Migne Reading Room

PG 50 · cols. 485–488 bis · Read from the page

De Laudibus S. Pauli Apostoli Homiliae VII (Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον ὁμιλίαι αʹ-ζʹ)

De Laudibus S. Pauli Apostoli Homiliae VII (Εἰς τὸν ἅγιον ἀπόστολον Παῦλον ὁμιλίαι αʹ-ζʹ)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 50:485Read from the page
οἵους θέλω, εὕρω ὑμᾶς· καὶ μετ' ὀλίγα, Μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν. Καὶ Γαλάταις δὲ γράφων ἔλεγε· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Καὶ ὑπὲρ τοῦ πεπορνευκότος ἄκουσον αὐτοῦ, πῶς οὐχ ἧττον ἐκείνου καὶ ὀδυνᾶται καὶ παρακαλεῖ λέγων· Κυρώσατε εἰς αὐτὸν ἀγάπην. Καὶ ἡνίκα δὲ αὐτὸν ἐξέκοπτε, μετὰ πολλῶν δακρύων τοῦτο ἐποίει. Ἐκ γὰρ πολλῆς θλίψεως, φησὶ, καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ ἵνα γνῶτε τὴν ἀγάπην, ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς· καὶ πάλιν· Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, τοῖς ἀσθενοῦσιν ὡς ἀσθενής, τοῖς πᾶσι γέγονα τὰ πάντα, ἵνα πάντως τινὰς σώσω· καὶ ἀλλαχοῦ πάλιν· Ἵνα παραστήσω πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ. Εἶδες ψυχὴν ὑπερβαίνουσαν πᾶσαν τὴν γῆν; Πάντα ἄνθρωπον προσεδόκησε παραστῆσαι, καὶ τό γε αὐτοῦ μέρος, πάντας παρέστησε. Καὶ γὰρ ὥσπερ τὴν οἰκουμένην ἅπασαν γεννήσας αὐτὸς, οὕτως ἐθορυβεῖτο, οὕτως ἔτρεχεν, οὕτω πάντας ἐσπούδαζεν εἰσαγαγεῖν εἰς τὴν βασιλείαν, θεραπεύων, παρακαλῶν, ὑπισχνούμενος, εὐχόμενος, ἱκετεύων, τοὺς δαίμονας φοβῶν, τοὺς διαφθείροντας ἐλαύνων, διὰ παρουσίας, διὰ γραμμάτων, διὰ ῥημάτων, διὰ πραγμάτων, διὰ μαθητῶν, δι' ἑαυτοῦ τοὺς πίπτοντας ἀνορθῶν, τοὺς ἑστῶτας στηρίζων, διεγείρων τοὺς χαμαὶ κειμένους, θεραπεύων τοὺς συντετριμμένους, ἀλείφων τοὺς ῥᾳθυμοῦντας, φοβερὸν ἐμβοῶν ἐπὶ τοῖς ἐχθροῖς, δριμὺ βλέπων ἐπὶ τοῖς πολεμίοις· καθάπερ τις στρατηγὸς ἢ ἄριστος ἰατρὸς, αὐτὸς σκευοφόρος, αὐτὸς ὑπασπιστὴς, αὐτὸς ὑπερασπιστὴς, αὐτὸς παραστάτης, αὐτὸς πάντα γινόμενος τῷ στρατοπέδῳ καὶ οὐκ ἐν τοῖς πνευματικοῖς μόνον, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς πολλὴν τὴν πρόνοιαν ἐπεδείκνυτο, πολλὴν τὴν σπουδήν. Ἄκουσον γοῦν αὐτοῦ, πῶς ὑπὲρ μιᾶς γυναικὸς πρὸς ὁλόκληρον ἐπιστέλλει δῆμον λέγων· Συνίστημι δὲ ὑμῖν Φοίβην, τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, ἵνα προσδέξησθε αὐτὴν ἐν Κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ, ἐν ᾧ ἂν ὑμῶν πράγματι χρήζῃ· καὶ πάλιν· Οἴδατε τὴν οἰκίαν Στεφανᾶ· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις· καὶ πάλιν· Ἐπιγινώσκετε τοὺς τοιούτους. Καὶ γὰρ καὶ τοῦτο ἴδιον τῆς φιλοστοργίας τῶν ἁγίων, τὸ καὶ ἐν τούτοις βοηθεῖν. Οὕτω καὶ ὁ Ἐλισσαῖος τὴν ὑποδεξαμένην αὐτὸν γυναῖκα, οὐκ ἐν τοῖς πνευματικοῖς μόνον ὠφέλει, ἀλλὰ καὶ ἐν τοῖς σαρκικοῖς ἐσπούδαζεν ἀμείβεσθαι· διὸ καὶ ἔλεγεν· Εἴ τίς ἐστί σοι λόγος πρὸς τὸν βασιλέα, ἢ πρὸς τὸν ἄρχοντα; Καὶ τί θαυμάζεις, εἰ τὴν ἀπὸ τῶν γραμμάτων παρεῖχε σύστασιν ὁ Παῦλος, ὅπου γε καὶ καλῶν τινας πρὸς ἑαυτὸν, οὐδὲ τοῦτο ἀνάξιον εἶναι ἐνόμισε, τὸ καὶ περὶ ἐφοδίων αὐτῶν φροντίσαι, καὶ καταθέσθαι αὐτὸ ἐν ἐπιστολῇ; Καὶ γὰρ ἐπιστέλλων Τίτῳ φησί· Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς
such as I wish, I may find you; and shortly after, Lest when I come again my God humble me before you, and I mourn for many of those who have sinned beforehand, and have not repented over the licentiousness and impurity which they practised. And writing to the Galatians he used to say: My little children, whom I am again in travail with until Christ be formed in you. And on behalf of the man who had committed fornication hear him, how no less than that man he both grieves and exhorts, saying: Confirm your love towards him. And when he was cutting him off, too, he did this with many tears. For out of much affliction, he says, and anguish of heart I wrote to you, not that you might be grieved, but that you might know the love which I have more abundantly towards you; and again: To the Jews I became as a Jew, to those under the law as under the law, to the weak as weak; I have become all things to all men, that by all means I may save some; and elsewhere again: That I may present every man perfect in Christ Jesus. Did you see a soul surpassing the whole earth? He expected to present every man, and so far as lay with him, he presented all. For just as though he himself had begotten the whole inhabited world, so was he troubled, so did he run, so was he eager to bring all into the kingdom—healing, exhorting, promising, praying, beseeching, terrifying the demons, driving off those who corrupt, by presence, by letters, by words, by deeds, by disciples, by himself, raising up those who fall, strengthening those who stand, rousing those who lie on the ground, healing the crushed, anointing the slothful, shouting terribly against enemies, looking fiercely at foes; just like some general or best physician, himself baggage-carrier, himself shield-bearer, himself defender, himself comrade-in-arms, himself becoming all things to the camp; and not in spiritual matters only, but also in fleshly matters he displayed much forethought, much earnestness. Hear him, at least, how on behalf of one woman he writes to an entire people, saying: I commend to you Phoebe, our sister, being a deacon of the Church which is at Cenchreae, that you may receive her in the Lord worthily of the saints, and stand by her in whatever matter she may need you; and again: You know the household of Stephanas: that you also be subject to such persons; and again: Recognize such persons. For this also is proper to the tender affection of the saints, to help in these matters also. Thus Elisha too not only benefited the woman who had received him in spiritual matters, but was also eager to requite her in fleshly matters; wherefore he also used to say: Have you any word to the king, or to the commander? And why do you marvel if Paul furnished commendation by letters, seeing that even when summoning certain men to himself, he did not deem even this unworthy, to take thought also for their journey-provisions, and to set it down in an epistle? For in writing to Titus he says: Diligently send forward Zenas the lawyer and Apollos, so that nothing for them
PG 50:486Read from the page
λείπῃ. Εἰ δὲ παρατιθέμενος οὕτω σπουδαίως ἐξέπεμπε, πολλῷ μᾶλλον, εἴ που κινδυνεύοντας εἶδε, πάντα ἂν ἔπραξεν. Ὅρα γοῦν καὶ πρὸς τὸν Φιλήμονα ἐπιστέλλων, πόσην ποιεῖται σπουδὴν διὰ Ὀνήσιμον, καὶ πῶς συνετῶς, πῶς κηδεμονικῶς ἐπιστέλλει. Ὁ δὲ ὑπὲρ ἑνὸς οἰκέτου, καὶ ταῦτα φυγάδος γεγενημένου, καὶ ὑφελομένου πολλὰ τῶν δεσποτικῶν, ὁλόκληρον μὴ παραιτησάμενος συνθεῖναι ἐπιστολὴν, ἐννόησον ἡλίκος περὶ τοὺς ἄλλους ἦν. Καὶ γὰρ ἓν μόνον αἰσχύνης ἄξιον ἐνόμιζεν εἶναι, τὸ, δέον γενέσθαι τι πρὸς σωτηρίαν, παριδεῖν. Διὰ τοῦτο πάντα ἐκίνει, καὶ οὐδὲν ὤκνει δαπανᾷν ὑπὲρ τῶν σωζομένων, οὐ ῥήματα, οὐ χρήματα, οὐ σῶμα· ὁ γὰρ μυριάκις ἑαυτὸν θανάτοις ἐκδοὺς, πολλῷ μᾶλλον οὐδὲ χρημάτων ἐφείσατο, εἴ γε παρῆν. Καὶ τί λέγω, εἴ γε παρῆν; Καὶ γὰρ μὴ παρόντων δυνατὸν δεῖξαι, ὅτι οὐκ ἐφείσατο. Καὶ μὴ νομίσῃς αἴνιγμα εἶναι τὸ ῥῆμα, ἀλλ' αὐτοῦ πάλιν ἄκουσον λέγοντος· ὅτι Ἥδιστα δαπανήσω, καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν. Καὶ Ἐφεσίοις δημηγορῶν ἔλεγεν· Αὐτοὶ οἴδατε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Καὶ ὢν μέγας, ἐν τῷ κεφαλαίῳ τῶν ἀγαθῶν, τῇ ἀγάπῃ, φλογὸς πάσης σφοδρότερος ἦν· καὶ καθάπερ σίδηρος εἰς πῦρ εμπεσὼν, ὅλος γίνεται πῦρ, οὕτω καὶ αὐτὸς τῷ πυρὶ τῆς ἀγάπης ἀναφθεὶς, ὅλος γέγονεν ἀγάπη· καὶ ὥσπερ κοινὸς πατὴρ τῆς οἰκουμένης ἁπάσης ὢν, οὕτω τοὺς γεγεννηκότας αὐτοὺς ἐμιμεῖτο· μᾶλλον δὲ καὶ πάντας ὑπερ⟨ηκ⟩όντισε πατέρας, καὶ σωματικῶν καὶ πνευματικῶν ἕνεκεν φροντίδων, καὶ χρήματα, καὶ ῥήματα, καὶ σῶμα, καὶ ψυχὴν, καὶ πάντα ἐπιδιδοὺς ὑπὲρ τῶν ἠγαπημένων.
may be lacking. Now if in commending them he sent them forth so diligently, how much more, if anywhere he saw men in danger, would he have done everything! See, at least, when writing also to Philemon, how much earnestness he exerts on account of Onesimus, and how prudently, how solicitously he writes. And when a man did not decline to compose an entire epistle on behalf of a single household slave, and one who had become a runaway at that, and had pilfered much of his master's property, consider how great he was towards the others. For he deemed one thing alone worthy of shame: to overlook anything which ought to be done towards salvation. For this reason he set everything in motion, and did not hesitate to spend anything on behalf of those being saved—neither words, nor money, nor body; for he who ten thousand times gave himself up to deaths much more spared not money either, if indeed it was present. And why do I say, if indeed it was present? For even when it was not present it is possible to show that he spared it not. And do not suppose the saying to be a riddle, but hear himself again saying: Most gladly will I spend and be utterly spent on behalf of your souls. And addressing the Ephesians he used to say: You yourselves know that these hands ministered to my needs and to those who were with me. And being great, in the summit of good things—love—he was more vehement than any flame; and just as iron having fallen into fire becomes wholly fire, so he too, kindled by the fire of love, has become wholly love; and as being a common father of the whole inhabited world, so he imitated their very begetters; nay rather, he outstripped all fathers, for the sake of both bodily and spiritual cares, giving over money, and words, and body, and soul, and everything on behalf of those whom he loved.
Διὰ τοῦτο καὶ πλήρωμα αὐτὴν ἐκάλει νόμου, καὶ σύνδεσμον τελειότητος, καὶ μητέρα τῶν ἀγαθῶν πάντων, καὶ ἀρχὴν καὶ τέλος ἀρετῆς· διὸ καὶ ἔλεγε· Τὸ δὲ τέλος τῆς ἐπαγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας. καὶ συνειδήσεως ἀγαθῆς· καὶ πάλιν, Τὸ γὰρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Ἐπεὶ οὖν ἀρχὴ καὶ τέλος καὶ πάντα τὰ ἀγαθὰ ἡ ἀγάπη, καὶ ταύτῃ τὸν Παῦλον ζηλώσωμεν· καὶ γὰρ οὗτος ἐντεῦθεν τοιοῦτος ἐγένετο. Μὴ γάρ μοι τοὺς νεκροὺς εἴπῃς, οὓς ἀνέστησε, μηδὲ τοὺς λεπροὺς, οὓς ἐκάθηρεν· οὐδὲν τούτων ὁ Θεὸς ἐπιζητήσει παρὰ σοῦ. Κτῆσαι τὴν ἀγάπην τὴν Παύλου, καὶ τὸν στέφανον ἕξεις ἀπηρτισμένον. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τῆς ἀγάπης τροφεὺς, οὗτος ὁ καὶ σημείων, καὶ θαυμάτων, καὶ μυρίων αὐτὴν ἑτέρων προθείς. Ἐπειδὴ γὰρ σφόδρα αὐτὴν κατωρθώκει, διὰ τοῦτο καὶ μετὰ ἀκριβείας αὐτῆς οἶδε τὴν ἰσχύν. Ἐντεῦθεν καὶ αὐτὸς τοιοῦτος ἐγένετο, καὶ οὐδὲν οὕτως αὐτὸν ἐποίησεν ἄξιον, ὡς ἡ τῆς ἀγάπης δύναμις· διὸ καὶ ἔλεγε· Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι, τὴν ἀγάπην λέγων, τὴν καλλίστην ὁδὸν καὶ ῥᾳδίαν. Ταύτην τοίνυν καὶ ἡμεῖς βαδίζωμεν διηνεκῶς, ἵνα καὶ Παῦλον ἴδωμεν, μᾶλλον δὲ τὸν Παύλου Δεσπότην, καὶ τῶν
For this reason he also called it the fulfilment of the law, and the bond of perfection, and the mother of all good things, and the beginning and end of virtue; wherefore he also used to say: Now the end of the charge is love out of a pure heart, and a good conscience; and again, For this: You shall not commit adultery, you shall not murder, and if there be any other commandment, it is summed up in this word, namely: You shall love your neighbour as yourself. Since, therefore, love is the beginning and end and all good things, in this too let us emulate Paul; for it was thence that he also became such as he was. Do not tell me of the dead whom he raised, nor of the lepers whom he cleansed; God will demand none of these things from you. Acquire the love of Paul, and you will have the crown made whole. Who says these things? The very nurturer of love himself, this man who set it before signs, and wonders, and ten thousand other things. For since he had brought it to great perfection, for this reason he also knows its strength with exactness. Thence he himself also became such as he was, and nothing so made him worthy as the power of love; wherefore he also used to say: Be zealous for the greater gifts; and a still more surpassing way I show to you, meaning love, the fairest and easiest way. Let us also, therefore, walk this way continually, so that we may see both Paul, nay rather the Master of Paul, and the
Notes, col. 486

On the reading

Printed εμπεσὼν, for ἐμπεσὼν.

PG 50:485 bisRead from the page
Et ad Galatas, Filioli, inquit, mei, quos iterum parturio, donec Christus formetur in vobis (Gal. 4. 19). Et in causa ejus, qui fuerat fornicatus, non minus eo ipso, qui pro peccato suo lamentabatur, dolet, proque illo alios deprecatur dicens: Confirmate in illum caritatem (2. Cor. 2. 8). Sed etiam, quando illum ab Ecclesiae corpore separabat, cum multis hoc lacrymis gemituque faciebat. Ex multa, inquit, tribulatione et angustia cordis scripsi vobis per multas lacrymas, non ut contristemini, sed ut sciatis quoniam caritatem habeam abundantius in vos (Ib. v. 4). Et rursus: Factus sum Judaeis tamquam Judaeus, his, qui sub lege erant, quasi sub lege essem; factus sum infirmus infirmis, omnibus omnia factus sum, ut omnes salvos facerem (1. Cor. 9. 20-22). Et alibi rursus: Ut exhibeam omnem hominem perfectum in Christo Jesu (Col. 1. 28). Vidistin' animam omnia terrena superantem? Omnem enim prorsus hominem Deo exhibere cupiebat, et omnes, quantum in ipso esset, exhibuit. Quasi enim universum mundum genuisset, sic perturbabatur, sic currebat, sic omnes in regnum Dei festinabat inducere ministerium praestans, monens, pollicens, orans, supplicans, daemones terrificans, corruptores animarum fugans, per commorationes, per litteras, per sermones; per res gestas, per discipulos, per semetipsum conabatur erigere labantes, stantes vero firmare, humi jacentes attollere, sanare contritos, torpentes oleo exhortationis animare, inimicis insonare terribiliter, hostes minaciter intueri, instar optimi cujusdam ducis ac medici artis suae instrumenta gestantis, protector ipse bellantium, ipse sedulus aegrotorum minister, et unus omnium officiorum personas gerebat, exercitum ubique custodiens. Nec in spiritualibus solum, sed in carnalibus quoque plurima providae erga omnes curae et studii documenta praestabat. Audi itaque quemadmodum pro una etiam muliere ad universum scribat populum, dicens: Commendo autem vobis Phoeben sororem nostram, quae est in ministerio Ecclesiae, quae est Cenchreis, ut eam suscipiatis in Domino digne sanctis, et assistatis ei, in quocumque negotio vestri indiguerit (Rom. 16. 1). Et iterum: Nostis, ait, domum Stephanae, ut et vos subditi sitis ejusmodi (1. Cor. 16. 15 et 16). Et rursus: Cognoscite qui hujusmodi sunt (Ib. v. 18). Est enim hoc quoque proprium et familiare in dilectione sanctorum, ut in his quoque succurrant. Sic enim et Elisaeus mulierem illam, susceptricem suam non spiritualibus solum, sed etiam carnalibus beneficiis remunerat (4. Reg. 4. 12. sqq); propter quod, cum multa sollicitudine curaque dicebat: Estne tibi sermo ad regem vel ad principem (Ibid. v. 13)? Et quid mirum, si commendationes per literas praestitit Paulus, qui ad se aliquos revocans, nec de viatico illorum curam gerere dedignatus est, idque ipsum in epistola sua scribere? Siquidem scribens Tito ait: Zenam, legis peritum, et Apollonium sollicite praemitte, ut nihil illis desit (Tit. 3. 13).
And to the Galatians: My little children, says he, with whom I am again in travail until Christ be formed in you (Gal. 4:19). And in the case of him who had committed fornication, he grieves no less than the man himself who was mourning over his own sin, and entreats the others on his behalf, saying: Confirm your love towards him (2 Cor. 2:8). Nay, even when he was separating him from the body of the Church, he did so with many tears and groanings: Out of much affliction and anguish of heart, says he, I wrote to you through many tears, not that you might be grieved, but that you might know the love which I have more abundantly towards you (ibid., v. 4). And again: To the Jews I became as a Jew, to those under the law as under the law; to the weak I became weak; I have become all things to all men, that I might save all (1 Cor. 9:20–22). And elsewhere again: That I may present every man perfect in Christ Jesus (Col. 1:28). Did you see a soul transcending all earthly things? For he desired to present every single man to God, and so far as in him lay he presented them all. For as though he himself had begotten the whole world, so was he troubled, so did he run to and fro, so did he hasten to bring all men into the kingdom of God—rendering ministry, admonishing, promising, praying, beseeching, terrifying demons, putting to flight the corrupters of souls; through sojourns, through letters, through discourses, through deeds, through disciples, and in his own person he strove to lift up the faltering, to steady those who stood, to raise those lying on the ground, to heal the bruised, to quicken the sluggish with the oil of exhortation, to thunder terribly at enemies, and to gaze menacingly at foes; like some excellent general and physician carrying the instruments of his art, himself the shielder of the combatants, himself the tireless attendant of the sick, single-handedly bearing the parts of all offices and guarding the host everywhere. And not in spiritual matters only, but in bodily ones also he furnished abundant proofs of his provident care and zeal towards all. Hear, therefore, how on behalf of even a single woman he writes to an entire people, saying: Now I commend to you Phoebe our sister, who is in the ministry of the Church that is at Cenchreae, that you receive her in the Lord in a manner worthy of the saints, and stand by her in whatsoever matter she may have need of you (Rom. 16:1). And again: You know, says he, the household of Stephanas—be you also subject to such men (1 Cor. 16:15–16). And again: Acknowledge such men (ibid., v. 18). For this too is proper and familiar to the love of the saints, that they should lend aid in these matters also. For thus Elisha too requites that woman who hospitably received him not with spiritual benefits only, but also with bodily ones (2 Kings 4:12 ff.); wherefore with great solicitude and care he said: Hast thou any matter to speak of to the king or to the captain of the host (ibid., v. 13)? And what wonder if Paul furnished commendations by letter—he who, when summoning certain men to himself, did not disdain to take thought even for their journey-provisions, and to write that very charge in his epistle? For in writing to Titus he says: Send forward Zenas the lawyer and Apollos diligently, that nothing may be lacking to them (Tit. 3:13).
PG 50:486 bisRead from the page
Qui commendans aliquos tam studiose scripsit atque sollicite, multo magis sicubi vidisset periclitantes, cuncta fecisset. Ad Philemonem quoque propter Onesimum scribens, vide quantum impendit studium, quam intente ac sollicite deprecetur. Qui autem pro uno servulo, eoque fugitivo, et qui ex rebus domini multa subtraxerat, integram, omnique affectu plenam epistolam sine cunctatione composuit, qualis circa alios fuerit, perpende. Unum enim hoc ille pudore dignum putavit, aliquid scilicet pro cujuslibet salute negligere. Propter hoc agebat omnia, et commovebat; nec omnino quidquam pro his, qui servandi erant, cunctabatur impendere, non verba, non pecunias, non denique corpus ipsum. Qui enim millies seipsum tradiderat in mortem, multo magis si habuisset, nec pecuniis pepercisset. Et quid dico, si habuisset, cum probare possim, non pepercisse eum pecuniis, etiam nihil habentem? Et ne ambiguum putes esse, quod dicimus, audi ipsum rursus loquentem: Quoniam, inquit, libenter, impendam, et superimpendar ipse pro animabus vestris (2. Cor. 12. 15): et Ephesios alloquens, ait: Ipsi scitis, quoniam necessitatibus meis, et his qui mecum erant, ministraverunt manus istae (Act. 20. 34). Et cum celsus in omnium virtutum arce, nempe caritate consisteret, omni flamma erat ardentior. Ut enim missum in ignem ferrum, totum profecto ignis efficitur: sic Paulus caritate succensus, totus factus est caritas, qui quasi communis totius mundi esset pater, ita in amore omnium ipsos eorum imitabatur parentes: imo cunctos, non carnali tantummodo, verum etiam spirituali patres sollicitudine ac pietate superabat, et pecunias, et verba, et corpus, et animam pro iis, quos diligebat, impendens.
Now if in commending certain men he wrote so zealously and anxiously, much more would he have done everything had he anywhere seen men in peril. When writing to Philemon also on behalf of Onesimus, see how much zeal he bestows, how earnestly and solicitously he pleads! And when on behalf of one poor slave—and a runaway at that, who had pilfered much of his master's goods—he unhesitatingly composed an entire epistle full of every tender affection, weigh well what he must have been towards others! For he deemed this one thing alone worthy of shame: namely, to neglect aught that made for anyone's salvation. For this cause he set everything in motion and left no stone unturned, nor did he hesitate at all to spend aught on behalf of those who were to be saved—not words, not money, nay, not his very body itself. For he who a thousand times had given himself over to death would much more not have spared money either, if indeed he had possessed it. Yet why do I say if he had possessed it, when I can prove that he did not spare money even while possessing nothing? And lest you should suppose what we say to be a riddle, hear him again speaking: For I will most gladly spend and be spent myself for your souls (2 Cor. 12:15); and in addressing the Ephesians he says: You yourselves know that these hands ministered to my needs and to those who were with me (Acts 20:34). And standing high upon the citadel of all virtues, namely love, he burned more fiercely than any flame. For just as iron cast into fire becomes altogether fire, so Paul, kindled with love, became altogether love; and as though he were the common father of the whole world, so in his love for all men did he emulate their very parents—nay, he surpassed all fathers in both bodily and spiritual solicitude and tender devotion, spending money, words, body, and soul on behalf of those whom he loved.
Propter hoc itaque caritatem etiam plenitudinem legis vocabat, et vinculum perfectionis, et omnium matrem bonorum, et initium finemque virtutum: proptereaque dicebat: Finis autem praecepti est caritas de corde puro, et conscientia bona (1. Tim. 1. 5). Et rursus: Non adulterabis, non occides, et, si quod aliud est mandatum, in hoc verbo comprehenditur: Diliges proximum tuum sicut teipsum (Rom. 13. 9.) Quia igitur et initium et finis, et bonorum omnium complexus dilectio est, et in ea studeamus Paulum imitari, etenim hic illius ope talis effectus est. Non enim proponas mihi mortuos, quos suscitavit, neque leprosos, quos mundavit; nihil horum requiret a te Deus. Acquire caritatem Pauli, et perfectam habebis coronam. Quis haec dixit? Ipse nutritor caritatis, ille qui eam et signis, et miraculis, et mille aliis bonis praeposuit. Quia enim ipse omnes hujus officii partes tam strenue impleverat, idcirco ipsius vim exquisite intelligit. Hinc ille talis exsistit, nihilque eum ita dignum Deo, ut virtus praestitit caritatis: et ideo dicebat, Quaerite dona praestantiora: et adhuc excellentiorem viam vobis demonstro (1. Cor. 12. 3); caritatem dicens, illam pulcherrimam et facillimam viam. In illa igitur et nos jugiter ambulemus, ut et Paulum, imo et Dominum Pauli videre mereamur, et incorruptibiles consequamur coronas, gratia et misericordia Domini nostri Jesu Christi, cui est gloria et imperium, nunc et semper, et in saecula saeculorum. Amen.
On this account, therefore, he also called love the fulness of the law, and the bond of perfection, and the mother of all good things, and the beginning and end of virtues; and therefore he said: Now the end of the charge is love out of a pure heart and a good conscience (1 Tim. 1:5). And again: Thou shalt not commit adultery, thou shalt not kill, and if there be any other commandment, it is summed up in this word: Thou shalt love thy neighbour as thyself (Rom. 13:9). Since, therefore, love is both the beginning and the end and the sum of all good things, in it let us too strive to imitate Paul; for it was by its aid that he became such a man. Do not set before me the dead whom he raised, nor the lepers whom he cleansed; God will demand none of these things of you. Gain the love of Paul, and you will possess a perfect crown. Who has said this? The very nurseling of love himself, he who set it above signs and miracles and ten thousand other good things. For since he himself had so strenuously fulfilled every part of this duty, therefore he knows its power with exactness. Thence did he become such as he was, and nothing rendered him so worthy of God as the virtue of love; and therefore he said: Strive after the better gifts; and above all I show you a more excellent way (1 Cor. 12:31), meaning love, that fairest and easiest way. In that way, therefore, let us also walk unceasingly, that we may be counted worthy to behold Paul—nay rather, the Lord of Paul—and may win the incorruptible crowns, by the grace and mercy of our Lord Jesus Christ, to whom belongs glory and sovereignty, now and ever, and unto the ages of ages. Amen.
Notes, col. 486 bis

On the reading

Printed ocoides, for occides.

PG 50:487 bisRead from the page
DE LAUDIBUS SANCTI PAULI APOSTOLI.
ON THE PRAISES OF SAINT PAUL THE APOSTLE.
HOMILIA IV.
HOMILY IV.
Caecitas Pauli nos illuminat. Vocatio Pauli qualis. — Beatus Paulus qui nos hodie congregavit, quique terrarum etiam illuminavit orbem, vocationis suae tempore aliquando caecatus est: sed illius caecitas illuminatio totius orbis effecta est. Quoniam enim videbat male, bene eum excaecavit Deus, ut utiliter jam videret reliquum. Simul enim et documentum ei virtutis suae praebuit, et in passione ejus figuravit futura, et modum ejus praedicationis edocuit, quod scilicet oporteret eum priora studia penitus excludere, et quasi conniventem oculis semetipsum undique coercere: propter quod ipse idem istud significans, clamat: Si quis videtur inter vos sapiens, stultus fiat, ut sit sapiens (1. Cor. 3. 18). Nequaquam ergo potuisset rursum bene videre, nisi prius excaecatus fuisset; unde et propriam sapientiam, qua perturbabatur, excludens, fidei se per cuncta committeret. Sed nullus hoc audiens, vocationem istam necessitatem putet, siquidem potuit redire unde discesserat. Multi enim in novo et in veteri Testamento, cum majora saepe mirabilia vidissent, retro, ut legimus, sunt reversi: ut Nabuchodonosor, ut Judas, ut Elymas magus, ut Simon, ut Ananias et Sapphira, ut universus populus Judaeorum: sed non ita Paulus. Illustrato enim mentis aspectu ad sincerissimum illud lumen cursu tetendit, atque ad coelum perniciter subvolavit. Quod si interroges, cujus rei gratia sit caecatus, accipe ipsum loquentem: Audistis, inquit, conversationem meam aliquando in Judaismo, quoniam supra modum persequebar Ecclesiam Dei, et expugnabam illam, et proficiebam in Judaismo supra multos coaetaneos meos, in genere meo abundantius aemulator exsistens paternarum mearum traditionum (Gal. 1. 13. 14). Quia enim vehemens adeo erat et fervens, frenis quoque vehementioribus indigebat, ne scilicet impetu ipso ejus, qua ferebatur, alacritatis arreptus, prolata ad se verba contemneret. Propterea igitur furorem ejus indomitum prius comprimit, concitatos et praecipites illius iracundiae fluctus, caecitatis beneficio redigit in quietem, et tunc demum coelesti eum donat affatu, ostendens proprie inaccessibilem sapientiam, et supereminentem omnibus divinae scientiae bonitatem, ut disceret, cui jam adversario repugnaret: quem certe non modo punientem ferre non posset, sed nec beneficia conferentem. Non enim ille obscuritate tenebrarum, sed luminis nimietate caecatus est. Et cur, inquis, hoc non ante factum est? Ne quaeras istud, neque velis esse curiosior, sed concede incomprehensibili Dei providentiae salutes hominum notis sibi temporum opportunitatibus ordinare.
The blindness of Paul enlightens us. Of what sort Paul's calling was. — Blessed Paul, who has gathered us together today and has also enlightened the world, was once blinded at the time of his calling; yet his blindness became the enlightenment of the whole world. For since he saw illy, God blinded him to good purpose, that thenceforth he might see to good effect. For at the same time he furnished him a proof of his own power, foreshadowed things to come in what he suffered, and taught him the manner of his preaching—namely, that he must shut out his former pursuits altogether and, closing his eyes as it were, hold himself in check on every side; wherefore Paul himself, signifying this very thing, cries aloud: If anyone among you seems to be wise, let him become a fool, that he may be wise (1 Cor. 3:18). By no means, therefore, could he have seen aright again unless he had first been blinded, so that, shutting out his own wisdom whereby he was troubled, he might entrust himself throughout all things to faith. Yet let no one on hearing this suppose that calling to have been compulsion, inasmuch as he could have turned back whence he had come forth. For many in the New and in the Old Testament, after often seeing greater wonders, turned back again, as we read: such as Nebuchadnezzar, Judas, Elymas the sorcerer, Simon, Ananias and Sapphira, and the whole people of the Jews; yet not so Paul. For once the vision of his mind was illumined, he sped at full course towards that purest light and swiftly soared up to heaven. And if you ask for what reason he was blinded, hear him himself speaking: For you have heard, says he, of my former manner of life in Judaism, how beyond measure I persecuted the Church of God and laid it waste, and advanced in Judaism above many of my contemporaries among my own race, being more exceedingly zealous for the traditions of my fathers (Gal. 1:13–14). For since he was so vehement and fervent, he needed more vehement curbs also, lest, swept away by the very rush of the eagerness with which he was borne along, he should slight the words spoken to him. Accordingly, he first quells his untamed frenzy, lulls to rest the surging and headlong billows of his wrath through the benefit of blindness, and only then grants him the heavenly address—manifesting his own unapproachable wisdom and the goodness of divine knowledge transcending all things, so that he might learn what Adversary he was fighting against: one whom assuredly he could not endure not only when punishing, but not even when bestowing benefits. For it was not by darkness of gloom, but by the excess of light that he was blinded. And why, you ask, was this not done beforehand? Do not pry into that, nor wish to be over-inquisitive, but yield to the incomprehensible providence of God to order the salvation of men at the fitting seasons known to himself.
PG 50:488 bisRead from the page
Sic enim etiam ipse fatebatur, dicens: Cum autem placuit ei, qui me segregavit de utero matris meae, et vocavit per suam gratiam, ut revelaret Filium suum in me (Gal. 1. 15. 16). Nihil tu igitur scruteris amplius, quando haec dicit et Paulus. Istud enim tunc utique fieri oportuit, cum jam scandala ubique sublata essent. Ab ipso itaque discamus, quoniam nullus ante Paulum, neque ipse Paulus ex se tantummodo eum invenit, sed ipse se Christus ostendit, et idcirco dicebat: Non vos me elegistis, sed ego elegi vos (Joan. 15. 16). Caeterum cur ante non credidit, cum videret in ipsius nomine resurgere mortuos, ambulare claudos, paralyticos roborari, daemones effugari? Nullum enim fructum ille ex his omnibus consequutus est, cum tamen non ignoraret ista, qui tam erat erga apostolos curiosus, qui certe cum lapidaretur Stephanus adstabat; et faciem ejus videbat angelico fulgore radiantem (Act. 7. 57. 59). Cur ergo nihil inde lucratus est? Quia necdum utique vocatus fuerat a Christo.
For so he himself also confessed, saying: But when it pleased him who set me apart from my mother's womb and called me through his grace, to reveal his Son in me (Gal. 1:15–16). Do not pry any further, therefore, when Paul also says this. For that assuredly had to take place then, when stumbling-blocks had already been cleared away everywhere. From Paul himself, therefore, let us learn that no one before Paul, nor Paul himself of himself alone, found him; rather, Christ manifested himself, and for this reason said: You did not choose me, but I chose you (John 15:16). Yet why did he not believe beforehand, when he saw the dead rising in his name, the lame walking, paralytics strengthened, and demons put to flight? For he reaped no fruit from all these things, even though he was not ignorant of them—he who was so keenly watchful towards the apostles, and who assuredly stood by when Stephen was stoned, and beheld his face shining with an angelic radiance (Acts 7:57, 59). Why, then, did he gain nothing therefrom? Because he had not yet been called by Christ.
Vocatio non necessitatem infert. Cur e coelo nos Deus non vocet. — Tu vero hoc audiens noli vocationem istam necessitatem putare. Non enim Deus homines cogit vocando, sed post vocationem quoque permittit eos propriarum esse dominos voluntatum. Nam et Judaeis seipsum quando oportuit revelavit: sed illi propter gloriam, quam ab hominibus requirebant, ultro se offerentem suscipere noluerunt. Verum hoc loco infidelior quis opponat, atque dicat: Cur me etiam non vocavit e coelo? Unde autem manifestum est, o homo, quia Paulum vocavit de coelo? sed credis istud? Ergo si credis, hoc ipsum ad signum tibi satis est. Si vero non credis quia e coelo Paulum vocavit, quomodo dicis, cur me etiam non vocavit? Credis, quia ille vocavit; hoc ipsum tibi, ut dixi, abundat ad signum. Crede igitur; nam te quoque e coelo vocat Deus, si habes animam ad obediendum paratam. Quod si inobediens sis, et corruptae depravataeque sententiae, ne de coelo quidem ad te vox demissa tibi sufficit ad salutem. Quoties autem et Judaei vocem audiere de coelo, in novo, et in veteri Testamento, nec tamen facti sunt idcirco meliores? Nam in veteri Judaei post mille miracula pro Deo vitulum, quem fecerant, adoraverunt. At vero Jerichontina meretrix, quae nihil omnino ex mirabilibus viderat, ostendit tamen fidem in exploratorum susceptione mirabilem. In terra quoque repromissionis Judaei signa cernentes, permanebant lapidibus duriores: Ninivitae vero Jonam solum videntes crediderunt, et egerunt poenitentiam (Jonae 3), et venturam super se iram Dei conversione pepulerunt.
Calling does not impose compulsion. Why God does not call us from heaven. — Yet when you hear this, do not suppose that calling to be compulsion. For God does not coerce men by calling them, but even after the calling leaves them masters of their own wills. For to the Jews also he revealed himself when it was fitting; yet on account of the glory which they sought from men, they refused to welcome him when he offered himself of his own accord. Yet at this point some unbeliever may object and say: Why did he not call me also from heaven? Whence, then, is it plain, O man, that he called Paul from heaven? Do you believe that? If, then, you believe it, this very fact suffices you for a sign. If, on the other hand, you do not believe that he called Paul from heaven, how can you ask: Why did he not call me also? You believe that he called him; this very fact, as I said, is more than enough for a sign to you. Believe, therefore; for God calls you also from heaven, if you have a soul ready to obey. Whereas if you are disobedient and of a corrupt and perverse mind, not even a voice sent down to you from heaven suffices for your salvation. How often, indeed, did the Jews also hear a voice from heaven, in the New and in the Old Testament, and yet did not on that account become any better? For in the Old Testament, after ten thousand miracles, the Jews worshipped in place of God the calf which they had made; whereas the harlot of Jericho, who had seen no miracles at all, nevertheless displayed marvellous faith in welcoming the spies. In the land of promise, too, the Jews, though beholding signs, remained harder than stones; whereas the Ninevites, on merely seeing Jonah, believed and repented (Jon. 3), and by their conversion drove away the wrath of God that was about to come upon them.