε, καὶ οὐδὲν ἐντεῦθεν ἐκέρδαναν; οἷον ὁ κεραυνὸς ὁ κατὰ τῆς ὀροφῆς τοῦ ναοῦ τοῦ Ἀπόλλωνος κατενεχθείς· ὁ τοῦ δαίμονος αὐτοῦ τούτου χρησμὸς, ὃς τὸν τότε βασιλεύοντα ἠνάγκαζε μετακινεῖν τὸν πλησίον κείμενον μάρτυρα, λέγων· μὴ δύνασθαι φθέγγεσθαι, ἕως ἂν τὴν λάρνακα τὴν ἐκείνου βλέπῃ πλησίον· καὶ γὰρ ἐκ γειτόνων ἦν κειμένη. Μετὰ τοῦτον πάλιν, ὁ θεῖος ὁ τούτου εἰς τὰ ἱερὰ σκεύη ἐνυβρίσας, σκωληκόβρωτος γεγονὼς ἐξέψυξε· καὶ ὁ ταμίας δὲ τῶν βασιλικῶν χρημάτων δι' ἑτέραν παρανομίαν εἰς τὴν Ἐκκλησίαν ὑπ' αὐτοῦ γενομένην, μέσον λακήσας ἀπώλετο. Πάλιν αἱ πηγαὶ αἱ παρ' ἡμῖν, αἱ νικῶσαι τῷ ῥεύματι τοὺς ποταμοὺς, ἀθρόον ἔφυγον καὶ ἀπεπήδησαν, μηδέποτε τοῦτο παθοῦσαι πρότερον, ἀλλ' ὅτε θυσίαις καὶ σπονδαῖς τὸ χωρίον ἐμόλυνεν ὁ βασιλεύς. Τί ἄν τις εἴποι τὸν λιμὸν τὸν πανταχοῦ τῆς οἰκουμένης μετὰ τοῦ βασιλέως ταῖς πόλεσι συνεμπεσόντα, αὐτοῦ τοῦ βασιλέως τὸν θάνατον, τὸν ἐν τῇ Περσῶν χώρᾳ, τὴν πρὸ τοῦ θανάτου ἀπάτην, τὸ στρατόπεδον τὸ ἐν μέσοις ἀποληφθὲν τοῖς βαρβάροις, καθάπερ ἐν σαγήνῃ τινὶ καὶ δικτύοις, τὴν ἄνοδον ἐκεῖθεν τὴν θαυμαστην καὶ παράδοξον; Ἐπειδὴ γὰρ ὁ μὲν ἀσεβὴς βασιλεὺς ἔπεσεν ἐλεεινῶς, ἕτερος δὲ εὐσεβὴς διεδέξατο, πάντα εὐθέως ἐλύετο τὰ δεινά· καὶ οἱ ἐν μέσοις εἰλημμένοι δικτύοις, καὶ οὐδεμίαν οὐδαμόθεν διέξοδον ἔχοντες στρατιῶται, τοῦ Θεοῦ λοιπὸν νεύσαντος, τῶν βαρβάρων ἀπαλλαγέντες μετὰ ἀσφαλείας ἐπανῄεσαν ἁπάσης. Ταῦτα τίνα οὐχ ἱκανὰ ἐφελκύσασθαι πρὸς τὴν εὐσέβειαν; Τὰ δὲ παρόντα οὐ πολλῷ τούτων θαυμαστότερα; οὐ σταυρὸς κηρύττεται, καὶ ἡ ⟨ο⟩ἰκουμένη προστρέχει; οὐ θάνατος καταγγέλλεται ἐπονείδιστος, καὶ πάντες ἐπιπηδῶσι; μὴ γὰρ οὐκ ἐσταυρώθησαν μυρίοι; μὴ γὰρ μετ' αὐτοῦ τοῦ Χριστοῦ οὐχὶ δύο λησταὶ ἀνεσκολοπίσθησαν; μὴ γὰρ οὐκ ἐγένοντο πολλοὶ σοφοί; μὴ γὰρ οὐκ ἐγένοντο πολλοὶ δυνατοί; τίνος ὄνομά ποτε οὕτως ἐκράτησε; καὶ τί λέγω σοφοὺς καὶ δυνατούς; μὴ γὰρ οὐκ ἐγένοντο βασιλεῖς ἐπίδοξοι; τίς οὕτω περιεγένετο τῆς οἰκουμένης ἐν βραχεῖ τῷ χρόνῳ; Μὴ γάρ μοι λέγε τὰς αἱρέσεις τὰς ποικίλας καὶ παντοδαπάς· πάντες γὰρ τὸν αὐτὸν Χριστὸν κηρύττουσιν, εἰ καὶ μὴ ὑγιῶς πάντες, ἀλλ' ἐκεῖνον τὸν ἐν Παλαιστίνῃ πάντες προσκυνοῦσι σταυρωθέντα, τὸν ἐπὶ Ποντίου Πιλάτου.
And what in our own times? Did not fire leaping forth out of the temple, out of the foundations in Jerusalem, spring upon the builders, and thus turn them away from their unlawful undertaking at that time? Yet still they did not change, nor lay aside their hardness of heart. And how many other wonders took place after that at that time, and they gained nothing thence?—such as the thunderbolt borne down against the roof of the temple of Apollo; the oracle of this very demon himself, which compelled him who was then reigning to remove the martyr lying nearby, saying that he was unable to utter a sound so long as he beheld that man's coffin nearby—for indeed it lay in the neighbourhood. After this man, again, his uncle, having insulted the sacred vessels, became worm-eaten and breathed his last; and the treasurer of the imperial funds also, through another unlawful deed committed by him against the Church, burst asunder in the midst and perished. Again, the springs among us, which surpass the rivers in their stream, all at once fled and leapt away, having never suffered this before, save when the emperor defiled the place with sacrifices and libations. What might one say of the famine which fell upon the cities everywhere in the inhabited world along with the emperor, the death of the emperor himself in the land of the Persians, the deception before his death, the army cut off in the midst of the barbarians as though in some seine and nets, the wondrous and marvellous return thence? For since the ungodly emperor fell pitiably, and another pious one succeeded, all the terrible things were straightway undone; and the soldiers caught in the midst of nets and having no way out from anywhere, once God gave the nod, were rid of the barbarians and returned with all safety. Whom would these things not suffice to draw towards piety? And are not present things much more wondrous than these? Is not a cross proclaimed, and the inhabited world runs to it? Is not a reproachful death announced, and all leap towards it? Were not ten thousand crucified? Were not two robbers impaled along with Christ Himself? Did there not arise many wise men? Did there not arise many powerful men? Whose name ever so prevailed? And why do I speak of wise and powerful men? Did there not arise renowned kings? Who so prevailed over the inhabited world in a brief time? Do not tell me of the various and manifold heresies; for all proclaim the same Christ, even if not all soundly, yet all worship that One who was crucified in Palestine, the One under Pontius Pilate.
Notes, col. 489

On the reading

Printed των, for τῶν.

Printed θαυμαστην, for θαυμαστὴν.

PG 50:490Read from the page
Ταῦτα οὖν οὐ δοκεῖ τῆς δυνάμεως αὐτοῦ σαφεστέραν ἔχειν ἀπόδειξιν τῆς φωνῆς ἐκείνης τῆς ἐξ οὐρανοῦ κατενεχθείσης; Διὰ τί γὰρ μηδεὶς οὕτω περιεγενετο βασιλεὺς ὡς οὗτος ἐκράτησε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυμάτων; καὶ γὰρ βασιλεῖς ἐπολέμησαν, καὶ τύραννοι παρετάξαντο, καὶ δῆμοι πάντες κατεξανέστησαν, καὶ τὰ ἡμέτερα ὅμως οὐκ ἠλαττοῦτο, ἀλλὰ καὶ μᾶλλον λαμπρότερα ἐγίνετο.
Do not these things, then, seem to hold a clearer demonstration of His power than that voice borne down out of heaven? For why did no king so prevail as this One triumphed, and that though hindrances were ten thousand? For kings made war, and tyrants ranged themselves in battle-array, and all peoples rose up against us, and yet our affairs were not diminished, rather became all the more bright.
Πόθεν οὖν, εἴπατέ μοι, ἡ τοσαύτη ἰσχύς; Μάγος ἦν, φησί. Μόνος οὖν οὗτος μάγος τοιοῦτος ἐγένετο; Πάντως ἠκούσατε, ὅτι καὶ παρὰ Πέρσαις καὶ Ἰνδοῖς πολλοὶ γεγόνασι μάγοι, καὶ εἰσὶν ἔτι καὶ νῦν· ἀλλ' οὐδὲ ὄνομα αὐτῶν ἐστιν οὐδαμοῦ. Ἀλλ' ὁ ἐκ Τυάνων, φησὶν, ἀπατεὼν, ἐκεῖνος καὶ γόης, καὶ αὐτὸς ἔλαμψε. Ποῦ καὶ πότε; Ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ πρὸς βραχὺν χρόνον, καὶ ἐσβέσθη ταχέως καὶ ἀπώλετο, οὐκ Ἐκκλησίαν καταλιπὼν, οὐ λαὸν, οὐκ ἄλλο τι τοιοῦτον οὐδέν. Καὶ τί λέγω μάγους καὶ γόητας τοὺς σβεσθέντας; πόθεν τὰ τῶν θεῶν ἐπαύθη πάντα, καὶ ὁ Δωδωναῖος, καὶ ὁ Κλάριος, καὶ πάντα τὰ πονηρὰ ταῦτα ἐργαστήρια σιγᾷ καὶ ἐπεστόμισται; Πόθεν οὖν οὐ τοῦτον μόνον τὸν σταυρωθέντα, ἀλλὰ καὶ τὰ ὀστᾶ τῶν ὑπὲρ αὐτοῦ σφαγέντων πεφρίκασι δαίμονες; τίνος δὲ ἕνεκεν καὶ σταυρὸν ἀκούοντες ἀποπηδῶσι; Καὶ μὴν καταγελᾷν ἔδει· μὴ γὰρ λαμπρὸν καὶ ἐπίσημον ὁ σταυρός; Τούναντίον μὲν οὖν. αισχρὸν καὶ ἐπονείδιστον. Θάνατος γάρ ἐστι καταδίκου· θάνατός ἐστιν ὁ κακῶν ἔσχατος, καὶ παρὰ Ἰουδαίοις ἐπάρατος, καὶ παρὰ Ἕλλησι βδελυκτός. Πόθεν οὖν αὐτὸν ἐδεδοίκεισαν δαίμονες; ἆρ' οὐκ ἀπὸ τῆς τοῦ σταυρωθέντος δυνάμεως; Εἰ γὰρ αὐτὸ καθ' ἑαυτὸ τὸ πρᾶγμα ἐδεδοίκεισαν, μάλιστα μὲν οὖν καὶ τοῦτο ἀνάξιον θεῶν· πλὴν πολλοὶ καὶ πρὸ αὐτοῦ, καὶ μετ' αὐτὸν ἐσταυρώθησαν, καὶ μετ' αὐτοῦ δὲ δύο. Τί οὖν, εἰ εἴποι τις, ἐν ὀνόματι τοῦ ληστοῦ τοῦ σταυρωθέντος, ἢ τοῦ δεῖνος, ἢ τοῦ δεῖνος, φεύξεται ὁ δαίμων; Οὐδαμῶς, ἀλλὰ καὶ γελάσεται. Ἐὰν δὲ τὸν Ἰησοῦν προσθῇς τὸν Ναζωραῖον, καθάπερ ἀπὸ πυρός τινος φεύγουσι. Τί οὖν ἂν εἴποις; πόθεν ἐκράτησεν; ὅτι πλάνος ἦν; Ἀλλ' οὐ τοιαῦτα αὐτοῦ τὰ παραγγέλματα· ἄλλως δὲ, καὶ πλάνοι πολλοὶ γεγόνασιν. Ἀλλ' ὅτι μάγος; Ἀλλ' οὐ τούτῳ μαρτυρεῖ τὰ δόγματα· καὶ μάγων πολλὴ πολλάκις ἐγένετο φορά. Ἀλλ' ὅτι σοφός; Ἀλλὰ σοφοὶ πολλοὶ πολλάκις ἐγένοντο. Τίς οὖν οὕτως ἐκράτησεν; Οὐδεὶς οὐδέποτε, οὐδὲ κατὰ μικρὸν ἐγγύς. Ὅθεν δῆλον, ὅτι οὐκ ἐπειδὴ μάγος ἦν, οὐδὲ ὅτι πλάνος ἦν, ἀλλ' ἐπειδὴ τούτων διορθωτὴς, καὶ θεία δύναμίς τις καὶ ἄμαχος, διὰ τοῦτο καὶ αὐτὸς πάντων περιεγένετο, καὶ τῷ σκηνοποιῷ τούτῳ τοσαύτην ἐνέπνευσε δύναμιν, ὅσην αὐτὰ τὰ πράγματα μαρτυρεῖ. Ἄνθρωπος γὰρ ἐπ' ἀγορᾶς ἑστηκὼς, περὶ δέρματα τὴν τέχνην ἔχων, τοσοῦτον
Whence, then, tell me, is so great a strength? He was a magician, someone says. Was this One, then, the only such magician who arose? You have surely heard that both among the Persians and among the Indians there have arisen many magicians, and there are still even now; yet not even their name is anywhere. Rather the impostor from Tyana, someone says, that sorcerer too, he himself also shone forth. Where and when? In a small part of the inhabited world, and for a brief time, and he was quenched quickly and perished, leaving behind no Church, no people, nor any other such thing at all. And why do I speak of magicians and sorcerers who were quenched? Whence have all the things of the gods ceased, and both the Dodonaean and the Clarian and all these wicked workshops are silent and have had their mouths stopped? Whence, then, do demons shudder not only at this crucified One, rather even at the bones of those slaughtered on His behalf? And for what reason do they leap away even on hearing of a cross? And yet one ought to have laughed it to scorn; for is the cross bright and distinguished? Quite the contrary: shameful and reproachful. For it is the death of a condemned man; it is a death the worst of evils, and accursed among Jews, and abominable among Greeks. Whence, then, had demons feared it? Was it not from the power of the crucified One? For if they had feared the thing itself by itself, most of all even this is unworthy of gods; moreover many both before Him and after Him were crucified, and two along with Him as well. What, then, if someone should speak in the name of the robber who was crucified, or of so-and-so, or of so-and-so, will the demon flee? By no means; rather he will even laugh. Yet if you add Jesus the Nazarene, they flee just as if from some fire. What, then, would you say? Whence did He prevail? Because He was a deceiver? Yet His precepts are not of such a sort; and besides, many deceivers also have arisen. Rather because He was a magician? Yet His teachings do not bear witness to this; and there often arose a great crop of magicians. Rather because He was wise? Yet many wise men often arose. Who, then, so prevailed? No one ever, not even remotely near. Whence it is clear that not because He was a magician, nor because He was a deceiver, rather because He was the corrector of these, and some divine and invincible power, on this account both He Himself prevailed over all, and He breathed into this tentmaker as great a power as the facts themselves bear witness to. For a man standing in the market-place, having his craft concerning hides, so greatly
Notes, col. 490

On the reading

Printed περιεγενετο, for περιεγένετο.

Printed αισχρὸν, for αἰσχρὸν.

PG 50:489 bisRead from the page
In novo etiam Testamento sub praesentia ipsius Christi, latro quidem cum crucifixum cerneret, adoravit; Judaei vero qui eum spectaverant mortuos suscitantem, et vinxerunt, et affixerunt cruci.
Even in the New Testament, in the very presence of Christ himself, the robber, when he beheld him crucified, worshipped him; whereas the Jews, who had watched him raising the dead, both bound him and fastened him to the cross.
Templi Jerosolymitani instauratio irrita, et alia quaedam signa. Exercitus Juliani obsessus a Barbaris. — Quid autem nostra quoque aetate? Nonne ex fundamentis templi, quod Jerosolymis fuit, ignis exsiliens audentes illud aedificare consumpsit? sicque reliqui ab iniquis conatibus destiterunt, nec tamen ab impietate sua atque caecitate conversi sunt. Quanta vero etiam post haec alia facta sunt miracula? ut cum super templi Apollinis tectum fulmen illapsum est: ut cum ipsius responsa daemonis transferri a rege sepultum juxta se martyrem compulerunt, dicentis se alloqui omnino non posse, quamdiu proximam illius arcam videret; erat namque vicina. Post quae ipsius regis avunculus, qui profano attactu consecrata Deo vasa temeraverat, vermibus exesus interiit. Praepositus quoque regalis aerarii ob aliam, quam Ecclesiae intulerat, injuriam medius repente diruptus est: tunc etiam regionis nostrae fontes, qui prius flumina ipsa cursu inundante vincebant, subito in se resiliendo fugerunt, numquam hoc ante perpessi, nisi postquam loca illa rex sacrificiis ac victimis inquinavit. Quid vero jam memorem famem toto prorsus orbe terrarum cum impio rege dominatam, regis interitum in regione Persarum: ante mortem vero mentis errorem perpessum, exercitum in medio barbarorum relictum, et undique velut quodam rete conclusum, reditum ex illis locis improvisum atque mirabilem? Cum enim rege impio miserabiliter interempto, alter pius in ejus successisset imperium, adversa omnia continuo dissoluta sunt, et exercitus qui velut in mediis erat retibus involutus, nec ullum exitum aliquando se inventurum esse credebat, Dei jam nutu ab hostibus liberatus, omni cum securitate remeavit. Et haec quidem quem non valeant ad partem pietatis attrahere? Quid vero praesentia? nonne etiam multo mirabiliora dicenda sunt? nonne crux praedicatur, et totus ad credendum mundus accurrit? nonne mors ignominiosa nuntiatur, et omnes convolant? numquid non innumeri crucifixi sunt? numquid non duo latrones cum Domino pependerunt? numquid non multi sapientes? numquid non multi exstiterunt potentes? cujus igitur aliquando sic nomen obtinuit? et quid dico potentes atque sapientes? numquid non fuerunt reges inclyti? quis ita sibi terrarum orbem tam brevi tempore subjugavit? Non enim varias mihi atque diversas opponas haereses. Omnes siquidem eumdem praedicant Christum, etsi non omnes sane praedicent atque legitime. Illum enim omnes praedicant, qui in Palaestina natus, et passus, qui Pontio Pilato dijudicante crucifixus est. Haec igitur cuncta, quae proposui, nonne etiam majus virtutis ejus videntur habere documentum, quam illa vox allata de caelo? Cur enim nullus regum ita vicit, ut hic superavit, idque cum innumera ex adverso impedimenta pugnarent?
The abortive rebuilding of the Temple at Jerusalem, and certain other signs. Julian's army besieged by barbarians. — And what took place in our own age as well? Did not fire leap forth from the foundations of the temple that stood at Jerusalem and consume those who dared to rebuild it? And thus the rest desisted from their wicked attempts, and yet were not turned back from their impiety and blindness. And what great marvels besides these were wrought afterwards as well!—as when a thunderbolt fell upon the roof of the temple of Apollo; as when the very oracles of the demon compelled the martyr buried beside him to be removed by the emperor, declaring that he was wholly unable to speak so long as he beheld his neighbouring shrine, for it stood close by. After these things the emperor's own uncle, who had defiled with profane touch the vessels consecrated to God, perished eaten by worms. The prefect of the imperial treasury likewise, on account of another outrage that he had inflicted upon the Church, suddenly burst asunder in the midst; at that time too the springs of our region, which previously surpassed the very rivers in their overflowing course, suddenly shrank back upon themselves and fled, having never suffered this before until the emperor polluted those places with sacrifices and victims. Why now should I recount the famine that prevailed throughout the whole world under the impious emperor, the emperor's death in the land of the Persians, and the derangement of mind that he suffered before his death, the army abandoned in the midst of barbarians and hemmed in on every side as if by a net, and its unlooked-for and marvellous return from those regions? For when the impious emperor had been miserably slain and another, a pious man, had succeeded to his empire, all adverse circumstances were at once dispelled, and the army, which was entangled as it were amidst nets and did not believe that it would ever find any way of escape, being now delivered from the enemy at God's nod, returned in complete safety. Whom indeed would these events not suffice to draw to the side of piety? And what of present realities? Must they not be called far more marvellous still? Is not the cross proclaimed, and does not the whole world hasten to believe? Is not an ignominious death announced, and do not all flock together? Were not countless men crucified? Did not two robbers hang beside the Lord? Were there not many wise men? Did not many mighty men arise? Whose name, then, ever prevailed in such a way? And why do I speak of mighty men and wise? Were there not renowned kings? Who ever subdued the world to himself in so brief a span of time? Do not urge against me the various and diverse heresies; for they all proclaim the same Christ, even if they do not all proclaim him soundly and lawfully. For they all proclaim him who was born in Palestine and suffered, who was crucified under the judgement of Pontius Pilate. Do not all these things that I have set forth seem to furnish even greater proof of his power than that voice brought down from heaven? For why did no king ever conquer as this man triumphed, and that when countless obstacles fought against him?
Notes, col. 489 bis

On the reading

Printed euim, for enim.

PG 50:490 bisRead from the page
Nam et reges contra Evangelium praeliati sunt, et tyranni bella gesserunt, et populi omnes insurrexerunt, et nostra usque adeo attrita non sunt, ut inde fierent clariora.
For kings too waged war against the Gospel, and tyrants fought battles, and all peoples rose up, and far from being crushed, our cause grew all the more glorious thereby.
Magi nomen Christo objectum. Reliquias Sanctorum timent daemones. — Unde igitur haec tanta tamque admirabilis virtus? Magus scilicet erat? Solus ergo iste magus tam potens fuit? Audistis nempe quia et apud Persas magi et apud Indos exstiterint, sintque etiam modo: sed ne nomen quidem eorum usquam sonat. Et ille quidem ex Tyanorum urbe deceptor ac maleficus aliquo loci apparuit, ac brevi aliquanto tempore in exigua parte orbis refulsit; sed celeriter exstinctus atque deletus est, qui non Ecclesiam omnino, non populum, non aliquid horum reliquit. Sed quid dico magos atque maleficos exstinctos? unde, quaeso, omnium deorum templa exstincta sunt, et Dodonaeus, et Clarius, et omnes istae profanitatis officinae silent, ac penitus obstructae sunt? Unde igitur non hunc solum crucifixum, sed etiam pro ipso occisorum favillas daemones contremiscunt? cujus rei gratia saltem nomen audientes crucis, in fugam resiliunt? cum certe si se res haberet aliter, magis eos oporteret irridere quam fugere. An forte crux quid clarum videtur, ac nobile? Imo e contrario, turpis et exprobrabilis mors. Est enim utique et poenalis mors, et omnino teterrima, et apud Judaeos maledicta, et inter gentiles abominanda. Unde igitur illam daemones reformidant, nisi de virtute crucifixi? Si enim illam per seipsam timerent, quamquam et hoc ipsum diis esset indignum: tamen et ante illum, et post illum plerique crucifixi sunt, et cum ipso etiam duo. Quid igitur, si invocat aliquis nomen latronis, vel alterius cujusquam crucifixi, daemonne forte timebit ac fugiet? Nequaquam, quinimo ridebit. Si vero Jesum addideris Nazarenum, velut ab igne repente diffugient. Quid igitur ais? unde praevaluit? Quia, inquis, seductor fuit. At non haec ejus praecepta loquuntur. Deinde quoniam seductores fuerunt multi, et tamen nullus obtinuit. Sed quia magus fuit? Verum longe aliud ejus dogmata contestantur. Sed et magorum multa saepe fuit copia, [nec tamen ullum hujusmodi potentiae nomen auditum est]. Sed quia sapiens fuit? At multi fuerunt saepe sapientes. Quis itaque similiter obtinuisse dicetur? Nullus enim aliquando saltem ex parte aliqua huic potentiae appropinquavit. Unde liquido patet, quoniam Christus non fuerit magus, non seductor, sed qui e contrario horum exstitit emendator, et vere divina virtus, nec ulli omnino superabilis, idcirco et ipse cuncta vicit, atque perdomuit, et Paulo tentoriorum opifici tantam potuit inspirare virtutem, quantam ipse rerum testatur effectus. Homo etenim ignobilis, abjectus et circumforaneus, qui artem exercebat in pellibus, in tantum virtute progressus est, ut vix triginta annorum spatio et Romanos, et Persas, et Parthos, et Medos, et Indos, et Scythas, et Aethiopes, et Sauromatas, et Saracenos, et omne prorsus humanum genus sub jugum mitteret veritatis.
The name of magician cast against Christ. Demons dread the relics of the saints. — Whence, then, comes this power so great and so admirable? Was he, forsooth, a magician? Was this magician alone, then, so mighty? Doubtless you have heard that magicians arose both among the Persians and among the Indians, and exist even now; yet their very name is heard nowhere. And that deceiver and sorcerer from the city of Tyana did indeed appear somewhere and shone forth for a brief while in a small corner of the world; yet he was swiftly quenched and blotted out, leaving behind no Church at all, no people, nothing of the kind. Yet why do I speak of magicians and sorcerers quenched? Whence, I ask, have the temples of all the gods been quenched, and Dodonaean and Clarian Apollo and all those workshops of profanity fallen silent and been utterly stopped up? Whence, then, do the demons tremble not only before this Crucified One himself, but even before the ashes of those slain for his sake? For what reason, on merely hearing the name of the cross, do they leap back in flight, whereas, had the truth been otherwise, they certainly ought to mock rather than flee? Or does the cross perhaps seem something glorious and noble? Nay, on the contrary, it is a shameful and reproachful death; for it is indeed a penal death, utterly foul, accursed among the Jews and abominable among the Gentiles. Whence, then, do the demons dread it, save from the power of the Crucified? For if they feared the cross in itself—though even this would be unworthy of gods—still, very many were crucified both before him and after him, and two with him as well. What then? If someone invokes the name of a robber, or of any other crucified man, will a demon perchance fear and flee? By no means; nay rather, it will laugh. Yet if you add Jesus of Nazareth, they will suddenly scatter in flight as if from fire. What, then, do you say? Whence did he prevail? Because, you say, he was a deceiver. Yet his precepts speak no such thing; and besides, there were many deceivers, and yet none prevailed. Was it, then, because he was a magician? Yet his teachings bear witness to something far different; and there has often been a great abundance of magicians, [and yet no report of any such power has ever been heard]. Was it, then, because he was wise? Yet there have often been many wise men; who, then, will be said to have prevailed in like manner? For no one ever came near this power even in some small part. Hence it is abundantly clear that Christ was neither a magician nor a deceiver, but on the contrary one who arose as the reformer of these things, and truly divine power, wholly invincible to anyone; and therefore he himself conquered and subdued all things, and was able to breathe into Paul the tentmaker so great a power as the very outcome of events attests. For an obscure, lowly man of the market-place, who plied his trade in hides, advanced so far in virtue that within the space of scarcely thirty years he brought the Romans, the Persians, the Parthians, the Medes, the Indians, the Scythians, the Ethiopians, the Sauromatians, the Saracens, and the entire human race beneath the yoke of truth.