Migne Reading Room

PG 49 · cols. 409–414 · Read from the page

Panegyrical sermons on the Solemnities

Panegyrical sermons on the Solemnities

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:409Read from the page
οὖν οὐρανὸς, ἐκαθάρθη δὲ καὶ ἡ γῆ. Ἔσταξε γὰρ τὸ αἷμα ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, καὶ τὸν μολυσμὸν αὐτῆς ἅπαντα ἐξεκάθηρεν. Ἀλλ' ὑπὸ στέγην μὲν ταύτης ἕνεκεν τῆς αἰτίας οὐ προσφέρεται ἡ θυσία· τίνος δὲ ἕνεκεν οὐχὶ ἐν αὐτῷ τῷ ναῷ τῷ Ἰουδαϊκῷ; Καὶ τοῦτο πάλιν οὐχ ἁπλῶς, ἀλλ' ἵνα μὴ ἰδιοποιήσωνται τὴν θυσίαν οἱ Ἰουδαῖοι, ἵνα μὴ νομίσῃς ὑπὲρ τοῦ ἔθνους ἐκείνου μόνου τὴν θυσίαν προσφέρεσθαι, διὰ τοῦτο ἔξω τῆς πόλεως, ἔξω τῶν τειχῶν, ἵνα μάθῃς ὅτι καθολική ἐστιν ἡ θυσία, ἵνα μάθῃς, ὅτι ὑπὲρ τῆς γῆς ἁπάσης ἐστὶν ἡ προσφορὰ, καὶ ὅτι κοινὸς τῆς φύσεως ἡμῶν ἁπάσης ἐστὶν ὁ καθαρισμός. Τοῖς μὲν γὰρ Ἰουδαίοις διὰ τοῦτο ἐκέλευσεν ὁ Θεὸς πᾶσαν τὴν γῆν ἀφιέναι, καὶ εἰς ἕνα τόπον προσφέρειν, εἰς ἕνα τίπον εὔχεσθαι· ἐπειδὴ πᾶσα ἡ γῆ τότε ἀκάθαρτος ἦν ἀπὸ τοῦ καπνοῦ, καὶ τῆς κνίσσης, καὶ τῶν εἰδωλικῶν αἱμάτων, καὶ τῶν ἄλλων μολυσμῶν τῶν Ἑλληνικῶν· διὰ τοῦτο αὐτοῖς ἕνα τόπον ἐπέταξεν, Ἀλλ' ἐλθὼν ὁ Χριστὸς, καὶ τῆς πόλεως ἔξω παθὼν, πᾶσαν τὴν γῆν ἐκάθηρε, πάντα τόπον εὐκτήριον εἰργάσατο. Βούλει μαθεῖν πῶς πᾶσα ἡ γῆ λοιπὸν ναὸς ἐγένετο, καὶ πῶς πᾶς τόπος εὐκτήριος κατέστη; Ἄκουσον πάλιν τοῦ μακαρίου Παύλου λέγοντος· Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Εἶδες πῶς ἐκάθηρε τὴν οἰκουμένην; εἶδες πῶς πανταχοῦ ἐπαίρειν ὁσίους χεῖρας δυνάμεθα; Πᾶσα γὰρ ἡ γῆ γέγονεν ἁγία λοιπὸν, μᾶλλον δὲ καὶ τῶν παρὰ Ἰουδαίοις ἁγίων ἁγιωτέρα. Πῶς; Ὅτε ἐκεῖ μὲν ἄλογον, ἐνταῦθα δὲ λογικὸν προσήχθη πρόβατον. Ὅσῳ τοίνυν κρεῖττον τὸ λογικὸν τοῦ ἀλόγου, τοσούτῳ πλείων ἐνταῦθα καὶ ὁ ἁγιασμός. Οὐκοῦν ἀληθῶς ἑορτὴ ὁ σταυρός.
heaven then, and the earth also was cleansed. For the blood dripped down from the side upon the earth, and cleansed away all the defilement thereof. Yet not only for this cause is the sacrifice not offered under a roof; wherefore was it not in the Jewish temple itself? And this again was not without purpose, but lest the Jews should appropriate the sacrifice as their own, lest you should suppose that the sacrifice was offered on behalf of that nation alone; therefore was it outside the city, outside the walls, that you might learn that the sacrifice is universal, that you might learn that the offering is on behalf of the whole earth, and that the purification is common to our whole nature. For to the Jews God therefore commanded to leave all the earth, and to offer at one place, to pray towards one place, seeing that all the earth at that time was unclean from the smoke, and the savour of burnt fat, and the bloodshed of idols, and the other defilements of the Greeks; therefore He appointed one place for them. Yet when Christ came, and suffered outside the city, He cleansed all the earth, He wrought every place into a house of prayer. Would you learn how all the earth henceforth became a temple, and how every place was established as a house of prayer? Hear again the blessed Paul saying: Lifting up holy hands in every place without wrath and disputing. Have you seen how He cleansed the inhabited world? Have you seen how we are able everywhere to lift up holy hands? For all the earth has henceforth become holy, or rather holier even than the holy places among the Jews. How? Because there an irrational sheep was offered, whereas here a rational sheep. By so much therefore as the rational is better than the irrational, by so much greater here is the sanctification also. Truly therefore the cross is a feast.
βʹ. Βούλει μαθεῖν αὐτοῦ καὶ ἕτερον κατόρθωμα μέγιστον, πᾶσαν ὑπερβαῖνον ἀνθρωπίνην διάνοιαν; Τὸν παράδεισον ἀποκεκλεισμένον σήμερον ἀνέῳξε· σήμερον γὰρ τὸν λῃστὴν εἰσήγαγεν ἐν αὐτῷ. Δύο τὰ μέγιστα κατορθώματα, καὶ τὸν παράδεισον ἀνέῳξε, καὶ τὸν λῃστὴν εἰσήγαγεν· ἀπέδωκεν αὐτῷ τὴν ἀρχαίαν πατρίδα, ἐπανήγαγεν αὐτὸν ἐπὶ τὴν πατρῴαν πόλιν. Σήμερον μετ' ἐμοῦ ἔσῃ, φησὶν, ἐν τῷ παραδείσῳ. Τί λέγεις; ἐσταύρωσαι καὶ προσήλωσαι ἐν τῷ σταυρῷ ἥλοις, καὶ παράδεισον ἐπαγγέλλῃ; πῶς οὖν τοιαῦτα χαρίζῃ; Καὶ μὴν ὁ Παῦλος λέγει, ὅτι Ἐσταυρώθη ἐξ ἀσθενείας· ἀλλ' ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ ζῇ, φησὶν, ἐκ δυνάμεως Θεοῦ. Καὶ πάλιν ἀλλαχοῦ· Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Διὰ τοῦτο ἐν τῷ σταυρῷ νῦν, φησὶν, ἐπαγγέλλομαι, ἵνα καὶ διὰ τούτου τὴν ἐμὴν καταμάθῃς δύναμιν. Ἐπειδὴ γὰρ τὸ πρᾶγμα σκυθρωπόν ἐστιν, ἵνα μὴ κατηφὴς γένῃ τῇ φύσει τοῦ σταυροῦ προσέχων, ἀλλὰ πρὸς τὴν τοῦ σταυρουμένου δύναμιν ἀποβλέψας, φαιδρὸς ᾖς καὶ γεγανωμένος, διὰ τοῦτο ἐκεῖ ἐπιδείκνυσί σοι τὴν ἰσχὺν τὴν ἑαυτοῦ. Οὐ γὰρ νεκρὸν ἀναστήσας, οὐ θαλάττῃ ἐπιτάξας, οὐ δαίμοσιν ἐπιτιμήσας, ἀλλ' ἐσταυρωμένος, προσηλωμένος, ὑβριζόμενος, ἐμπτυόμενος, λοιδορούμενος, χλευαζόμενος, παρὰ πάντων διασυρόμενος ἴσχυσε τὴν πονηρὰν τοῦ λῃστοῦ διάνοιαν ἐφ' ἑαυτὸν ἐπισπάσασθαι. Ὅρα ἑκατέρωθεν αὐτοῦ τὴν δύναμιν διαλάμπουσαν. Τὴν κτίσιν ἐκλόνησε, τὰς πέτρας διέῤῥηξε, τὴν πέτρας ἀναισθητοτέραν τοῦ λῃστοῦ ψυχὴν κηροῦ μαλακωτέραν εἰργάσατο. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Τί λέγεις; Τὰ χερουβὶμ τηρεῖ τὸν παράδεισον καὶ ἡ φλογίνη ῥομ-
2. Would you learn of Him yet another greatest achievement, surpassing all human understanding? Paradise, which had been shut fast, He opened today; for today He brought the robber into it. Two most great achievements: He both opened Paradise, and brought in the robber; He restored to him his ancient fatherland, He led him back to his ancestral city. Today you shall be with Me, says He, in Paradise. What do you say? Are You crucified and fastened to the cross with nails, and do You promise Paradise? How then do You bestow such favours? And yet Paul says that He was crucified out of weakness; yet hear what follows: Yet He lives, says he, by the power of God. And again elsewhere: For My power is made perfect in weakness. Therefore now upon the cross, says He, do I make this promise, so that through this also you may fully learn My power. For since the spectacle is gloomful, lest you become downcast by giving heed to the nature of the cross, that rather, looking away to the power of Him Who is crucified, you may be radiant and gladdened, therefore in that very place does He display to you His own strength. For not by raising a dead man, not by commanding the sea, not by rebuking demons, rather while crucified, nailed fast, insulted, spat upon, reviled, mocked, torn to pieces in speech by all men, He prevailed to draw unto Himself the wicked mind of the robber. Behold on either side His power shining forth. He shook the creation, He rent the rocks, He wrought the robber's soul, more insensible than rock, softer than wax. Today you shall be with Me in Paradise. What do you say? The cherubim guard Paradise and the flaming sword
Notes, col. 409

On the reading

Printed τίπον, for τόπον.

PG 49:410Read from the page
φαία, καὶ σὺ τῷ λῃστῇ τὴν ἐκεῖ εἴσοδον ἐπαγγέλλῃ; Ναὶ, φησίν. Ἐγὼ γὰρ καὶ τῶν χερουβίμ εἰμι δεσπότης, καὶ φλογὸς καὶ γεέννης καὶ ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν ἔχω· διὸ καὶ λέγει· Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἂν ἴδωσι τὸν Δεσπότην αἱ δυνάμεις ἐκεῖναι, εὐθέως παραχωροῦσι καὶ ὑπεξίστανται. Καίτοι γε βασιλεὺς οὐδεὶς ἄν ποτε ἀνάσχοιτο λῃστὴν ἄνθρωπον, ἢ ἕτερόν τινα τῶν ὁμοδούλων μεθ' ἑαυτοῦ εἰσκαθίσας, οὕτως εἰς τὴν πόλιν εἰσελαύνειν· ὁ δὲ φιλάνθρωπος Δεσπότης τοῦτο ἐποίησεν. Εἰς τὴν ἱερὰν γὰρ εἰσιὼν πατρίδα, τὸν λῃστὴν μεθ' ἑαυτοῦ εἰσφέρει, οὐχὶ ἀτιμάζων τὸν παράδεισον, μὴ γένοιτο, τοῖς ποσὶ τοῦ λῃστοῦ, ἀλλὰ ταύτῃ μᾶλλον τιμῶν. Τιμὴ γὰρ παραδείσου, τὸ τοιοῦτον ἔχειν Δεσπότην, οὕτω δυνατὸν καὶ φιλάνθρωπον, ὡς καὶ λῃστὴν δύνασθαι ποιῆσαι ἄξιον τῆς τρυφῆς τῆς ἐν τῷ παραδείσῳ. Καὶ γὰρ ὅτε τελώνας καὶ πόρνας εἰς τὴν βασιλείαν ἐκάλει, οὐ καταισχύνων τὴν βασιλείαν τοῦτο ἐποίει, ἀλλὰ τιμῶν μάλιστα, καὶ δεικνὺς ὅτι τοιοῦτός ἐστιν ὁ Κύριος τῆς τῶν οὐρανῶν βασιλείας, ὡς καὶ πόρνας καὶ τελώνας οὕτως ἐργάσασθαι δοκίμους, ὡς ἀξίους φανῆναι τῆς ἐκεῖ τιμῆς καὶ δωρεᾶς. Καθάπερ οὖν ἰατρὸν τότε θαυμάζομεν, ὅταν ἴδωμεν ὅτι ἀνθρώπους ἀνίατα νοσήματα ἔχοντας ἀπαλλάξας τῆς ἀῤῥωστίας, πρὸς καθαρὰν ὑγίειαν ἐπανήγαγεν· οὕτω καὶ τὸν Χριστὸν θαύμασον, ἀγαπητὲ, καὶ ἐκπλάγηθι, ὅτι λαβὼν ἀνίατα νοσήματα ψυχῆς ἔχοντας ἀνθρώπους, ἴσχυσε καὶ τῆς κακίας ἀπαλλάξαι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξίους ἀποφῆναι τοὺς πρὸς τὴν ἐσχάτην πονηρίαν ἐληλακότας. Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Μεγάλη τιμὴ, πολὺ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἄφατος ἡ ὑπερβολὴ τῆς ἀγαθότητος· τοῦ γὰρ εἰς τὸν παράδεισον εἰσελθεῖν μείζων τιμὴ τὸ μετὰ τοῦ Δεσπότου εἰσελθεῖν. Τί γέγονεν, εἰπέ μοι; τί τοιοῦτον ὁ λῃστὴς ἐπεδείξατο, ἵνα ἀθρόον παραδείσου ἄξιος φανῇ ἀπὸ τοῦ σταυροῦ; Βούλει συντόμως εἴπω, καὶ δείξω τοῦ λῃστοῦ τὴν εὐγνωμοσύνην; Ὅτε Πέτρος ἠρνεῖτο κάτω ὁ τῶν μαθητῶν κορυφαῖος, τότε ἐκεῖνος ἄνω ἐπὶ τοῦ σταυροῦ τυγχάνων ὡμολόγησε. Καὶ τοῦτο οὐ τοῦ Πέτρου κατηγορῶν εἶπον, μὴ γένοιτο, ἀλλὰ τοῦ λῃστοῦ τὴν μεγαλοψυχίαν δεῖξαι βουλόμενος, καὶ τὴν ὑπερβάλλουσαν φιλοσοφίαν. Ἐκεῖνος οὐκ ἤνεγκε κόρης ἀπειλὴν εὐτελοῦς· οὗτος δὲ ὁρῶν δῆμον ὁλόκληρον μεμηνότα καὶ περιεστῶτα καὶ βοῶντα καὶ μυρία εἰς τὸν ἐσταυρωμένον λοιδορούμενον, οὐκ εἶδε πρὸς τὴν ὕβριν τοῦ ἐσταυρωμένου, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα ταῦτα παραδραμὼν, καὶ τὰ ταπεινὰ καὶ τὰ κωλύματα κάτω ἀφεὶς, ἐπέγνω τὸν τῶν οὐρανῶν Δεσπότην, εἰπὼν τὰ βραχέα ἐκεῖνα ῥήματα καὶ τοῦ παραδείσου ἄξιον αὐτὸν ἀποφήναντα· Μνήσθητί μου ἐν τῇ βασιλείᾳ σου. Μὴ παραδράμωμεν ἁπλῶς τὸ εἰρημένον, μηδὲ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν τὸν λῃστὴν, ὃν οὐκ ἐπῃσχύνθη ὁ Δεσπότης ὁ ἡμέτερος πρῶτον εἰς τὸν παράδεισον εἰσαγαγεῖν· μὴ ἐπαισχυνθῶμεν διδάσκαλον λαβεῖν ἄνθρωπον, πρὸ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἄξιον φανέντα τῆς πολιτείας τῆς ἐν τῷ παραδείσῳ. Καθ' ἕκαστον τοίνυν τῶν ῥημάτων ἐξετάσωμεν, ἵνα μάθωμεν καὶ ἐντεῦθεν τοῦ σταυροῦ τὴν δύναμιν. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς Πέτρον καὶ Ἀνδρέαν· Δεῦτε, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ὀνθρώπων· οὐδὲ εἶπε πρὸς αὐτὸν, καθάπερ πρὸς τοὺς δώδεκα μαθητὰς, ὅτι Καθίσεσθε
is there, and do You promise the robber entrance thither? Yes, says He. For I am Master of the cherubim also, and I hold authority over flame and Gehenna and life and death; wherefore also He says: Today you shall be with Me in Paradise. If those Powers behold the Master, straightway they give way and step aside. And yet no king would ever endure to seat a robber, or any other of his fellow servants, beside himself, and thus ride into the city; whereas the Master Who loves mankind did this very thing. For as He enters into the sacred fatherland, He brings the robber in with Himself, not dishonouring Paradise — far be it! — with the feet of the robber, rather honouring it the more thereby. For it is the honour of Paradise to have such a Master, so mighty and loving towards mankind as to be able to make even a robber worthy of the delight that is in Paradise. For indeed when He called tax-collectors and harlots into the kingdom, He did this not putting the kingdom to shame, rather honouring it above all, and showing that the Lord of the kingdom of heaven is such as to render even harlots and tax-collectors so approved that they appear worthy of the honour and gift therein. Just as therefore we admire a physician when we see that, having ridden men afflicted with incurable diseases of their infirmity, he has restored them to pure health; so also admire Christ, beloved, and be amazed, because, taking men afflicted with incurable diseases of soul, He prevailed both to rid them of wickedness, and to declare worthy of the kingdom of heaven those who had driven on to the utmost evil. Today you shall be with Me in Paradise. Great is the honour, vast the magnitude of His love towards mankind, ineffable the surpassing excess of His goodness; for a greater honour than entering into Paradise is entering in with the Master. What has happened, tell me? What such deed did the robber display, that all at once from the cross he should appear worthy of Paradise? Would you have me speak briefly, and show the robber's rightmindedness? When Peter, the chief of the disciples, was denying below, then that man, being above upon the cross, confessed Him. And I have said this not in accusation of Peter — far be it! — rather wishing to show the greatness of soul of the robber, and his surpassing philosophy. The one did not endure the threat of a mean servant-girl; whereas this man, beholding an entire people raving mad and standing round and shouting and hurling ten thousand revilings at Him Who was crucified, looked not to the outrage suffered by Him Who was crucified, rather with the eyes of faith running past all these things, and leaving lowliness and hindrances down below, he recognized the Master of the heavens, uttering those brief words which also declared him worthy of Paradise: Remember me in Your kingdom. Let us not simply run past what was spoken, nor be ashamed to take as teacher the robber, whom our Master was not ashamed to bring first into Paradise; let us not be ashamed to take as teacher a man who before the whole race of men appeared worthy of the citizenship in Paradise. Let us examine therefore each one of the words, that from this source also we may learn the power of the cross. For neither did He say to him, as to Peter and Andrew: Come, and I will make you fishers of men; nor did He say to him, as to the twelve disciples, You shall sit
Notes, col. 410

On the reading

Printed ὀνθρώπων, for ἀνθρώπων.

PG 49:411Read from the page
ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅλως δὲ οὐδὲ ῥήματος αὐτὸν ἠξίωσεν. Οὐδὲ θαύματα εἶδεν, οὐ νεκρὸν ἀνιστάμενον, οὐ δαίμονας ἐλαυνομένους, οὐ θάλατταν εἴκουσαν αὐτοῦ τῷ ἐπιτάγματι, οὐ περὶ βασιλείας αὐτῷ διελέχθη· πόθεν δὲ ᾔδει καὶ τῆς βασιλείας τὸ ὄνομα; Ἴδωμεν αὐτοῦ τὴν σύνεσιν τὴν πολλήν. Ἐλοιδόρει αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής· καὶ γὰρ ἕτερος ἦν λῃστὴς συνεσταυρωμένος, ἵνα πληρωθῇ τὸ παρὰ τοῦ προφήτου εἰρημένον, ὅτι Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἐβούλοντο γὰρ καὶ τὴν δόξαν αὐτοῦ διαβαλεῖν οἱ ἀγνώμονες Ἰουδαῖοι, καὶ πανταχόθεν ἐπηρέαζον τοῖς γινομένοις· ἀλλὰ διὰ πάντων ἡ ἀλήθεια ηὔξανε, καὶ δι' αὐτῶν τῶν κωλυμάτων λαμπροτέρα ἐγίνετο. Ἐλοιδόρει τοίνυν αὐτὸν ὁ ἕτερος λῃστής· εἷς δέ τις τῶν εὐαγγελιστῶν φησιν, ὅτι ἀμφότεροι ἐλοιδόρουν τὸν Ἰησοῦν· καὶ τοῦτο δὲ ἀληθὲς, ὃ καὶ μάλιστα ἐπιτείνει τούτου τὴν εὐγνωμοσύνην. Εἰκὸς γὰρ αὐτὸν λοιδορῆσαι μὲν παρὰ τὴν ἀρχὴν, ἀθρόον δὲ τοσαύτην τὴν μεταβολὴν ἐπιδείξασθαι. Ἐλοιδόρει τοίνυν αὐτὸν, φησὶν, ὁ ἕτερος λῃστής. Εἶδες λῃστὴν καὶ λῃστήν; ἀμφότεροι ἐν τῷ σταυρῷ, ἀμφότεροι ἀπὸ πονηρίας, ἀμφότεροι ἀπὸ βίου λῃστικοῦ, ἀλλ' οὐκ ἀμφότεροι ἐν τοῖς αὐτοῖς· ἀλλ' ὁ μὲν βασιλείαν ἐκληρονόμησεν, ὁ δὲ εἰς γέενναν παρεπέμπετο. Οὕτω καὶ χθὲς, μαθητὴς καὶ μαθηταί· ἀλλ' ὁ μὲν πρὸς προδοσίαν παρεσκευάζετο, οἱ δὲ πρὸς διακονίαν εὐτρεπίζοντο· καὶ ἐκεῖνος μὲν ἔλεγε τοῖς Φαρισαίοις· Τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οὗτοι δὲ προσῆλθον τῷ Ἰησοῦ λέγοντες· Ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; Οὕτω καὶ ἐνταῦθα, λῃστὴς καὶ λῃστής· ἀλλ' ὁ μὲν ἐλοιδορεῖτο, ὁ δὲ ἐπιστομίζει· ὁ μὲν βλασφημεῖ, ὁ δὲ ἐγκαλεῖ, καὶ ταῦτα ὁρῶν ἐσταυρωμένον αὐτὸν, κατακεκριμένον, τὸν δῆμον κάτωθεν λοιδορούμενον, ἐπιβοῶντα μεγάλα· ἀλλ' ὅμως οὐδὲν τούτων αὐτὸν παρέτρεψεν, οὐδὲ τῆς προσηκούσης δόξης ἀπήγαγεν, ἀλλὰ καὶ τῷ ἑτέρῳ λῃστῇ σφοδρῶς ἐπιτίθεται, καί φησι πρὸς αὐτόν· Οὐδὲ φοβῇ τὸν Θεὸν σύ;
upon twelve thrones judging the twelve tribes of Israel. Nay, He did not deem him worthy of a word at all. Neither did he see miracles, nor a dead man rising, nor demons being driven out, nor the sea yielding to His command, nor did He converse with him concerning a kingdom; whence then did he know even the name of the kingdom? Let us see his great understanding. The other robber, says he, was reviling Him; for indeed there was another robber crucified with Him, that what was spoken by the prophet might be fulfilled: And He was reckoned with the lawless. For the thankless Jews wished to traduce His glory also, and from every side acted spitefully in what was being done; yet through all things the truth grew, and through those very hindrances became brighter. The other robber therefore was reviling Him; whereas a certain one of the evangelists says that both were reviling Jesus; and this also is true, which indeed above all heightens this man's rightmindedness. For it is likely that at the beginning he did revile Him, yet all at once displayed so great a change. The other robber therefore, says he, was reviling Him. Have you seen robber and robber? Both on the cross, both come from wickedness, both from a life of robbery, yet not both in the same plight; rather the one inherited a kingdom, while the other was sent away into Gehenna. Thus yesterday also, disciple and disciples; yet the one was preparing himself for betrayal, while the others were making ready for ministry; and that man said to the Pharisees: What are you willing to give me, and I will deliver Him up to you?; whereas these came to Jesus saying: Where do You will that we prepare for You to eat the Passover? Thus here also, robber and robber; yet the one was reviling, while the other stops his mouth; the one blasphemes, while the other reproaches him, and this while seeing Him crucified, condemned, the people reviling from below, shouting aloud; nevertheless none of these things turned him aside, nor led him away from the fitting esteem of Him, rather he falls vehemently upon the other robber also, and says to him: Do not even you fear God?
γʹ. Εἶδες παῤῥησίαν λῃστοῦ; εἶδες πῶς οὐδὲ ἐν σταυρῷ τῆς οἰκείας τέχνης ἐπιλανθάνεται, ἀλλὰ διὰ τῆς ὁμολογίας αὐτῆς λῃστεύει τὴν βασιλείαν; Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, φησίν; Εἶδες παῤῥησίαν ἐν σταυρῷ; εἶδες φιλοσοφίαν, εἶδες εὐλάβειαν; Ὅτι γὰρ ἐν ἑαυτῷ ἦν, ὅτι τὰς φρένας ὅλως εἶχε τοῖς ἥλοις ἐμπεπαρμένος, καὶ τὰς ἐκ τῶν ἥλων ὀδύνας ὑπομένων τὰς ἀφορήτους, οὐχὶ θαυμάζεσθαι ἄξιος τοῦ γενναίου φρονήματος ἕνεκα; Ἐγὼ μὲν οὐ θαυμάζεσθαι μόνον ἄξιον, ἀλλὰ καὶ μακαρίζεσθαι αὐτὸν δικαίως ἂν εἴποιμι. Καὶ γὰρ οὐ μόνον οὐκ ἐπεστρέφετο πρὸς τὰς ἀλγηδόνας, ἀλλ' ἀφεὶς τὰ καθ' ἑαυτὸν, τὰ ἑτέρου ἐφρόντιζε, καὶ ὅπως ἐκεῖνον ἐξαρπάσῃ τῆς πλάνης, καὶ διδάσκαλος γένηται ἐν σταυρῷ, ἐσπούδαζεν. Οὐδὲ φ⟨ο⟩βῇ τὸν Θεὸν, φησὶ, σύ; Μονονουχὶ λέγει πρὸς αὐτόν· Μὴ τῷ κάτω δικαστηρίῳ πρόσεχε, μὴ ἀπὸ τῶν ὁρωμένων ψηφίζου, μὴ τὰ γινόμενα μόνον ὅρα· ἔστιν ἕτερος κριτὴς ἀόρατος, ἀδέκαστόν ἐστιν ἐκεῖνο τὸ δικαστήριον, παραλογισθῆναι μὴ δυνάμενον. Μὴ τοίνυν ἴδῃς, ὅτι κατεκρίθη κάτω· ἀλλὰ τὰ ἄνω οὐ τοιαῦτα. Ἐνταῦθα μὲν γὰρ ἐν τῷ κάτω δικαστηρίῳ καὶ ἀνεύθυνοι πολλάκις καταδικάζονται, καὶ ὑπεύθυνοι ἀφίενται, καὶ δίκαιοι κατακρίνονται, καὶ
3. Have you seen the boldness of speech of a robber? Have you seen how not even on a cross does he forget his own craft, rather through confession itself he plunders the kingdom? Do not even you fear God, says he? Have you seen boldness on a cross? Have you seen philosophy, have you seen reverence? For in that he was in possession of himself, in that he kept his wits wholly while transfixed with the nails, and enduring the unbearable pains from the nails, is he not worthy to be admired on account of his noble spirit? For my part, I should justly call him worthy not only to be admired, rather also to be counted blessed. For indeed not only did he not turn his attention to his torments, rather leaving aside his own affairs, he took thought for those of another, and was eager how he might snatch that man out of error, and become a teacher on a cross. Do not even you fear God, says he? All short of in so many words he says to him: Give no heed to the court below, cast not your vote from the things that are seen, look not only at the things that are happening; there is another Judge unseen, incorruptible is that judgement-court, incapable of being deceived by false reasoning. Look not therefore to the fact that He was condemned below; for things above are not such. For here indeed in the court below both the guiltless are often condemned, and the guilty are let go, and the righteous are sentenced, and
PG 49:412Read from the page
ἄδικοι διαφεύγουσι. Τὰ μὲν γὰρ ἑκόντες τῶν κρινομένων, τὰ δὲ ἄκοντες διαφθείρουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων· ἢ γὰρ ἀγνοοῦντες τὸ δίκαιον καὶ ἀπατηθέντες, ἢ ἰδόντες μὲν, ὑπὸ χρημάτων δὲ διαφθαρέντες προέδωκαν τὴν ἀλήθειαν, καὶ κατεψηφίσαντο τῶν ἀνευθύνων. Ἄνω δὲ οὐδὲν τοιοῦτόν ἐστιν. Ὁ Θεὸς γὰρ κριτὴς δίκαιος, καὶ τὸ κρῖμα αὐτοῦ ὡς φῶς ἐξελεύσεται· οὐκ ἔχει σκότος, οὐκ ἔχει ἀποκρυβὴν, οὐδεμίαν δέχεται παρατροπήν. Ἵνα γὰρ μὴ λέγῃ ἐκεῖνος, ὅτι κατεδικάσθη κάτω, τί αὐτῷ συνηγορεῖς; ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ ἄνω δικαστήριον, ἐπὶ τὸ βῆμα τὸ φοβερὸν, ἐπὶ τὸ κριτήριον τὸ ἀδέκαστον, ἐπὶ τὸν ἀπαραλόγιστον δικαστὴν, ἀνέμνησεν αὐτὸν ἐκείνου τοῦ φοβεροῦ κριτηρίου. Ἐκεῖ βλέπε, φησὶ, καὶ οὐκ οἴσεις τὴν καταδικάζουσαν ψῆφον, οὐδὲ στήσῃ μετὰ τῶν κάτω ἀνθρώπων, ἀλλὰ θαυμάσεις, καὶ ἀποδέξῃ τὴν ἄνωθεν κρίσιν. Οὐδὲ φοβῇ, φησὶ, τὸν Θεὸν σύ; Εἶδες φιλοσοφίαν λῃστοῦ, εἶδες σύνεσιν, εἶδες διδασκαλίαν; ἀθρόον ἀπὸ τοῦ σταυροῦ πρὸς τὸν οὐρανὸν ἀνέπτη. Καὶ ὅρα αὐτὸν ἀποστολικὸν νόμον ἤδη πληροῦντα, καὶ οὐ τὰ ἑαυτοῦ μόνον σκοποῦντα, ἀλλὰ πάντα ποιοῦντα καὶ πραγματευόμενον, ὥστε καὶ ἐκεῖνον τῆς πλάνης ἀπαλλάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰπὼν γὰρ, Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ἐπήγαγεν, Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Σκόπει ἐξομολόγησιν ἀπηρτισμένην. Τί ἐστιν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Ἐν τῇ αὐτῇ, φησὶ, κολάσει· καὶ ἡμεῖς γὰρ ἐν σταυρῷ ἐσμεν. Ἐκεῖνον τοίνυν ὀνειδίζων, σαυτὸν πρὸ ἐκείνου βάλλεις ταῖς λοιδορίαις. Ὥσπερ οὖν ὁ ἐν ἁμαρτήμασιν ὢν, καὶ ἕτερον καταδικάζων, ἑαυτὸν πρὸ ἐκείνου καταδικάζει· οὕτω καὶ ὁ ἐν συμφορᾷ ὢν, καὶ ὀνειδίζων ἑτέρου συμφορὰν, ἑαυτὸν πρὸ ἐκείνου ὀνειδίζει. Ἐν τῷ αὐτῷ κρίματι, φησὶν, ἐσμέν. Ἀποστολικὸν αὐτῷ νόμον ἀναγινώσκει, εὐαγγελικὰ ῥήματα λέγοντα· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν. Τί ποιεῖς, ὦ λῃστά; κοινωνὸν ὑμῶν αὐτὸν ποιεῖς λέγων, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Οὐχὶ, φησίν· ἐπάγω τὴν διόρθωσιν διὰ τῶν ἑξῆς· Καὶ ἡμεῖς μὲν, φησὶ, δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Ἵνα γὰρ μὴ ἀκούσας ὅτι εἶπεν, Ἐν τῷ αὐτῷ κρίματί ἐσμεν, νομίσῃς ὅτι κοινωνὸν αὐτὸν τῆς ἁμαρτίας ἐποίησε, διὰ τοῦτο ἐπήγαγε τὴν διόρθωσιν, καὶ φησιν· Ἡμεῖς μὲν δικαίως· ἄξια γὰρ ὧν ἐποιήσαμεν ἀπολαμβάνομεν. Εἶδες ἐξομολόγησιν τελείαν ἐν σταυρῷ; εἶδες πῶς ἀπενίψατο διὰ τῶν ῥημάτων τὰ ἁμαρτήματα; εἶδες πῶς ἐπλήρωσεν ἐκεῖνο τὸ προφητικὸν παράγγελμα· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς; Οὐδεὶς αὐτὸν ἠνάγκασεν, οὐδεὶς κατηγόρησεν, οὐδεὶς ἐπέθετο· αὐτὸς ἑαυτοῦ κατήγορος γίνεται· διὰ τοῦτο οὐδένα λοιπὸν εἶχεν ἕτερον κατήγορον. Προλαβὼν γὰρ ἥρπασε τὴν τάξιν τοῦ κατηγόρου, καὶ ἑαυτὸν ἐστηλίτευσε λέγων· Ἡμεῖς δικαίως· ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. Εἶδες εὐλάβειαν ἐπιτεταμένην; Ὅτε δὴ κατηγόρησεν ἑαυτοῦ, ὅτε ἐξεπόμπευσε τὰ καθ' ἑαυτὸν, ὅτε ἀπελογήσατο ὑπὲρ τοῦ Δεσπότου εἰπὼν, ὅτι Ἡμεῖς μὲν δικαίως, οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξε· τότε καὶ τὴν ἱκε-
the unjust escape. For the majority of men corrupt some matters of those on trial willingly, and others unwillingly; for either being ignorant of what is just and having been deceived, or having seen it indeed, yet having been corrupted by money, they have betrayed the truth, and voted against the guiltless. Whereas above there is nothing of the sort. For God is a righteous Judge, and His judgement shall go forth as light; it has no darkness, it has no concealment, it admits no deflection. For lest that man should say: He was condemned below, why do you plead in His defence? he led him up to the court above, to the fearful tribunal, to the incorruptible judgement-seat, to the Judge who cannot be misled by sophistry; he reminded him of that fearful judgement-seat. Look thither, says he, and you will not cast the condemning vote, nor take your stand with the men below, rather you will admire and welcome the judgement from above. Do not even you, says he, fear God? Have you seen the philosophy of a robber, have you seen his understanding, have you seen his teaching? All at once from the cross he winged his way up to heaven. And behold him already fulfilling an apostolic law, and looking not only to his own things, rather doing and labouring at all things, so as to free that man also from error, and lead him back to the truth. For having said, Do not even you fear God, he added, Seeing that we are in the same condemnation. Observe a confession brought to perfection. What is meant by, We are in the same condemnation? In the same punishment, says he; for we also are on a cross. Therefore in reproaching Him, you pelt yourself before Him with your revilings. Just as therefore he who is in sins and condemns another, condemns himself before that man; so also he who is in calamity and reproaches another's calamity, reproaches himself before that man. We are in the same condemnation, says he. He reads out to him an apostolic law uttering evangelical words: Judge not, that you be not judged. Seeing that we are in the same condemnation. What are you doing, O robber? Are you making Him a sharer with yourselves by saying, We are in the same condemnation? No, says he; I subjoin the correction through what follows: And we indeed, says he, justly; for we are receiving things worthy of what we did. For lest, hearing that he said, We are in the same condemnation, you should suppose that he made Him a sharer in sin, therefore he subjoined the correction, and says: We indeed justly; for we are receiving things worthy of what we did. Have you seen a perfect confession on a cross? Have you seen how he washed away his sins through his words? Have you seen how he fulfilled that prophetic precept: Tell your lawlessnesses first, that you may be justified? No one compelled him, no one accused him, no one set upon him; he becomes his own accuser; therefore he had no other accuser left. For anticipating, he seized the post of the accuser, and pilloried himself, saying: We justly; for we are receiving things worthy of what we practised; whereas this Man practised nothing amiss. Have you seen intensified reverence? When indeed he had accused himself, when he had openly paraded his own deeds, when he had made defence on behalf of the Master, saying: We indeed justly, whereas this Man practised nothing amiss; then also his supplication
PG 49:413Read from the page
σίαν προσαγαγεῖν ἐθάῤῥησε, λέγων· Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου. Οὐκ ἐτόλμησε πρότερον εἰπεῖν, Μνήσθητί μου, ἕως ὅτε διὰ τῆς ἐξομολογήσεως ἐκάθηρεν ἑαυτὸν τοῦ ῥύπου τῶν ἁμαρτημάτων, ἕως ὅτε καταδικάσας ἑαυτὸν ἀνεύθυνον εἰργάσατο, ἕως ὅτε διὰ τῆς κατηγορίας ἀπέθετο τὰ πλημμελήματα.
he took courage to offer, saying: Remember me, Lord, when You come in Your kingdom. He did not dare beforehand to say, Remember me, until through confession he had cleansed himself of the filth of his sins, until by condemning himself he had wrought himself guiltless, until through self-accusation he had put off his transgressions.
Ὁρᾷς πόσον ἰσχύει ἐξομολόγησις καὶ ἐν αὐτῷ τῷ σταυρῷ; Ταῦτα ἀκούων, ἀγαπητὲ, μηδέποτε ἀπογνῷς σαυτοῦ, ἀλλ' ἐννοῶν τὸ ἄφατον μέγεθος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἐπείγου πρὸς τὴν τῶν ἡμαρτημένων διόρθωσιν. Εἰ γὰρ ἐν σταυρῷ ὄντα τὸν λῃστὴν τοσαύτης ἠξίωσε τῆς φιλοτιμίας, πολλῷ μᾶλλον ἡμᾶς τῆς οἰκείας ἀξιώσει φιλανθρωπίας, εἰ βουληθείημεν τῶν πεπλημμελημένων τὴν ἐξομολόγησιν ποιήσασθαι. Ἵνα τοίνυν καὶ ἡμεῖς τῆς παρ' αὐτοῦ φιλανθρωπίας ἀπολαύσωμεν, ἐξομολογεῖσθαι τὰ ἑαυτῶν ἁμαρτήματα μὴ ἐπαισχυνώμεθα· μεγάλη γὰρ τῆς ἐξομολογήσεως ἡ ἰσχὺς, καὶ πολλὴ ταύτης ἡ δύναμις. Ἰδοὺ γὰρ καὶ οὗτος ἐξωμολογήσατο, καὶ τὸν παράδεισον εὗρεν ἀνεῳγμένον· ἐξωμολογήσατο, καὶ παῤῥησίαν ἔλαβεν, ὁ ἐν λῃστείᾳ ὢν, βασιλείαν αἰτῆσαι. Μέχρις ἐκείνου τοῦ καιροῦ τὴν βασιλείαν τῶν οὐρανῶν οὐκ ᾔτησε. Πόθεν, εἰπέ μοι, βασιλείας, ὦ λῃστὰ, μέμνησαι; τί γὰρ εἶδες τοιοῦτον νῦν; Ἥλοι καὶ σταυρὸς τὰ ὁρώμενα, καὶ κατηγορία καὶ σκώμματα καὶ λοιδορίαι. Ναὶ, φησίν· αὐτὸς γὰρ ὁ σταυρὸς βασιλείας εἶναί μοι δοκεῖ σύμβολον. Διὰ τοῦτο δὲ αὐτὸν βασιλέα καλῶ, ἐπειδὴ βλέπω αὐτὸν σταυρούμενον· βασιλέως γάρ ἐστιν ὑπὲρ τῶν ἀρχομένων ἀποθνήσκειν. Αὐτὸς εἶπεν· Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· οὐκοῦν καὶ ὁ βασιλεὺς ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν ἀρχομένων. Ἐπεὶ οὖν τὴν ψυχὴν αὐτοῦ τέθεικε, διὰ τοῦτο αὐτὸν βασιλέα καλῶ. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
Do you see how great is the strength of confession even on the cross itself? Hearing these things, beloved, never despair of yourself, rather pondering the ineffable magnitude of God's love towards mankind, hasten to the amendment of your sins. For if He deemed the robber, while on a cross, worthy of so great munificence, much more will He deem us worthy of His own love towards mankind, if we should be willing to make confession of our transgressions. In order therefore that we also may enjoy the love towards mankind that comes from Him, let us not be ashamed to confess our own sins; for great is the strength of confession, and abundant its power. For behold, this man also confessed, and found Paradise opened; he confessed, and received boldness, he who lived in robbery, to ask for a kingdom. Until that season he did not ask for the kingdom of heaven. Whence, tell me, O robber, do you make mention of a kingdom? For what such thing have you seen now? Nails and a cross are the things seen, and accusation and jeers and revilings. Yes, says he; for the cross itself seems to me to be a symbol of a kingdom. And therefore I call Him King, because I see Him being crucified; for it belongs to a king to die on behalf of his subjects. He Himself said: The good shepherd lays down His life on behalf of the sheep; therefore the good king also lays down his life on behalf of his subjects. Since then He has laid down His life, therefore I call Him King. Remember me, Lord, when You come in Your kingdom.
δʹ. Βούλει μαθεῖν πῶς καὶ βασιλείας σύμβολον ὁ σταυρὸς, καὶ πῶς σεμνὸν τὸ πρᾶγμά ἐστιν; Οὐκ ἀφῆκεν αὐτὸν εἶναι ἐπὶ τῆς γῆς, ἀλλ' ἀνέσπασεν αὐτὸν καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγε. Πόθεν δῆλον τοῦτο; Μετ' αὐτοῦ μέλλει ἔρχεσθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Ἀλλ' ἴδωμεν καὶ πῶς μέλλει μετ' αὐτοῦ ἔρχεσθαι. Ἄκουσον αὐτοῦ λέγοντος τοῦ Χριστοῦ· Ἐὰν εἴπωσιν ὑμῖν, Ἰδοὺ ἐν τοῖς ταμιείοις ἐστὶν ὁ Χριστὸς, ἰδοὺ ἐν τῇ ἐρήμῳ, μὴ ἐξέλθητε· περὶ τῆς δευτέρας αὐτοῦ παρουσίας λέγων, διὰ τοὺς ψευδοχρίστους, διὰ τοὺς ψευδοπροφήτας, διὰ τὸν Ἀντίχριστον, ἵνα μή τις πλανηθεὶς ἐκείνῳ περιπέσῃ. Ἐπειδὴ γὰρ πρὸ τοῦ Χριστοῦ ὁ Ἀντίχριστος ἔρχεται, ἵνα μὴ ζητοῦντες, φησὶ, τὸν ποιμένα, τῷ λύκῳ περιπέσητε, διὰ τοῦτο ὑμῖν λέγω γνωρίσματα τῆς τοῦ ποιμένος παρουσίας. Ἐπειδὴ γὰρ ἡ πρώτη αὐτοῦ παρουσία λανθάνουσα ἐγένετο, μὴ νομίσητε, φησὶν, ὅτι καὶ ἡ δευτέρα τοιαύτη ἔσται. Ἐκείνη γὰρ εἰκότως λανθάνουσα ἐγένετο· ἦλθε γὰρ ζητῆσαι τὸ ἀπολωλός· αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ πῶς; εἰπὲ καὶ δίδαξον. Ὥσπερ ἐξέρχεται, φησὶν, ἡ ἀστραπὴ ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ἀθρόον πᾶσι φανεῖται· οὐ δεήσεται οὐδεὶς ἐρωτῆσαι. Ὥσπερ γὰρ ἀστραπῆς φαινομένης, οὐ δεόμεθα ἐξετάζειν, εἰ ἐγένετο ἀστραπή· οὕτω τῆς παρουσίας αὐτοῦ γενομένης, οὐ δεησόμεθα ἐξετάζειν εἰ παρεγένετο ὁ Χριστός. Ἀλλὰ τὸ ζητούμενον οὐδέπω καὶ νῦν εἰρήκαμεν, εἰ μετὰ τοῦ σταυροῦ ἔρχεται. Ἄκουε τοίνυν καὶ τοῦτο σαφῶς αὐτοῦ δηλοῦντος.
4. Would you learn how the cross is also a symbol of a kingdom, and how venerable the thing is? He did not leave it to remain upon the earth, rather He drew it up and brought it up into heaven. Whence is this evident? It is about to come with Him at the Second Coming. Yet let us see also how it is about to come with Him. Hear Christ Himself saying: If they say to you, Behold, the Christ is in the inner chambers; behold, He is in the wilderness, do not go forth; speaking concerning His Second Coming, on account of the false Christs, on account of the false prophets, on account of the Antichrist, lest anyone being led astray should fall foul of that one. For since the Antichrist comes before the Christ, lest while seeking the Shepherd, says He, you fall foul of the wolf, therefore I tell you tokens of the Shepherd's Coming. For since His first Coming took place unnoticed, do not suppose, says He, that the second also will be such. For that one with good reason took place unnoticed, since He came to seek what was lost; whereas this one will not be thus — how then? Speak and teach us. Just as the lightning, says He, comes forth from the east, and shines even unto the west, so shall be the Coming of the Son of Man also. All at once He will appear to all; no one will need to inquire. For just as when lightning shines forth, we have no need to examine whether lightning has occurred; so when His Coming has taken place, we shall have no need to examine whether the Christ has arrived. Yet the point inquired after we have not even now stated, whether He comes with the cross. Hear Him therefore declaring this also plainly.
PG 49:414Read from the page
Τότε, φησὶ, τουτέστιν, ὅταν ἔρχωμαι, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Τοσαύτη γὰρ ἔσται τοῦ φωτὸς τότε ἡ ὑπερβολὴ, ὡς καὶ τὰ φανότατα ἄστρα ἀποκρύπτεσθαι. Καὶ οἱ ἀστέρες γὰρ, φησὶ, πεσοῦνται, καὶ οὕτω τὸ σημεῖον φανήσεται τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Εἶδες πόση ἡ ὑπερβολὴ τοῦ σημείου, πόση φαιδρότης, πόση λαμπηδών; Ὁ ἥλιος σκοτίζεται, ἡ σελήνη οὐ φαίνει, τὰ ἄστρα πίπτει· ἐκεῖνο δὲ μόνον φαίνεται, ἵνα μάθῃς ὅτι καὶ σελήνης φανότερον καὶ ἡλίου φαιδρότερόν ἐστι. Καθάπερ γὰρ βασιλέως εἰσιόντος, τὰ στρατόπεδα προλαμβάνοντα τὰ σημεῖα φέρει ἐπὶ τῶν ὤμων, καὶ προαγγέλλει τοῦ βασιλέως τὴν εἴσοδον· οὕτω τοῦ τῆς κτίσεως Δεσπότου καταβαίνοντος ἐκ τῶν οὐρανῶν, προλαμβάνει τὰ στρατόπεδα τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων τὸ σημεῖον ἐκεῖνο βαστάζοντα, καὶ τὴν βασιλικὴν εἴσοδον ἡμῖν ἀπαγγέλλοντα. Τότε, φησὶ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, περὶ τῶν ἀγγέλων καὶ τῶν ἀρχαγγέλων λέγων, καὶ πασῶν τῶν ἀοράτων δυνάμεων· τρόμος γὰρ αὐτοὺς λήψεται, καὶ φόβος πολὺς καὶ ἀγωνία. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ αἱ δυνάμεις ἐκεῖναι ἐν φόβῳ καθεστήκασιν; Εἰκότως. Φοβερὸν ἔσται τότε τὸ δικαστήριον, ἅπασα ἡ τῶν ἀνθρώπων φύσις μέλλει κρίνεσθαι καὶ εὐθύνας ὑπέχειν καὶ παρίστασθαι βήματι φοβερῷ. Τί δήποτε δὲ καὶ οἱ ἄγγελοι τότε τρέμουσι, καὶ αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι δεδοίκασιν; οὐδὲ γὰρ ἐκεῖνοι μέλλουσι κρίνεσθαι. Καθάπερ δικαστοῦ τοὺς ὑπευθύνους καταδικάζοντος, καὶ ἐφ' ὑψηλοῦ τοῦ βήματος καθεζομένου, οὐχὶ οἱ ὑπεύθυνοι μόνον, ἀλλὰ καὶ οἱ τῆς τάξεως αὐτῆς παρεστῶτες, οἱ μηδὲν ἑαυτοῖς συνειδότες, ὅμως δεδοίκασι καὶ φρίττουσι διὰ τὸν φόβον τοῦ δικαστοῦ· οὕτω καὶ τότε, τῆς φύσεως τῆς ἡμετέρας κρινομένης καὶ τῶν πλημμελημάτων τὰς εὐθύνας ἀπαιτουμένης, καὶ οἱ μηδὲν συνειδότες ἑαυτοῖς ἄγγελοι, καὶ αἱ λοιπαὶ δυνάμεις δεδοίκασι καὶ τρέμουσι διὰ τὴν ἀπειλὴν τοῦ δικαστοῦ. Ἀλλὰ τοῦτο μὲν ἔγνωμεν· τίνος δὲ ἕνεκεν καὶ διὰ τί ἔχων τὸν σταυρὸν ἔρχεται; Μάνθανε καὶ τούτου τὴν αἰτίαν. Ἵνα γὰρ δι' αὐτῶν τῶν ἔργων μάθωσιν οἱ σταυρώσαντες τὴν οἰκείαν ἀγνωμοσύνην, διὰ τοῦτο αὐτὸν τὸν ἔλεγχον τῆς μανίας αὐτοῖς δείκνυσι. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο αὐτὸν φέρει, ἵνα αὐτῶν καθάψηται, ἄκουε πάλιν αὐτοῦ τοῦ εὐαγγελιστοῦ λέγοντος· Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, βλέπουσαι τὸν κατήγορον, καὶ ἐπιγινώσκουσαι τὸ ἁμάρτημα. Καὶ τί θαυμάζεις, εἰ τὸν σταυρὸν φέρων ἔρχεται; αὐτὰ τὰ τραύματα μεθ' ἑαυτοῦ φέρων ἔρχεται. Πόθεν δῆλον, ὅτι αὐτὰ τὰ τραύματα φέρει μεθ' ἑαυτοῦ; Ἄκουε τοῦ προφήτου λέγοντος· Ὄψονται εἰς ὃν ἐξεκέντησαν. Καθάπερ γὰρ ἐπὶ τοῦ Θωμᾶ ἐποίησε, βουλόμενος τὴν ἀπιστίαν διορθῶσαι τοῦ μαθητοῦ, καὶ ἔδειξεν αὐτῷ τοὺς τύπους τῶν ἥλων, καὶ αὐτὰ τὰ τραύματα, καὶ λέγει, Βάλε τὸν δάκτυλόν σου, καὶ φέρε τὴν χεῖρά σου, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ἵνα δείξῃ αὐτῷ, ὅτι ἀληθῶς ἀνέστη· οὕτω καὶ τότε φέρει τὰ τραύματα καὶ τὸν σταυρὸν, ἵνα αὐτοῖς δείξῃ, ὅτι αὐτός ἐστιν ἐκεῖνος ὁ σταυρωθείς. Μέγα ἄρα ἀγαθὸν καὶ σωτήριον, καὶ τεκμήριον ἐναργὲς τῆς τοῦ Θεοῦ φιλανθρωπίας.
Then, says He — that is, when I come — the sun shall be darkened, and the moon shall not give her light. For so great will be the excess of light at that time that even the brightest stars will be hidden away. For the stars also, says He, shall fall, and thus shall appear the sign of the Son of Man in heaven. Have you seen how great is the surpassing excellence of the sign, how great its radiance, how great its splendour? The sun is darkened, the moon does not shine, the stars fall; whereas that sign alone shines forth, that you may learn that it is both brighter than the moon and more radiant than the sun. For just as when a king is entering in, the armies going before carry the standards upon their shoulders, and herald beforehand the entrance of the king; so when the Master of creation comes down out of the heavens, the armies of the angels and of the archangels go before, bearing that sign, and announcing to us the royal entrance. Then, says He, the Powers of the heavens also shall be shaken, speaking concerning the angels and the archangels, and all the invisible Powers; for trembling shall seize them, and great fear and agony. And on what account, tell me, are even those Powers set in fear? With good reason. Fearful will the judgement-court be at that time; the whole nature of men is about to be judged and to render account and to stand before a fearful tribunal. Why ever then do even the angels tremble at that time, and those bodiless Powers stand in dread? For neither are they about to be judged. Just as when a judge is condemning the guilty, and sitting upon his lofty tribunal, not only the guilty, rather also those of his own official train who stand beside him, who are conscious of no wrong in themselves, nevertheless are in dread and shudder out of fear of the judge; so at that time also, while our nature is being judged and called to account for its transgressions, both the angels who are conscious of no wrong in themselves, and the remaining Powers, are in dread and tremble because of the menace of the Judge. Yet this indeed we have known; wherefore however and why does He come holding the cross? Learn the cause of this also. In order that through the deeds themselves those who crucified Him may learn their own ingratitude, therefore He shows them the very proof of their madness. And that you may learn that He carries it for this reason, that He may strike home at them, hear again the evangelist himself saying: Then shall appear the sign of the Son of Man, and all the tribes of the earth shall mourn, seeing their accuser, and recognizing their sin. And why do you marvel if He comes bearing the cross? He comes bearing the very wounds with Himself. Whence is it evident that He carries the very wounds with Himself? Hear the prophet saying: They shall look on Him Whom they pierced. For just as He did in the case of Thomas, wishing to correct the unbelief of the disciple, and showed him the prints of the nails, and the very wounds, and says: Put your finger, and bring your hand, and see, that a spirit does not have flesh and bones, in order that He might show him that He had truly risen; so at that time also He carries the wounds and the cross, in order that He may show them that He Himself is that One Who was crucified. A great good, then, and saving, and a clear proof of God's love towards mankind.
εʹ. Μᾶλλον δὲ οὐχ ὁ σταυρὸς μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ ῥήματα τὰ ἐπὶ τοῦ σταυροῦ δείκνυσιν αὐτοῦ
5. Nay rather, not the cross alone, rather also the very words spoken upon the cross show His