ἴσχυσεν, ὡς καὶ Ῥωμαίους, καὶ Πέρσας, καὶ Ἰνδοὺς, καὶ Σκύθας, καὶ Αἰθίοπας, καὶ Σαυρομάτας, καὶ Πάρθους, καὶ Μήδους, καὶ Σαρακηνοὺς, καὶ ἅπαν ἁπλῶς τὸ τῶν ἀνθρώπων γένος πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν ἐν ἔτεσιν οὐδὲ ὅλοις τριάκοντα. Πόθεν οὖν, εἰπέ μοι, ὁ ἀγοραῖος, καὶ ἐπὶ ἐργαστηρίου ἑστηκὼς, καὶ σμίλην μεταχειρίζων, καὶ αὐτὸς τοιαῦτα ἐφιλοσόφει, καὶ τοὺς ἄλλους ἔπεισε, καὶ ἔθνη, καὶ πόλεις, καὶ χώρας, οὐ λόγων ἰσχὺν ἐπιδεικνύμενος, ἀλλὰ καὶ τοὐναντίον ἅπαν, τὴν ἐσχάτην ἀμαθίαν ἀμαθὴς ὤν; Ἄκουσον γοῦν αὐτοῦ λέγοντος, καὶ οὐκ αἰσχυνομένου· Εἰ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ' οὐ τῇ γνώσει. Οὐ χρήματα κεκτημένος. Καὶ γὰρ καὶ τοῦτο αὐτός φησι· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα. Καὶ τί λέγω χρήματα, ὅπου γε οὐδὲ τῆς ἀναγκαίας πολλάκις εὐπόρει τροφῆς, οὐδὲ ἱμάτιον περιβαλέσθαι εἶχεν; Ὅτι δὲ οὐδὲ ἐξ ἐπιτηδεύματος λαμπρὸς ἦν, καὶ τοῦτο ὁ μαθητὴς αὐτοῦ δείκνυσι λέγων, ὅτι Ἔμεινε πρὸς Ἀκύλαν καὶ Πρίσκιλλαν διὰ τὸ ὁμότεχνον· ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην. Οὐκ ἀπὸ προγόνων ἐπίσημος. Πῶς γὰρ, τοιοῦτον ἐπιτήδευμα ἔχων. Οὐκ ἀπὸ πατρίδος, οὐκ ἀπὸ ἔθνους. Ἀλλ' ὅμως ἐλθὼν εἰς μέσον, καὶ φανεὶς μόνον, πάντα ἐτάραξε τὰ τῶν ἐναντίων, πάντα συνέχεε, καὶ καθάπερ πῦρ εἰς καλάμην ἐμπεσὸν καὶ χόρτον, οὕτω κατέκαυσε τὰ τῶν δαιμόνων, καὶ εἰς ἅπερ ἐβούλετο, πάντα μετέστησε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι αὐτὸς τοιοῦτος ὢν τοσαῦτα ἴσχυσεν, ἀλλ' ὅτι καὶ οἱ πλείους τῶν μαθητευομένων, πένητες, ἰδιῶται, ἀπαίδευτοι, λιμῷ συζῶντες, ἄσημοι καὶ ἐξ ἀσήμων. Καὶ ταῦτα καὶ αὐτὸς κηρύττει, καὶ οὐκ αἰσχύνεται λέγων αὐτῶν τὴν πενίαν· μᾶλλον δὲ οὐδὲ προσαιτῶν ὑπὲρ αὐτῶν. Πορεύομαι γὰρ, φησὶν, εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις· καὶ πάλιν, Κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν τιθέτω παρ' ἑαυτῷ θησαυρίζων, ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὅτι δὲ καὶ τὸ πλεῖον αὐτῶν ἐξ ἰδιωτῶν συνειστήκει, Κορινθίοις ἐπιστέλλων, φησί· Βλέπετε τὴν κλῆσιν ὑμῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα· καὶ ὅτι ἐξ ἀσήμων, Οὐ πολλοὶ, φησὶν, εὐγενεῖς· καὶ οὐ μόνον οὐκ εὐγενεῖς, ἀλλὰ καὶ σφόδρα εὐτελεῖς. Καὶ γὰρ τὰ ἀσθενῆ, φησὶ, τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Ἀλλ' ἰδιώτης μὲν καὶ ἀπαίδευτος, πιθανὸς δὲ ὁπωσοῦν εἰπεῖν; Οὐδὲ τοῦτο. Καὶ τοῦτο αὐτὸς πάλιν δείκνυσι λέγων· Κἀγὼ ἦλθον πρὸς ὑμᾶς, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μαρτύριον. Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστὸν, καὶ τοῦτον ἐσταυρωμένον· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθανοῖς σοφίας λόγοις. Ἀλλὰ τὸ κηρυττόμενον ἱκανὸν ἐπισπάσασθαι. Ἀλλ' ἄκουσον καὶ περὶ αὐτοῦ τί φησιν· Ἐπεὶ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύττομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν.
prevailed, so as to bring back Romans, and Persians, and Indians, and Scythians, and Ethiopians, and Sauromatians, and Parthians, and Medes, and Saracens, and simply the whole race of men to the truth in not even thirty whole years. Whence then, tell me, did this market-lounger, standing in a workshop and wielding a leather-knife, both practise such philosophy himself and persuade others—nations, and cities, and lands—displaying no force of words, nay, quite the contrary, being unlearned to the utmost unlearnedness? Hear him, at any rate, speaking and not being ashamed: Even if unskilled in speech, yet not in knowledge. Possessing no wealth; for this too he himself says: Even up to this present hour we both hunger, and thirst, and are naked, and are buffeted. And why do I speak of wealth, when oftentimes he did not even have plenty of necessary food, nor had a garment to put round himself? And that neither was he illustrious from his trade, this too his disciple shows, saying that he abode with Aquila and Priscilla because he was of the same craft; for by craft they were tentmakers. Not distinguished from ancestors—for how so, having such a trade. Not from fatherland, not from nation. Yet nevertheless, coming into the midst and merely appearing, he threw into confusion all the affairs of his adversaries, confounded all things, and just as fire falling upon stubble and hay, so he burnt up the things of the demons, and transferred all things to whatsoever he wished. And not this alone is the wonderful thing, that being such a man himself he had such strength, but that most of those made disciples were also poor, unskilled, uneducated, living in famine, obscure and sprung from the obscure. And these things he himself also proclaims, and is not ashamed to speak of their poverty—nay rather, not even of begging on their behalf. For I am going, says he, to Jerusalem, ministering to the saints; and again, On the first day of the week let each of you lay by him in store, that no collections be made when I come. And that the greater part of them consisted of unskilled men, writing to the Corinthians he says: Behold your calling, that not many are wise according to the flesh; and that they were sprung from the obscure, Not many, says he, are noble; and not only not noble, but even exceedingly mean. For God chose the weak things of the world, says he, and the things that are not, that He might bring to nought the things that are. Yet, unskilled indeed and uneducated, was he in any way persuasive in speaking? Not even this. And this again he himself shows, saying: And I came to you, not according to excellence of speech or of wisdom, proclaiming to you the testimony. For I decided to know nothing among you except Jesus Christ, and Him crucified; and my speech and my preaching were not in persuasive words of wisdom. Well, was what was preached sufficient to draw men? Nay, hear also what he says concerning it: Seeing that both Jews ask for signs, and Greeks seek wisdom, but we preach Christ crucified, to Jews indeed a stumbling-block, and to Gentiles folly.