Migne Reading Room

PG 49 · cols. 403–408 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:403Read from the page
ζονται. Καὶ γὰρ ἑκόντες καὶ ἄκοντες πολλὰ ἁμαρτάνουσιν οἱ δικάζοντες· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατώμενοι, ἢ εἰδότες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες, προέδωκαν πολλάκις τὴν ψῆφον. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ὁ γὰρ Θεὸς κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται οὐκ ἔχον σκότος οὐδὲ ἄγνοιαν. Ἵνα γὰρ μὴ λέγῃ, ὅτι κατεδικάσθη κάτω καὶ κατεκρίθη, ἀνήγαγεν αὐτὸν πρὸς τὸ ἄνω δικαστήριον· ἀνέμνησεν ἐκείνου τοῦ φοβεροῦ βήματος, μονονουχὶ λέγων· Ἐκεῖ βλέπε, καὶ οὐκ οἴσεις τὴν κατακρίνουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω διεφθαρμένων κριτῶν, ἀλλ' ἀποδέξῃ τὴν ἄνω γενομένην κρίσιν. Εἶδες φιλοσοφίαν ληστοῦ; εἶδες σύνεσιν καὶ διδασκαλίαν; Ἀθρόον ἀπὸ τοῦ σταυροῦ εἰς τὸν οὐρανὸν ἀνεπήδησεν. Εἶτα καὶ ἐκ περιουσίας αὐτὸν ἐπιστομίζων, Οὐ δέδοικας, φησὶν, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τί ἐστιν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ κολάσει. Μὴ γὰρ οὐχὶ καὶ σὺ ἐν τῷ σταυρῷ εἶ; Ἐκεῖνον τοίνυν ὀνειδίζων, ἑαυτὸν πρὸ ἐκείνου προβάλλῃ. Ὥσπερ γὰρ ὁ ἐν ἁμαρτήμασιν ὢν, ἕτερον κατηγορῶν, ἑαυτὸν πρὸ ἐκείνου κατηγορεῖ, οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν καὶ ὀνειδίζων ἑτέρῳ συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ ληστά; ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ ἐπιχειρῶν, κοινωνὸν σαυτὸν ἐποίησας τοῦ ληστοῦ; Οὐχὶ, φησί· διορθοῦμαι τὴν ὑπόνοιαν ταύτην διὰ τῶν ἑξῆς. Ἵνα γὰρ μὴ διὰ τὴν κοινωνίαν τῆς τιμωρίας νομίσῃς ὅτι κοινωνὸν αὐτὸν ἐποίησε τῆς ἁμαρτίας, ἐπήγαγε τὴν διόρθωσιν, λέγων· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν πεπόνθαμεν. Εἶδες ἐξομολόγησιν ἀπηρτισμένην; εἶδες πῶς ἐν τῷ σταυρῷ τὰ ἁμαρτήματα ἀπεδύσατο; Λέγε γὰρ, φησὶ, τὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθής. Οὐδεὶς ἠνάγκασεν, οὐδεὶς ἐβιάσατο, ἀλλ' αὐτὸς ἑαυτὸν ἐξεπόμπευσεν, εἰπών· Καὶ ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν πεπόνθαμεν· οὗτος δὲ οὐδὲν πονηρὸν ἐποίησε. Καὶ μετὰ ταῦτά φησι· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἀπέθετο τῶν ἁμαρτιῶν τὸ φορτίον.
shed. For willingly and unwillingly those who judge err in many things; for either being ignorant of what is just and being deceived, or knowing indeed, yet corrupted by money, they have often betrayed the vote. But above there is nothing of such a kind: for God is a righteous Judge, and His judgement shall go forth as light, having no darkness nor ignorance. For so that he might not say that He was sentenced below and condemned, he led him up towards the court above; he reminded him of that fearful judgement-seat, all but saying: Look there, and you will not cast the condemning vote, nor stand with the corrupted judges below, but will accept the judgement passed above. Did you see the philosophy of a brigand? Did you see understanding and teaching? All at once from the cross he leapt up into heaven. Then, moreover, curbing him from abundance, Do you not fear, he says, seeing that we are in the same judgement? What is, Seeing that we are in the same judgement? In the same punishment. For are not you also on the cross? In reproaching Him, then, you put yourself forward before Him. For just as he who is in sins, in accusing another, accuses himself before that man, so also he who is in calamity and reproaches another with calamity reproaches himself before that man. Seeing that we are in the same judgement. He reads to him an apostolic law, evangelical words saying: Judge not, that you be not judged. Seeing that we are in the same judgement. What are you doing, O brigand? In attempting to make defence on His behalf, have you made yourself sharer with Him as a brigand? No, he says; I set this suspicion straight through what follows. For so that through the fellowship of retribution you might not suppose that he made Him a sharer in sin, he added the correction, saying: And we indeed justly; for we have suffered things worthy of what we practised. Did you see a complete confession? Did you see how on the cross he stripped off his sins? For tell, it says, your sins first, that you may be justified. No one compelled him, no one forced him, but he himself exposed himself, saying: And we indeed justly; for we have suffered things worthy of what we did; but this Man did nothing wicked. And after these things he says: Remember me, Lord, in Thy kingdom. He did not dare beforehand to say, Remember me in Thy kingdom, until through confession he had laid aside the burden of his sins.
Ὁρᾷς πόσον ἐστὶν ἐξομολόγησις; Ἐξωμολογήσατο, καὶ τὸν παράδεισον ἠνέῳξεν· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβε τοσαύτην, ὡς ἀπὸ ληστείας βασιλείαν αἰτῆσαι. Ὁρᾷς πόσων ἀγαθῶν ἡμῖν αἴτιος ὁ σταυρός; Βασιλείας μέμνησαι; Τί γὰρ ὁρᾷς τοιοῦτον, εἰπέ μοι; Ἥλοι καὶ σταυρὸς τὰ ὁρώμενα· ἀλλ' αὐτὸς οὗτος ὁ σταυρὸς, φησὶ, τῆς βασιλείας ἐστὶ σύμβολον. Διὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστι τὸ ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς δι' ἑαυτοῦ εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὐτοῦ ἔθηκεν, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Do you see how great a thing confession is? He confessed, and opened paradise; he confessed, and received such boldness of speech as from brigandage to ask for a kingdom. Do you see of how many good things the cross is the cause for us? Do you make mention of a kingdom? Why, what thing of such a kind do you see, tell me? Nails and a cross are what is seen; yet this very cross, he says, is a symbol of the kingdom. And on this account I call Him King, since I see Him being crucified: for it belongs to a king to die on behalf of those ruled. He Himself said of Himself: The good shepherd lays down His life on behalf of the sheep. Therefore the good king also lays down his life on behalf of those ruled. Since, then, He laid down His life, on this account I call Him King. Remember me, Lord, in Thy kingdom.
δʹ. Εἶδες πῶς καὶ βασιλείας ὁ σταυρὸς σύμβολον; Βούλῃ καὶ ἑτέρωθεν τοῦτο μαθεῖν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν, καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν τοῦτο δῆλον; Ἐπειδὴ μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ, ἵνα μάθῃς πῶς σεμνὸν πρᾶγμα ὁ σταυρὸς, διὸ καὶ δόξαν αὐτὸν ἐκάλεσεν. Ἀλλ' ἴδω-
4. Did you see how the cross is also a symbol of a kingdom? Do you wish to learn this from another side as well? He did not leave it to remain upon the earth, but drew it up, and led it up into heaven. Whence is this clear? Since He is about to come with it at His second and glorious coming, so that you may learn how venerable a thing the cross is, wherefore He also called it glory. But let us see
Notes, col. 403

On the reading

Printed τὺ, for σὺ.

Printed δικαιωθής, for δικαιωθῇς.

PG 49:404Read from the page
μεν πῶς μετὰ τοῦ σταυροῦ ἔρχεται· ἀναγκαῖον γὰρ ἐπαναγαγεῖν τὴν ἀπόδειξιν. Ἐὰν εἴπωσι, φησὶν, ἰδοὺ ἐν τοῖς ταμείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστὶ, μὴ ἀπέλθητε· περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγων τῆς ἐνδόξου διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητῶν τις τὸν ποιμένα τῷ λύκῳ περιπέσῃ, διὰ τοῦτό σοι λέγω γνώρισμα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα γέγονεν, ἵνα μὴ νομίσῃς, ὅτι καὶ ἡ δευτέρα τοιαύτη γίνεται, τοῦτο δέδωκε τὸ σημεῖον. Αὕτη μὲν γὰρ λανθάνουσα εἰκότως γέγονεν· ἦλθε γὰρ ζητῶν τὸ ἀπολωλός· ἐκείνη δὲ οὐχ οὕτως· ἀλλὰ πῶς, εἰπέ; Ὥσπερ γὰρ ἐξέρχεται η ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον ἅπασι φανήσεται, καὶ οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι, εἴτε ἐνταῦθα, εἴτε ἐκεῖ ὁ Χριστός. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης οὐ δεόμεθα ἐξετάζειν εἰ ἐγένετο· οὕτω τῆς παρουσίας γινομένης τοῦ Χριστοῦ, οὐ δεόμεθα ἐξετάζειν, εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον, ει μετὰ σταυροῦ ἔρχεται· μὴ γὰρ δὴ ἐπιλαθώμεθα τῆς ὑποσχέσεως. Ἄκουσον τοίνυν τῶν ἑξῆς. Τότε, φησί· τότε, πότε; Ὅταν ἔρχηται ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φαιδρότατα ἄστρα ἀποκρυβῆναι. Τότε καὶ οἱ ἀστέρες πεσοῦνται, τότε τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἀρετὴ τοῦ σημείου τοῦ σταυροῦ; Ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ φανήσεται· ἐκεῖνο δὲ λάμπει καὶ φαίνει, ἵνα μάθῃς ὅτι καὶ ἡλίου καὶ σελήνης φαιδρότερον. Καὶ καθάπερ βασιλέως εἰς πόλιν εἰσιόντος, οἱ στρατιῶται προλαμβάνοντες τὰ λεγόμενα σίγνα, βαστάζουσιν ἐπὶ τῶν ὤμων αὐτῶν, προαγγέλλοντες τὴν εἴσοδον αὐτοῦ· οὕτω καὶ τοῦ Κυρίου κατιόντος ἐκ τῶν οὐρανῶν προέρχεται τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ ἀρχαγγέλων, τὸ σημεῖον ἐκεῖνο φέροντες ἐπὶ τῶν ὤμων, καὶ τὴν βασιλικὴν αὐτοῦ εἴσοδον ἀπαγγέλλοντες ἡμῖν. Τότε σαλευθήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, περὶ τῶν ἀγγέλων φησί· τρόμος λήψεται αὐτοὺς τότε καὶ φόβος πολύς. Καὶ τίνος ἕνεκεν, εἰπέ μοι; Φοβερὸν ἔσται τὸ δικαστήριον ἐκεῖνο· πᾶσα γὰρ ἡμῶν ἡ φύσις μέλλει κρίνεσθαι καὶ παρίστασθαι τῷ φοβερῷ δικαστῇ. Τίνος οὖν ἕνεκεν οἱ ἄγγελοι δεδοίκασι καὶ φρίττουσιν; οὐ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ γὰρ ἄρχοντος δικάζοντος, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως, οἱ μηδὲν ἑαυτοῖς συνειδότες δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης, καὶ οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἄγγελοι δεδοίκασι διὰ τὴν ὑπερβολὴν τοῦ φόβου τοῦ δικαστοῦ. Ἀλλὰ διὰ τί ὁ σταυρὸς φαίνεται τότε, καὶ διὰ τί ἔχων αὐτὸν ἔρχεται; Ἵνα μάθωσι τὴν οἰκείαν αὐτῶν ἀγνωμοσύνην οἱ σταυρώσαντες αὐτὸν, διὰ τοῦτο αὐτὸ τὸ σύμβολον τῆς ἀναισχυντίας αὐτῶν δείκνυσι. Καὶ ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἄκουσον τοῦ προφήτου λέγοντος· Τότε κόψονται αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται, ὅπου γε καὶ αὐτὰ τὰ τραύματα τότε δείκνυσιν· Ὄψονται γὰρ, φησὶν, εἰς ὃν ἐξεκέντησαν; Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος ἀπι-
how He comes with the cross; for it is necessary to bring forward the proof. If they say, He says, Behold, the Christ is in the inner chambers, behold, He is in the wilderness, do not go forth: speaking about His second and glorious coming on account of the false Christs, on account of the false prophets, on account of the Antichrist, so that no one, being led astray, may fall into his hands. For since the Antichrist comes before Christ, so that no one, while seeking the shepherd, may fall upon the wolf, on this account I tell you a token of the shepherd's coming. For since His first coming took place unnoticed, so that you might not suppose that the second also takes place in such a way, He gave this sign. For the former reasonably took place unnoticed, for He came seeking that which was lost; but the latter not so: how then, tell me? For just as the lightning comes forth from the east and shines as far as the west, so also shall be the coming of the Son of Man. All at once He will appear to all, and no one will need to ask whether the Christ is here or there. For just as when lightning shines we do not need to inquire whether it has occurred, so when the coming of Christ takes place, we do not need to inquire whether Christ has arrived. Yet the point sought is whether He comes with a cross; for let us by no means forget our promise. Hear, then, what follows. Then, He says; then—when? When the Son of Man comes, the sun shall be darkened, and the moon shall not give her light. For so great will be the excess of the light then that even the brightest stars will be hidden away. Then the stars also shall fall, then the sign of the Son of Man shall appear in heaven. Did you see how great is the excellence of the sign of the cross? The sun shall be darkened, and the moon shall not appear; yet that sign blazes and shines, so that you may learn that it is brighter even than sun and moon. And just as when a king enters a city, the soldiers, going ahead, carry upon their shoulders what are called standards, proclaiming in advance his entrance, so also when the Lord descends out of the heavens, the hosts of angels and archangels go ahead, bearing that sign upon their shoulders, and announcing to us His royal entrance. Then the powers of the heavens shall be shaken—He speaks about the angels: trembling will seize them then and great fear. And for what sake, tell me? Fearful will that court be: for our whole nature is about to be judged and to stand before the fearful Judge. For what sake, then, do the angels fear and shudder? For it is not they who are about to be judged. Just as when a ruler sits in judgement, not only those under trial, but also those of his retinue, who are conscious of nothing against themselves, fear and shudder because of the fear of the judge; so also then, when our nature is being judged, even the angels, who are conscious of nothing against themselves, fear because of the excess of the fear of the Judge. Yet why does the cross appear then, and why does He come holding it? So that those who crucified Him may learn their own ingratitude, on this account He shows the very symbol of their shamelessness. And that He bears it on this account, hear the prophet saying: Then all the tribes of the earth shall mourn, seeing the accuser, and recognizing their sin. And why do you marvel if He comes bearing the cross, seeing that He shows even the wounds themselves then: For they shall look, it says, upon Him Whom they pierced? For just as He did in the case of Thomas, wishing to correct the unbelief-
Notes, col. 404

On the reading

Printed η, for ἡ.

Printed ει, for εἰ.

PG 49:405Read from the page
στίαν διορθώσασθαι μαθητοῦ, καὶ ἀναστὰς ἔδειξεν αὐτῷ τὸν τύπον τῶν ἥλων, καὶ τὰ τραύματα, εἰπὼν, Βάλε τὴν χεῖρά σου, καὶ βλέπε, ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει· οὕτω καὶ τότε δείξει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα δείξῃ ὅτι οὗτος ἦν ἐκεῖνος ὁ σταυρωθείς.
of the disciple, and having risen showed him the print of the nails and the wounds, saying, Put your hand, and see, that a spirit does not have flesh and bones; so also then He will show the wounds and the cross, so that He may show that He was that One Who was crucified.
εʹ. Οὐκ ἀπὸ τοῦ σταυροῦ δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ αὐτῶν τῶν ῥημάτων τῶν ἐν τῷ σταυρῷ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν ἔστιν ἰδεῖν. Ἔτι γὰρ προσηλωμένος καὶ κωμῳδούμενος καὶ καταγελώμενος τότε καὶ ἐμπτυόμενος, ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσι. Καὶ σταυρούμενος ὑπὲρ τῶν σταυρούντων εὔχεται· καίτοι ἐκεῖνοι τὸ ἐναντίον ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι, φησί. Καὶ μὴν διὰ τοῦτο οὐ καταβαίνει ἀπὸ τοῦ σταυροῦ, ἐπειδὴ Υἱός ἐστι τοῦ Θεοῦ, καὶ διὰ τοῦτο ἦλθεν, ἵνα σταυρωθῇ ὑπὲρ ἡμῶν. Κατάβηθι ἀπὸ τοῦ σταυροῦ, φησὶ, καὶ πιστεύσομέν σοι. Ῥήματα ταῦτα, καὶ πρόφασις ἀπιστίας. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ ἀναστῆναι, τοῦ λίθου ἐπικειμένου τῷ τάφῳ· τοῦ καταβῆναι ἀπὸ τοῦ σταυροῦ πολλῷ μεῖζον ἦν τὸ νεκρὸν δεδεμένον καὶ τετραήμερον ὄντα τὸν Λάζαρον μετὰ τῶν κειριῶν ἐξαγαγεῖν τοῦ μνήματος. Ἐκεῖνοι μὲν οὖν ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶσον σεαυτόν· αὐτὸς δὲ πάντα ἔπραττεν, ὅπως ἐκείνους σώσῃ τοὺς ὀνειδίζοντας αὐτὸν, λέγων· Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· ου γὰρ οἴδασι τί ποιοῦσι. Τί οὖν; ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν; Ἀφῆκεν, ει ἐβούλοντο μετανοῆσαι. Εἰ γὰρ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν Παῦλος ἀπόστολος ἐγένετο· εἰ μὴ ἀφῆκεν αὐτοῖς τὴν ἁμαρτίαν, οὐκ ἂν εὐθέως τρισχίλιοι ἐπίστευσαν καὶ πεντακισχίλιοι καὶ πολλαὶ μυριάδες. Ὅτι γὰρ πολλαὶ μυριάδες Ἰουδαίων ἐπίστευσαν, ἄκουσον τί λέγουσιν οἱ ἀπόστολοι τῷ Παύλῳ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εισὶν Ἰουδαίων τῶν πεπιστευκότων;
5. Yet not from the cross alone, but also from the very words spoken on the cross one may see His ineffable love for mankind. For while still nailed fast and mocked and laughed to scorn then and spat upon, He was saying: Father, forgive them their sin; for they do not know what they are doing. And while being crucified He prays on behalf of those crucifying Him; and yet they were saying the opposite: If You are the Son of God, come down from the cross, and we will believe in You, one says. Nay, on this account He does not come down from the cross, since He is the Son of God, and on this account He came, so that He might be crucified on our behalf. Come down from the cross, one says, and we will believe in You. Mere words are these, and a pretext for unbelief. For far greater than coming down from the cross was it to rise again while the stone lay upon the tomb; far greater than coming down from the cross was it to bring Lazarus out of the memorial tomb, a dead man bound and four days dead, with his grave-bands. They, then, were saying: If You are the Son of God, save Yourself; whereas He was doing everything that He might save those reproaching Him, saying: Forgive them their sin; for they do not know what they are doing. What then? Did He forgive them their sin? He forgave it, if they were willing to repent. For if He had not forgiven them their sin, Paul would not have become an apostle; if He had not forgiven them their sin, three thousand would not immediately have believed, and five thousand, and many myriads. For that many myriads of Jews believed, hear what the apostles say to Paul: You behold, brother, how many myriads there are of Jews who have believed.
Μιμησώμεθα τοίνυν τὸν Δεσπότην, καὶ ὑπὲρ τῶν ἐχθρῶν εὐχώμεθα. Πάλιν γὰρ αὐτῆς ἐπιλαμβάνομαι τῆς παραινέσεως· πέμπτην ἔχω σήμερον ἡμέραν ὑπὲρ ταύτης ὑμῖν τῆς ὑποθέσεως διαλεγόμενος, οὐχὶ καταγινώσκων ὑμῶν παρακοὴν, μὴ γένοιτο, ἀλλὰ μάλιστα ἐλπίζων ὅτι πεισθήσεσθε. Εἰ δέ τινές εἰσι σκληροὶ καὶ ὀργίλοι καὶ δυσανάγωγοι, ὥστε παρακοῦσαι τῶν περὶ τῆς εὐχῆς ῥηθέντων, κἂν τὸν ἀριθμὸν τῶν ἡμερῶν αἰδεσθέντες ἀπόθωνταί ποτε τὴν ἔχθραν καὶ τὴν μικροψυχίαν. Μίμησαί σου τὸν Δεσπότην· ἐσταυροῦτο, καὶ ὑπὲρ τῶν σταυρούντων τῷ Πατρὶ διελέγετο. Καὶ πῶς δύναμαι, φησὶ, τὸν Δεσπότην μιμήσασθαι; Ἐὰν θέλῃς, δύνασαι. Εἰ μὴ γὰρ οἷός τε ἦς μιμήσασθαι, πῶς ἔλεγε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ; Εἰ μὴ δυνατὸν ἦν μιμήσασθαι, οὐκ ἂν ἔλεγεν ὁ Παῦλος· Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Πλὴν ἀλλ' οὐ βούλει τὸν Δεσπότην μιμήσασθαι; μίμησαι τὸν σύνδουλον, Στέφανον λέγω τὸν ἀπόστολον· καὶ γὰρ ἐκεῖνος τὸν Δεσπότην ἐμιμήσατο. Καὶ καθάπερ ὁ Χριστὸς μεταξὺ τῶν σταυρούντων, ἀφεὶς τὸν σταυρὸν, ἀφεὶς τὰ καθ' ἑαυτὸν, ὑπὲρ τῶν σταυρούντων παρακαλεῖ τὸν Πατέρα· οὕτω καὶ ὁ δοῦλος μεταξὺ τῶν λιθαζόντων, βαλλόμενος ὑπὸ πάντων, δεχόμενος τὰς βολὰς τῶν λίθων, καὶ τὰς ὀδύνας τὰς ἐκ τούτων γινομένας ἀφεὶς, ἔλεγε· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Εἶδες πῶς διαλέγεται ὁ Υἱός; εἶδες πῶς δέεται ὁ δοῦλος; Ἐκεῖνός φησι· Πάτερ, ἄφες αὐτοῖς τὴν
Let us therefore imitate the Master, and pray on behalf of our enemies. For again I lay hold of this same exhortation; today I keep the fifth day discoursing to you upon this subject, not condemning you for disobedience, far be it, but most especially hoping that you will be persuaded. And if some are hard and irascible and untractable, so as to turn a deaf ear to what has been said about prayer, yet at least respecting the number of days may they put aside at last their enmity and pettiness of soul. Imitate your Master: He was being crucified, and on behalf of those crucifying Him He conversed with the Father. And how am I able, one says, to imitate the Master? If you are willing, you are able. For if you were not capable of imitating Him, how did He say, Learn from Me, for I am meek and lowly in heart? If it were not possible to imitate Him, Paul would not have said: Become imitators of me, just as I also am of Christ. Yet if you do not wish to imitate the Master, imitate your fellow-slave—I mean Stephen the apostle; for he also imitated the Master. And just as Christ in the midst of those crucifying Him, leaving aside the cross, leaving aside His own affairs, entreats the Father on behalf of those crucifying Him; so also the slave in the midst of those stoning him, pelted by all, receiving the volleys of stones, and leaving aside the pangs arising from them, was saying: Lord, do not set this sin against them. Did you see how the Son converses? Did you see how the slave supplicates? That One says: Father, forgive them
Notes, col. 405

On the reading

Printed ου, for οὐ.

Printed ει, for εἰ.

Printed εισὶν, for εἰσὶν.

PG 49:406Read from the page
ἁμαρτίαν ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν· οὗτος δέ φησι· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ ἵνα μάθῃς ὅτι μετὰ σπουδῆς εὔχεται, οὐχ ἁπλῶς εὔχεται ἑστὼς καὶ καταλευόμενος, ἀλλὰ θεὶς τὰ γόνατα εἶπε μετὰ κατανύξεως, μετὰ πολλῆς συμπαθείας. Βούλει σοι δείξω καὶ ἄλλον σύνδουλον πολλῷ μείζονα ἐκείνου παθόντα; Ὁ Παῦλός φησιν· Ὑπὸ Ἰουδαίων τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα. Τί οὖν μετὰ ταῦτα; Ηὐχόμην, φησὶν, αὐτὸς ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα. Θέλεις καὶ ἄλλον ἰδεῖν, οὐκ ἀπὸ τῆς Καινῆς, ἀλλ' ἀπὸ τῆς Παλαιᾶς; Τοῦτο γάρ ἐστι μάλιστα τὸ θαυμαστὸν, ὅτι ὅπου οὐκ ἐκελεύοντο τοὺς ἐχθροὺς φιλεῖν, ἀλλ' ὀφθαλμὸν ἐκκόπτειν ἀντ' ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμείψασθαι κακοῖς, πρὸς ἀποστολικὴν ἔφθασαν φιλοσοφίαν. Ἄκουσον τί φησιν ὁ Μωϋσῆς, ὁ λιθασθεὶς ὑπὸ τῶν Ἰουδαίων πολλάκις, καὶ καταφρονηθεὶς ὑπ' αὐτῶν· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ει δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁρᾷς ἕκαστον τὴν τῶν ἄλλων ἀσφάλειαν πρὸ τῆς οἰκείας σωτηρίας τιθέμενον; Οὐδὲν ἥμαρτες· καὶ τί βούλει κοινωνῆσαι αὐτοῖς τῆς τιμωρίας; Ὅτι οὐ σφόδρα αισθάνομαι, φησὶ, τῆς εὐπραγίας, ἑτέρων πασχόντων κακῶς. Ἤρκει μὲν οὖν καὶ ταῦτα ἡμῖν τὰ παραδείγματα· ἵνα δὲ ἐκ περιουσίας διορθώσωμεν ἑαυτοὺς, καὶ ἕτερον τὰ αὐτὰ φιλοσοφοῦντα πειράσομαι. Καὶ γὰρ ὁ Δαυῗδ, ὁ μακάριος ἐκεῖνος καὶ πρᾶος, τοῦ στρατοπέδου παντὸς κατεξαναστάντος αὐτοῦ, καὶ τὸν υἱὸν καθοπλίσαντος τὸν Ἀβεσαλὼμ, καὶ ἐπιθεμένου τῇ τυραννίδι, καὶ βουληθέντος αὐτὸν σφάξαι, εἶτα τοῦ Θεοῦ διὰ τοῦτο παροξυνθέντος (τί γὰρ ει καὶ πρόφασιν ἑτέραν ἐπέθηκε τῇ σφαγῇ;) καὶ τὸν ἄγγελον πέμψαντος ῥομφαίαν ἐσπασμένον, καὶ τὴν πληγὴν ἐπιφέροντα ἄνωθεν, ὁρῶν ἀπολλυμένους ἅπαντας, τί φησιν; Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, κἀγὼ ὁ ποιμὴν ἐκακοποίησα. Γενέσθω ἐπ' ἐμὲ ἡ χείρ σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁρᾷς πάλιν συγγενῆ τὰ κατορθώματα; Βούλει σοι δείξω καὶ ἄλλον; οὐδὲ γὰρ ἑτέρου τὰ αὐτὰ φιλοσοφοῦντος ἀπορήσομεν. Σαμουὴλ ὁ προφήτης ἐκεῖνος ὑβρίσθη παρὰ τῶν Ἰουδαίων, ἀπεχειροτονήθη, ἠτιμάσθη οὕτως, ὡς τὸν Θεὸν θελῆσαι αὐτὸν παραμυθήσασθαι καὶ εἰπεῖν· Οὐ σὲ ἐξουθενήκασιν, ἀλλ' ἐμέ. Τί οὖν ἐκεῖνος ὁ ἐξουθενηθεὶς, ὁ ὑβρισθείς; Ἐμοὶ δὲ μὴ γένοιτο, φησὶν, ἁμαρτεῖν οὕτως, ὡς διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ἁμαρτίαν ἐνόμισεν εἶναι, τὸ μὴ προσεύχεσθαι ὑπὲρ τῶν ἐχθρῶν. Μὴ γένοιτο γάρ μοι ἁμαρτεῖν οὕτως, ὡς μὴ προσεύχεσθαι ὑπὲρ ὑμῶν. Ὁ Χριστὸς λέγει· Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ὁ Στέφανος λέγει· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ὁ Παῦλος λέγει· Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν κατὰ σάρκα. Ὁ Μωϋσῆς λέγει· Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ει δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ἧς ἔγραψας. Ὁ Δαυῗδ λέγει· Γενέσθω ἡ χείρ σου ἐπ' ἐμὲ καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός μου. Ὁ Σαμουὴλ λέγει· Ἐμοὶ δὲ μὴ γένοιτο ἁμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Ποίας οὖν τύχωμεν συγγνώμης, εἰπέ μοι, τοῦ Δεσπότου, τῶν δούλων, τῶν ἀπὸ τῆς Καινῆς, τῶν ἀπὸ τῆς Παλαιᾶς, πάντων ἡμᾶς ὠθούντων εις τὴν
this sin; for they do not know what they are doing; while this man says: Lord, do not set this sin against them. And so that you may learn that he prays with earnestness, he does not simply pray standing while being stoned down, but having knelt down he spoke with compunction, with much sympathy. Do you wish me to show you also another fellow-slave who suffered things far greater than he? Paul says: Three times I was beaten with rods by Jews, once I was stoned, a night and a day I have spent in the deep. What then after these things? I was praying, he says, that I myself might be anathema on behalf of my brethren, my kinsmen according to the flesh. Do you wish to see another also, not from the New Covenant, but from the Old? For this most of all is what is marvellous, that where they were not commanded to love their enemies, but to pluck out an eye for an eye, and a tooth for a tooth, and to repay with equal evils, they advanced to apostolic philosophy. Hear what Moses says, who was stoned by the Jews many times and despised by them: If indeed Thou forgivest them their sin, forgive it; but if not, wipe me also out of Thy book which Thou hast written. Do you see each one placing the safety of others before his own salvation? You did not sin at all; why then do you wish to share with them in their retribution? Because I am scarcely sensible, he says, of my own prosperity while others suffer ill. These examples, then, would suffice for us; yet so that out of abundance we may correct ourselves, I shall try to present another also who practises the same philosophy. For David, that blessed and meek man, when the whole army had risen up against him and fully armed his son Abesalom, and set upon usurpation, and wished to slaughter him, and then when God was provoked to anger on this account (for what matters it even if He laid another pretext upon the slaughter?) and sent the angel with drawn sword bringing down the plague from above—seeing all perishing, what does he say? I the shepherd have sinned, and I the shepherd have done evil. Let Thy hand be upon me, and upon the house of my father. Do you see again how akin their achievements are? Do you wish me to show you yet another? For we shall not lack another who practises the same philosophy. Samuel, that prophet, was insulted by the Jews, deposed from office, dishonoured in such a way that God wished to console him and say: They have not set you at naught, but Me. What then says that man set at naught, insulted? As for me, far be it from me, he says, so to sin as to cease praying on your behalf to the Lord. He supposed it to be a sin not to pray on behalf of enemies. For far be it from me so to sin as not to pray on your behalf! Christ says: Father, forgive them their sin; for they do not know what they are doing. Stephen says: Lord, do not set this sin against them. Paul says: I was praying to be anathema on behalf of my brethren, my kinsmen according to the flesh. Moses says: If indeed Thou forgivest them their sin, forgive it; but if not, wipe me also out of Thy book which Thou hast written. David says: Let Thy hand be upon me and upon the house of my father. Samuel says: As for me, far be it from me to sin by ceasing to pray on your behalf to the Lord. What pardon, then, shall we obtain, tell me, when the Master, the slaves, those from the New Covenant, those from the Old, all urge us on towards
Notes, col. 406

On the reading

Printed ει, for εἰ.

Printed αισθάνομαι, for αἰσθάνομαι.

Printed εις, for εἰς.

PG 49:407Read from the page
ὑπὲρ τῶν ἐχθρῶν εὐχὴν, αὐτοὶ τὸ ἐναντίον ποιοῦντες, καὶ κατὰ τῶν ἐχθρῶν εὐχόμενοι; Μὴ, παρακαλῶ, μὴ, ἀδελφοί. Καὶ γὰρ ὅσῳ πλείονα τὰ παραδείγματα, τοσούτῳ, ἐὰν μὴ μιμησώμεθα, μείζων ἡ κόλασις. Μεῖζον τὸ ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι τοῦ ὑπὲρ τῶν φίλων· οὐδὲ γὰρ οὕτως ὑμᾶς ὠφελεῖ ἐκεῖνο, ὡς τοῦτο. Ἐὰν γὰρ φιλῆτε τοὺς φιλοῦντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε, φησί· καὶ γὰρ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν. Ὥστε ἐὰν ὑπὲρ τῶν φίλων εὐξώμεθα, οὐδέπω τῶν ἐθνικῶν ἢ τελωνῶν ἐγενόμεθα βελτίους· ὅταν δὲ
prayer on behalf of enemies, while we ourselves do the opposite and pray against our enemies? Do not, I beg you, do not, brethren! For the more numerous the examples, the greater the punishment if we do not imitate them. Greater is it to pray on behalf of enemies than on behalf of friends; for the latter does not benefit you so much as the former. For if you love those who love you, you do nothing great, He says; for even the tax-collectors do the same thing. So that if we pray on behalf of friends, we have not yet become better than the Gentiles or tax-collectors; whereas when
Εἰς τὸν σταυρόν, ἐλέχθη εἰς τὴν ἁγίαν καὶ μεγάλην Παρασκευήν· καὶ εἰς τὴν ἐξομολόγησιν τοῦ λῃστοῦ, καὶ ὅτι χρὴ ἡμᾶς ὑπὲρ τῶν ἐχθρῶν εὔχεσθαι.
On the Cross, Spoken on Holy and Great Friday; and on the Confession of the Thief, and That We Must Pray for Our Enemies.
Ὁμιλία βʹ.
Homily II.
αʹ. Ἑορτὴν ἄγομεν σήμερον καὶ πανήγυριν, ἀγαπητοί· ὁ γὰρ Δεσπότης ὁ ἡμέτερος ἐπὶ τοῦ σταυροῦ τυγχάνει τοῖς ἥλοις πεπαρμένος. Καὶ μὴ ξενισθῇς, ει τοῦ πράγματος σκυθρωποῦ τυγχάνοντος ἡμεῖς ἑορτάζομεν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικὰ, ἀπεναντίας τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ ἐστί. Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ὁ σταυρὸς πρότερον καταδίκης ὄνομα καὶ τιμωρίας ἦν, νῦν δὲ πρᾶγμα γέγονε τίμιον καὶ ποθεινόν· ὁ σταυρὸς πρότερον αισχύνης ἦν καὶ κολάσεως ὑπόθεσις, νῦν δὲ γέγονε δόξης καὶ τιμῆς ἀφορμή. Καὶ ὅτι δόξα ὁ σταυρὸς, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοὶ, δόξαν τὸν σταυρὸν καλῶν. Σταυρὸς τὸ κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας· σταυρὸς ἡ τῶν μυρίων ἀγαθῶν ὑπόθεσις. Διὰ τοῦτον οἱ πρότερον ἠτιμωμένοι καὶ ἔκπτωτοι, νῦν εἰς τὴν τῶν υἱῶν τάξιν ἐδέχθημεν· διὰ τοῦτον οὐκέτι πλανώμεθα, ἀλλὰ τὴν ἀλήθειαν ἐπέγνωμεν· διὰ τοῦτον οἱ ξύλα καὶ λίθους προσκυνοῦντες πρότερον, νῦν ἐπέγνωμεν τὸν τῶν ἁπάντων δημιουργόν· διὰ τοῦτον οἱ δοῦλοι τῆς ἁμαρτίας εἰς τὴν ἐλευθερίαν τῆς δικαιοσύνης ἀνήχθημεν· διὰ τοῦτον ἡ γῆ οὐρανὸς λοιπὸν γέγονεν. Οὗτος ἡμᾶς τῆς πλάνης ἠλευθέρωσεν, οὗτος πρὸς τὴν ἀλήθειαν ἐχειραγώγησεν, οὗτος καταλλαγὰς Θεοῦ πρὸς ἀνθρώπους ἐποιήσατο, οὗτος ἀπὸ τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εις αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν ἀνήγαγεν, οὗτος τῶν δαιμόνων τὴν πλάνην ἔσβεσεν, οὗτος τὴν ἀπάτην καθεῖλε. Διὰ τοῦτον οὐκέτι καπνὸς καὶ κνίσσα καὶ αἱμάτων ἀλόγων ἔκχυσις, ἀλλὰ πανταχοῦ λατρεῖαι πνευματικαὶ, ὕμνοι καὶ εὐχαί· διὰ τοῦτον δαίμονες δραπετεύουσι, διὰ τοῦτον ὁ διάβολος φυγαδεύεται, διὰ τοῦτον ἡ ἀνθρωπίνη φύσις πρὸς τὴν ἀγγελικὴν πολιτείαν ἁμιλλᾶται, διὰ τοῦτον παρθενία ἐπὶ γῆς πολιτεύεται. Ἀφ' οὗ γὰρ ὁ ἐκ Παρθένου προῆλθε, τῆς ἀρετῆς ταύτης τὴν ὁδὸν ἐπέγνω ἡ τῶν ἀνθρώπων φύσις. Οὗτος ἡμᾶς ἐν σκότει καθημένους ἐφώτισεν, οὗτος ἡμᾶς ἐκπεπολεμωμένους κατήλλαξεν, οὗτος μακρὰν ὄντας ἐγγὺς εἶναι πεποίηκεν, οὗτος ἀπηλλοτριωμένους ὄντας ᾠκείωσεν, οὗτος ξένους γεγονότας, οὐρανοῦ πολίτας κατεσκεύασεν, οὗτος ἡμῖν πολέμων ἀναίρεσις γέγονεν, οὗτος ἡμῖν εἰρήνης ἀσφάλεια κατέστη.
1. We keep a feast today and a festival assembly, beloved; for our Master is upon the cross, pierced with the nails. And do not be surprised if, while the spectacle is gloomy, we keep a feast; for such are all spiritual things, contrary to human custom. And so that you may learn this accurately, the cross formerly was a name of condemnation and retribution, whereas now it has become a thing honoured and longed for; the cross formerly was a matter of shame and punishment, whereas now it has become an occasion of glory and honour. And that the cross is glory, hear Christ saying: Father, glorify Me with the glory which I had before the world was, beside Thee—calling the cross glory. The cross is the sum of our salvation; the cross is the foundation of ten thousand good things. Through this we who formerly were dishonoured and cast out have now been received into the rank of sons; through this we no longer go astray, but have recognized the truth; through this we who formerly worshipped wood and stones have now recognized the Framer of all things; through this we who were slaves of sin have been led up into the freedom of righteousness; through this the earth has henceforth become heaven. This has freed us from error, this has led us by the hand towards the truth, this has wrought reconciliation of God towards men, this, drawing us up from the deep of wickedness, has led us up to the very summit of virtue, this has quenched the delusion of demons, this has pulled down deceit. Through this there is no longer smoke and savour of fat and pouring out of irrational blood, but everywhere spiritual worship, hymns, and prayers; through this demons run away, through this the devil is put to flight, through this human nature rivals the angelic way of life, through this virginity lives its citizenship upon earth. For ever since He Who is from the Virgin came forth, the nature of men recognized the way of this virtue. This enlightened us who sat in darkness, this reconciled us who had been set at war, this made us who were far off to be near, this made us who were estranged its own household, this fashioned us who had become strangers into citizens of heaven, this has become for us the abolition of wars, this has been established for us as the security of peace.
Notes, col. 407

On the reading

Printed ει, for εἰ.

Printed αισχύνης, for αἰσχύνης.

Printed εις, for εἰς.

Printed Εις, for Εἰς.

Printed εις, for εἰς.

PG 49:408Read from the page
τοὺς ἐχθροὺς φιλήσωμεν, τοῦ Θεοῦ κατὰ δύναμιν ἀνθρωπίνην ὅμοιοι γεγόναμεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Γενώμεθα τοίνυν ὅμοιοι τοῦ Πατρός. Γίνεσθε γὰρ, φησὶν, ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αιῶνας τῶν αἰώνων. Ἀμήν.
we love our enemies, we have become like God according to human capacity, because He makes His sun rise upon wicked and good, and sends rain upon just and unjust. Let us therefore become like the Father. For become, He says, like your Father Who is in the heavens, so that we may also be counted worthy of the kingdom of the heavens, by the grace and love for mankind of our Lord and God and Saviour Jesus Christ, to Whom be the glory and the dominion unto the ages of the ages. Amen.
Διὰ τοῦτον οὐκέτι φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· τὴν γὰρ πηγὴν τῆς ζωῆς εὕρομεν· διὰ τοῦτον οὐκ ἐσμὲν ἐν χηρείᾳ· τὸν γὰρ νυμφίον ἀπελάβομεν· διὰ τοῦτον οὐκέτι δεδοίκαμεν τὸν λύκον· τὸν γὰρ ποιμένα τὸν καλὸν ἐπέγνωμεν· Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ποιμὴν ὁ καλός. Διὰ τοῦτον οὐκέτι φρίττομεν τὸν τύραννον· τῷ γὰρ βασιλεῖ προσεδράμομεν. Ὁρᾷς πόσων ἡμῖν ἀγαθῶν ὑπόθεσις ὁ σταυρός; Εικότως οὖν ἑορτὴν ἄγομεν. Οὕτω καὶ Παῦλος ἑορτάζειν παραινεῖ λέγων· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Καὶ τίνος ἕνεκεν ἑορτάζειν ἡμᾶς κελεύεις, ὦ μακάριε Παῦλε; Ειπὲ τὴν αιτίαν, Ὅτι τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν, φησὶν, ἐτύθη Χριστὸς ὁ Θεός. Ὁρᾷς πῶς ἑορτὴ ὁ σταυρός; Ἔμαθες ὅτι διὰ τὸν σταυρὸν κελεύει ἑορτάζειν; Ἐν γὰρ τῷ σταυρῷ ἐτύθη· ὅπου δὲ θυσία, ἐκεῖ ἁμαρτημάτων ἀναίρεσις, ἐκεῖ καταλλαγὴ Δεσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά. Τὸ Πάσχα ἡμῶν, φησὶν, ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ποῦ ἐτύθη, εἰπέ; Ἐφ' ὑψηλοῦ σταυροῦ. Καινὸν καὶ ξένον τὸ θυσιαστήριον, ἐπειδὴ ξένη καὶ παρηλλαγμένη ἡ θυσία. Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ιερεύς· θυσία μὲν, κατὰ σάρκα, ιερεὺς δὲ κατὰ πνεῦμα· ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο. Ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν. Ὅθεν ἀνάγκη ἔχειν τι καὶ τοῦτον, ὃ προσενέγκῃ. Ἰδοὺ τέως προσφέρει. Ἀλλαχοῦ δὲ πάλιν φησίν· Οὕτω καὶ ὁ Χριστὸς ἅπαξ προσενεχθεὶς εις τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας. Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ ἑαυτὸν προσήνεγκεν. Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ἦν ὁ σταυρός; Ἀλλ' ἀναγκαῖον μαθεῖν, τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ ἡ θυσία προσφέρεται, ἐν τῷ ναῷ λέγω τῷ Ἰουδαϊκῷ, ἀλλ' ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν. Ἔξω γὰρ τῆς πόλεως ἐσταυρώθη, καθάπερ τις κατάδικος, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου, ὅτι Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη.
Through this we no longer fear the fiery darts of the devil; for we have found the fountain of life; through this we are not in widowhood; for we have received back the Bridegroom; through this we no longer dread the wolf; for we have recognized the good Shepherd: For I am, He says, the good shepherd. Through this we no longer shudder at the tyrant; for we have run for refuge to the King. Do you see of how many good things the cross is the foundation for us? Reasonably, then, do we keep a feast. So also Paul exhorts us to keep a feast, saying: So then let us keep the feast, not in old leaven, nor in the leaven of malice and wickedness, but in the unleavened bread of sincerity and truth. And for what sake do you command us to keep a feast, O blessed Paul? Tell the cause: Because our Passover was sacrificed on our behalf, he says, Christ our God. Do you see how the cross is a feast? Did you learn that on account of the cross he commands us to keep a feast? For on the cross He was sacrificed; and where there is sacrifice, there is abolition of sins, there is reconciliation with the Master, there is feast and joy. Our Passover, he says, was sacrificed on our behalf, Christ. Where was He sacrificed, tell me? Upon a lofty cross. New and strange is the altar, since strange and unparalleled is the sacrifice. For the same One is both sacrifice and priest: sacrifice according to the flesh, priest according to the spirit; the same One both offered and was offered. Hear Paul again saying: For every high priest taken from among men is appointed on behalf of men in the things pertaining to God. Whence it is necessary that this One also have something which He may offer. Behold, meanwhile He offers. And elsewhere again he says: So also Christ, having been offered once to bear the sins of many. Behold, here He was offered, there He offered Himself. Did you see how He became both sacrifice and priest, and the cross was the altar? Yet it is necessary to learn for what sake the sacrifice is offered not in the temple—I mean in the Jewish temple—but outside the city, outside the walls. For outside the city He was crucified, like some condemned criminal, so that what was spoken by the prophet might be fulfilled, And He was reckoned among the lawless.
Τίνος οὖν ἕνεκεν ἔξω τῆς πόλεως, ἐφ' ὑψηλοῦ, καὶ οὐχ ὑπὸ στέγην τινά; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, ἀλλ' ἵνα τοῦ ἀέρος καθάρῃ τὴν φύσιν. Διὰ τοῦτο καὶ ἐφ' ὑψηλοῦ, καὶ οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἀντὶ στέγης ἐπικειμένου τοῦ οὐρανοῦ, ἵνα καθαρθῇ ὁ οὐρανὸς ἅπαξ, ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου. Ἐκαθάρθη
For what sake, then, outside the city, upon a height, and not under some roof? Not without purpose was this either, but so that He might cleanse the nature of the air. On this account also it was upon a height, and with no roof lying overhead, but with heaven lying overhead instead of a roof, so that heaven might be cleansed once for all as the sheep was sacrificed upon a height. Cleansed
Notes, col. 408

On the reading

Printed αιῶνας, for αἰῶνας.

Printed Εικότως, for Εἰκότως.

Printed Ειπὲ, for Εἰπὲ.

Printed αιτίαν, for αἰτίαν.

Printed ιερεύς, for ἱερεύς.

Printed ιερεὺς, for ἱερεὺς.

Printed εις, for εἰς.