Migne Reading Room

PG 49 · cols. 82–87 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:82Read from the page
μέγα, ὅτι ἀλλήλους ἐπαινεσόμεθα, ἀλλ' ὅτι καὶ ὁ Θεὸς ἡμᾶς ἀποδέξεται, καὶ οὐκ ἀποδέξεται μόνον, ἀλλὰ καὶ ἀμείψεται ταῖς μεγάλαις ἐκείναις καὶ ἀποῤῥήτοις δωρεαῖς, ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
great thing, that we shall praise one another, but that God also will accept us, and not only will He accept us, but He will also reward us with those great and ineffable gifts; whereof may it be granted to us all to be counted worthy, by the grace and loving-kindness towards mankind of our Lord Jesus Christ, through Whom and with Whom be glory to the Father, together with the Holy Spirit, now and always, and unto the ages of ages. Amen.
ἦλθον οὗτοι μανίας; ἆρα οὐκ ἂν ἐκ βάθρων ἡμῖν τὴν πόλιν ἀνέτρεψαν, καὶ πάντα ἄνω καὶ κάτω ποιήσαντες, αὐτὰς ἂν ἡμῶν ἀφείλοντο τὰς ψυχάς; Ἐὰν γὰρ τὰ δικαστήρια ἀνέλῃς, πᾶσαν τῆς ζωῆς ἡμῶν ἀνεῖλες τὴν εὐταξίαν· καὶ ὥσπερ νηὸς τὸν κυβερνήτην ἐὰν ἀποστήσῃς, κατεπόντισας τὸ σκάφος, καὶ τὴν στρατηγὸν ἂν ἀπαγάγῃς τοῦ στρατοπέδου, δεδεμένους τοῖς πολεμίοις παρέδωκας τοὺς στρατιώτας· οὕτω τῶν πόλεων τοὺς ἄρχοντας ἂν ἀνέλῃς, θηρίων ἀλόγων ἀλογώτερον βιωτόμεθα βίον, δάκνοντες ἀλλήλους καὶ κατεσθίοντες, τὸν πενέστερον ὁ πλούσιος, τὸν ἀσθενέστερον ὁ δυνατώτερος, τὸν ἐπιεικέστερον ὁ θρασύτερος. Ἀλλὰ νῦν τούτων οὐδέν ἐστι διὰ τὴν χάριν τοῦ Θεοῦ· οἱ μὲν γὰρ εὐλαβείᾳ συζῶντες οὐδὲν δέονται τῆς τούτων παιδαγωγίας· Δικαίῳ γὰρ νόμος οὐ κεῖται, φησίν. Οἱ δὲ πολλοὶ πρὸς κακίαν βλέποντες, εἰ μὴ τὸν ἀπὸ τούτων φόβον εἶχον αὐτοῖς ἐπικείμενον, μυρίων ἂν κακῶν τὰς πόλεις ἐνέπλησαν, ἅπερ οὖν καὶ ὁ Παῦλος συνιδὼν ἔλεγεν· Οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, καὶ αἱ οὖσαι ἐξουσίαι ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν. Ὅπερ γάρ εἰσιν ἐν ταῖς οἰκίαις τῶν ξύλων αἱ ἱμαντώσεις, τοῦτο καὶ οἱ ἄρχοντες ἐν ταῖς πόλεσιν· καὶ καθάπερ ἂν ἐκείνας ἀνέλῃς, διαλυθέντες οἱ τοῖχοι συμπίπτουσιν ἀλλήλοις αὐτόματοι· οὕτω τῆς οἰκουμένης ἂν ἀφέλῃς τοὺς ἄρχοντας καὶ τὸν ἐκ τούτων φόβον, καὶ οἰκίαι καὶ πόλεις καὶ ἔθνη μετὰ πολλῆς ἀλλήλοις συμπεσοῦνται τῆς ἀδείας, οὐδενὸς ὄντος τοῦ κατέχοντος καὶ ἀνακρουομένου, καὶ τῷ φόβῳ τῆς κολάσεως ἀναπείθοντος ἡσυχάζειν.
madness would these men not have come? Would they not have overturned our city from its foundations, and, turning all things upside down, have reft from us our very lives? For if you do away with the law-courts, you have done away with all the good order of our life; and just as if you remove the pilot from a vessel you have sunk the craft, and if you lead the general away from the camp you have handed the soldiers over bound to the enemies, just so, if you do away with the magistrates of cities, we shall live a life more unreasoning than unreasoning beasts, biting and devouring one another — the rich man the poorer, the stronger the weaker, the more audacious the gentler. Yet now there is none of these things, through the grace of God; for those who live in godliness have no need at all of their tutelage: "For the law is not laid down for a righteous man", he says. Whereas the many who look towards evil, did they not have fear from these men hanging over them, would have filled the cities with ten thousand evils; perceiving which very things, Paul also said: "For there is no authority except from God, and the authorities that exist have been ordained by God". For what the tie-beams of timbers are in houses, this also magistrates are in cities; and just as if you do away with those, the walls, loosened, collapse into one another of their own accord, so if you take away magistrates and the fear proceeding from them from the inhabited world, houses and cities and nations will collapse into one another with great licence, there being no one to restrain and beat back, and through fear of punishment to persuade men to keep quiet.
Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοὶ, διὰ τὸν ἀπὸ τῶν ἀρχόντων φόβον, ἀλλὰ καὶ εὐχαριστῶμεν τῷ Θεῷ, ὅτι τὴν ῥᾳθυμίαν ἡμῶν ἀνέστειλε, καὶ σπουδαιοτέρους εἰργάσατο. Τί γὰρ, εἰπέ μοι, γέγονε βλάβος ἀπὸ τῆς φροντίδος ταύτης, καὶ τῆς μερίμνης; ὅτι σεμνότεροι γεγόναμεν καὶ ἐπιεικέστεροι; ὅτι σπουδαιότεροι καὶ προσεκτικώτεροι; ὅτι μεθύοντα καὶ ᾄδοντα πορνικὰ ᾄσματα οὐδένα βλέπομεν; ἀλλ' ὅτι λιταὶ διηνεκεῖς, καὶ δάκρυα, καὶ εὐχαί; ὅτι γέλως ἄκαιρος καὶ αἰσχρὰ ῥήματα, καὶ διάχυσις ἅπασα ἀπελήλαται, καὶ γυναῖκα εὐσχήμονα καὶ ἐλευθέραν ἡ πόλις ἡμῖν ἅπασα μιμεῖται νῦν; διὰ ταῦτα ἀλγεῖς, εἰπέ μοι; Διὰ ταῦτα μὲν οὖν χαίρειν δίκαιον καὶ εὐχαριστεῖν τῷ Θεῷ, ὅτι τοσαύτην βλακείαν ὀλίγων ἡμερῶν φόβῳ κατέλυσε. Ναὶ, φησὶν, ἀλλ' εἰ μὲν μέχρι φόβου μόνον ἐκινδυνεύομεν, ἱκανὴν ἂν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν· νυνὶ δὲ δεδοίκαμεν μὴ περαιτέρω προέλθῃ τὸ δεινὸν, καὶ περὶ τῶν ἐσχάτων κινδυνεύσωμεν ἅπαντες. Ἀλλὰ μὴ δείσητε, Παῦλος ὑμᾶς παραμυθεῖται λέγων, ὅτι Πιστὸς ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν
Let us not grieve, therefore, beloved, on account of the fear proceeding from the magistrates, but let us even give thanks to God, because He has checked our sloth and rendered us more earnest. For what harm, tell me, has come from this anxiety and care? That we have become more reverent and gentler? That we are more earnest and more attentive? That we see no one drunken and singing harlots' songs, but rather continual supplications, and tears, and prayers? That unseasonable laughter and shameful words and all dissolution have been driven away, and our entire city now imitates a decorous and freeborn woman? Is it on account of these things that you grieve, tell me? Nay, on account of these things it is right to rejoice and give thanks to God, that by the fear of a few days He has undone such great laxity. "Yes", someone says, "had we been in peril only to the point of fear, we would have reaped sufficient benefit; but as it is, we dread lest the calamity advance further, and we all stand in extreme peril." Yet do not fear: Paul comforts you, saying that "God is faithful, Who will not suffer you to be tempted beyond what you are able, but with the temptation will also make the"
Notes, col. 82

On the reading

Printed τὴν στρατηγὸν, for τὸν στρατηγὸν.

Printed βιωτόμεθα, for βιωσόμεθα.

PG 49:83Read from the page
ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ, οὐδ' οὐ μή σε ἐγκαταλίπω. Εἰ γὰρ δι' ἔργων ἐβούλετο κολάσαι καὶ διὰ τῆς πείρας αὐτῆς, οὐκ ἂν τοσούτων ἡμερῶν παρέδωκεν ἡμᾶς φόβῳ· ὅταν γὰρ μὴ βούληται κολάζειν, φοβεῖ· ἐπεὶ εἰ μέλλοι κολάζειν, περιττὸς ὁ φόβος, περιττὴ ἡ ἀπειλή· νῦν δὲ μυρίων χαλεπωτέραν θανάτων ὑπέστημεν ζωήν, ἐν τοσαύταις ἡμέραις δεδοικότες καὶ τρέμοντες, καὶ τὰς σκιὰς αὐτὰς ὑποπτεύοντες, καὶ τὴν τοῦ Κάϊν τίνοντες δίκην, καὶ ἐκ μέσου τῶν ὕπνων ἀναπηδῶντες ἀπὸ τῆς διηνεκοῦς ἀγωνίας· ὥστε εἰ καὶ παρωργίσαμεν τὸν Θεόν, ἐξιλεωσάμεθα νῦν τοσαύτην ὑπομείναντες τὴν τιμωρίαν. Καὶ γὰρ εἰ καὶ μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐδώκαμεν δίκην, ἀλλ' ἀρκοῦσαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.
way out, so that you may be able to endure. For He Himself said: I will never leave you, nor will I in any wise forsake you. For if He had wished to punish by deeds and through actual trial itself, He would not have handed us over to fear for so many days; for whenever He does not wish to punish, He frightens; since if He were about to punish, superfluous would be the fear, superfluous the threat; but now we have undergone a life more grievous than ten thousand deaths, during so many days fearing and trembling, and suspecting our very shadows, and paying the penalty of Cain, and leaping up out of the midst of sleep from our unceasing anguish; so that even if we provoked God to anger, we have now appeased Him by enduring so great a punishment. For indeed, even if we have not paid a penalty worthy of our sins, yet we have paid one sufficient for God's loving-kindness.
βʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν πολλαχόθεν θαῤῥεῖν χρή· οὐδὲ γὰρ ὀλίγα ἡμῖν ἐνέχυρα τῶν χρηστῶν ἐλπίδων ἔδωκεν ὁ Θεὸς ἤδη. Καὶ πρῶτον μὲν ἁπάντων οἱ τὴν πονηρὰν κομίζοντες ἀγγελίαν, ἐξελθόντες ἐντεῦθεν καθάπερ τινὲς ὑπόπτεροι καὶ πάλαι καταλήψεσθαι προσδοκήσαντες τὸ στρατόπεδον, κατὰ μέσην ἔτι διατρίβουσι τὴν ὁδόν· τοσαῦτα αὐτοῖς κωλύματα καὶ ἐμπόδια γέγονε, καὶ τοὺς ἵππους ἀφέντες ὀχήματα ἐλαύνουσι νῦν, ὅθεν ἀνάγκη πᾶσα βραδυτέραν αὐτοῖς γενέσθαι τὴν ἐκεῖσε ἄφιξιν. Ἐπειδὴ γὰρ τὸν ἱερέα τὸν ἡμέτερον καὶ κοινὸν πατέρα ἀνέστησεν ὁ Θεὸς ἐντεῦθεν, καὶ ἔπεισεν ἀπελθεῖν, καὶ τῆς πρεσβείας συνεφάψασθαι ταύτης, κατέσχε λοιπὸν ἐκείνους κατὰ μέσην τὴν ὁδόν, ἵνα μὴ φθάσαντες τὸ πῦρ ἀνάψωσι, καὶ τῷ διδασκάλῳ λοιπὸν ἀνόνητον ποιήσωσι τὴν διόρθωσιν, τὰς βασιλικὰς ἐμπρήσαντες ἀκοάς. Ὅτι γὰρ οὐκ ἄνευ Θεοῦ τὸ κώλυμα γέγονε, δῆλον ἐκεῖθεν· Ἄνθρωποι τὸν ἅπαντα χρόνον τοιαύταις συντραφέντες ἀποδημίαις, καὶ τοῦτο ἔργον ἔχοντες ἵππους ἐλαύνειν διηνεκῶς, νῦν ὑπ' αὐτῆς τῆς ἱππασίας συντριβέντες ὑστέρησαν, καὶ γέγονεν ἀπ' ἐναντίας τοῖς τοῦ Ἰωνᾶ πράγμασι τὰ συμβάντα νῦν. Ἐκεῖνον μὲν γὰρ μὴ βουλόμενον ἀπελθεῖν ἤπειγε· τούτους δὲ βουλομένους ἀπελθεῖν ἐκώλυσεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος! ἐκεῖνος οὐκ ἐβούλετο κηρῦξαι καταστροφήν, καὶ ἄκοντα αὐτὸν ἀνέστησεν· οὗτοι μετὰ πολλοῦ τοῦ τάχους σπεύδουσιν ἀπαγγεῖλαι καταστροφήν, καὶ ἄκοντας αὐτοὺς πάλιν ἐκώλυσε. Τί δήποτε; Ὅτι ἐνταῦθα μὲν τὸ τάχος βλάβος, ἐκεῖ δὲ τὸ τάχος κέρδος ἔφερε· διὰ τοῦτο κἀκεῖνον ἤπειξε διὰ τοῦ κήτους, καὶ διὰ τῶν ἵππων τούτους συνεπόδισεν. Ὁρᾷς Θεοῦ σοφίαν; διὰ τῶν πραγμάτων αὐτῶν, ὧν ἕκαστος ἤλπισεν ἀνύειν τὸ προκείμενον, διὰ τούτων συνεποδίσθησαν ἕκαστος. Ἐκεῖνος διὰ τοῦ πλοίου προσεδόκησε πτήσεσθαι, καὶ τὸ πλοῖον αὐτῷ δεσμὸς ἐγένετο· διὰ τῶν ἵππων οὗτοι προσεδόκησαν ταχύτερον ὄψεσθαι τὸν βασιλέα, καὶ οἱ ἵπποι γεγόνασιν κώλυμα· μᾶλλον δὲ οὐχ οἱ ἵπποι, ὥσπερ οὖν οὐδ' ἐκείνῳ τὸ πλοῖον, ἀλλ' ἡ πρόνοια τοῦ Θεοῦ πανταχοῦ πάντα μετὰ τῆς οἰκείας οἰκονομοῦσα σοφίας. Καὶ σκόπει κηδεμονίαν, πῶς καὶ ἐφόβησε καὶ παρεκάλεσε. Παρὰ μὲν γὰρ αὐτὴν τὴν ἡμέραν, ἐν ᾗ τὰ παράνομα ἐτολμήθη πάντα ἐκεῖνα, ἀφεὶς αὐτοὺς ἐξελθεῖν ὡς ἀπαγγελοῦντας τῷ βασιλεῖ τὰ συμβεβηκότα ἅπαντα, τῷ τάχει τῆς ἐξόδου πάντας ἐφόβησεν· ἐπειδὴ δὲ ἀπῆλθον, καὶ δύο καὶ τρεῖς ἀνήλωσαν ἡμέρας, καὶ λοιπὸν ματαίαν εἶναι ἐνομίζομεν τοῦ ἱερέως τοῦ ἡμετέρου τὴν ἀποδημίαν, ὡς ὑστερίζειν μέλλοντος, τότε τὸν
2. Yet not from this alone, but also from many other signs besides, one ought to take courage; for God has already given us no small pledges of good hopes. And first of all, those bearing the evil tidings, having gone forth from here as though winged and expecting long ago to overtake the camp, are still lingering midway along the road; so many hindrances and obstacles have befallen them, and having left their horses they are now driving carriages, whence there is every necessity that their arrival there should prove slower for them. For after God raised up from here our priest and common father, and persuaded him to depart and take part in this embassy, He thereupon detained those men midway along the road, lest by arriving first they should kindle the fire, and render the correction henceforth useless for the teacher by inflaming the imperial ears. For that the hindrance did not come about without God is manifest from this: Men reared their whole lifetime in such journeys, and having this as their work, to drive horses continually, have now lagged behind, worn down by the very riding itself, and what has happened now has turned out contrary to the affairs of Jonah. For Himself urged that man on when he did not wish to depart, whereas He hindered these men when they wished to depart. O strange and marvellous matter! That man did not wish to proclaim overthrow, and He raised him up unwilling; these men hasten with great speed to report overthrow, and again He hindered them unwilling. Why pray? Because here speed brought harm, whereas there speed brought gain; on this account He both urged that man on by means of the sea monster, and fettered these men by means of the horses. Do you see the wisdom of God? Through the very means by which each hoped to accomplish the task set before him, through these each was fettered. That man expected to fly away by means of the ship, and the ship became a bond to him; by means of the horses these men expected more swiftly to see the emperor, and the horses have become a hindrance; or rather, not the horses, just as neither the ship for that man, but the providence of God everywhere dispensing all things with His own wisdom. And observe His solicitude, how He both frightened and consoled. For on that very day on which all those lawless deeds were dared, by permitting them to go forth as though about to report to the emperor all that had happened, He frightened everyone by the speed of their departure; but after they departed, and spent two and three days, and we henceforth supposed the journey of our priest to be in vain, as being about to come too late, then the
PG 49:84Read from the page
φόβον ἐξέλυσε καὶ παρεμυθήσατο, ἐκείνους τε, ὥσπερ ἔφην, κατὰ μέσην κατασχὼν τὴν ὁδόν, καὶ τοὺς ἐκεῖθεν ἀφικνουμένους πρὸς ἡμᾶς διὰ τῆς αὐτῆς ὁδοῦ τὰ ἐκείνων πάθη πᾶσιν ἡμῖν ἀναγγεῖλαι παρασκευάσας, ἵνα μικρὸν ἀναπνεύσωμεν· ὅπερ οὖν καὶ ἐγένετο, καὶ πολὺ τῆς ἀγωνίας ἀπεθέμεθα μέρος. Ταῦτα ἀκούσαντες, τὸν ταῦτα ποιήσαντα προσεκυνήσαμεν Θεὸν ὡς πατέρων πάντων φιλοστοργότερον· καὶ νῦν τὰ καθ' ἡμᾶς διέθηκεν ἅπαντα, ἀοράτῳ τινὶ δυνάμει τοὺς πονηροὺς τούτους κατασχὼν ἀγγέλους, καὶ μονονουχὶ λέγων· Τί σπεύδετε; τί δὲ ἐπείγεσθε πόλιν τοιαύτην καταποντίζειν μέλλοντες; μὴ γὰρ εὐαγγέλια κομίζετε τῷ βασιλεῖ; Μένετε αὐτοῦ, ἕως οὗ τὸν θεράποντα τὸν ἐμόν, καθάπερ ἰατρὸν ἄριστον, παρασκευάσω φθάσαι καὶ τὸν ὑμέτερον προκαταλαβεῖν δρόμον. Εἰ δὲ ἐν ἀρχῇ τοῦ τῆς παρανομίας ἕλκους τοσαύτη πρόνοια γέγονε, πολλῷ μᾶλλον μετὰ τὴν ἐπιστροφήν, μετὰ τὴν μετάνοιαν, μετὰ τὸν τοσοῦτον φόβον, μετὰ τὰ δάκρυα καὶ τὰς εὐχὰς πλείονος ἀπολαυσόμεθα τῆς ἀδείας. Ὁ μὲν γὰρ Ἰωνᾶς εἰκότως συνηλαύνετο, ἵνα εἰς μετάνοιαν ἐμβάλῃ, ὑμεῖς δὲ ἤδη τὴν μετάνοιαν ἐπεδείξασθε καὶ πολλὴν τὴν ἐπιστροφήν· διὸ καὶ παρακλήσεως δεῖ λοιπόν, οὐκ ἀγγελίας ἀπειλὴν ἐχούσης. Διὰ τοῦτο καὶ τὸν κοινὸν ἐντεῦθεν ἀνέστησε πατέρα, καίτοι πολλῶν ὄντων τῶν κωλυόντων· εἰ δὲ μὴ ἐφείδετο τῆς σωτηρίας τῆς ἡμετέρας, οὐκ ἂν ἐκεῖνον ἔπεισεν, ἀλλὰ καὶ βουλόμενον ἐξελθεῖν ἐκώλυσεν ἄν.
fear He dispelled and brought consolation, both by detaining those men, just as I said, midway along the road, and by arranging that those coming to us from there by the same road should report their mishaps to us all, so that we might recover our breath a little; which indeed came to pass, and we laid aside a great part of our anguish. Having heard these things, we worshipped God Who wrought these things as more tenderly affectionate than all fathers; and now He has disposed all our affairs, restraining these evil messengers by a certain invisible power, and all but saying: Why do you hasten? And why do you press on, being about to plunge such a city into ruin? Do you bring good tidings to the emperor? Remain there, until I prepare My servant, like a most excellent physician, to arrive first and outstrip your course. And if at the beginning of the ulcer of lawlessness so great a providence has come to pass, much more after our conversion, after our repentance, after so great a fear, after our tears and prayers shall we enjoy greater security. For Jonah was with good reason driven on, that he might cast men into repentance, whereas you have already displayed repentance and great conversion; wherefore there is need henceforth of consolation also, not of tidings holding a threat. On this account He also raised up from here our common father, although there were many things hindering; and had He not been sparing of our salvation, He would not have persuaded him, nay even had he wished to go forth He would have hindered him.
γʹ. Ἔχω τι καὶ τρίτον εἰπεῖν δυνάμενον ὑμᾶς πεῖσαι θαῤῥεῖν, τὴν παροῦσαν ἑορτήν, ἣν καὶ ἄπιστοι αἰδοῦνται σχεδὸν πάντες, ἣν καὶ αὐτὸς ὁ θεοφιλὴς βασιλεὺς οὕτως ᾐδέσθη καὶ ἐτίμησεν, ὡς ἅπαντας τοὺς πρὸ αὐτοῦ μετ' εὐσεβείας κρατήσαντας ὑπερβαλέσθαι βασιλέας. Ἐν ταύταις γοῦν ταῖς ἡμέραις πέμψας ἐπιστολὴν εἰς τιμὴν τῆς ἑορτῆς, τοὺς τὸ δεσμωτήριον οἰκοῦντας σχεδὸν ἀφῆκεν ἅπαντας· καὶ ταύτην ὁ ἱερεὺς ὁ ἡμέτερος εἰσελθὼν ἀναγνώσεται τὴν ἐπιστολὴν πρὸς τὸν βασιλέα, καὶ τῶν οἰκείων αὐτὸν ἀναμνήσει νόμων, καὶ ἐρεῖ πρὸς αὐτόν, ὅτι Σὺ σαυτὸν παρακάλεσον, καὶ τὰ σαυτοῦ μέμνησο· οἴκοθεν ἔχεις τὸ παράδειγμα τῆς φιλανθρωπίας· δίκαιον οὐχ εἵλου ποιῆσαι φόνον, καὶ ἄδικον ὑπομενεῖς ἐργάσασθαι; τοὺς ἐληλεγμένους καὶ καταδικασθέντας τὴν ἑορτὴν αἰδεσθεὶς ἀφῆκας, καὶ τοὺς ἀνευθύνους καὶ μηδὲν τετολμηκότας κατακρινεῖς, εἰπέ μοι, καὶ ταῦτα τῆς ἑορτῆς παρούσης; Μηδαμῶς, βασιλεῦ. Σὺ διὰ τῆς ἐπιστολῆς ταύτης διαλεγόμενος ταῖς πόλεσι πάταις ἔλεγες· Εἴθε μοι δυνατὸν ἦν καὶ τοὺς νεκροὺς ἀναστῆσαι. Ταύτης δεόμεθα τῆς φιλανθρωπίας, τούτων δεόμεθα τῶν ῥημάτων νῦν. Οὐχ οὕτω τὸ κρατῆσαι πολεμίων λαμπροὺς ποιεῖ τοὺς βασιλεύοντας, ὡς τὸ κρατῆσαι θυμοῦ καὶ ὀργῆς· ἐκεῖ μὲν γὰρ τῶν ὅπλων καὶ τῶν στρατιωτῶν τὸ κατόρθωμα γίνεται, ἐνταῦθα δὲ γυμνὸν σόν ἐστι τὸ τρόπαιον, καὶ οὐδένα ἔχεις τὸν μεριζόμενον μετὰ σοῦ τὴν τῆς φιλοσοφίας δόξαν. Ἐκράτησας πολέμου βαρβαρικοῦ, κράτησον καὶ θυμοῦ βασιλικοῦ· μαθέτωσαν οἱ ἄπιστοι πάντες ὅτι ὁ τοῦ Χριστοῦ φόβος πᾶσαν ἐξουσίαν δύναται χαλινοῦν· δόξασόν σου τὸν Δεσπότην, τοῖς συνδούλοις ἀφεὶς τὰ ἁμαρτήματα, ἵνα καὶ αὐτός σε δοξάσῃ μειζόνως, ἵνα ἥμερόν σοι κατὰ τὴν τῆς κρίσεως ἡμέραν δείξῃ τὸ ὄμμα καὶ γαληνόν, ταύτης μεμνημένος σου τῆς φιλανθρωπίας. Ταῦτα καὶ πλείονα τούτων ἐρεῖ, καὶ πάντως ἡμᾶς ἐξαιρήσεται
3. I have also a third thing to speak of, able to persuade you to take courage: the present feast, which almost all unbelievers reverence, and which the God-loving emperor himself so reverenced and honoured as to surpass all the emperors before him who ruled with piety. In these very days, at any rate, having sent a letter in honour of the feast, he released almost all those dwelling in prison; and our priest, upon entering, will read this letter before the emperor, and will remind him of his own laws, and will say to him: Exhort yourself, and remember your own deeds; from within your own house you possess the pattern of loving-kindness; you did not choose to commit just slaughter, and will you endure to perpetrate unjust slaughter? Those convicted and condemned you released out of reverence for the feast, and will you condemn the guiltless and those who have dared nothing, tell me, and that when the feast is present? By no means, O emperor! In conversing through this letter with all the cities, you said: Would that it were possible for me to raise up even the dead! Of this loving-kindness we stand in need, of these words we stand in need now. Mastering enemies does not make rulers so illustrious as mastering passion and wrath; for there the success belongs to arms and soldiers, whereas here the trophy is purely yours alone, and you have no one sharing with you the glory of philosophical self-mastery. You mastered a barbarian war; master also imperial wrath; let all unbelievers learn that the fear of Christ is able to bridle every authority; glorify your Master by forgiving your fellow-servants their sins, so that He Himself also may glorify you more greatly, so that on the day of judgement He may show His countenance gentle and serene to you, remembering this loving-kindness of yours. These things and more than these will he say, and he will altogether rescue us
Notes, col. 84

On the reading

Printed πάταις, for πάσαις.

PG 49:85Read from the page
τῆς ὀργῆς. Οὐκ εἰς τὸ πεῖσαι δὲ μόνον τὸν βασιλέα μεγίστη παρὰ τῆς νηστείας ταύτης ἡμῖν ἡ συμμαχία, ἀλλὰ καὶ εἰς τὸ γενναίως ἐνεγκεῖν τὰ συμβαίνοντα· καὶ γὰρ παράκλησιν οὐ τὴν τυχοῦσαν ἀπὸ τοῦ καιροῦ τούτου καρπούμεθα. Αὐτὸ γὰρ τὸ καθ' ἑκάστην ἡμέραν συλλέγεσθαι, καὶ τῆς τῶν θείων Γραφῶν ἀκροάσεως ἀπολαύειν, καὶ ἀλλήλους βλέπειν, καὶ πρὸς ἀλλήλους ὀδύρεσθαι, καὶ εὐχομένους καὶ εὐλογίας δεχομένους, οὕτως οἴκαδε ἀπιέναι, τὸ πλέον ἡμῖν ὑποτέμνεται τῆς ὀδύνης. Μὴ τοίνυν καταπέσωμεν, μηδὲ προδῶμεν ἑαυτοὺς ὑπὸ τῆς ἀγωνίας, ἀλλὰ μένωμεν τὰ χρηστὰ προσδοκῶντες, καὶ προσέχωμεν τοῖς ῥηθήσεσθαι μέλλουσι. Καὶ γὰρ βούλομαι σήμερον περὶ ὑπεροψίας θανάτου διαλεχθῆναι πάλιν. Εἶπον χθὲς ὑμῖν ὅτι τὸν θάνατον δεδοίκαμεν, οὐκ ἐπειδὴ φοβερός ἐστιν ἐκεῖνος, ἀλλ' ἐπειδὴ οὔθ' ὁ τῆς βασιλείας ἡμᾶς ἔρως ἀνῆψεν, οὔτε ὁ τῆς γεέννης φόβος κατέσχεν, καὶ πρὸς τούτοις, ὅτι τὸ συνειδὸς οὐκ ἔχομεν ἀγαθόν. Βούλεσθε καὶ τετάρτην εἴπω αἰτίαν τῆς ἀκαίρου ταύτης ἀγωνίας οὐκ ἐλάττονα, τῶν προτέρων ἀληθεστέραν; Οὐ ζῶμεν μετὰ τῆς προσηκούσης τοῖς Χριστιανοῖς σκληραγωγίας, ἀλλὰ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον καὶ χαῦνον ἐζηλώσαμεν βίον· διὸ καὶ εἰκότως τοῖς παροῦσιν ἐμφιλοχωροῦμεν πράγμασιν.
from his wrath. Yet not only for persuading the emperor is the alliance from this fast very great for us, but also for nobly bearing what befalls; for indeed we reap no ordinary consolation from this season. For the very gathering together each day, and enjoying the hearing of the divine Scriptures, and beholding one another, and lamenting to one another, and praying and receiving blessings, and thus departing homeward, cuts away for us the greater part of our affliction. Let us not, therefore, sink down, nor betray ourselves through anguish, but let us abide expecting good things, and let us give heed to what is about to be spoken. For indeed I wish today to discourse again concerning contempt of death. I told you yesterday that we fear death, not because that is fearsome, but because neither has the love of the kingdom kindled us, nor has the fear of Gehenna possessed us, and besides these things, because we do not hold a good conscience. Do you wish that I state also a fourth cause of this unseasonable anguish, no less than the former ones, nay truer than they? We do not live with the austerity befitting Christians, but we have zealously pursued this lax and dissolute and slack life; wherefore with good reason also we cling fondly to present affairs.
Ὡς εἴ γε ἐν νηστείαις καὶ παννυχίσι καὶ εὐτελείᾳ διαίτης τὴν ζωὴν διηνύομεν ταύτην, τὰς ἐπιθυμίας ἡμῶν ἐκκόπτοντες τὰς ἀτόπους, τὰς ἡδονὰς κωλύοντες, τοὺς ἱδρῶτας τῆς ἀρετῆς ὑπομένοντες, κατὰ τὸν Παύλου λόγον ὑποπιέζοντες τὸ σῶμα καὶ δουλαγωγοῦντες, τῆς σαρκὸς πρόνοιαν μὴ ποιούμενοι εἰς ἐπιθυμίας, τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντες, ταχέως ἂν τῶν μελλόντων ἐπεθυμήσαμεν, τῶν παρόντων πόνων ἀπαλλαγῆναι σπεύδοντες. Καὶ ὅτι οὐ ψευδὴς ὁ λόγος ὁ ἡμέτερος, ἀνάβηθι πρὸς τὰς κορυφὰς τῶν ὀρέων, καὶ κατάμαθε τοὺς ἐκεῖ μοναχούς, τοὺς ἐν σάκκῳ, τοὺς ἐν δεσμοῖς, τοὺς ἐν νηστείαις, τοὺς ἐν σκότῳ κατακεκλεισμένους, καὶ ὄψει πάντας αὐτοὺς τῆς τελευτῆς ἐπιθυμοῦντας, καὶ ἀνάπαυσιν τὸ πρᾶγμα καλοῦντας. Καθάπερ γὰρ ὁ πυκτεύων ἐπείγεται τοῦ σταδίου ἐξελθεῖν, ἵνα ἀπαλλαγῇ τῶν τραυμάτων· καὶ ὁ ἀθλητὴς ἀναστῆναι τὸ θέατρον ἐπιθυμεῖ, ἵνα ἐλευθερωθῇ τῶν πόνων· οὕτω καὶ ὁ ἐν σκληρῷ καὶ τραχυτάτῳ βίῳ ζῶν μετ' ἀρετῆς, ἐπιθυμεῖ τῆς τελευτῆς, ἵνα καὶ τῶν πόνων ἀπαλλαγῇ τῶν παρόντων, καὶ ὑπὲρ τῶν ἀποκειμένων ἔχῃ στεφάνων θαῤῥεῖν πρὸς τὸν εὔδιον καταπλεύσας λιμένα, καὶ ἐκεῖ μεταστάς, ἔνθα λοιπὸν οὐκ ἔστιν ὑποπτεῦσαι ναυάγιον. Διὰ τοῦτο καὶ ὁ Θεὸς ἐπίπονον φύσει καὶ μοχθηρὸν τὸν βίον ἡμῶν κατεσκεύασεν, ἵνα ὑπὸ τῆς ἐνταῦθα συνωθούμενοι θλίψεως, ἐπιθυμίαν τῶν μελλόντων λάβωμεν. Εἰ γὰρ νῦν τοσούτων ὄντων τῶν λυπηρῶν, καὶ κινδύνων, καὶ φόβων καὶ φροντίδων πάντοθεν ἡμᾶς περιστοιχιζομένων, οὕτως ἐμφιλοχωροῦμεν τῇ παρούσῃ ζωῇ, εἰ μηδὲν τούτων ἦν, ἀλλ' ἄλυπός τις καὶ ἀταλαίπωρος ὁ βίος ἡμῖν ἅπας ἐγίνετο, πότε ἂν ἐπεθυμήσαμεν τῶν μελλόντων;
For if we were passing through this life in fasts and all-night vigils and frugality of regimen, cutting off our unseemly desires, checking pleasures, enduring the sweat of virtue, in accordance with Paul's word bruising the body and bringing it into servitude, making no provision for the flesh unto lusts, walking the narrow and straitened way, we would swiftly have longed for the things to come, hastening to be rid of present labours. And that our word is not false, go up to the summits of the mountains, and observe closely the monks there — those in sackcloth, those in bonds, those in fasts, those shut up in darkness — and you will see them all longing for their end, and calling the matter rest. For just as the boxer hastens to go forth from the stadium, that he may be rid of his wounds; and the athlete longs for the theatre to rise up, that he may be freed from his toils; so also he who lives with virtue in a hard and most rugged life longs for his end, that he may both be rid of present toils, and have confidence concerning the crowns laid up in store, having sailed into the calm haven, and departed thither where henceforth it is not possible to suspect shipwreck. On this account God also fashioned our life to be laborious and toilsome by nature, so that, being pressed together by tribulation here, we may conceive a longing for the things to come. For if now, when sorrows are so many, and dangers and fears and anxieties hem us in from every side, we thus cling fondly to the present life, if none of these things existed, and our whole life had proved free from grief and free from hardship for us, when would we ever have longed for the things to come?
δʹ. Οὕτω καὶ Ἰουδαίοις ἐποίησεν ὁ Θεός· καὶ γὰρ ἐκείνους βουλόμενος εἰς ἐπιθυμίαν ἐμβαλεῖν τῆς ἐπανόδου, καὶ πεῖσαι μισῆσαι τὴν Αἴγυπτον, συνεχώρησε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ ταλαιπωρεῖσθαι, ἵνα τῷ μεγέθει τῶν πόνων καὶ τῆς ταλαιπωρίας ἐκείνης ἀγχόμενοι βοήσωσι πρὸς τὸν Θεὸν περὶ τῆς ἐπανόδου. Εἰ γὰρ δὴ τούτων γενομένων ἐξελθόντες πάλιν ἐμέμνηντο τῆς Αἰγύπτου,
4. Thus also did God deal with the Jews; for indeed, wishing to cast them into a longing for their return, and to persuade them to hate Egypt, He permitted them to be distressed by the clay and the brick-making, so that, choked by the magnitude of those toils and that hardship, they might cry out to God concerning their return. For if indeed, even after these things had happened, upon going forth they again remembered Egypt,
PG 49:86Read from the page
καὶ τῆς χαλεπῆς δουλείας καὶ πρὸς τὴν προτέραν τυραννίδα ὑποστρέφειν ἠπείγοντο, εἰ μὴ τοιούτων ἐπειράθησαν τῶν βαρβάρων, πότε ἂν ἀφεῖναι τὴν ἀλλοτρίαν ἠθέλησαν; Ἵνα οὖν καὶ ἡμεῖς μὴ τῇ γῇ προσηλωμένοι καὶ πρὸς τὰ παρόντα κεχηνότες ἀλγῶμεν, καὶ ἐπιλανθανώμεθα τῶν μελλόντων, μοχθηρὸν ἡμῖν τὸν βίον ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν περιεχώμεθα πέρα τοῦ δέοντος τῆς παρούσης ζωῆς. Τί γὰρ ὄφελος ἡμῖν; ποῖον δὲ κέρδος ἐκ τοῦ προσηλῶσθαι μεθ' ὑπερβολῆς τῇ τοῦ παρόντος βίου ἐπιθυμίᾳ; Βούλει μαθεῖν διὰ τί καλὸν ἡ παροῦσα ζωή; Ὅτι τῆς μελλούσης ζωῆς ἡμῖν ὑπόθεσις γίνεται καὶ ἀφορμή, καὶ σκάμμα καὶ στάδιον τῶν ἐκεῖ στεφάνων ἐστίν· ὡς εἰ μὴ τοῦτο παράσχοι ἡμῖν, μυρίων θανάτων ἐστὶν ἐλεεινοτέρα. Εἰ γὰρ μὴ μέλλομεν ζῶντες ἀρέσκειν Θεῷ, βέλτιον ἀποθανεῖν. Τί γὰρ τὸ πλέον; τί τὸ περιττόν; Οὐχὶ τὸν αὐτὸν ἥλιον καὶ τὴν αὐτὴν σελήνην καθ' ἑκάστην ἡμέραν ὁρῶμεν; οὐχὶ τὸν αὐτὸν χειμῶνα; οὐχὶ τὸ αὐτὸ θέρος; οὐχὶ τὰ αὐτὰ πράγματα; Τί τὸ γεγονός; αὐτὸ τὸ γενησόμενον. Τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησόμενον. Μὴ τοίνυν μήτε τοὺς ζῶντας ἁπλῶς μακαρίζωμεν, μήτε τοὺς ἀποθνήσκοντας θρηνῶμεν· ἀλλὰ τοὺς μὲν ἐν ἁμαρτίαις ὄντας, κἂν ζῶσι, κἂν τετελευτηκότες ὦσιν, ὀδυρώμεθα· τοὺς δὲ ἐν δικαιοσύνῃ μακαρίζωμεν πάλιν, ὅπουπερ ἂν τύχωσιν ὄντες. Σὺ μὲν οὖν ἕνα δέδοικας θάνατον, καὶ θρηνεῖς· ὁ Παῦλος δὲ καθ' ἑκάστην ἡμέραν ἀποθνήσκων οὐ μόνον οὐκ ἐδάκρυε διὰ τοῦτο, ἀλλὰ καὶ ἔχαιρε καὶ ἠγάλλετο. Εἴθε κἀγὼ διὰ τὸν Θεὸν ἐκινδύνευον, φησί, καὶ οὐκ ἂν ἐφρόντισα. Ἀλλὰ μηδὲ νῦν καταπέσῃς· οὐδὲ γὰρ μόνον ὁ διὰ τὸν Θεόν τι πάσχων εὐδοκιμεῖ, ἀλλὰ καὶ ὁ ἀδίκως τι πάσχων, καὶ φέρων γενναίως, καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, οὐκ ἐλάττων τοῦ διὰ τὸν Θεὸν ταῦτα πάσχοντός ἐστιν. Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβ τὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ' ὅμως ἐπειδὴ γενναίως ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν στέφανον ἀνεδήσατο.
and the grievous bondage, and pressed on to return to the former tyranny, had they not had experience of such barbarians, when would they ever have wished to leave the foreign land? In order, therefore, that we also, not being riveted to the earth and gaping at present things, may not suffer pain and forget the things to come, God made our life toilsome for us. Let us not, therefore, cling beyond what is due to the present life. For what profit is there for us? And what kind of gain comes from being riveted excessively to desire for the present life? Do you wish to learn why the present life is a good thing? Because it becomes for us the groundwork and starting-point of the life to come, and is the wrestling-pit and stadium of the crowns yonder; since unless it affords us this, it is more pitiable than ten thousand deaths. For if while living we are not about to please God, it is better to die. For what is the advantage? What is the surplus? Do we not behold the same sun and the same moon each day? Not the same winter? Not the same summer? Not the same affairs? What is that which has been? The very thing that shall be. What is that which has been done? The very thing that shall be done. Let us therefore neither simply count the living blessed, nor mourn the dying; but let us lament those who are in sins, even if they live, even if they have died; whereas let us in turn count blessed those who are in righteousness, wherever they happen to be. You, then, fear a single death, and mourn; whereas Paul, dying each day, not only did not weep on this account, but even rejoiced and exulted. Would that I also were undergoing danger for God's sake, you say, and I would have had no anxiety! Yet do not sink down even now; for not only does he who suffers something for God's sake win approval, but also he who suffers something unjustly, and bears it nobly, and gives thanks to God Who permits it, is not inferior to him who suffers these things for God's sake. Since blessed Job also received those many and unbearable strokes when the devil plotted against him in vain and without cause and wantonly, yet nevertheless, because he bore them nobly and gave thanks to God Who permitted these things, he bound upon himself the crown entire.
Μὴ τοίνυν λυποῦ διὰ τὸν θάνατον· φύσεως γάρ ἐστι· λυποῦ δι' ἁμαρτίαν· προαιρέσεως γὰρ τὸ ἔγκλημα. Εἰ δὲ λυπῇ διὰ τοὺς ἀποθανόντας, ἄλγει καὶ διὰ τοὺς γεννωμένους· ὥσπερ γὰρ τοῦτο φύσεως, οὕτω κἀκεῖνο φύσεως. Ἂν τοίνυν ἀπειλήσῃ τις θάνατον, εἰπὲ πρὸς αὐτόν· Ἐπαιδεύθην παρὰ τοῦ Χριστοῦ μὴ φοβεῖσθαι ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Ἂν ἀπειλῇ δήμευσιν οὐσίας, εἰπὲ πρὸς αὐτόν· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι· Οὐδὲν εισηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνησόμεθα· κἂν μὴ σὺ λάβῃς, θάνατος ἐπελθὼν λήψεται· κἂν μὴ σὺ σφάξῃς, ὁ τῆς φύσεως ἐπελθὼν νόμος οἴσει τὴν τελευτήν. Μηδὲν τοίνυν φοβώμεθα τῶν ἀπὸ τῆς φύσεως ἡμῖν ἐπαγομένων, ἀλλ' ἐκεῖνα τὰ ἐκ πονηρᾶς ἡμῖν ἐγγινόμενα προαιρέσεως· ἐκεῖνα γὰρ ἡμῖν τίκτει τὴν κόλασιν. Τοῦτο δὲ λογιζώμεθα διηνεκῶς ἐπὶ τῶν συμβαινόντων ἡμῖν ἀδοκήτως, ὅτι οὐ διορθώσομεν αὐτὰ ἀλγοῦντες, καὶ παυσόμεθα ἀλγοῦντες· κἀκεῖνο μετὰ τούτου πάλιν, ὅτι ἐὰν πάθωμέν τι δεινὸν κατὰ τὸν παρόντα βίον ἀδίκως, διαλύομεν πολλὰ τῶν ἁμαρτημάτων. Διὸ μέγα ἀγαθὸν ἐνταῦθα ἀπολαβεῖν ἁμαρτήματα, καὶ μὴ ἐκεῖ· καὶ γὰρ ὁ πλούσιος οὐδὲν ἐνταῦθα δεινὸν ἀπέλαβε, καὶ διὰ τοῦτο ἐκεῖ ἀπετηγανίζετο.
Do not, therefore, grieve on account of death, for it belongs to nature; grieve on account of sin, for the blame belongs to deliberate choice. And if you grieve on account of those who have died, feel pain also on account of those who are being born; for just as this belongs to nature, so also does that belong to nature. If, therefore, someone threatens death, say to him: I was taught by Christ not to be afraid of those who kill the body, but are not able to kill the soul. If he threatens confiscation of substance, say to him: Naked I came forth from my mother's womb, and naked shall I depart; We brought nothing into this world, and it is manifest that we shall not be able to carry anything out either; even if you do not take it, death coming on will take it; even if you do not slay, the law of nature coming on will bring the end. Let us therefore fear none of the things brought upon us by nature, but those things which arise in us from an evil choice; for those things bring forth punishment for us. And let us reckon this continually in the things that befall us unexpectedly, that we shall not set them right by grieving, and we shall cease grieving; and that other point again along with this, that if we suffer something terrible unjustly during the present life, we wash away many of our sins. Wherefore it is a great good to receive back our sins here, and not yonder; for indeed the rich man received back nothing terrible here, and on this account he was tormented in the flame yonder.
Notes, col. 86

On the reading

Printed εισηνέγκαμεν, for εἰσηνέγκαμεν.

PG 49:87Read from the page
Καὶ ὅτι τοῦτο ἦν αἴτιον τοῦ μηδεμιᾶς αὐτὸν ἀπολαῦσαι παραμυθίας, ἄκουσον τί φησιν ὁ Ἀβραάμ· Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, διὰ τοῦτο ὀδυνᾶσαι· ὅτι δὲ καὶ τῷ Λαζάρῳ τὰ ἀγαθὰ μετὰ τῆς ἀρετῆς καὶ τὸ μυρία ἐνταῦθα παθεῖν δεινὰ προεξένησε, τοῦ πατριάρχου καὶ ταῦτα λέγοντος ἄκουσον. Εἰπὼν γὰρ τῷ πλουσίῳ, Ἀπέλαβες τὰ ἀγαθά σου, ἐπήγαγεν, ὅτι Καὶ ὁ Λάζαρος τὰ κακά· καὶ διὰ τοῦτο παρακαλεῖται. Ὥσπερ γὰρ οἱ ἐν ἀρετῇ ζῶντες καὶ θλιβόμενοι διπλοῦν τὸ κέρδος παρὰ τοῦ Θεοῦ λαμβάνουσιν, οὕτως ὁ ἐν κακίᾳ ζῶν καὶ τρυφῶν διπλῆν ἕξει τὴν κόλασιν. Πάλιν λέγω οὐχὶ τῶν φευγόντων κατηγορῶν (Ψυχὴν γὰρ τεταπεινωμένην μὴ προσταράξῃς, φησίν), οὐδὲ ἐπιτιμῆσαι βουλόμενος (ὁ γὰρ νοσῶν παρακλήσεως δεῖται), ἀλλὰ διορθῶσαι σπουδάζων, μὴ τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίζωμεν, ἀλλὰ φύγωμεν ἁμαρτίας, ἀποστῶμεν ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς. Ἐὰν ταύτας φύγωμεν, κἂν μεταξὺ μυρίων ὦμεν στρατιωτῶν, οὐδεὶς ἡμᾶς πλῆξαι δυνήσεται· ἐὰν ταύτας μὴ φύγωμεν, κἂν εἰς αὐτὴν τῶν ὀρέων τὴν κορυφὴν ἀναβῶμεν, πολεμίους ἐκεῖ εὑρήσομεν μυρίους. Ἀναμνήσθητι γοῦν τῶν τριῶν παίδων ἐκείνων πάλιν, οἳ ἔνδον ἦσαν ἐν τῇ καμίνῳ, καὶ οὐδὲν ἔπαθον δεινόν· καὶ τῶν ἐμβαλόντων αὐτοὺς ἔξωθεν τῆς καμίνου, ὅσοι περιεκάθηντο, πάντες ἐδαπανήθησαν. Τί τούτου παραδοξότερον; Οὓς κατεῖχεν ἔλυσε τὸ πῦρ, καὶ οὓς οὐ κατεῖχεν ἥρπασεν· ἵνα μάθῃς, ὅτι οὐχὶ τόπος, ἀλλὰ τρόπος σωτηρίαν φέρει καὶ κόλασιν, οἱ ἔνδον διέφυγον, οἱ ἔξω διεφθάρησαν. Τὰ αὐτὰ σώματα κἀκείνοις καὶ τούτοις, ἀλλ' οὐ τὰ αὐτὰ φρονήματα· διὰ τοῦτο οὐδὲ τὰ αὐτὰ πάθη. Καὶ γὰρ ὁ χόρτος κἂν ἔξω περικέηται, ταχέως ἀνάπτεται· ὥσπερ οὖν τὸ χρυσίον κἂν ἔνδον μένῃ, μειζόνως φαιδρύνεται.
And that this was the cause of his enjoying no consolation at all, hear what Abraham says: Child, you received back your good things, therefore you are in anguish; and that for Lazarus also both virtue and his suffering ten thousand terrible things here procured the good things, hear the patriarch saying this too. For having said to the rich man, You received back your good things, he added: And Lazarus the evil things; and on this account he is consoled. For just as those who live in virtue and are afflicted receive a double gain from God, so he who lives in wickedness and luxuriates will have a double punishment. Again I speak not accusing those who flee (for Do not trouble further a humbled soul, it says), nor wishing to rebuke (for he who is sick stands in need of consolation), but striving to amend, lest we entrust our salvation to flight; rather, let us flee sins, let us depart from the evil way. If we flee these, even if we are in the midst of ten thousand soldiers, no one will be able to strike us; if we do not flee these, even if we go up to the very summit of the mountains, we shall find ten thousand enemies there. Call to mind, at any rate, those three youths once more, who were within the furnace and suffered nothing terrible; whereas of those who cast them in outside the furnace, as many as sat round about were all consumed. What is more marvellous than this? Those whom the fire held fast it set free, and those whom it did not hold fast it snatched away; so that you might learn that not place, but manner of life brings salvation and punishment: those within escaped, those without were destroyed. The same bodies belonged both to those men and to these, yet not the same mindsets; on this account neither were their experiences the same. For grass, even if it lies round outside, is swiftly kindled; whereas gold, even if it remains within, shines forth the more brightly.
εʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· Πάντα λαβέτω ὁ βασιλεύς, καὶ τὸ σῶμα ἡμῖν ἐλεύθερον δότω; Τί ποτέ ἐστι, σῶμα ἐλεύθερον εἶναι, μανθανέτωσαν. Οὐ γὰρ τὸ μὴ κολάζεσθαι τοῦτο ἐλεύθερον ποιεῖ σῶμα, ἀλλὰ τὸ ζῆν ἐν δικαιοσύνῃ διηνεκῶς. Τούτων γοῦν τῶν παίδων τὰ σώματα ἐλεύθερα ἦν καὶ καμίνῳ παραδοθέντα· τὴν γὰρ τῆς ἁμαρτίας δουλείαν ἀπέθεντο πάλαι· καὶ γὰρ τοῦτό ἐστιν ἐλευθερία μόνον, οὐ τὸ μὴ κολάζεσθαι, μηδὲ πάσχειν τι δεινόν. Σὺ δὲ εἰδὼς τὴν κάμινον, ἀναμνήσθητι τῶν τοῦ πυρὸς ποταμῶν, τῶν κατὰ τὴν ἡμέραν τὴν φοβερὰν ἐκείνην. Καθάπερ γὰρ ἐνταῦθα τοὺς μὲν ἥρπασε, τοὺς δὲ ᾐδέσθη τὸ πῦρ, οὕτω καὶ ἐπὶ τῶν ποταμῶν ἐκείνων ἔσται· κἂν μέν τις ἔχῃ χόρτον, ξύλα, καλάμην, ἀνάπτει τὸ πῦρ· ἂν δέ τις ἔχῃ χρυσόν, ἄργυρον, φαιδρότερος γίνεται. Ταύτην τοίνυν τὴν ὕλην συναγάγωμεν, καὶ τὰ παρόντα φέρωμεν γενναίως, εἰδότες ὅτι καὶ ἐκείνης ἡμᾶς τῆς κολάσεως ἡ παροῦσα ἀπαλλάξει θλῖψις, ἐὰν εἰδῶμεν φιλοσοφεῖν, καὶ ἐνταῦθα βελτίους ἐργάσεται, οὐχ ἡμᾶς δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμβαλόντας ἡμᾶς πολλάκις, ἐὰν νήφωμεν· τοσαύτη τῆς φιλοσοφίας ἡ περιουσία· ὃ δὴ καὶ ἐπὶ τοῦ τυράννου τότε γέγονεν. Ἐπειδὴ γὰρ εἶδε μηδὲν παθόντας δεινόν, ἄκουσον πῶς μετεβάλετο· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε, φησίν. Οὐ πρὸ μικροῦ ἔλεγες, Καὶ τίς ἐστι θεός, ὃς δυνήσεται ἐξελέσθαι ὑμᾶς ἐκ τῶν χειρῶν μου; Τί γέγονε; πόθεν ἡ μεταβολή; τοὺς ἔξω διαφθαρέντας εἶδες, καὶ τοὺς ἔνδον καλεῖς; πόθεν ἐπῆλθέ σοι τοιαῦτα φιλοσοφεῖν; Εἶδες πόση μεταβολὴ τῷ βασιλεῖ γέγονεν; ὅτε οὔπω
5. Where now are those who say: Let the emperor take all things, and grant us our body free? Let them learn what it ever means for a body to be free. For not going unpunished does not make a body free, but living continually in righteousness. At any rate, the bodies of these youths were free even when handed over to a furnace; for they had put off the bondage of sin long ago; for indeed this alone is freedom, not going unpunished, nor suffering nothing terrible. And you, knowing the furnace, call to mind the rivers of fire on that fearsome day. For just as here the fire snatched away the ones, whereas it stood in awe of the others, so also will it be at those rivers: and if someone has grass, wood, stubble, he kindles the fire; whereas if someone has gold, silver, he becomes brighter. Let us therefore gather this material, and let us bear present things nobly, knowing that present tribulation will both deliver us from that punishment, if we know how to practise true wisdom, and will render us better here — and not us alone, but oftentimes also those who cast us in, if we are watchful; so great is the abundance of true wisdom; which very thing also came to pass in the case of the tyrant at that time. For after he saw that they had suffered nothing terrible, hear how he was changed: Servants of the Most High God, come forth and come hither, he says. Did you not say a little while ago: And who is a god who shall be able to deliver you out of my hands? What has happened? Whence the change? Did you see those outside destroyed, and do you summon those within? Whence did it come upon you to practise such wisdom? Did you see how great a change came to pass in the king? When he had not yet