Migne Reading Room

PG 49 · cols. 88–93 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:88Read from the page
αὐτῶν ἐκράτησεν, ἐβλασφήμει· ἐπειδὴ δὲ αὐτοὺς ἐνέβαλεν εἰς τὸ πῦρ, ἐφιλοσόφει. Διὰ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησε πάντα γενέσθαι, ὅσα ὁ τύραννος ἠθέλησεν, ἵνα δείξῃ, ὅτι τοὺς ὑπ' αὐτοῦ φυλαττομένους οὐδεὶς παραβλάψαι δυνήσεται· καὶ ὅπερ ἐπὶ τοῦ Ἰὼβ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα εἰργάσατο. Καὶ γὰρ ἐκεῖ ἀφῆκε τὸν διάβολον πᾶσαν αὐτοῦ τὴν δύναμιν ἐπιδείξασθαι, καὶ ὅτε ἐκένωσε τὰ βέλη πάντα, καὶ οὐδεὶς ἐπιβουλῆς ὑπελέλειπτο τρόπος, τότε ἀνεβίβασεν ἐκ τοῦ σκάμματος τὸν ἀθλητήν, ἵνα λαμπρὰ καὶ ἀναμφισβήτητος ἡ νίκη γένηται· οὕτω δὴ καὶ ἐνταῦθα τὸ αὐτὸ τοῦτο ἐποίησεν. Ἐβουλήθη τὴν πόλιν αὐτῶν κατασκάψαι, καὶ οὐκ ἐκώλυσεν· ἐβουλήθη λαβεῖν αἰχμαλώτους, καὶ οὐκ ἐνεπόδισεν· ἐβουλήθη δῆσαι, συνεχώρησεν· εἰς τὴν κάμινον ἐμβαλεῖν, ἐπέτρεψεν· ἀνάψαι τὴν φλόγα πέρα τοῦ μέτρου, καὶ τοῦτο ἀφῆκε· καὶ ὅτε οὐδὲν ὑπελέλειπτο λοιπόν, ἀλλὰ πᾶσαν ἐκένωσεν αὐτοῦ τὴν ἰσχὺν ὁ τύραννος, τότε ἔδειξε τὴν αὐτοῦ δύναμιν ὁ Θεός, καὶ τὴν τῶν παίδων ὑπομονήν. Ὁρᾷς ὅτι διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς μέχρι τέλους τὰς θλίψεις, ἵνα δείξῃ τοῖς ἐπιβουλεύουσι καὶ τὴν τῶν ἐπιβουλευομένων φιλοσοφίαν, καὶ τὴν αὐτοῦ πρόνοιαν; Ἅπερ ἀμφότερα κἀκεῖνος τότε μαθὼν ἐβόα· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Σὺ δέ μοι σκόπει τῶν παίδων μεγαλοψυχίαν· οὔτε γὰρ πρὸ τῆς φωνῆς ἐξεπήδησαν, ἵνα μὴ νομίσῃ τις αὐτοὺς πεφοβῆσθαι τὸ πῦρ, οὔτε κληθέντες ἔνδον ἔμειναν, ἵνα μὴ φιλότιμοί τινες εἶναι καὶ φιλόνεικοι δόξωσιν. Ὅτε ἔμαθες, φασί, τίνος ἐσμὲν δοῦλοι, ὅτε τὸν Δεσπότην ἡμῶν ἐπέγνως, τότε ἐξερχόμεθα, κήρυκες ἐσόμενοι τοῖς παροῦσιν ἅπασι τῆς τοῦ Θεοῦ δυνάμεως. Μᾶλλον δὲ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ ὁ πολέμιος οἰκείᾳ φωνῇ καὶ διὰ τῆς γλώττης, καὶ διὰ τῆς ἐπιστολῆς πᾶσιν ἀνεκήρυττε, καὶ τὴν τῶν ἀθλητῶν ἔνστασιν, καὶ τὴν τοῦ ἀγωνοθέτου ἰσχύν. Καὶ καθάπερ οἱ κήρυκες τοὺς ἀθλητὰς νικῶντας ἀναγορεύουσιν ἐν μέσῳ τῷ θεάτρῳ, καὶ τὰς πόλεις αὐτῶν λέγουσιν· Ὁ δεῖνα τῆσδε τῆς πόλεως· οὕτω καὶ οὗτος ἀντὶ τῆς πόλεως τὸν Δεσπότην αὐτῶν ἀνεκήρυττε, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. Τί γέγονεν, ὅτι δούλους αὐτοὺς καλεῖς τοῦ Θεοῦ; οὐχὶ σοὶ ἦσαν δοῦλοι; Ἀλλὰ κατέλυσάν μου τὴν βασιλείαν, φησί, κατεπάτησάν μου τὸν τῦφον, ἔδειξαν διὰ τῶν ἔργων τὸν ἀληθῆ Δεσπότην αὐτῶν. Εἰ ἀνθρώπων ἦσαν δοῦλοι, οὐκ ἂν αὐτοὺς ἐφοβήθη τὸ πῦρ, οὐκ ἂν παρεχώρησεν ἡ φλόξ· ἀνθρώπων γὰρ δούλους ἡ κτίσις οὐκ οἶδεν αἰδεῖσθαι καὶ τιμᾶν. Διὰ τοῦτο πάλιν, φησίν, Εὐλογητὸς ὁ Θεὸς τοῦ Σεδράχ, Μισάχ, Ἀβδεναγώ. Σὺ δέ μοι σκόπει πῶς πρῶτον ἀνακηρύττει τὸν ἀγωνοθέτην· Εὐλογητὸς ὁ Θεὸς ὃς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετο τοὺς παῖδας αὐτοῦ. Τοῦτο τῆς δυνάμεως τοῦ Θεοῦ· εἰπὲ καὶ τὴν ἀρετὴν τῶν ἀθλητῶν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ, καὶ ἠλλοίωσαν τὸ ῥῆμα τοῦ βασιλέως, καὶ παρέδωκαν τὰ σώματα αὐτῶν, ὅπως μὴ λατρεύσωσι θεοῖς ἀλλοτρίοις. Ἄρα τί γένοιτ' ἂν ἀρετῆς ἴσον; Πρὸ τούτου, ὅτε εἶπον, Τοῖς θεοῖς σου οὐ λατρεύομεν, τῆς καμίνου χαλεπώτερον ἐξεκάη· νῦν δὲ ἐπειδὴ διὰ τῶν ἔργων αὐτῶν τοῦτο ἐπαίδευσαν, οὐ μόνον οὐκ ἠγανάκτησεν, ἀλλὰ καὶ ἐπῄνεσε καὶ ἐθαύμασεν, ὅτι αὐτοῦ παρήκουσαν. Τοσοῦτον ἀρετὴ καλόν, ὅτι καὶ αὐτοὺς τοὺς πολεμίους ἔχει θαυμαστὰς καὶ ἐπαινέτας. Ἐκεῖνοι ἠγωνί-
gotten mastery over them, he blasphemed; but after he cast them into the fire, he practised wisdom. On this account God also permitted all things to come to pass, as many as the tyrant wished, so that He might show that no one will be able to harm those guarded by Him; and the very thing He did in the case of Job, this He wrought here also. For there too He let the devil display all his power, and when he had emptied out all his darts, and no manner of plotting was left remaining, then He brought the athlete up out of the wrestling-pit, so that the victory might prove splendid and indisputable; just so here also He did this very same thing. He wished to raze their city to the ground, and He did not hinder; he wished to take captives, and He did not impede; he wished to bind, He permitted; to cast into the furnace, He allowed; to kindle the flame beyond measure, this also He let pass; and when nothing was left remaining further, but the tyrant had emptied out all his strength, then God showed His own power and the endurance of the youths. Do you see that on this account God permitted tribulations until the end, so that He might show to those plotting both the philosophical fortitude of those plotted against, and His own providence? Having learned both of which at that time, that man also cried aloud: Servants of the Most High God, come forth and come hither. And do you observe for me the magnanimity of the youths: for neither did they leap forth before his voice, lest someone might suppose them to have feared the fire, nor when summoned did they remain within, lest they might seem to be ambitious and contentious men. When you learned, they say, whose servants we are, when you recognized our Master, then we come forth, about to be heralds to all those present of the power of God. Or rather, not they alone, but the enemy also with his own voice, both through his tongue and through his letter, proclaimed to all both the steadfastness of the athletes and the strength of the President of the games. And just as heralds proclaim victorious athletes in the midst of the theatre, and state their cities — So-and-so of such-and-such a city — so this man also in place of their city proclaimed their Master: Shadrach, Meshach, Abednego, servants of the Most High God, come forth and come hither. What has happened, that you call them servants of God? Were they not slaves to you? Nay, they overthrew my kingdom, he says, they trampled down my pride, they showed through their deeds their true Master. Had they been slaves of men, the fire would not have feared them, the flame would not have given way; for creation does not know how to stand in awe of and honour slaves of men. On this account he says again: Blessed be the God of Shadrach, Meshach, Abednego. And do you observe for me how first he proclaims the President of the games: Blessed be God Who sent His angel, and rescued His youths. This belongs to the power of God; state also the virtue of the athletes: Because they had trusted in Him, and altered the word of the king, and handed over their bodies, that they might not serve foreign gods. What then could prove equal to virtue? Before this, when they said, We do not serve your gods, he burned more fiercely than the furnace; whereas now, since they taught this through their deeds, not only was he not indignant, but he even praised and marvelled that they disobeyed him. So great a good is virtue, that it holds even its very enemies as admirers and praisers. Those men conten-
PG 49:89Read from the page
σαντο καὶ ἐνίκησαν, καὶ ὁ ἡττηθεὶς εὐχαρίστησεν, ὅτι οὐκ ἐφόβησεν αὐτοὺς ἡ τῆς φλογὸς ὄψις, ἀλλὰ παρεκάλεσεν αὐτοὺς ἡ εἰς τὸν Δεσπότην ἐλπίς, καὶ τὸν τῆς οἰκουμένης Θεὸν ἀπὸ τῶν τριῶν παίδων καλεῖ, οὐχὶ περικλείων αὐτοῦ τὴν δεσποτείαν, ἀλλ' ἐπειδὴ τῆς οἰκουμένης ἀντάξιοι ἦσαν οἱ παῖδες οἱ τρεῖς, διὰ τοῦτο καὶ ἐπαινεῖ τοὺς καταφρονήσαντας αὐτοῦ, καὶ τυράννους τοσούτους καὶ βασιλεῖς καὶ ὑπάρχους παραδραμὼν τοὺς πεισθέντας αὐτῷ, τρεῖς αἰχμαλώτους καὶ δούλους τοὺς καταγελάσαντας αὐτοῦ τῆς τυραννίδος ἐθαύμασεν. Οὐ γὰρ φιλονεικοῦντες, ἀλλὰ φιλοσοφοῦντες ταῦτα ἔπραξαν, οὐδὲ δι' ἀπόνοιαν, ἀλλὰ δι' εὐσέβειαν· οὐκ ἀλαζονείᾳ φυσηθέντες, ἀλλὰ ζήλῳ πυρωθέντες. Καὶ γὰρ μέγα ἀγαθὸν ἐλπίσαι εἰς Θεόν· ὅπερ οὖν καὶ ὁ βάρβαρος ἔγνω, καὶ δῆλον ὅτι ἐντεῦθεν διέφυγον τὸν ἐπικείμενον κίνδυνον ἀνεβόησεν· Ὅτι ἐπεποίθεισαν ἐπ' αὐτῷ.
ded and conquered, and the vanquished one gave thanks that the sight of the flame did not frighten them, but hope in the Master consoled them; and he calls the God of the inhabited world after the three youths, not circumscribing His sovereignty, but because the three youths were equivalent in worth to the inhabited world; on this account he also praises those who despised him, and passing by so many tyrants and kings and governors who obeyed him, he marvelled at three captives and slaves who laughed his tyranny to scorn. For not out of contentiousness, but practising true wisdom did they do these things, nor through desperate recklessness, but through piety; not puffed up with boastfulness, but fired with zeal. For indeed it is a great good to hope in God; which very thing the barbarian also recognized, and making plain that from this they escaped the impending danger, he cried aloud: Because they had trusted in Him.
ϛʹ. Ταῦτα δὲ λέγω νῦν, καὶ τὰς ἱστορίας ἐκλέγω πάσας, ἐν αἷς πειρασμοὶ καὶ θλίψεις, καὶ βασιλέων ὀργαί, καὶ ἐπιβουλαί, ἵνα μηδὲν φοβώμεθα, ἀλλ' ἢ τὸ προσκροῦσαι Θεῷ μόνον. Καὶ γὰρ καὶ τότε ἡ κάμινος ἐκαίετο, ἐκεῖνοι δὲ ταύτης μὲν κατεγέλασαν, τὴν δὲ ἁμαρτίαν ἔδεισαν. Ἤδεισαν γὰρ ὅτι καέντες μὲν οὐδὲν πείσονται δεινόν, ἀσεβήσαντες δὲ τὰ ἔσχατα ὑποστήσονται.
6. And I speak these things now, and select all the histories in which there are trials and tribulations, and wraths of kings, and plots, so that we may fear nothing save offending God alone. For at that time also the furnace was burning, yet those youths laughed it to scorn, whereas they feared sin. For they knew that if burned they would suffer nothing terrible, whereas if they acted impiously they would undergo the utmost extremities.
Ἡ γὰρ μεγίστη κόλασις τὸ ἁμαρτάνειν, κἂν μὴ κολαζώμεθα· ὥσπερ οὖν ἡ μεγίστη τιμὴ καὶ ἄνεσις τὸ μετὰ ἀρετῆς ζῆν, κἂν κολαζώμεθα· αἱ μὲν γὰρ ἁμαρτίαι διιστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, καθὼς καὶ αὐτός φησιν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; αἱ κολάσεις δὲ συνάγουσιν ἡμᾶς πρὸς τὸν Θεόν· Δὸς γὰρ ἡμῖν, φησίν, εἰρήνην, ὅτι πάντα ἀπέδωκας ἡμῖν. Ἐὰν τραῦμά τις ἔχῃ, τί δεδοικέναι ἄξιον, τὴν σηπεδόνα, ἢ τὴν τομὴν τοῦ ἰατροῦ; τὸ σιδήριον, ἢ τὴν νομὴν τοῦ ἕλκους; Ἡ ἁμαρτία σηπεδών ἐστιν, ἡ κόλασις σιδήριον ἰατρικόν· ὥσπερ οὖν ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀῤῥωστεῖ, καὶ τότε μᾶλλόν ἐστιν ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτω καὶ ὁ ἁμαρτάνων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος, καὶ τότε μάλιστα ἄθλιος, ὅταν μὴ κολάζηται, μηδὲ πάσχῃ μηδὲν δεινόν. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὕδερον ἔχοντες, ὅταν τραπέζης ἀπολαύσωσι δαψιλοῦς, καὶ ψυχροποσίας, καὶ πολυτελῶν ἐδεσμάτων, καὶ καρυκευμάτων, τότε μάλιστα πάντων εἰσὶν ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα αὔξοντες· ἂν δ' ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νόμους, ἐλπίδα τινὰ σωτηρίας ἔχουσιν· οὕτω καὶ οἱ ζῶντες ἐν πονηρίᾳ, ἂν μὲν κολάζωνται, χρηστὰς ἔχουσιν ἐλπίδας, ἂν δὲ μετὰ τῆς πονηρίας, ἀδείας καὶ τρυφῆς ἀπολαύωσι, τῶν ἐν ὑδέρῳ γαστριζομένων σφόδρα ἐλεεινότεροι ἂν εἶεν, καὶ τοσούτῳ πλέον, ὅσῳ ψυχὴ σώματός ἐστι βελτίων. Ἐὰν τοίνυν ἴδῃς τινὰς ἐν τοιαύταις ὄντας ἁμαρτίαις, καὶ τοὺς μὲν λιμῷ παλαίοντας διηνεκεῖ καὶ μυρίοις κακοῖς, τοὺς δὲ μεθύοντας καὶ γαστριζομένους καὶ τρυφῶντας, τοὺς τὰ δεινὰ πάσχοντας μακάριζε μᾶλλον. Καὶ γὰρ τῆς ἡδυπαθείας ἡ φλὸξ ταῖς συμφοραῖς ὑποτέμνεται ταύταις, καὶ πρὸς τὴν μέλλουσαν ψῆφον καὶ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον οὐ μικρὰν λαβόντες ἀπέρχονται παραμυθίαν, καὶ τὰ πολλὰ τῶν ἁμαρτημάτων δι' ὧν ἔπαθον δεινῶν ἐνταῦθα διαλύσαντες ἄπεισιν.
For the greatest punishment is sinning, even if we are not punished; just as the greatest honour and relief is living with virtue, even if we are punished; for sins separate us from God, even as He Himself says: Do not your sins separate between you and Me? Whereas punishments gather us together to God: For grant us peace, he says, because Thou hast requited all things to us. If someone has a wound, what is worthy to be feared: the putrefaction, or the incision of the physician? The surgical knife, or the spreading of the ulcer? Sin is putrefaction, punishment is a medicinal knife; just as he who has putrefaction, even if he is not cut, is sick, and is then all the more in evils when he is not cut; so also he who sins, even if he is not punished, is more wretched than all, and is then most wretched when he is not punished nor suffers anything terrible. And just as those afflicted with spleen disease and dropsy, whenever they enjoy a lavish table, and cold drinks, and costly viands, and richly seasoned sauces, are then most pitiable of all, increasing their disease by luxury; whereas if they are curbed by hunger and thirst in accordance with medical laws, they hold some hope of recovery; so also those who live in wickedness, if they are punished, hold good hopes, whereas if along with their wickedness they enjoy impunity and luxury, they would be far more pitiable than those gorging themselves in dropsy, and by so much the more as the soul is better than the body. If, therefore, you see certain men in the same sins, and the ones wrestling with unceasing famine and ten thousand evils, whereas the others are drunken and gorging themselves and luxuriating, count blessed rather those who suffer terrible things. For the flame of voluptuousness is cut short by these calamities, and taking no small consolation towards the future verdict and that fearsome tribunal they depart, and having washed away most of their sins through the terrible things they suffered here they go away.
Ἀλλὰ τῆς μὲν παρακλήσεως ἅλις· ὥρα δὴ λοιπὸν ἡμῖν διαβῆναι ἐπὶ τὴν παραίνεσιν τῆς τῶν ὅρκων φυγῆς, καὶ τὴν δοκοῦσαν εἶναι παραμυθίαν τοῖς ὀμνύουσιν ἀνελεῖν
Yet enough of consolation; it is now time henceforth for us to cross over to the exhortation to flee oaths, and to do away with the excuse that seems to exist for those who swear,
PG 49:90Read from the page
τὴν ψυχρὰν καὶ ἀνόνητον. Καὶ γὰρ ἐπειδὰν αὐτοῖς ἐγκαλῶμεν, ἑτέρους ἡμῖν προβάλλονται αὐτὸ τοῦτο ποιοῦντας, καὶ λέγουσιν· Ὁ δεῖνα καὶ ὁ δεῖνα ὀμνύουσιν. Εἴπωμεν τοίνυν πρὸς αὐτούς· Ἀλλ' ὁ δεῖνα οὐκ ὄμνυσιν· ὁ δὲ Θεὸς ἀπὸ τῶν κατωρθωκότων σοι φέρει τὴν ψῆφον. Οἱ μὲν γὰρ ἁμαρτάνοντες τοὺς ἁμαρτάνοντας οὐκ ὠφελοῦσι τῇ κοινωνίᾳ τῶν παραπτωμάτων· οἱ δὲ κατορθοῦντες τοὺς ἁμαρτάνοντας καταδικάζουσι. Καὶ γὰρ οἱ μὴ θρέψαντες τὸν Χριστὸν μηδὲ ποτίσαντες ἦσαν πολλοί, ἀλλ' οὐδὲν ἀλλήλους ὠφέλησαν· ὥσπερ οὖν οὐδὲ αἱ παρθένοι αἱ πέντε οὐκ ἔσχον τινὰ συγγνώμην παρ' ἀλλήλων, ἀλλ' ὑπὸ τῶν κατωρθωκότων καὶ οὗτοι κἀκεῖναι καταδικασθέντες ἐκολάζοντο. Ἀπαλλαγέντες τοίνυν τῆς ψυχρᾶς ταύτης ψυχαγωγίας, μὴ τοὺς πίπτοντας βλέπωμεν, ἀλλὰ τοὺς κατορθοῦντας, καὶ σπουδάσωμεν μνημόσυνον τῆς παρούσης νηστείας λαβόντες ἀπελθεῖν. Καὶ καθάπερ ἱμάτιον πολλάκις κεκτημένοι, ἢ οἰκέτην ἢ σκεῦος τίμιον, ἀναμιμνησκόμεθα τῶν καιρῶν, καὶ πρὸς ἀλλήλους λέγομεν· Τὸν οἰκέτην τὸν δεῖνα τῇδε ἐκτησάμην τῇ ἑορτῇ, τὸ ἱμάτιον τόδε ἐπριάμην τῷδε τῷ καιρῷ· οὕτω δὴ καὶ τὸν νόμον τοῦτον ἂν κατορθώσωμεν, ἐροῦμεν ὅτι Τὸν ὅρκον τῇδε κατώρθωσα τῇ Τεσσαρακοστῇ· ἕως γὰρ τότε ὤμνυον, καὶ ψιλῆς ἀκούσας παραινέσεως ἀπεσχόμην τῆς ἁμαρτίας. Ἀλλὰ δυσκατόρθωτον ἡ συνήθεια. Οἶδα κἀγώ, καὶ διὰ τοῦτο ἐπείγομαι εἰς ἑτέραν ὑμᾶς συνήθειαν ἐμβαλεῖν, χρηστὴν καὶ κέρδος ἔχουσαν. Ὅταν γὰρ εἴπῃς, ὅτι Δυσκόλως ἀφίσταμαι τῆς συνηθείας, δι' αὐτὸ τοῦτο σπούδασον ἀποστῆναι, σαφῶς εἰδώς, ὅτι ἐὰν ἑτέραν σαυτῷ ποιήσῃς συνήθειαν τὴν τοῦ μὴ ὀμνύειν, οὐδενὸς δεήσῃ πόνου λοιπόν. Τί δυσκολώτερον, μὴ ὀμνύναι, ἢ δι' ὅλης τῆς ἡμέρας ἄσιτον εἶναι, καὶ ὑδροποσίᾳ καὶ εὐτελεῖ ταριχεύεσθαι διαίτῃ; Εὔδηλον ὅτι τοῦτο ἐκείνου· ἀλλ' ὅμως οὕτως ἐστὶν ἡ συνήθεια δυνατὸν πρᾶγμα καὶ εὔκολον, ὥστε παραγενομένης τῆς νηστείας, κἂν μυρία τις παρακαλῇ, κἂν μυρία τις ἄγχῃ καὶ βιάζηται, ὥστε μετασχεῖν οἰνοποσίας ἢ ἑτέρου τινὸς τῶν μὴ νενομισμένων ἐν νηστείαις ἀπογεύεσθαι, πάντα ἂν ἕλοιτο παθεῖν τις, ἢ τῆς κεκωλυμένης ἅψασθαι τροφῆς· καὶ ταῦτα ἡδέως πρὸς τὴν τράπεζαν ἔχοντες, ἀλλ' ὅμως διὰ τὴν ἀπὸ τοῦ συνειδότος συνήθειαν φέρομεν πάντα γενναίως ταλαιπωρούμενοι. Τοῦτο δὴ καὶ ἐπὶ τῶν ὅρκων ἔσται· καὶ καθάπερ νῦν, κἂν μυρίαν ἀνάγκην τις ἐπιθῇ, μένεις κατέχων τὴν συνήθειαν· οὕτω καὶ τότε, κἂν μυρία τις παρακαλῇ, οὐκ ἀποστήσῃ τῆς συνηθείας.
cold and useless as it is. For whenever we bring a charge against them, they put forward to us others who do this very thing, and say: So-and-so and so-and-so swear. Let us therefore say to them: Nay, so-and-so does not swear; and God brings His verdict upon you from those who have succeeded. For those who sin do not benefit those who sin by fellowship in transgressions; whereas those who succeed condemn those who sin. For those who neither fed Christ nor gave Him drink were many, yet they benefited one another not at all; just as neither did the five virgins obtain any pardon from one another, but condemned by those who had succeeded, both these men and those women were punished. Having rid ourselves, therefore, of this cold solace, let us not look at those who fall, but at those who succeed, and let us be zealous to depart having received a memorial of the present fast. And just as when we have oftentimes acquired a garment, or a household servant or a precious vessel, we recall the seasons, and say to one another: I acquired such-and-such a household servant at this feast, I bought this garment at such-and-such a season; just so, if we also rightly fulfil this law, we shall say: I mastered the oath in this Lent; for until then I used to swear, and having heard a bare exhortation I abstained from the sin. Yet habit is hard to rectify. I also know it, and on this account I press on to cast you into another habit, one that is good and holds gain. For whenever you say, With difficulty do I desist from the habit, for this very reason be zealous to desist, knowing clearly that if you make for yourself another habit, that of not swearing, you will need no toil henceforth. What is more difficult: not to swear, or to go without food throughout the whole day, and be dried up with water-drinking and a frugal regimen? It is plain that this is more difficult than that; yet nevertheless habit is so powerful and easy a thing that when the fast has arrived, even if someone urges ten thousand times, even if someone presses hard and uses force ten thousand times to make one partake of wine-drinking or taste some other thing not customary in fasts, one would choose to suffer all things rather than touch the forbidden food; and that although we are fondly disposed towards the table, yet nevertheless through the habit born of conscience we bear all things nobly while enduring hardship. This very thing will also hold in the case of oaths; and just as now, even if someone lays on ten thousand necessities, you abide holding fast the habit; so also then, even if someone urges ten thousand times, you will not depart from the habit.
ζʹ. Ἀπιὼν τοίνυν οἴκοι, διαλέγου ταῦτα τοῖς κατὰ τὴν οἰκίαν ἅπασι· καὶ καθάπερ πολλοὶ πολλάκις ἐκ λειμῶνος ἀναχωροῦντες, ῥόδον ἢ ἴον ἤ τι τῶν τοιούτων ἀνθῶν λαβόντες, καὶ τοῖς δακτύλοις περιφέροντες ἀναχωροῦσιν· ἕτεροι δὲ πάλιν ἐκ παραδείσων οἴκαδε ἀπιόντες, κλάδους δένδρων καρποὺς ἔχοντας ἐπικομίζονται· ἄλλοι πάλιν ἀπὸ δείπνων πολυτελῶν λείψανα τῆς τραπέζης τοῖς ἑαυτῶν ἐπιτηδείοις φέρουσιν· οὕτω δὴ καὶ σὺ ἐντεῦθεν ἀπιών, ἀπένεγκε παραίνεσιν τῇ γυναικί, τοῖς παιδίοις, τοῖς ἐπιτηδείοις ἅπασιν. Αὕτη γὰρ καὶ λειμῶνος, καὶ παραδείσου, καὶ τροπέζης χρησιμωτέρα ἐστὶν ἡ συμβουλή· ταῦτα οὐδέποτε τὰ ῥόδα μαραίνονται, οὗτοι οὐδέποτε καταῤῥέουσιν οἱ καρποί, ταῦτα οὐδέποτε τὰ ἐδέσματα σήπεται· ἀπ' ἐκείνων πρόσκαιρος ἡ τέρψις, ἀπὸ δὲ τούτων διηνεκὴς ἡ ὠφέλεια· οὐ μετὰ τὸ κατορθωθῆναι μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ κατορθοῦσθαι. Ἐννόησον γὰρ οἷόν ἐστι πάντα τὰ ἄλλα ἀφέντας, τὰ δημόσια, τὰ ἰδιωτικά, περὶ τῶν θείων διαλέγεσθαι νόμων διαπαντός, καὶ ἐπὶ τραπέζης, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ταῖς ἄλλαις συνουσίαις. Ἂν τούτοις σχολάζωμεν, οὐδὲν ἐροῦ-
7. Departing home, therefore, discourse of these things with all those in your house; and just as many men oftentimes, withdrawing from a meadow, take a rose or a violet or some one of such flowers, and withdraw twirling it about in their fingers; and others again, departing homeward from orchards, bring along branches of trees bearing fruits; and others again from lavish banquets carry remnants of the table to their members of household and friends; just so do you also, departing from here, carry away exhortation to your wife, to your little children, to all those belonging to you. For this counsel is more useful than meadow, and orchard, and table: these roses never wither, these fruits never drop off, these viands never rot; from those things the delight is fleeting, whereas from these the benefit is unceasing — not only after it has been accomplished, but even in the very act of being accomplished. For consider what a thing it is, leaving all other things aside, public and private, to discourse continually concerning the divine laws, both at table, and in the market-place, and in other gatherings. If we devote our leisure to these things, we shall say nothing
Notes, col. 90

On the reading

Printed τροπέζης, for τραπέζης.

PG 49:91Read from the page
μεν ἐπικίνδυνον, οὐδὲ σφαλερὸν, οὐδ' ἄκοντες ἁμαρτησόμεθα, ἀλλὰ καὶ τῆς ἐπικειμένης ἀθυμίας ἐν τῇ περὶ τούτων διαλέξει σχολάζοντες, τὴν ψυχὴν ὑπεξαγαγεῖν δυνησόμεθα, ἀντὶ τῆς φροντίδος ἧς φροντίζομεν πρὸς ἀλλήλους ἀεὶ λέγοντες· Ἆρα ἤκουσεν ὁ βασιλεὺς τὰ γεγενημένα; ἆρα παρωξύνθη; τί δὲ ἐψηφίσατο; ἆρα παρεκάλεσέ τις αὐτόν; τί δὲ, αὐτὸς ἀνέξεται πόλιν οὕτω καὶ μεγάλην καὶ πολυάνθρωπον ἀφανίσαι τέλεον; Ταῦτα μὲν καὶ τὰ τοιαῦτα πάντα ἐπὶ τὸν Θεὸν ῥίψαντες, τὰ παρ' αὐτοῦ προστεταγμένα μεριμνῶμεν μόνον· οὕτω γὰρ κἀκεῖνα διαλυσόμεθα πάντα, κἂν δέκα ἐν ἡμῖν κατορθώσωσι μόνον, ταχέως εἴκοσιν οἱ δέκα γενήσονται, οἱ εἴκοσι πεντήκοντα, οἱ πεντήκοντα ἑκατὸν, οἱ ἑκατὸν χίλιοι, οἱ χίλιοι πᾶσα ἡ πόλις. Καὶ καθάπερ δέκα ἁφθέντων λύχνων, ῥᾳδίως τὴν οἰκίαν ἅπασαν ἐμπλῆσαι δυνήσεταί τις τοῦ φωτός· οὕτω δὴ καὶ ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν, ἂν δέκα κατορθώσωσι μόνοι, πυρὰν ὁλόκληρον εἰς τὴν πόλιν ἀνάψομεν φῶς ἔχουσαν, καὶ ἀσφάλειαν ἡμῖν κομίζουσαν. Οὐ γὰρ οὕτω τῆς φλογὸς ἡ φύσις εἰς ὕλην ἐμπεσοῦσα, τῶν ἐγγιζόντων ἀεὶ ξύλων ἅπτεται, ὡς ἀρετῆς ζῆλος, εἰς ψυχὰς ὀλίγας ἐμπεσὼν, ὁδῷ προβαίνων πᾶσαν ἐμπλῆσαι τὴν πόλιν δυνήσεται. Δότε τοίνυν ἐμοὶ καυχήσασθαι ἐφ' ὑμῖν, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὴν μέλλουσαν ἡμέραν, ὅταν οἱ τὰ τάλαντα ἐμπιστευθέντες εἰσάγωνται· ἀρκῶν ἐμοὶ
dangerous, nor perilous, nor shall we sin unwillingly, and by devoting ourselves to discoursing about these matters we shall also be able to draw our soul away from the despondency pressing upon us, instead of the anxiety wherewith we are anxious, ever saying to one another: Has the emperor heard what has happened? Was he provoked to anger? And what did he decree? Did anyone intercede with him? What then, will he endure to destroy utterly a city both so great and so populous? Casting all these and suchlike things upon God, let us care only for the things commanded by Him; for thus we shall dispel all those troubles also, and even if only ten among us accomplish amendment, the ten will quickly become twenty, the twenty fifty, the fifty a hundred, the hundred a thousand, the thousand the whole city. And just as when ten lamps are kindled, one will easily be able to fill the entire house with light; even so in spiritual achievements also, if ten alone accomplish rightly, we shall kindle an entire beacon-fire in the city, having light and bringing us security. For the nature of flame falling upon fuel does not so lay hold continually of the timbers bordering near, as zeal for virtue, falling upon a few souls and advancing methodically, will be able to fill the whole city. Grant me, therefore, to boast over you, both in the present life and in the coming day, when those entrusted with the talents are brought in; sufficing for me
Ὅτι τὸ τῆς λύπης πάθος εἰς ἁμαρτίας ἀναίρεσιν μόνον χρήσιμον· καὶ εἰς τὸ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ὅτι μεγίστης παρακλήσεως ὑπόθεσις ἡ τῆς δημιουργίας κατασκευή· ἐν ᾧ καὶ περὶ τοῦ, Ἀδὰμ, ποῦ εἶ; καὶ περὶ τοῦ μὴ ὀμνύειν.
That the passion of sorrow is useful solely for the destruction of sin; and on the words, In the beginning God made the heaven and the earth; and that the framing of creation is a subject of the greatest consolation; wherein also concerning the words, Adam, where art thou? and concerning not swearing.
Ὁμιλία ζʹ.
Homily VII.
αʹ. Πολλὰ μὲν καὶ περὶ πολλῶν χθὲς πρὸς τὴν ὑμετέραν διελέχθην ἀγάπην, ἀπὸ δὲ τῶν πολλῶν εἰ μὴ πάντα κατέχειν ὑμῖν δυνατὸν, ἐκεῖνο μάλιστα πάντων ὑμᾶς διαμνημονεῦσαι δέομαι, ὅτι τὴν λύπην ἡμῖν ὁ Θεὸς δι' οὐδὲν ἕτερον ἐνέθηκεν, ἀλλ' ἢ δι' ἁμαρτίαν μόνην, καὶ τοῦτο ἐδήλωσε δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἐπὶ μὲν γὰρ ζημίᾳ χρημάτων, καὶ ἀῤῥωστίᾳ, καὶ θανάτῳ, καὶ τοῖς ἄλλοις τοῖς συμπίπτουσιν ἡμῖν δεινοῖς ἀλγοῦντες καὶ ἀθυμοῦντες, οὐ μόνον οὐδεμίαν ἀπὸ τῆς λύπης καρπούμεθα παραμυθίαν, ἀλλὰ καὶ ἐπιτείνομεν τὰ δεινά· ἐπὶ δὲ τῶν ἁμαρτημάτων ἂν ἀλγήσωμεν καὶ λυπηθῶμεν, ὑποτεμνόμεθα τῆς ἁμαρτίας τὸν ὄγκον, καὶ μικρὰν τὴν μεγάλην ποιοῦμεν, πολλάκις δὲ καὶ τέλεον αὐτὴν ἐξαλείφομεν ἅπασαν. Τοῦτο δή μοι μέμνησθε διηνεκῶς, ἵνα ἐφ' ἁμαρτίᾳ μόνον ἀλγῆτε, ἐφ' ἑτέρῳ δὲ μηδενί· καὶ μετὰ τούτων κἀκεῖνο πάλιν, ὅτι θάνατον καὶ λύπην ἡ ἁμαρτία εἰς τὸν βίον ἡμῶν εἰσενεγκοῦσα, ὑπ' ἀμφοτέρων τούτων ἀναιρεῖται πάλιν. ὅπερ οὖν καὶ αὐτὸ σαφέστερον πρώην ἀπεδείξαμεν. Μηδὲν οὖν οὕτω φοβώμεθα ὡς τὸ ἁμαρτάνειν καὶ πλημμελεῖν· μὴ φοβώμεθα κόλασιν, καὶ διαφευξόμεθα κόλασιν· καθάπερ οὖν καὶ οἱ τρεῖς παῖδες οὐκ ἐφοβήθησαν τὴν κάμινον, καὶ διέφυγον τὴν κάμινον· τοιούτους εἶναι χρὴ τοὺς τοῦ Θεοῦ δούλους. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ τραφέντες, ὅτε οὔπω ἐνενέκρωτο θάνατος, οὔτε αἱ χαλκαῖ πύλαι συνεκλάσθησαν, οὔτε οἱ μοχλοὶ οἱ σιδηροῖ συνετρίβησαν, οὕτω γενναίως κατ-
1. Many things indeed and about many subjects did I speak yesterday to your charity, and if it is not possible for you to retain all out of the many, this above all things I beg you to hold in remembrance, that God implanted sorrow in us on account of nothing else save on account of sin alone, and He made this plain through the very experience of affairs. For when grieving and desponding over loss of money, and sickness, and death, and the other calamities that befall us, not only do we reap no consolation from sorrow, but we even intensify the evils; whereas over sins, if we grieve and mourn, we cut down the bulk of sin, and make the great transgression small, and oftentimes we even blot it out altogether and utterly. Keep this, I pray, continually in mind, that you may grieve over sin alone, and over nothing else; and along with these things that further point again, that sin, having brought death and sorrow into our life, is in turn destroyed again by both of these. Which very point we also demonstrated more clearly the other day. Let us therefore fear nothing so much as sinning and transgressing; let us not fear punishment, and we shall escape punishment; just as indeed the three youths did not fear the furnace, and escaped the furnace: such ought the servants of God to be. For if those reared under the Old Covenant, when death had not yet been put to death, neither had the brazen gates been shattered, nor had the iron bars been crushed, so nobly
Notes, col. 91

On the reading

Printed εις, for εἰς.

PG 49:92Read from the page
μισθὸς τῶν πόνων ἡ ὑμετέρα εὐδοκίμησις, κἂν ἴδω ὑμᾶς μετ' εὐσεβείας ζῶντας, τὸ πᾶν ἀπείληφα. Ποιήσατε τοίνυν, ὃ καὶ χθὲς παρῄνεσά τε καὶ σήμερον ἐρῶ, καὶ λέγων οὐ παύσομαι· καταδίκην κατὰ τῶν ὀμνυόντων ὁρίσαντες, καταδίκην κέρδος ἔχουσαν, οὐ ζημίαν, παρασκευάσασθε λοιπὸν ὡς δοκιμὴν ἡμῖν δώσοντες τοῦ κατορθώματος. Καὶ γὰρ πειράσομαι πρὸς ἕκαστον ὑμῶν μακρὸν ἀποτεῖναι λόγον τοῦ συλλόγου τούτου διαλυθέντος, ἵνα ἐν τῷ μήκει τῶν λεγομένων εὕρω τοὺς κατωρθωκότας· κἂν ἴδω τινὰ ὀμνύοντα, ἅπασιν αὐτὸν τοῖς κατωρθωκόσι ποιήσω φανερὸν, ἵνα ἐπιτιμῶντες, ἐλέγχοντες, διορθοῦντες, ταχέως αὐτὸν τῆς πονηρᾶς ἀπαλλάξωμεν συνηθείας. Καὶ γὰρ βέλτιον ἐνταῦθα ὀνειδισθέντα διορθώσασθαι, ἢ κατὰ τὴν ἡμέραν ἐκείνην κοινῇ τῆς οἰκουμένης ἁπάσης παρούσης ἀσχημονεῖν καὶ κολάζεσθαι, τῶν ἁμαρτημάτων ἡμῖν ὑπὸ τοῖς ἁπάντων ἐκκαλυπτομένων ὀφθαλμοῖς. Ἀλλὰ μὴ γένοιτο τοῦ καλοῦ τούτου συλλόγου φανῆναί τινα ἐκεῖ ταῦτα πάσχοντα, ἀλλ' εὐχαῖς τῶν ἁγίων πατέρων ἅπαντα τὰ ἁμαρτήματα διορθωσάμενοι, καὶ τὸν τῆς ἀρετῆς καρπὸν πολὺν ἐπιδειξάμενοι, μετὰ πολλῆς ἐντεῦθεν ἀπέλθοιμεν παῤῥησίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
reward of my labours is your good repute, and if I see you living with piety, I have received my all. Do therefore what both yesterday I exhorted and today I shall say, and shall not cease saying: having appointed a penalty against those who swear, a penalty bringing profit, not loss, prepare yourselves henceforth as about to give us proof of your amendment. For I shall endeavour, when this assembly is dismissed, to draw out a long conversation with each of you, so that in the length of what is spoken I may discover those who have amended; and if I see anyone swearing, I shall make him manifest to all who have amended, that by rebuking, reproving, and setting him right, we may speedily rid him of his evil habit. For it is better to be reproached and set right here, than on that day, in the public presence of the whole inhabited world, to be put to shame and punished, while our sins are uncovered before the eyes of all. Yet far be it that anyone from this noble assembly should appear there suffering these things; rather, having set right all our sins through the prayers of the holy fathers, and having displayed abundant fruit of virtue, may we depart hence with great boldness, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father be glory, together with the Holy Spirit, unto the ages of ages. Amen.
ετόλμησαν τῆς τελευτῆς, τίνα ἔξομεν ἀπολογίαν ἡμεῖς, ἢ ποίαν συγγνώμην, τοσαύτης ἀπολαύσαντες τῆς χάριτος, καὶ μηδὲ πρὸς τὰ αὐτὰ φθάνοντες ἐκείνοις μέτρα τῆς ἀρετῆς νῦν, ὅτε ὄνομα μόνον ἐστὶν ὁ θάνατος πράγματος ἔρημον; Οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ θάνατος, ἀλλ' ἢ ὕπνος, καὶ ἀποδημία, καὶ μετάστασις, καὶ ἀνάπαυσις, καὶ λιμὴν εὔδιος, καὶ ταραχῆς ἀπαλλαγὴ, καὶ βιωτικῶν ἐλευθερία φροντίδων. Ἀλλὰ τῆς μὲν παρακλήσεως ἐνταῦθα καταλύσωμεν τὸν λόγον· καὶ γὰρ πέμπτην ἡμέραν ἔχομεν παρακαλοῦντες ὑμῶν τὴν ἀγάπην, καὶ λοιπὸν καὶ ἐνοχλεῖν δοκοῦμεν. Τοῖς μὲν γὰρ προσέχουσιν ἀρκεῖ καὶ τὰ εἰρημένα, τοῖς δὲ μικροψύχοις, κἂν πλείονα τῶν εἰρημένων προσθῶμεν, οὐδὲν ἔσται πλέον. Ὥρα δὲ λοιπὸν ἡμῖν ἐπὶ τὴν τῶν Γραφῶν ἐξήγησιν τρέψαι τὴν διδασκαλίαν. Ὥσπερ γὰρ, εἰ μηδὲν περὶ τῆς συμφορᾶς ταύτης διελέχθημεν, ὠμότητα ἄν τις ἡμῶν κατέγνω καὶ ἀπανθρωπίαν· οὕτως ἂν διαπαντὸς περὶ αὐτῆς διαλεγώμεθα, μικροψυχίαν ἄν τις ἡμῶν καταγνοίη δικαίως. Παραθέμενοι τοίνυν ὑμῶν τὰς καρδίας τῷ Θεῷ τῷ δυναμένῳ λαλῆσαι εἰς τὴν διάνοιαν ὑμῶν, καὶ πᾶσαν ἔνδοθεν ἀπελάσαι λύπην, τῆς εἰωθυίας αὐτοὶ διδασκαλίας ἁψώμεθα νῦν, καὶ μάλιστα ὁπότε καὶ πᾶσα Γραφῆς ἐξήγησις παράκλησίς ἐστι καὶ παραμυθία. Ὥστε κἂν δοκῶμεν ἀφίστασθαι τοῦ παρακαλεῖν, πάλιν εἰς τὴν αὐτὴν ἐμπίπτομεν ὑπόθεσιν διὰ τῆς τῶν Γραφῶν ἐξηγήσεως· ὅτι γὰρ πᾶσα Γραφὴ παράκλησίς ἐστι τοῖς προσέχουσιν, αὐτόθεν ὑμῖν τοῦτο ποιήσω φανερόν. Οὐ γὰρ δὴ περιελθὼν τῶν Γραφῶν τὰς ἱστορίας πειράσομαι ζητῆσαι παραμυθητικούς τινας λόγους· ἀλλ' ὥστε σαφεστέραν τῆς ὑποσχέσεως ἀπόδειξιν παρασχεῖν, τὸ σήμερον ἡμῖν ἀναγνωσθὲν μεταχειριοῦμαι βιβλίον, καὶ εἰ δοκεῖ τὴν ἀρχὴν αὐτοῦ καὶ τὸ προοίμιον, ὃ δοκεῖ μάλιστα μηδὲ ἴχνος ἐμφαίνειν παραμυθίας, ἀλλα και
braved death, what defence shall we have, or what pardon, when we have enjoyed so great a grace, and yet do not attain even to the same measures of virtue as they now, when death is only a name devoid of substance? For death is nothing else save sleep, and a journey abroad, and a removal, and rest, and a tranquil haven, and release from tumult, and freedom from the cares of life. Yet let us here bring our discourse of exhortation to a close; for we have now spent a fifth day comforting your charity, and henceforth we even seem to be burdensome. For to those who give heed, even what has been spoken suffices, while to the faint-hearted, even if we add more than what has been spoken, there will be no further gain. It is time for us now to turn our teaching to the exposition of the Scriptures. For just as, had we discoursed nothing concerning this calamity, someone might have condemned us for cruelty and inhumanity; so, should we continually discourse about it, one might justly condemn us for faint-heartedness. Commending therefore your hearts to God, Who is able to speak unto your mind and to drive away all sorrow from within, let us ourselves now lay hold of our accustomed teaching, and above all since every exposition of Scripture is encouragement and consolation. So that even though we seem to step aside from comforting, we fall back again into the very same theme through the exposition of the Scriptures; for that all Scripture is consolation to those who give heed, I shall straightway make plain to you. For I shall not go round the histories of the Scriptures endeavouring to seek out certain consolatory passages; rather, so as to furnish a clearer proof of my promise, I shall take in hand the book read to us today, and, if it seems good, its beginning and preface, which seems above all to display not even a trace of consolation, but even
Notes, col. 92

On the reading

Printed ἀλλα, for ἀλλὰ.

Printed και, for καὶ.

PG 49:93Read from the page
καθόλου παρακλητικῶν ἀλλοτριοῦσθαι λόγων, εἰς μέσον προθεὶς, ὃ λέγω ποιήσω φανερόν. Τί ποτ' οὖν ἐστι τὸ προοίμιον; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἆρα μὴ δοκεῖ τισιν ὑμῶν παράκλησιν ἔχειν ἀθυμίας τὰ εἰρημένα; οὐχ ἱστορίας διήγησίς ἐστι καὶ δημιουργίας διδασκαλία;
to be wholly alien to consolatory words, setting it forth in your midst, I shall make plain what I say. What then, pray, is the preface? In the beginning God made the heaven and the earth; and the earth was unseen and unformed, and darkness was above the abyss. Does what has been spoken seem to any of you to contain consolation for despondency? Is it not a narrative of history and an instruction concerning creation?
βʹ. Βούλεσθε οὖν ἐπιδείξω τὴν ἐγκεκρυμμένην τῇ ῥήσει ταύτῃ παράκλησιν; Διανάστητε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς ῥηθήσεσθαι μέλλουσιν. Ὅταν γὰρ ἀκούσῃς, ὅτι τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὸν ἀέρα, τὰ ὕδατα, τοὺς ἀστέρας τοὺς πολλοὺς, τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὰ φυτὰ, τὰ τετράποδα, τὰ νηκτὰ, τὰ πετόμενα ζῶα, πάντα ἁπλῶς τὰ ὁρώμενα διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν καὶ τιμὴν ἐποίησεν ὁ Θεὸς, οὐχ ἱκανὴν εὐθέως λαμβάνεις παράκλησιν, καὶ τῆς ἀγάπης τοῦ Θεοῦ μεγίστην δέχῃ ταύτην ἀπόδειξιν, ὅταν ἐννοήσῃς, ὅτι τοσοῦτον καὶ τηλικοῦτον κόσμον, οὕτω καλὸν, καὶ μέγαν, καὶ θαυμαστὸν διὰ σὲ τὸν βραχὺν εἰς μέσον παρήγαγεν; Ὅταν οὖν ἀκούσῃς, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μὴ ἁπλῶς παραδράμῃς τὸ εἰρημένον, ἀλλ' ἔπελθε τῇ διανοίᾳ τὸ εὖρος τῆς γῆς, καὶ ἀναλόγισαι πῶς ἡμῖν πολυτελῆ καὶ δαψιλῆ τράπεζαν ἀνῆκε, καὶ πολλὴν πολλαχόθεν παρέσχεν ἡμῖν εὐφροσύνην· καὶ τὸ δὴ μέγιστον, ὅτι οὐ πόνων ἀμοιβὴν ἔδωκεν, οὐδὲ κατορθωμάτων ἀντίδοσιν τὸν τοσοῦτον καὶ τηλικοῦτον κόσμον, ἀλλ' ὁμοῦ τε ἡμᾶς ἔπλασε, καὶ τῇ βασιλείᾳ ταύτῃ τὸ γένος ἡμῶν ἐτίμησε. Ποιήσωμεν γὰρ ἄνθρωπον, φησὶ, κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Τί ἐστι, Κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν; Τῆς ἀρχῆς εἰκόνα φησὶ, καὶ ὥσπερ οὐδεὶς ἀνώτερος Θεοῦ ἐν οὐρανῷ, οὕτω μηδεὶς ἔστω ἀνώτερος ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἑνὶ μὲν οὖν τούτῳ καὶ πρώτῳ τετίμηκε, τῷ κατ' εἰκόνα αὐτὸν ποιῆσαι· δευτέρῳ δὲ τῷ μὴ πόνων ἀμοιβὴν ἡμῖν παρασχεῖν τὴν ἀρχὴν, ἀλλὰ γυμνὴν τῆς αὐτοῦ φιλανθρωπίας ποιῆσαι τὴν χάριν· τρίτῳ τῷ φυσικὴν ἡμῖν χαρίσασθαι αὐτήν. Τῶν γὰρ ἀρχῶν αἱ μὲν εἰσὶ φυσικαὶ, αἱ δὲ χειροτονηταί· φυσικαὶ μὲν, ὡς ἡ τοῦ λέοντος ἐπὶ τῶν τετραπόδων, ὡς ἐπὶ τῶν ὀρνίθων ἡ τοῦ ἀετοῦ· χειροτονηταὶ δὲ ὡς ἡ τοῦ βασιλέως τοῦ καθ' ἡμᾶς· οὗτος γὰρ οὐχὶ φύσει κρατεῖ τῶν ὁμοδούλων· διὸ καὶ ἀποβάλλει πολλάκις τὴν ἀρχήν. Τοιαῦτα γὰρ τὰ μὴ φύσει προσόντα· ῥᾳδίαν δέχεται τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· ὁ δὲ λέων οὐχ οὕτως, ἀλλὰ φύσει κρατεῖ τῶν τετραπόδων, ὥσπερ οὖν καὶ τῶν ὀρνίθων ὁ ἀετός. Ἀεὶ γοῦν τῷ γένει συγκεκλήρωται τὸ τῆς βασιλείας εἶδος, καὶ οὐδένα ἄν τις ἴδοι λέοντά ποτε τὴν ἀρχὴν ἀποβαλόντα ταύτην. Τοιαύτην καὶ ἡμῖν τὴν βασιλείαν ἐξ ἀρχῆς ὁ Θεὸς ἐχαρίσατο, καὶ πᾶσιν ἡμᾶς ἐπέστησε· καὶ οὐ τούτῳ μόνον ἐτίμησεν ἡμῶν τὴν φύσιν, ἀλλὰ καὶ αὐτῇ τοῦ χωρίου τῇ προεδρίᾳ ἐξαίρετον οἰκητήριον ἀποτάξας ἡμῖν τὸν παράδεισον, καὶ λόγον δοὺς καὶ ψυχὴν ἀθάνατον χαρισάμενος.
2. Do you wish, then, that I should display the consolation hidden within this saying? Arise, therefore, and attend with exactness to what is about to be spoken. For when you hear that God made the heaven, the earth, the sea, the air, the waters, the many stars, the two great luminaries, the plants, the quadrupeds, the swimming, the flying creatures—simply all things that are seen—on account of you and your salvation and honour, do you not straightway receive sufficient consolation, and welcome this greatest proof of the love of God, when you reflect that He brought forth so great and so vast a world, so fair, and great, and wondrous, for the sake of you who are so small? When, therefore, you hear that In the beginning God made the heaven and the earth, do not merely pass by what is spoken, but traverse in thought the breadth of the earth, and reckon up how sumptuous and bountiful a table He has sent up for us, and how much gladness He has afforded us from many quarters; and what is indeed greatest, that He gave so great and so vast a world not as a recompense for labours, nor as a return for good deeds, but at the same time both fashioned us and honoured our race with this sovereignty. For Let Us make man, He says, according to Our image and according to likeness. What is, According to Our image and according to likeness? He means the image of dominion; and just as none is higher than God in heaven, so let none be higher than man upon the earth. With this one first gift, then, He honoured him, by making him according to His image; and second, by furnishing us the dominion not as a recompense for labours, but making the grace purely of His own loving-kindness; third, by granting it to us as natural. For of dominions some are natural, and some are elective: natural, such as that of the lion over the quadrupeds, and as that of the eagle over the birds; elective, such as that of the emperor among us; for he does not rule over his fellow-servants by nature, wherefore he also oftentimes loses his dominion. For such are the things not inherent by nature: they receive an easy change and overthrow; whereas the lion is not thus, but rules over the quadrupeds by nature, just as indeed the eagle also over the birds. At all events, the form of sovereignty is ever allotted to the species, and no one could ever see any lion losing this dominion. Such a sovereignty did God also grant to us from the beginning, and set us over all things; and not by this alone did He honour our nature, but also by the very pre-eminence of the place, assigning paradise to us as a choice dwelling-place, and giving reason, and granting an immortal soul.
Ἀλλὰ μὴ εἴπω ταῦτα· ἐγὼ γὰρ τοσαύτην περιουσίαν εἶναί φημι τῆς τοῦ Θεοῦ κηδεμονίας, ὡς μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐκόλασεν, ὁμοίως ἡμᾶς δύνασθαι τὴν ἀγαθότητα αὐτοῦ δεικνύναι καὶ τὴν φιλανθρωπίαν. Καὶ τοῦτο μάλιστα πάντων ὑμᾶς παρακαλῶ μετὰ ἀκριβείας εἰδέναι, ὅτι ὁ Θεὸς οὐχὶ τιμῶν μόνον, οὐδὲ εὐεργετῶν, ἀλλὰ καὶ κολάζων, καὶ τιμωρούμενος ὁμοίως ἐστὶν ἀγαθός· κἂν πρὸς Ἕλληνας, κἂν πρὸς αἱρετικοὺς ἀγῶνες ἡμῖν καὶ μάχαι κινῶνται περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος, μὴ μόνον ἀφ' ὧν ἐτίμησεν, ἀλλὰ καὶ ἀφ' ὧν ἐτιμωρήσατο, ἐπιδείκνυ-
Yet let me not speak of these things; for I affirm that there is such superabundance of God's solicitude that not only from the things whereby He honoured us, but also from those whereby He chastised us, we are able in like manner to demonstrate His goodness and loving-kindness. And this above all things I exhort you to know with exactness, that God is good not only when honouring, nor when conferring benefits, but also when chastising and inflicting punishment in like manner; and whether against Greeks or against heretics contests and battles be stirred up for us concerning God's loving-kindness and goodness, not only from the things whereby He honoured us, but also from those whereby He punished us, let us show