Migne Reading Room

PG 49 · cols. 396–402 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:396Read from the page
τρώσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν αὐτοῦ της αγαπης. Καὶ τὸ δὴ θαυμαστὸν, αὐτὸς ὁ βασιλεὺς ἐπέστη· καίτοι γε βασιλεὺς οὐδεὶς ἂν καταξιωσειε τοῦτο ποιῆσαί ποτε, ἀλλὰ διὰ τῶν ὑπηρετῶν ἀφιᾶσι τοὺς δεδεμένους. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ αὐτὴς ἦλθε πρὸς τοὺς δεσμώτας ὁ βασιλεὺς, καὶ οὐκ ἐπῃσχύνθη τὸ δεσμωτήριον οὐδὲ τοὺς δεδεμένους· ὃν γὰρ ἔπλασεν, ἐπαισχύνεσθαι οὐκ ἔμελλε· καὶ συνέκλασε τὰς θύρας, συνέτριψε τοὺς μοχλοὺς, ἐπέστη τῷ ᾅδῃ, ἔρημον αὐτοῦ τὴν φυλακὴν ἐποίησεν ἅπασαν, καὶ τὸν δεσμοφύλακα λαβὼν δεδεμένον, οὕτως ἡμῖν ἐπανῆλθεν. Ὁ τύραννος αἰχμάλωτος ἤγετο, ὁ ἰσχυρὸς δεδεμένος· ὁ θάνατος αὐτὸς ῥίψας τὰ ὅπλα, γυμνὸς πρὸς τοὺς πόδας τοῦ βασιλέως ἔδραμεν.
deemed us out of the power of darkness, and transferred us into the kingdom of His love. And what is truly marvellous, the King Himself came in person! Although no earthly king would ever deign to do this, rather they release prisoners through their attendants. Yet here it was not so; rather the King Himself came to the prisoners, and was not ashamed of the prison or of those in bonds; for He was not about to be ashamed of the one whom He had fashioned! And He shattered the doors, crushed the bars, stood over Hades, laid waste his whole prison-ward, and taking the jailer bound, thus returned to us. The tyrant was led captive, the strong man bound; death himself, flinging away his weapons, ran naked to the feet of the King.
Εἶδες νίκην θαυμαστήν; εἶδες σταυροῦ κατορθώματα; Εἴπω σοι καὶ ἄλλο θαυμαστότερον; μάθε τὸν τρόπον τῆς νίκης, καὶ τότε ἐκπλαγήσῃ πλέον. Δι' ὧν γὰρ ἐνίκησεν ὁ διάβολος, διὰ τούτων αὐτοῦ περιεγένετο ὁ Χριστός· καὶ αὐτὰ τὰ ἐκείνου λαβὼν ὅπλα, τούτοις αὐτὸν κατηγωνίσατο· καὶ πῶς, ἄκουσον· Παρθένος καὶ ξύλον, καὶ θάνατος τῆς ἥττης ἡμῶν ἦν τὰ σύμβολα. Παρθένος ἦν ἡ Εὔα· οὔπω γὰρ ἄνδρα ἐγίνωσκε· ξύλον ἦν τὸ δένδρον, καὶ θάνατος ἦν τὸ ἐπιτίμιον τοῦ Ἀδάμ. Ἀλλ' ἰδοὺ, πάλιν παρθένος καὶ ξύλον καὶ θάνατος, τὰ τῆς ἥττης σύμβολα ταῦτα, καὶ τῆς νίκης ἐγένετο σύμβολα. Ἀντὶ γὰρ τῆς Εὔας ἡ Μαριάμ· ἀντὶ τοῦ ξύλου τοῦ εἰδέναι τὸ καλὸν καὶ τὸ πονηρὸν, τὸ ξύλον τοῦ σταυροῦ· ἀντὶ τοῦ θανάτου τοῦ Ἀδὰμ ὁ θάνατος τοῦ Χριστοῦ. Εἶδες, δι' ὧν ἐνίκησε, διὰ τούτων αὐτὸν ἡττώμενον; Περὶ τὸ δένδρον κατηγωνίσατο τὸν Ἀδὰμ ὁ διάβολος· περὶ τὸν σταυρὸν κατεπάλαισε τὸν διάβολον ὁ Χριστός· καὶ ξύλον τὸ μὲν ἔπεμπεν εἰς ᾅδην, τὸ δὲ καὶ τοὺς ἀπελθόντας ἐκεῖθεν ἀνεκαλεῖτο. Πάλιν ξύλον τὸ μὲν τὸν αἰχμάλωτον γυμνὸν ἔκρυψε, τὸ δὲ τὸν νικητὴν γυμνὸν ἐφ' ὑψηλοῦ πᾶσιν ἐδείκνυ. Καὶ θάνατος ὁ μὲν τοὺς μετ' αὐτὸν κατέκρινεν, ὁ δὲ καὶ τοὺς πρὸ αὐτοῦ γενομένους ἀνέστησε. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; Ἀπὸ θανάτου γεγόναμεν ἀθάνατοι· ταῦτα τοῦ σταυροῦ τὰ κατορθώματα. Ἔμαθες τὴν νίκην; ἔμαθες τὸν τρόπον τῆς νίκης; μάθε καὶ πῶς ἀπονητὶ γέγονε τὸ κατόρθωμα. Οὐχ ἡμάξαμεν ἡμεῖς τὰ ὅπλα, οὐκ ἔστημεν ἐπὶ τῆς παρατάξεως, οὐκ ἐδεξάμεθα τραύματα, οὐδὲ εἴδομεν τὸν πόλεμον, καὶ τὴν νίκην ἐλάβομεν· ὁ ἀγὼν τοῦ Δεσπότου, καὶ ὁ στέφανος ἡμέτερος. Ἐπεὶ οὖν καὶ ἡμετέρα ἡ νίκη, ἀλαλάξωμεν, καθάπερ στρατιῶται, τὴν ἐπινίκιον ᾠδὴν πάντες σήμερον, εἴπωμεν ὑμνοῦντες τὸν Δεσπότην· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον; Ταῦτα ὁ σταυρὸς ἡμῖν κατώρθωσε· σταυρὸς τὸ κατὰ τῶν δαιμόνων τρόπαιον, ἡ κατὰ τῆς ἁμαρτίας μάχαιρα, τὸ ξίφος, ᾧ τὸν ὄφιν ἐκέντησεν ὁ Χριστός· σταυρὸς τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Μονογενοῦς δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, ὁ τῶν ἀγγέλων κόσμος, τῆς
Have you seen a marvellous victory? Have you seen the triumphs of the Cross? Shall I tell you yet another thing still more marvellous? Learn the manner of the victory, and then you will be astounded all the more. For by the very means whereby the devil prevailed, by these did Christ overcome him; and taking his own very weapons, with these He vanquished him; and how, hear: A virgin, a tree, and death were the tokens of our defeat. Eve was a virgin, for not yet did she know a man; the tree was wood, and death was Adam's penalty. Yet behold, once again a virgin, wood, and death — those tokens of defeat — became the tokens of victory! For in place of Eve is Mary; in place of the tree of the knowledge of good and evil, the wood of the Cross; in place of the death of Adam, the death of Christ. Do you see him defeated by the very means whereby he prevailed? Beside the tree the devil overthrew Adam; beside the Cross Christ wrestled down the devil; and the one wood sent men to Hades, while the other called back thence even those who had already departed. Again, the one wood hid the captive naked, while the other displayed the Victor naked on high to all. And the one death condemned those who came after it, while the other raised up even those born before it. Who shall utter the mighty acts of the Lord? From death we have become immortal: these are the triumphs of the Cross! Have you learned the victory? Have you learned the manner of the victory? Learn also how without toil the triumph came to pass! We did not bloody our weapons, we did not stand in the battle-line, we did not receive wounds, nor did we even see the war, and yet we received the victory; the contest was the Master's, and the crown is ours! Since, then, the victory also is ours, let us all raise the shout of triumph today like soldiers, let us say as we hymn the Master: Death has been swallowed up in victory. Where, O death, is your victory? Where, O Hades, is your sting? These things the Cross accomplished for us: the Cross is the trophy against the demons, the short-sword against sin, the blade wherewith Christ pierced the serpent; the Cross is the Father's will, the glory of the Only-begotten, the exultation of the Spirit, the ornament of the angels, the
Notes, col. 396

On the reading

Printed της, for τῆς.

Printed αγαπης, for ἀγάπης.

Printed καταξιωσειε, for καταξιώσειε.

Printed αὐτὴς, for αὐτὸς.

PG 49:397Read from the page
Ἐκκλησίας ἡ ἀσφάλεια, τὸ καύχημα Παύλου, τὸ τῶν ἁγίων τεῖχος, τὸ φῶς τῆς οἰκουμένης ἁπάσης. Καθάπερ γὰρ σκότῳ κατεχομένου οἴκου λαμπάδα τις ἀνάψας καὶ ὀρθὴν ἀναστήσας ἀπελαύνει τὸ σκότος· οὕτω τῆς οἰκουμένης ὑπὸ ζόφου κατεχομένης, καθάπερ λαμπάδα τινὰ τὸν σταυρὸν ἀνάψας καὶ ὀρθὸν ἀναστήσας ὁ Χριστὸς, τῆς γῆς ἅπαντα τὸν ζόφον ἔλυσε. Καὶ καθάπερ ἡ λαμπὰς ἐπὶ τῇ κεφαλῇ ἄνω τὸ φῶς ἔχει, οὕτω καὶ ὁ σταυρὸς ἄνω ἐν τῇ κεφαλῇ τὸν ἥλιον τῆς δικαιοσύνης εἶχεν ἐκλάμποντα. Τοῦτον ἰδὼν προσηλωμένον ὁ κόσμος ἔφριξεν, ἐκλονήθη ἡ γῆ, διερῥάγησαν αἱ πέτραι. Ἀλλ' εἰ καὶ διερῥάγησαν αἱ πέτραι, ἡ ἀναισθησία τῶν Ἰουδαίων οὐ διερῥάγη· ἐσχίσθη τὸ καταπέτασμα, καὶ οὐκ ἐσχίσθη ἡ πονηρὰ συμφωνία ἐκείνων.
security of the Church, the boast of Paul, the wall of the saints, the light of the whole inhabited world! For just as when a house is held fast by darkness, someone kindles a torch-lamp and sets it upright and drives away the darkness; so when the world was held fast beneath gloom, Christ kindled the Cross like some torch-lamp and set it upright, and dispelled all the gloom of the earth. And just as the torch-lamp holds its light high above at its head, so the Cross also held the Sun of righteousness shining forth high above at its head. Seeing Him nailed fast, the world shuddered, the earth was shaken, the rocks were rent asunder. Yet even though the rocks were rent asunder, the insensibility of the Jews was not rent asunder; the veil was torn, and their wicked conspiracy was not torn.
Διὰ τί ἐσχίσθη τὸ καταπέτασμα; Ὅτι οὐκ ἠδύνατο τὸν Δεσπότην ὁρᾷν σταυρούμενον ὁ ναός· δι' ὧν δὲ εἰς τὸ αὐτοῦ καταπέτασμα γέγονε, μονονουχὶ τοῦτο προτρέπων φησίν· Ὁ βουλόμενος πατείτω τὰ Ἅγια τῶν ἁγίων λοιπόν. Τί γάρ μοι τὸ ὄφελος τούτων, ἔξω τοιαύτης θυσίας προσενεχθείσης; τί μοι τὸ ὄφελος τῆς διαθήκης; τί μοι τὸ ὄφελος τοῦ νόμου; εἰκῆ καὶ μάτην τούτους ἐπαίδευσα τοσοῦτον χρόνον. Τοῦτο καὶ ὁ προφήτης ἐβόα, λέγων· Ἱνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Ἤκουσαν· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος· καὶ μελετῶντες ἐν τοσούτῳ χρόνῳ τὴν προφητείαν, τοῦ πράγματος παραγενομένου ἠπίστησαν. Εἶδες πῶς ἐμελέτησαν κενά; Διὰ τοῦτο περιεσχίσατο ὁ ναὸς, τὴν ἐρήμωσιν προδηλῶν τὴν μετὰ ταῦτα ἐσομένην διηνεκῶς.
Why was the veil torn? Because the temple could not bear to see the Master being crucified; and through what befell its veil, all but exhorting thus, it says: Let whosoever wishes tread henceforth the Holy of holies! For what profit have I in these things, when such a sacrifice has been offered outside? What profit have I in the covenant? What profit have I in the law? Idly and in vain have I instructed these men for so long a time! This the prophet also cried aloud, saying: Why did the nations rage, and the peoples meditate vain things? They had heard: Like a sheep He was led to slaughter, and like a lamb voiceless before him who shears it; and though meditating upon the prophecy for so long a time, when the reality arrived they disbelieved! Do you see how they meditated vain things? On this account the temple rent its garment round about, foreshowing the desolation that was to abide perpetually thereafter.
Ἐπεὶ οὖν τὸν ἐν τῷ σταυρῷ προσηλωμένον μέλλομεν καὶ ἡμεῖς κατὰ τὴν ἑσπέραν ταύτην ἰδεῖν, ὡς ἀμνὸν ἐσφαγμένον καὶ τεθυμένον, μετὰ φρίκης προσίωμεν, παρακαλῶ, καὶ αἰδοῦς πολλῆς καὶ εὐλαβείας. Οὐκ ἔγνωτε τοὺς ἀγγέλους, πῶς παρειστήκεισαν τῷ τάφῳ οὐκ ἔχοντι σῶμα, τάφῳ κενῷ; ἀλλ' ὅμως ἐπειδὴ ὅλως ἐδέξατο τὸ σῶμα τὸ Δεσποτικὸν, πολλὴν ἀπονέμουσι καὶ τῷ τόπῳ τὴν τιμήν. Οἱ ἄγγελοι ὑπερβαίνοντες τὴν ἡμετέραν φύσιν μετὰ τοσαύτης αἰδοῦς καὶ εὐλαβείας παρειστήκεισαν τῷ τάφῳ· ἡμεῖς δὲ οὐ τάφῳ μέλλοντες παρίστασθαι κενῷ, ἀλλ' αὐτῇ τῇ τραπέζῃ τῇ τὸν ἀμνὸν ἐχούσῃ, μετὰ θορύβου καὶ ταραχῆς πρόσιμεν; Καὶ τίς ἡμῖν ἔσται συγγνώμη λοιπόν; Οὐχ ἁπλῶς ταῦτα λέγω, ἀλλ' ἐπειδὴ πολλοὺς ὁρῶ κατὰ τὴν ἑσπέραν ταύτην θορυβοῦντας, βοῶντας, ἐπικειμένους ἀλλήλοις, πηδῶντας, λοιδορουμένους, καὶ μᾶλλον ἑαυτοῖς κόλασιν ἢ σωτηρίαν προξενοῦντας· τούτου χάριν τὴν ὑπὲρ τούτων ποιοῦμαι παραίνεσιν. Τί ποιεῖς, ἄνθρωπε; ὅταν ἑστήκῃ πρὸ τῆς
Since therefore we also on this evening are about to behold Him Who was nailed to the Cross, as a Lamb slain and sacrificed, let us approach with awe, I beseech you, and much reverence and devotion. Did you not know how the angels stood beside the tomb that held no body, an empty tomb? Nevertheless, because it had once received the Master's body at all, they accord great honour even to the place! The angels, who surpass our nature, stood beside the tomb with such reverence and devotion; and do we, who are about to stand beside no empty tomb, but the very table that holds the Lamb, approach with tumult and disorder? And what pardon, then, will remain to us? Not idly do I say these things, but because on this evening I see many raising an uproar, shouting, pressing upon one another, leaping about, reviling, and procuring punishment rather than salvation for themselves; for this sake I make my exhortation concerning these things. What are you doing, O man? When the priest stands before the
PG 49:398Read from the page
τραπέζης ὁ ἱερεὺς, τὰς χεῖρας ἀνατείνων εἰς τὸν οὐρανὸν, καλῶν τὸ Πνεῦμα τὸ ἅγιον, τοῦ παραγενέσθαι καὶ ἅψασθαι τῶν προκειμένων, πολλὴ ἡσυχία, πολλὴ σιγή· ὅταν διδῷ τὴν χάριν τὸ Πνεῦμα, ὅταν κατέλθῃ, ὅταν ἅψηται τῶν προκειμένων, ὅταν ἴδῃς τὸ πρόβατον ἐσφαγιασμένον καὶ ἀπηρτισμένον, τότε θόρυβον, τότε ταραχὴν, τότε φιλονεικίαν, τότε λοιδορίαν ἐπεισάγεις; καὶ πῶς δυνήσῃ τῆς θυσίας ἀπολαῦσαι ταύτης, μετὰ τοσαύτης ταραχῆς τῇ τραπέζῃ προσιὼν ταύτῃ; Οὐκ ἀρκεῖ ἡμῖν ὅτι μετὰ ἁμαρτημάτων προσερχόμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν καιρὸν τῆς προσόδου ἐκτὸς γενέσθαι πλημμελημάτων οὐκ ἀνεχόμεθα; Ὅταν γὰρ φιλονεικῶμεν, ὅταν θορυβώμεθα, ὅταν ἀλλήλους δάκνωμεν, πῶς ἔξω ἁμαρτημάτων ἐσόμεθα; Τί σπεύδεις, εἰπέ μοι; τίνος ἕνεκεν ἐπείγῃ τὸ πρόβατον ὁρῶν ἐσφαγιασμένον; εἰ γὰρ διὰ πάσης τῆς νυκτὸς ἦν πρὸς τὴν θυσίαν αὐτὴν ὁρᾷν, εἶχε κόρον, εἰπέ μοι, τὸ πρᾶγμα; Ὅλην τὴν ἡμέραν ἐκαρτέρησας, τὸ πλέον τῆς νυκτὸς διήγαγες, καὶ τοσοῦτον κάματον ἐν βραχείᾳ καιροῦ ῥοπῇ προδίδως καὶ ἀπολλύεις; Ἐννόησον τί ποτέ ἐστι τὸ προκείμενον, καὶ πόθεν ἔλαβε τὴν αἰτίαν· ἐσφάγη διὰ σὲ, καὶ σὺ ἐγκαταλιμπάνεις αὐτὸν ἐσφαγιασμένον ὁρῶν. Ὅπου τὸ πτῶμα, φησὶν, ἐκεῖ καὶ οἱ ἀετοί. Ἡμεῖς δὲ οὐχ ὡς ἀετοὶ, ἀλλ' ὡς κύνες προσερχόμεθα· τοσαύτη ἡμῶν ἡ ἀναισχυντία. Ἐννόησον τί ποτέ ἐστι τὸ κεχυμένον· αἷμά ἐστιν, αἷμα ὃ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἀπήλειψεν· αἷμα ὃ τὴν ψυχήν σου ἐκάθηρεν, ὃ τὴν κηλῖδα ἀπέπλυνεν, ὃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν. Ἀπεκδυσάμενος γὰρ, φησὶ, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρῥησίᾳ θριαμβεύσας ἐν τῷ σταυρῷ. Πολλὰ, φησὶ, τὸ τρόπαιον ἔχει τῆς νίκης τὰ σύμβολα· τὰ λάφυρα κρέμαται ἄνω ἐφ' ὑψηλοῦ ἐπὶ τοῦ σταυροῦ. Καθάπερ γὰρ βασιλεὺς γενναῖος πόλεμον νικήσας χαλεπώτατον, τὸν θώρακα καὶ τὴν ἀσπίδα καὶ τὰ ὅπλα τοῦ τυράννου καὶ τῶν στρατιωτῶν τῶν ἡττηθέντων ἐφ' ὑψηλοῦ τοῦ τροπαίου τίθησιν· οὕτω καὶ ὁ Χριστὸς τὸν πόλεμον νικήσας τὸν πρὸς τὸν διάβολον, τὰ ὅπλα αὐτοῦ πάντα, τὸν θάνατον, τὴν κατάραν ἐκρέμασεν ἐφ' ὑψηλοῦ τοῦ σταυροῦ, καθάπερ ἐπὶ τροπαίου τινὸς, ἵνα πάντες τὸ τρόπαιον βλέπωσιν, αἱ ἄνω δυνάμεις, αἱ ἐν τοῖς οὐρανοῖς, οἱ κάτω ἄνθρωποι, οἱ ἐπὶ τῆς γῆς, αὐτοὶ οἱ πονηροὶ δαίμονες οἱ ἡττηθέντες. Ἐπειδὴ οὖν τοσαύτης ἀπελαύσαμεν δωρεᾶς, ἑαυτοὺς κατὰ δύναμιν ἀξίους ἐπιδείξωμεν τῶν ὑπηργμένων ἡμῖν ἀγαθῶν, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
table, stretching out his hands to heaven, calling upon the Holy Spirit to come near and touch the things set forth, there is deep stillness, deep silence; when the Spirit bestows His grace, when He comes down, when He touches the things set forth, when you see the Sheep slaughtered and perfected — is it then that you bring in tumult, then disorder, then contention, then reviling? And how will you be able to enjoy this sacrifice when you approach this table with so great disorder? Does it not suffice us that we draw near laden with sins, without our refusing to let even the very moment of approach be free from transgressions? For when we wrangle, when we raise an uproar, when we bite one another, how shall we be free from sins? Why do you hasten, tell me? For what sake do you press on when you see the Sheep slaughtered? For if throughout the whole night one had to gaze upon the sacrifice itself, would the matter bring surfeit, tell me? All day long you persevered, you spent the greater part of the night, and do you betray and destroy so great a toil in a brief turn of a moment? Consider what that is which lies set forth, and whence it took its cause: He was slain for your sake, and you forsake Him while beholding Him slaughtered! Where the carcase is, says He, there also are the eagles. Yet we draw near not like eagles, but like dogs — so great is our shamelessness! Consider what that is which has been poured out: it is blood, blood that blotted out the bond of our sins; blood that cleansed your soul, that washed away its stain, that triumphed over the principalities and the powers! For having stripped off, says Paul, the principalities and the powers, He made a public spectacle of them with boldness, triumphing over them on the Cross. Many, says he, are the tokens of victory that the trophy bears: the spoils hang aloft on high upon the Cross. For just as a noble king, having won a most arduous war, places the breastplate and the shield and the weapons of the tyrant and of his vanquished soldiers on high upon a trophy; so Christ also, having won the war against the devil, hung up all his weapons — death and the curse — on high upon the Cross, as upon some trophy, that all may behold the trophy: the powers above that are in the heavens, men below who are upon the earth, and the wicked demons themselves who were vanquished! Since, then, we have enjoyed so great a gift, let us show ourselves worthy, so far as lies in our power, of the blessings bestowed upon us, that we may also obtain the kingdom of heaven, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father, together with the Holy Spirit, be glory, honour, might, unto the ages of ages. Amen.
PG 49:399Read from the page
IN DUAS SEQUENTES DE CRUCE ET LATRONE HOMILIAS.
ON THE TWO FOLLOWING HOMILIES ON THE CROSS AND THE THIEF.
Quod in homilia de Judae proditione animadvertimus, idipsum deprehendimus in praesenti concione; nempe Chrysostomum, quam aliquot ante annis habuerat, eamdem secundis curis recognitam, et quibusdam in locis, in principio maxime, mutatam eodem recurrente die Parasceves iterum pronuntiasse. Non series modo eadem est, sed etiam verba plerumque : atque Scripturae loca eodem ipso in utraque ordine locantur. Quae prior, quae posterior dicta fuerit, nulla possumus conjectura assequi. Ea vero, quam post Henricum Savilium priorem ponimus, longe brevior est altera : de caetero autem omnia in utraque similia sunt, uno excepto loco num. 5, ubi quae prior editur, cujus initium, Σήμερον ὁ Κύριος, sic habet : Imitemur itaque Dominum, et pro inimicis precemur : eamdem enim cohortationem resumo; jam quinto die voois de eodem argumento dissero : quae vero posterior locatur : Imitemur igitur et nos Dominum, et pro inimicis precemur. Quae heri monui, eorumdem et nunc commonefacio, sciens praeclare facti magnitudinem, etc. In priore itaque de precatione pro inimicis jam quinto agebatur; in posteriore vero, secundo tantum : quae varietas ex annorum quibus singulas habuit diversitate promanavit.
What we observed in the homily on the betrayal of Judas, that very same thing we find in the present discourse; namely, that the homily which Chrysostom had delivered some years earlier, he pronounced a second time on the same recurring day of Good Friday, revised by second thoughts and altered in certain places, above all at the beginning. Not only is the sequence the same, but for the most part the words as well; and the passages of Scripture are placed in the very same order in both. Which was spoken earlier and which later, we cannot ascertain by any conjecture. Yet the one which, following Henry Savile, we place first is far shorter than the other; for the rest, however, all things in both are alike, except one passage in no. 5, where the one published first, whose beginning is Today the Lord, has thus: Let us therefore imitate the Lord, and pray for our enemies: for I resume the same exhortation; now for the fifth day I discourse to you on the same argument; whereas the one placed later has: Let us therefore also imitate the Lord, and pray for our enemies. Of the things which I admonished you yesterday, I remind you now also, knowing full well the greatness of the deed, etc. In the former, therefore, prayer for enemies was now being treated on the fifth day; in the latter, however, only on the second: a difference which arose from the diversity of the years in which he delivered each.
Εἰς τὸν σταυρὸν καὶ εις τὸν λῃστὴν, καὶ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ περὶ τοῦ συνεχῶς εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν.
On the Cross and on the Thief, and concerning the Second Coming of Christ, and concerning praying continually for enemies.
Ὁμιλία αʹ.
Homily 1.
α . Σήμερον ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν σταυρῷ, καὶ ἡμεῖς ἑορτὴν ἄγομεν, ἵνα μάθῃς ὅτι ὁ σταυρὸς ἑορτὴ καὶ πανήγυρις πνευματική. Πρότερον μὲν γὰρ ὁ σταυρὸς ὄνομα καταδίκης ἦν, νυνὶ δὲ πρᾶγμα τιμῆς γέγονε· πρότερον σύμβολον κατακρίσεως, νυνὶ δὲ ὑπόθεσις σωτηρίας. Οὗτος γὰρ μυρίων ἡμῖν ἀγαθῶν αἴτιος γέγονεν, οὗτος ἡμᾶς τῆς πλάνης ἀπήλλαξεν, οὗτος ἐν σκότει καθημένους ἐφώτισεν· οὗτος ἐκπεπολεμωμένους ἡμᾶς τῷ Θεῷ κατήλλαξεν, ἀπηλλοτριωμένους ᾠκείωσε, μακρὰν ὄντας ἐγγὺς εἶναι ἐποίησεν· οὗτος ἔχθρας ἀναίρεσις, οὗτος εἰρήνης ἀσφάλεια, μυρίων ἡμῖν ἀγαθῶν θησαυρὸς γέγονε. Διὰ τοῦτον οὐκέτι πλανώμεθα ἐν ἐρημίαις· τὴν γὰρ ἀληθινὴν ὁδὸν ἐπέγνωμεν· οὐκέτι τῶν βασιλείων ἔξω διάγομεν· τὴν γὰρ θύραν εὕραμεν· οὐ φοβούμεθα τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου· τὴν γὰρ πηγὴν εἴδομεν. Διὰ τοῦτον οὐκέτι ἐσμὲν ἐν χηρείᾳ· τὸν γὰρ νυμφίον ἀπειλήφαμεν· οὐ δεδοίκαμεν τὸν λύκον· τὸν γὰρ ποιμένα τὸν καλὸν ἔχομεν· Ἐγὼ γάρ ειμι, φησὶν, ὁ ποιμὴν ὁ καλός. Διὰ τοῦτον οὐ φρίττομεν τὸν τύραννον· προσεδρεύομεν γὰρ τῷ βασιλεῖ· καὶ διὰ ταῦτα ἑορτὴν ἄγομεν, σταυροῦ μνήμην τελοῦντες. Οὕτω καὶ Παῦλος ἐκέλευσε διὰ τὸν σταυρὸν ἑορτὴν ἄγειν· Ἑορτάζωμεν γὰρ, φησὶ, μὴ ἐν ζύμῃ παλαιᾷ, ἀλλ' ἐν ἀζύμοις ειλικρινείας καὶ ἀληθείας. Εἶτα τὴν αἰτίαν προστιθεὶς, ἐπήγαγεν· Ὅτι τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Ὁρᾷς πῶς διὰ τὸν σταυρὸν ἑορτάζειν κελεύει; ἐν γὰρ τῷ σταυρῷ ἐτύθη ὁ Χριστός. Ὅπου δὲ θυσία, ἐκεῖ ἀναίρεσις ἁμαρτημάτων, ἐκεῖ καταλλαγὴ Δεσπότου, ἐκεῖ ἑορτὴ καὶ χαρά. Τὸ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. Καὶ ποῦ ἐτύθη, εἰπέ; Ἐφ' ὑψηλου τοῦ ἰκρίου. Καινὸν τὸ θυσιαστήριον τῆς θυσίας ταύτης, ἐπειδὴ καὶ ἡ θυσία καινὴ καὶ παράδοξος. Ὁ αὐτὸς γὰρ καὶ θυσία καὶ ἱερεὺς ἦν· θυσια μὲν κατὰ σάρκα, ιερεὺς δὲ κατὰ πνεῦμα· ὁ αὐτὸς καὶ προσῆγε καὶ προσήγετο δὲ κατὰ σάρκα. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ Παῦλος ἐδήλωσε· Πᾶς ἀρχιερεὺς, φησὶν, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὸ ἀνθρώπων καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκοι. Ἰδοὺ αὐτὸς προσφέρει ἑαυτόν. Ἀλλαχοῦ δέ φησιν, ὅτι Χριστὸς ἅπαξ προσενεχθεὶς εις τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εις σωτηρίαν. Ἰδοὺ ἐνταῦθα προσηνέχθη, ἐκεῖ δὲ ἑαυτὸν προσήνεγκεν. Εἶδες πῶς καὶ θυσία καὶ ἱερεὺς ἐγένετο, καὶ θυσιαστήριον ὁ σταυρὸς ἦν; Καὶ τίνος ἕνεκεν οὐκ ἐν τῷ ναῷ, φησὶν, ἡ θυσία προσφέρεται, ἀλλ' ἔξω τῆς πόλεως καὶ τῶν τειχῶν; Ἵνα ἐκεῖνο πληρωθῇ, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Τίνος δὲ ἕνεκεν ἐφ' ὑψηλοῦ τοῦ ἰκρίου σφάττεται, καὶ οὐχ ὑπὸ στέγην; Ἵνα τοῦ ἀέρος τὴν φύσιν ἐκκαθάρῃ, διὰ τοῦτο ἐφ' ὑψηλοῦ, οὐκ ἐπικειμένης στέγης, ἀλλ' ἐπικειμένου οὐρανοῦ. Ἐκαθαίρετο μὲν γὰρ ὁ ἀὴρ ἐφ' ὑψηλοῦ θυομένου τοῦ προβάτου· ἐκαθαίρετο δὲ καὶ ἡ γῆ· ἔσταζε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπ' αὐτήν. Διὰ τοῦτο οὐχ ὑπὸ στέγην, διὰ τοῦτο οὐκ ἐν τῷ ναῷ τῷ Ἰουδαϊκῷ, ἵνα μὴ νοσφίσωνται τὴν θυσίαν Ἰουδαῖοι, μηδὲ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου ταύτην προσάγεσθαι· διὰ τοῦτο ἔξω πόλεως καὶ τειχῶν, ἵνα μάθῃς ὅτι καθολικὴ ἡ θυσία, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἡ προσφορὰ, ἵνα μάθῃς ὅτι κοινὸς ὁ καθαρισμός ἐστιν, οὐ μερικὸς, καθάπερ ἐπὶ τῶν Ἰουδαίων. Ἰουδαίοις μὲν γὰρ διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν ἀφιέναι τὴν γῆν, καὶ εἰς ἕνα τόπον προσφέρειν τὰς θυσίας καὶ εὔχεσθαι, ἐπειδὴ πᾶσα ἡ γῆ ἀκάθαρτος ἦν, καπνοῦ καὶ κνίσσης καὶ πάντων τῶν ἄλλων μολυσμῶν τῶν ἐκ τῶν θυσιῶν τῶν Ἑλληνικῶν ἐπ' αὐτὴν φερομένων· ἡμῖν δὲ, ἐπειδὴ λοιπλν ὁ Χριστὸς ἐλθὼν πᾶσαν τὴν οἰκουμένην ἐξεκάθαρεν, ἅπας τόπος εὐκτήριον γέγονε. Διὰ τοῦτο καὶ Παῦλος θαῤῥῶν παρ-
1. Today our Lord Jesus Christ is upon the cross, and we keep a feast, so that you may learn that the cross is a feast and a spiritual festival. For formerly the cross was a name of sentence, but now it has become a matter of honour; formerly a symbol of condemnation, but now the ground of salvation. For this has become the cause of ten thousand blessings for us; this has freed us from error; this has enlightened us who sat in darkness; this has reconciled us to God when we were at open war, has made us members of the household when we were estranged, and has caused us to be near when we were far off; this is the destruction of enmity, this is the safeguard of peace, and has become for us a treasury of ten thousand good things. Because of this we no longer wander in deserts, for we have come to know the true way; no longer do we dwell outside the royal palace, for we have found the door; we do not fear the fiery darts of the devil, for we have seen the fountain. Because of this we are no longer in widowhood, for we have received back the Bridegroom; we do not dread the wolf, for we have the Good Shepherd: For I am, He says, the good shepherd. Because of this we do not shudder at the tyrant, for we attend upon the King; and on account of these things we keep a feast, celebrating the memorial of the cross. So too Paul commanded us to keep a feast because of the cross: For let us keep the feast, he says, not with old leaven, but with the unleavened bread of sincerity and truth. Then, adding the reason, he subjoined: For Christ our Passover was sacrificed for us. Do you see how because of the cross he commands us to keep the feast? For upon the cross Christ was sacrificed. And where there is sacrifice, there is the taking away of sins, there is reconciliation with the Master, there is feast and joy. Christ our Passover was sacrificed for us. And where was He sacrificed, tell me? Upon the lofty gibbet. New is the altar of this sacrifice, since the sacrifice itself is also new and marvellous. For the same One was both sacrifice and priest: sacrifice according to the flesh, and priest according to the spirit; the same One both offered and was offered according to the flesh. Hear at all events how Paul declared both of these: Every high priest, he says, taken from among men, is appointed on behalf of men; whence it is necessary that this One also have something which He may offer. Behold, He Himself offers Himself. And elsewhere he says that Christ, having been offered once to bear the sins of many, will appear for salvation to those who eagerly await Him. Behold, here He was offered, whereas there He offered Himself. Did you see how He became both sacrifice and priest, and the cross was the altar? And on what account, one says, is the sacrifice not offered in the temple, but outside the city and the walls? So that that word might be fulfilled: He was reckoned among the lawless. And on what account is He slaughtered upon the lofty gibbet, and not under a roof? So that He might cleanse the nature of the air; on this account upon a height, with no roof overhanging, but with heaven overhanging. For the air was being cleansed as the sheep was sacrificed on high; and the earth also was being cleansed, for the blood dripped down from His side upon it. On this account not under a roof, on this account not in the Jewish temple, lest the Jews should appropriate the sacrifice for themselves, and lest you should suppose that this is offered on behalf of that nation alone; on this account outside city and walls, so that you may learn that the sacrifice is universal, that the offering is on behalf of the whole earth, so that you may learn that the purification is common, not partial as among the Jews. For to the Jews God commanded on this account to leave all the rest of the earth and to offer their sacrifices and pray in one place, since the whole earth was unclean, with smoke and savour and all the other defilements from pagan sacrifices being borne upon it; but for us, since Christ, having come at last, cleansed the whole inhabited world, every place has become a house of prayer. On this account Paul also with confidence ex-
Notes, col. 399

On the reading

Printed voois, for vobis.

Printed εις, for εἰς.

Printed ειμι, for εἰμι.

Printed ειλικρινείας, for εἰλικρινείας.

Printed ὑψηλου, for ὑψηλοῦ.

Printed θυσια, for θυσία.

Printed ιερεὺς, for ἱερεὺς.

Printed λοιπλν, for λοιπὸν.

PG 49:401Read from the page
ᾔνει λοιπὸν ἀδεῶς προσεύχεσθαι πανταχοῦ, λέγων οὕτω· Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίας χεῖρας. Εἶδες πῶς ἐκαθάρθη ἡ οἰκουμένη; Διὰ γὰρ τοῦ τόπου πανταχοῦ ἐπαίρειν χεῖρας ὁσίας δυνάμεθα, ἐπειδὴ πᾶσα ἡ γῆ ἁγία γέγονεν ἁγιωτέρα τῶν ἁγίων τῶν ἔνδον. Ἐκεῖ μὲν γὰρ προσηνέχθη πρόβατον ἄλογον, ἐνταῦθα δὲ πνευματικόν· ὅσῳ δὲ μείζων ἡ θυσία, τοσούτῳ πλείων καὶ ὁ ἁγιασμός. Διὰ τοῦτο ἑορτὴ ὁ σταυρός.
he exhorted them henceforth to pray fearlessly everywhere, saying thus: I desire that the men pray in every place, lifting up holy hands. Did you see how the inhabited world was cleansed? For through the place we are able to lift up holy hands everywhere, since the whole earth has become holy, holier than the holy of holies within. For there indeed an irrational sheep was offered, but here a spiritual one; and the greater the sacrifice, the greater also the sanctification. On this account the cross is a feast.
βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα; Τὸν παράδεισον πεντακισχίλια ἔτη καὶ πλείω κεκλεισμένον σήμερον ἡμῖν ἠνέῳξεν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ, ἐν ταύτῃ τῇ ὥρᾳ, τὸν λῃστὴν εἰσήγαγεν ὁ Θεὸς, δύο κατορθώματα ἐργασάμενος· ἓν μὲν, ὅτι παράδεισον ἠνέῳξεν, ἕτερον δὲ, ὅτι λῃστὴν εἰσήγαγε. Σήμερον ἀπέδωκεν ἡμῖν τὴν ἀρχαίαν πατρίδα, σήμερον ἐπανήγαγεν ἡμᾶς ἐπὶ τὴν πατρῴαν πόλιν, καὶ τὴν οἰκίαν ἐχαρίσατο τῇ κοινῇ τῶν ἀνθρώπων φύσει· Σήμερον γὰρ, φησὶν, μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι, καὶ παράδεισον ἐπαγγέλλῃ; Ναὶ, φησὶν, ἵνα ἐν τῷ σταυρῷ τὴν δύναμιν τὴν ἐμὴν καταμάθῃς. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπὸν ἦν, ἵνα μὴ τῇ φύσει τοῦ σταυροῦ πρόσχῃς, ἀλλὰ τὴν δύναμιν τοῦ σταυρουμένου μάθῃς, ἐν σταυρῷ τὸ θαῦμα ἐργάζεται τοῦτο, ὃ μάλιστα δείκνυσιν αὐτοῦ τὴν ἰσχύν. Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ καὶ πνεύμασιν ἐπιτιμήσας, οὐ δαίμονας ἀπελάσας, ἀλλὰ σταυρούμενος, προσηλούμενος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ ληστοῦ διάνοιαν μεταθεῖναι, ἵνα ἑκατέρωθεν τὴν δύναμιν αὐτοῦ ἴδῃς. Τήν τε γὰρ κτίσιν ἐκλόνησεν ἅπασαν, καὶ τὰς πέτρας διέρρηξε, τῆς πέτρας τε ἀναισθητοτέραν τοῦ λήστοῦ ψυχὴν ἐπεσπάσατο καὶ ἐτίμησε· Σήμερον γὰρ μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, φησί. Καίτοι τὰ χερουβὶμ ἐτήρει τὸν παράδεισον· ἀλλ' οὗτος καὶ τῶν χερουβὶμ Δεσπότης· φλογίνη ῥομφαία ἐκεῖ στρέφεται· ἀλλ' αὐτὸς καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχει. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ καθίσας, οὕτως εἰς πόλιν εἰσαγαγεῖν. Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησε, καὶ εἰς τὴν ἱερὰν εισερχόμενος πατρίδα, μεθ' ἑαυτοῦ τὸν λῃστὴν εἰσάγει, οὐ καταπατῶν τὸν παράδεισον, οὐδὲ καταισχύνων τοῖς ποσὶ τοῦ ληστοῦ, ἀλλὰ μᾶλλον τιμῶν τὸν παράδεισον· τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν δεσπότην, ὡς καὶ λῃστὴν ἄξιον ποιῆσαι τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ. Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰσήγαγεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἀτιμάζων τοῦτο ἐποίει, ἀλλὰ μᾶλλον ἐτίμα, δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς βασιλείας τῶν οὐρανῶν, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖσε τιμῆς καὶ δωρεᾶς. Καθάπερ γὰρ ἰατρὸν τότε μάλιστα θαυμάζομεν, ὅταν ἴδωμεν ἀνθρώπους ἀνίατα παθήματα ἔχοντας ἀπαλλάττοντα τῆς ἀῤῥωστίας καὶ πρὸς ὑγείαν ἐπανάγοντα· οὕτω καὶ τὸν Χριστὸν θαυμάζειν δίκαιον, ὅταν τραύματα ἀνίατα θεραπεύῃ, ὅταν τελώνην καὶ πόρνην εἰς τοσαύτην ὑγείαν ἐπαναγάγῃ, ὡς ἀξίους ἀποφῆναι τῶν οὐρανῶν. Καὶ τί τοιοῦτον ὁ ληστὴς ἐπεδείξατο, φησὶν, ἵνα παραδείσου τύχῃ μετὰ σταυρόν; Βούλει συντόμως εἴπω τὴν ἀνδρείαν αὐτοῦ; Ὅτε Πέτρος ἠρνήσατο κάτω, τότε ἐκεῖνος ὡμαλόγησεν ἄνω. Καὶ ταῦτα οὐ τοῦ Πέτρου κατηγορῶν λέγω,
2. Do you wish to learn another achievement of His as well? Paradise, which had been closed for five thousand years and more, He opened to us today. For on this day, at this hour, God brought the brigand in, accomplishing two achievements: one, that He opened paradise, and the other, that He brought a brigand in. Today He restored to us our ancient fatherland, today He led us back to our ancestral city, and bestowed the home upon the common nature of men: For today, He says, you shall be with Me in paradise. What do you say? You have been crucified and nailed fast, and do you promise paradise? Yes, He says, so that on the cross you may thoroughly learn My power. For since the spectacle was gloomy, so that you might not give heed to the nature of the cross, but learn the power of Him Who was being crucified, on the cross He works this wonder, which most of all shows His strength. For not by raising a dead man, not by rebuking sea and winds, not by driving away demons, but while being crucified, nailed fast, insulted, spat upon, reviled, and mocked, He had strength to transform the wicked mind of the brigand, so that from either side you might see His power. For He both shook all creation and rent the rocks, and drew to Himself and honoured the brigand's soul, more insensible than rock: For today you shall be with Me in paradise, He says. And yet the cherubim guarded paradise; but He is Master even of the cherubim; a flaming sword turns there; but He Himself holds authority over flame and Gehenna and life and death. And yet no king would ever endure to seat a brigand or any other of his fellow-slaves beside himself and thus bring him into a city. But Christ did this, and upon entering the sacred fatherland, He brings the brigand in with Himself, not trampling upon paradise, nor dishonouring it with the feet of the brigand, but rather honouring paradise: for it is the honour of paradise to have such a Master as to make even a brigand worthy of the delight that is in paradise. For indeed when He brought tax-collectors and harlots into the kingdom of the heavens, He did not do this dishonouring it, but rather honoured it, showing that the Lord of the kingdom of the heavens is such as to render even harlots and tax-collectors so approved that they appear worthy of the honour and gift there. For just as we admire a physician most of all when we see him freeing men who have incurable ailments from their infirmity and bringing them back towards health, so also is it just to admire Christ when He heals incurable wounds, when He brings a tax-collector and a harlot back to such health as to declare them worthy of the heavens. And what thing of such a kind did the brigand display, one says, that he should obtain paradise after the cross? Do you wish me to tell his courage concisely? When Peter denied below, then that man confessed above. And I say these things not accusing Peter,
Notes, col. 401

On the reading

Printed λήστοῦ, for λῃστοῦ.

Printed εισερχόμενος, for εἰσερχόμενος.

Printed ὡμαλόγησεν, for ὡμολόγησεν.

PG 49:402Read from the page
μὴ γένοιτο, ἀλλὰ τοῦ ληστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος. Ὁ μαθητὴς ἀπειλὴν οὐκ ἤνεγκεν εὐτελοῦς κορασίου· ὁ δὲ ληστὴς ὁρῶν δῆμον ὁλόκληρον περιεστῶτα, βοῶντα, μαινόμενον, βλασφημίας καὶ σκώμματα ἐξακοντίζοντα, οὐ προσέσχεν ἐκείνοις, οὐκ ἐνενόησε τὴν φαινομένην εὐτέλειαν τοῦ σταυρουμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ κωλύματα ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν Δεσπότην, καὶ αὐτῷ προσπεσὼν ἔλεγε· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Μὴ δὴ παραδράμωμεν ἁπλῶς τὸν ληστὴν τοῦτον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν, ὃν οὐκ ἐπῃσχύνθη ὁ Δεσπότης ὁ ἡμέτερος πρῶτον εισαγαγεῖν εἰς τὸν παράδεισον· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον πρὸ τῆς φύσεως ἁπάσης ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τοῖς οὐρανοῖς, ἀλλὰ τὸ καθ' ἕκαστον ἀκριβῶς ἐξετάσωμεν, ἵνα μάθωμεν τοῦ σταυροῦ τὴν δύναμιν. Οὐκ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τὸν Πέτρον· Δεῦρο ὀπίσω μου, καὶ ποιήσω σε ἁλιέα ἀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα, ὅτι Καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· μᾶλλον δὲ οὐδὲ ῥήματος αὐτὸν ὅλως ἠξίωσεν· οὐ θαῦμα ἔδειξεν, οὐ νεκρὸν ἀνιστάμενον ἐθεάσατο, οὐ δαίμονας ἀπελαυνομένους· οὐ θάλατταν εἶδεν ὑπακούσασαν, οὐ περὶ βασιλείας αὐτῷ τι εἶπεν, οὐ περὶ γεέννης· καὶ πρὸ πάντων αὐτὸν ὡμολόγησε, καὶ ταῦτα, τοῦ ἑτέρου λοιδοροῦντος· ἐλοιδόρει γὰρ αὐτὸν ὁ ἄλλος ληστής. Καὶ γὰρ καὶ ἄλλος ληστὴς ἦν ἐσταυρωμένος μετ' αὐτοῦ, ἵνα πληρωθῇ ἐκεῖνο, ὅτι Ἐν τοῖς ἀνόμοις ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ πανταχόθεν διέλαμπεν ἡ ἀλήθεια, καὶ ηὔξετο διὰ τῶν κωλυμάτων αὐτῶν. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἄλλος ληστής. Εἶδες ληστὴν καὶ ληστήν; ἀμφότεροι ἐν σταυρῷ, ἀμφότεροι ἀπὸ βίου ληστρικοῦ, ἀμφότεροι ἀπὸ πονηρίας· ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς, ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν ἐπέμπετο. Οὕτω καὶ χθές· μαθηταὶ καὶ μαθητὴς, Ἰούδας καὶ οἱ ἕνδεκα· ἀλλ' ἐκεῖνοι μὲν ἔλεγον· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; οὗτος δὲ προδοσίαν παρεσκευάζετο καὶ ἔλεγε· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; κἀκεῖνοι μὲν πρὸς διακονίαν ηὐτρεπίζοντο καὶ τὴν θείαν μυσταγωγίαν, οὗτος δὲ πρὸς τὸ προδοῦναι ἔσπευδεν. Οὕτω καὶ ἐνταῦθα λῃστὴς καὶ λῄστής· ἀλλ' ὁ μὲν λοιδορεῖ, ὁ δὲ προσκυνεῖ· καὶ ὁ μὲν βλασφημεῖ, ὁ δὲ εὐφημεῖ, καὶ τὸν βλασφημοῦντα ἐπιστομίζει λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν.
far be it, but wishing to show the nobility of soul of the brigand. The disciple did not endure the threat of a mean servant-girl; but the brigand, seeing an entire populace standing round, shouting, raving, hurling blasphemies and jeers, gave no heed to them, took no thought of the apparent lowliness of Him Who was being crucified, but running past all these things with the eyes of faith and leaving aside the lowly hindrances, recognized the Master of the heavens, and falling down before Him said: Remember me, Lord, when Thou comest in Thy kingdom. Let us not then simply run past this brigand, nor be ashamed to take as teacher him whom our Master was not ashamed to bring first into paradise; let us not be ashamed to take as teacher a man who before all nature appeared worthy of the citizenship that is in the heavens, but let us examine each point accurately, so that we may learn the power of the cross. He did not say to him, as to Peter: Come after Me, and I will make you a fisher of men; nor did He say to him, as to the twelve, that You shall sit upon twelve thrones judging the twelve tribes of Israel; rather, He did not deem him worthy of a word at all; He showed no wonder, he beheld no dead man rising, no demons being driven away; he saw no sea obeying, He said nothing to him about a kingdom, nothing about Gehenna; and before all things he confessed Him, and that too while the other reviled Him; for the other brigand was reviling Him. For indeed another brigand also was crucified with Him, so that that saying might be fulfilled, He was reckoned among the lawless. For the Jews wished to traduce His glory also, and on every side acted despitefully by what was done; yet on every side the truth shone through, and grew through their hindrances. The other brigand, then, was reviling Him. Did you see brigand and brigand? Both on a cross, both from a brigand's life, both from wickedness; yet not both in the same end, for the one inherited a kingdom, while the other was sent off to Gehenna. So also yesterday: disciples and a disciple, Judas and the eleven; yet they were saying: Where do You wish us to prepare for You to eat the Passover? whereas this man was making ready betrayal and saying: What are you willing to give me, and I will deliver Him up to you? And they indeed were making themselves ready for ministry and the divine mystagogy, whereas this man was hastening towards betraying Him. So also here, brigand and brigand: yet the one reviles, while the other worships; and the one blasphemes, while the other speaks reverently, and curbs the one blaspheming, saying: Do not even you fear God? For we receive things worthy of what we practised.
γʹ. Εἶδες παῤῥησίαν ληστοῦ; εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν ἐν τιμωρίᾳ, καὶ εὐλάβειαν ἐν κολάσει; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι φρένας εἶχε, τῶν ἥλων αὐτῷ ἐμπεπαρμένων, τίς οὐκ ἂν ἐκπλαγείη; Ὁ δὲ οὐ μόνον ἐν ἑαυτῷ ἦν, ἀλλὰ καὶ τὰ καθ' ἑαυτὸν ἀφεὶς, τὰ τῶν ἄλλων ἐφρόντιζε, διδάσκαλος ἐν σταυρῷ γινόμενος, καὶ ἐπιτιμῶν καὶ λέγων· Οὐδὲ φοβῇ σὺ τὸν Θεόν; Μὴ πρόσεχε, φησὶ, τῷ κάτω δικαστηρίῳ· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἔστιν ἀδέκαστον δικαστήριον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· τὰ γὰρ ἄνω οὐ τοιαῦτα· ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ δίκαιοι κατακρίνονται, καὶ ἄδικοι διαφεύγουσι, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ ἀνεύθυνοι κολά-
3. Did you see the boldness of speech of a brigand? Did you see boldness of speech on a cross? Did you see philosophy in retribution, and reverence in punishment? For that he was in possession of himself, that he kept his wits while the nails were pierced through him, who would not be astonished? Yet he not only was in possession of himself, but also, leaving aside his own affairs, took thought for those of others, becoming a teacher on the cross, and rebuking and saying: Do not even you fear God? Do not give heed, he says, to the court below; there is another Judge, invisible, there is an incorruptible court. Do not, then, look at the fact that He was condemned below; for things above are not such: for here indeed, in the court below, both righteous men are condemned and unjust men escape, and the guilty are let go, and the guiltless are puni-
Notes, col. 402

On the reading

Printed εισαγαγεῖν, for εἰσαγαγεῖν.

Printed λῄστής, for λῃστής.