Migne Reading Room

PG 49 · cols. 76–81 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:76Read from the page
ανθρωπίας καὶ ἀφ' ὧν καὶ εἰς ἄνδρας καὶ πόλεις καὶ ἔθνη καὶ δήμους ὁλοκλήρους ἐποίησε. Καὶ γὰρ καὶ τῇ Νινευϊτῶν ἠπείλησε πόλει, καὶ εἶπεν· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν, εἰπέ μοι; κατεστράφη ἡ Νινευῒ, καὶ ἀνετράπη ἡ πόλις; Τούναντίον μὲν οὖν ἅπαν, καὶ ἀνέστη, καὶ λαμπροτέρα γέγονε, καὶ χρόνος τοσοῦτος διελθὼν τὴν δόξαν αὐτῆς οὐκ ἠφάνισεν, ἀλλὰ πάντες αὐτὴν ᾄδομεν ἔτι, καὶ νῦν θαυμάζομεν, ὅτι λιμήν τις ἄριστος ἐξ ἐκείνου τοῦ χρόνου τοῖς ἁμαρτάνουσιν ἅπασι γέγονεν, οὐκ ἀφιεῖσα εἰς ἀπόγνωσιν ἐμπεσεῖν, ἀλλὰ καλοῦσα ἅπαντας εἰς μετάνοιαν, καὶ δι' ὧν ἔπραξε, καὶ δι' ὧν ἀπήλαυσε τῆς τοῦ Θεοῦ προνοίας, πείθουσα μηδέποτε τῆς οἰκείας ἀπογινώσκειν σωτηρίας, ἀλλὰ βίον ἄριστον ἐπιδεικνυμένους, καὶ τὴν ἀγαθὴν ἐλπίδα προβαλλομένους θαῤῥεῖν περὶ τοῦ τέλους ὡς ἐσομένου πάντως χρηστοῦ. Τίς γὰρ οὐκ ἂν ἀνασταίη, τὸ κατ' ἐκείνους παράδειγμα ἀκούων, κἂν πάντων νωθρότατος εἴη; Εἵλετο γοῦν τὴν ἑαυτοῦ πρόῤῥησιν διαπεσεῖν ὁ Θεὸς, καὶ μὴ διαπεσεῖν τὴν πόλιν· μᾶλλον δὲ οὐδὲ προφητεία διέπεσεν. Εἰ μὲν γὰρ ἐπὶ τῆς αὐτῆς πονηρίας τῶν ἀνθρώπων μενόντων οὐκ ἐξέβη εἰς ἔργον τὰ τῆς ἀποφάσεως, εἶχεν ἴσως ἄν τις ἐγκαλεῖν τοῖς εἰρημένοις· εἰ δὲ μεταβαλομένων αὐτῶν, καὶ τῆς αἰτίας ἀποστάντων, ἀπέστη καὶ τῆς ὀργῆς ὁ Θεὸς, τίς δυνήσεται λοιπὸν ἐπιλαβέσθαι τῆς προφητείας, καὶ καταγνῶναι ψεῦδος τῶν εἰρημένων; Καὶ γὰρ τὸν νόμον, ὃν ἐξ ἀρχῆς ἔθηκεν ὁ Θεὸς διὰ τοῦ προφήτου πᾶσιν ἀνθρώποις διαλεγόμενος, τοῦτον καὶ τότε διετήρησε. Τίς οὖν ἐστιν ὁ νόμος; Πέρας λαλήσω, φησὶ, ἐπὶ ἔθνος καὶ ἐπὶ βασιλείαν τοῦ ἐκριζοῦν αὐτοὺς, καὶ κατασκάπτειν καὶ ἀπολλύειν· καὶ ἔσται, ἐὰν μετανοήσωσιν ἀπὸ τῆς κακίας, μετανοήσω κἀγὼ ἀπὸ τῆς ὀργῆς, ἧς ἐλάλησα ποιῆσαι αὐτοῖς. Τοῦτον τοίνυν φυλάττων τὸν νόμον, μεταβαλομένους ἔσωσε, καὶ ἀποστάντας τῆς κακίας ἀπήλλαξε τῆς ὀργῆς. Ἤδει τῶν βαρβάρων τὴν ἀρετὴν, διὰ τοῦτο τὸν προφήτην κατήπειγεν· οὕτω καὶ τότε ἐδονεῖτο ἡ πόλις, τῆς προφητικῆς ἀκούουσα φωνῆς, ἀλλ' οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ ὠφελήθη παρὰ τοῦ φόβου. Ὁ γὰρ φόβος ἐκεῖνος τὴν σωτηρίαν ἔτεκεν· ἡ ἀπειλὴ τὸν κίνδυνον ἔλυσεν· ἡ τῆς καταστροφῆς ἀπόφασις τὴν καταστροφὴν ἔστησεν. Ὢ καινοῦ καὶ παραδόξου πράγματος· ἀπόφασις θάνατον ἀπειλοῦσα, ζωὴν ἔτεκεν. Ἀπόφασις μετὰ τὸ ἐξενεχθῆναι, τότε ἄκυρος γέγονεν ἀπεναντίας τοῖς ἔξωθεν δικάζουσιν· ἐπὶ μὲν γὰρ τούτων τὸ προενεχθῆναι τὴν ψῆφον εἰς μέσον κυρίαν ποιεῖ τὴν ψῆφον γενέσθαι, ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον τὸ προενεχθῆναι τὴν ψῆφον, τοῦτό ἐστι τὸ ποιῆσαν αὐτὴν ἄκυρον. Εἰ γὰρ μὴ προηνέχθη, οὐκ ἂν ἤκουσαν οἱ ἡμαρτηκότες· εἰ δὲ μὴ ἤκουσαν, οὐκ ἂν ἀπεκρούσαντο τὴν τιμωρίαν, οὐκ ἂν ἀπήλαυσαν τῆς παραδόξου σωτηρίας ἐκείνης. Πῶς γὰρ οὐ παράδοξος, ὅταν ὁ μὲν δικαστὴς ἀποφαίνηται, οἱ δὲ κατάδικοι τὴν ἀπόφασιν λύωσι διὰ τῆς μετανοίας; οὐ γὰρ ἔφυγον τὴν πόλιν καθάπερ καὶ ἡμεῖς νῦν, ἀλλὰ μένοντες ἔστησαν. Παγὶς ἦν, καὶ τεῖχος αὐτὴν ἐποίησαν· βάραθρον ἦν καὶ κρημνὸς, καὶ πύργον αὐτὴν ἀσφαλείας κατεσκεύασαν. Ἤκουσαν ὅτι πεσεῖται τὰ οἰκοδομήματα, καὶ οὐκ ἔφυγον τὰ οἰκοδομήματα, ἀλλ' ἔφυγον τὰ ἁμαρτήματα· οὐκ ἀπέστησαν ἕκαστος ἀπὸ τῆς οἰκίας αὐτοῦ καθάπερ ἡμεῖς νῦν, ἀλλ' ἀπέστησαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Μὴ γὰρ οἱ τοῖχοι, φησὶ, τὴν ὀργὴν ἔτεκον; ἡμεῖς αἴτιοι τοῦ τραύματος, ἡμεῖς τὸ φάρμακον κατασκευάσωμεν. Διὰ τοῦτο οὐ τόπων
kindness towards mankind, and from what He has done towards men and cities and nations and entire peoples. For He also threatened the city of the Ninevites, and said: "Yet three days, and Nineveh shall be overthrown". What then, tell me? Was Nineveh overthrown, and was the city overturned? Quite the contrary in every respect: both it rose up and it became more illustrious, and so great a lapse of time has not effaced its glory, but we all sing of it still, and marvel at it now, because from that time it has become an excellent haven for all who sin, not suffering them to fall into despair, but calling all to repentance, and both through what it did and through what it enjoyed of God's providence, persuading men never to despair of their own salvation, but by exhibiting a most excellent life and putting forward good hope, to be confident concerning the end as being altogether good. For who would not rise up upon hearing their example, even were he the most sluggish of all? God chose, at all events, that His own prediction should fall through rather than that the city should fall; or rather, not even the prophecy fell through. For had the terms of the sentence not gone forth into effect while the men remained in the same wickedness, perhaps someone might have had grounds to find fault with what was spoken; but if, when they changed their ways and departed from their guilt, God also departed from His wrath, who will any longer be able to lay hold of the prophecy and condemn what was spoken of falsehood? For the very law which God laid down from the beginning when conversing with all men through the prophet, this He preserved then also. What then is the law? "At the last I shall speak", He says, "concerning a nation and concerning a kingdom, to pluck them up, and to pull down, and to destroy; and it shall be that if they repent from their evil, I also shall repent from the wrath which I spoke of doing to them". Keeping this law, therefore, He saved them when they changed their ways, and freed them from wrath when they departed from evil. He knew the virtue of the barbarians, and on this account He urged on the prophet; thus then too the city was shaken upon hearing the prophetic voice, yet it was harmed in no way, but was even benefited by the fear. For that fear gave birth to salvation; the threat undid the danger; the sentence of overthrow stayed the overthrow. O strange and paradoxical thing! A sentence threatening death gave birth to life. A sentence, after being pronounced, then became void, contrary to secular judges; for with them, the bringing forth of the verdict into the open makes the verdict valid, whereas with God, on the contrary, the bringing forth of the verdict — this is what made it void. For had it not been brought forth, those who had sinned would not have heard; and had they not heard, they would not have warded off the punishment, nor would they have enjoyed that paradoxical salvation. For how is it not paradoxical, when the judge pronounces sentence, and the condemned annul the sentence through repentance? For they did not flee the city, just as we do now, but by remaining they made it stand firm. It was a snare, and they made it a wall; it was a pit and a precipice, and they fashioned it into a tower of safety. They heard that the buildings would fall, and they did not flee the buildings, but fled their sins; they did not depart each from his house, as we do now, but departed each from his wicked way. "Did the walls", they say, "give birth to the wrath? We are the authors of the wound; let us prepare the medicine." On this account, not to changes of places
PG 49:77Read from the page
ἐναλλαγαῖς, ἀλλὰ τρόπων μεταβολῇ τὴν σωτηρίαν ἐπίστευσαν.
did they entrust their salvation, but to a change of manners.
ϛʹ. Ταῦτα οἱ βάρβαροι, καὶ οὐκ αἰσχυνόμεθα οὐδὲ ἐγκαλυπτόμεθα, ἐκείνων τρόπους μεταβαλόντων, ἡμεῖς τόπους ἀμείβοντες, καὶ μεθυόντων ἀνθρώπων ἔργα ποιοῦντες, καὶ τὰς οὐσίας ὑπεκτιθέντες; Ὁ Δεσπότης ἡμῖν ὀργίζεται, καὶ ἡμεῖς ἀφέντες καταλῦσαι τὴν ὀργὴν, τὰ τῆς οἰκίας περιστρέφομεν καὶ περιερχόμεθα, ζητοῦντες ποῦ καταθώμεθα τὴν οὐσίαν, δέον ζητεῖν ποῦ τὴν ψυχὴν παρακαταθώμεθα· μᾶλλον δὲ οὐδὲ χρὴ ζητεῖν, ἀλλ' ἀρετῇ καὶ ὀρθότητι βίου τὴν ἀσφάλειαν αὐτῆς ἐγχειρίζειν. Οὐδὲ γὰρ εἰ πρὸς οἰκέτην ὀργιζομένων καὶ ἀγανακτούντων ἡμῶν, τὸ πρὸς τὴν ὀργὴν ἀπολογήσασθαι ἀφεὶς ἐκεῖνος εἰς τὸν οἰκίσκον τὴν ἑαυτοῦ κατελθὼν, τὰ ἱμάτια καὶ τὰ ἔπιπλα πάντα συναγαγὼν καὶ καταδήσας, περὶ φυγῆς ἐβουλεύετο, πράως ἂν ἠνέγκαμεν τὴν καταφρόνησιν ταύτην. Παυσώμεθα τοίνυν τῆς ἀκαίρου ταύτης σπουδῆς, καὶ εἴπωμεν ἕκαστος πρὸς τὸν Θεόν· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Μιμησώμεθα τὴν τῶν βαρβάρων φιλοσοφίαν· ἐκεῖνοι ἐπ' ἀδήλοις μετενόησαν· οὐ γὰρ εἶχεν ἡ ἀπόφασις τοῦτο, ὅτι Ἐὰν ἐπιστρέψητε, καὶ μετανοήσητε, στήσω τὴν πόλιν, ἀλλ' ἁπλῶς· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται. Τί οὖν ἐκεῖνοι; Τίς οἶδεν εἰ μετανοήσει ὁ Θεὸς ἀπὸ τῆς κακίας ἧς ἐλάλησε ποιῆσαι ἡμῖν; Τίς οἶδεν; Οὐκ ἴσασι τὸ τέλος τοῦ πράγματος, καὶ οὐκ ἀμελοῦσι τῆς μετανοίας· οὐκ ἐπίστανται τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν τρόπον, καὶ ἐπ' ἀδήλοις μεταβάλλονται· οὐδὲ γὰρ εἶχον πρὸς ἑτέρους Νινευΐτας ἰδεῖν μετανοήσαντας καὶ σωθέντας, οὐδὲ ἀνέγνωσαν προφήτας, οὐδὲ ἤκουσαν πατριαρχῶν, οὐκ ἀπήλαυσαν συμβουλῆς, οὐ μετέσχον παραινέσεως, οὐδὲ ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πάντως ἐξιλεώσονται τὸν Θεὸν τῇ μετανοίᾳ· οὐδὲ γὰρ εἶχε τοῦτο ἡ ἀπειλή ἀλλ' ἀμφέβαλλον καὶ ἠμφισβήτουν περὶ τούτου, καὶ ὅμως μετενόησαν μετ' ἀκριβείας ἁπάσης. Τίς οὖν ἔσται λόγος ἡμῖν, ὅταν οἱ μὲν περὶ τοῦ τέλους θαῤῥεῖν οὐκ ἔχοντες, τοσαύτην ἐπιδεδειγμένοι φαίνωνται τὴν μεταβολὴν, σὺ δὲ ὁ θαῤῥεῖν ἔχων περὶ τῆς φιλανθρωπίας τοῦ Θεοῦ καὶ πολλὰ πολλάκις ἐνέχυρα λαβὼν αὐτοῦ τῆς κηδεμονίας, καὶ προφητῶν καὶ ἀποστόλων ἀκούσας, καὶ δι' αὐτῶν παιδευθεὶς τῶν πραγμάτων, μηδὲ πρὸς τὸ αὐτὸ τῆς ἀρετῆς ἐκείνοις μέτρον φθάσαι φιλονεικήσῃς; Μεγάλη μὲν οὖν καὶ ἡ τῶν ἀνθρώπων τούτων ἀρετὴ, πολλῷ δὲ μείζων ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ ταύτην ἀπ' αὐτοῦ τοῦ μεγέθους τῆς ἀπειλῆς ἔστιν ἰδεῖν. Διὰ γὰρ τοῦτο οὐ προσέθηκε τῇ ἀποφάσει, ὅτι Ἐὰν δὲ μετανοήσητε, φείσομαι, ἵνα ἀδιόριστον ἐμβαλὼν τὴν ψῆφον, αὐξήσῃ τὸν φόβον, καὶ τὸν φόβον αὐξήσας, ταχύτερον πρὸς τὴν μετάνοιαν συνωθήσῃ. Καὶ ὁ μὲν προφήτης αἰσχύνεται, τὸ μέλλον προειδὼς, καὶ στοχαζόμενος ὡς ἀτέλεστα μενεῖ τὰ εἰρημένα· ὁ δὲ Θεὸς οὐκ αἰσχύνεται, ἀλλ' ἓν μόνον ζητεῖ, τὴν τῶν ἀνθρώπων σωτηρίαν, καὶ τὸν οἰκέτην τὸν ἑαυτοῦ διορθοῦται. Ἐπειδὴ γὰρ εἰς τὸ πλοῖον εἰσῆλθεν ἐκεῖνος, διήγειρεν εὐθέως τὴν θάλατταν, ἵνα μάθῃς, ὅτι ὅπου ἁμαρτία, ἐκεῖ χειμὼν, ὅπου παρακοὴ, ἐκεῖ κλυδώνιον· καὶ ἐσαλεύετο μὲν ἡ πόλις διὰ τὰ ἁμαρτήματα τῶν Νινευϊτῶν, ἐσαλεύετο δὲ τὸ πλοῖον διὰ τὴν παρακοὴν τοῦ προφήτου. Ἐκεῖνοι μὲν οὖν τὸν Ἰωνᾶν εἰς τὸ πέλαγος ἔῤῥιψαν, καὶ ἔστη τὸ πλοῖον· ἡμεῖς δὲ τὴν ἁμαρτίαν καταποντίσωμεν, καὶ
6. Such things the barbarians did; and are we not ashamed nor do we veil our faces, when they changed their manners, while we exchange places, and do the deeds of drunken men, and secretly remove our substance? The Master is angry with us, and we, neglecting to dispel His wrath, carry about the goods of the house and go round seeking where we may deposit our substance, when we ought to seek where we may entrust our soul — or rather, we ought not even to seek, but to commit its safety to virtue and uprightness of life. For even if, when we were angry and indignant at a household servant, that man, neglecting to make defence against our wrath, went down into his own chamber, gathered together and tied up his garments and all his furnishings, and deliberated about flight, we would not meekly have borne this contempt. Let us cease, therefore, from this unseasonable haste, and let us say, each one, to God: "Whither shall I go from Thy Spirit, and from Thy presence whither shall I flee?". Let us imitate the philosophy of the barbarians: they repented upon uncertainties; for the sentence did not contain this: "If you turn and repent, I shall make the city stand firm", but simply: "Yet three days, and Nineveh shall be overthrown." What then did they say? "Who knows whether God will repent from the evil which He spoke of doing to us?". "Who knows?" They do not know the outcome of the matter, and they do not neglect repentance; they are not acquainted with the manner of God's loving-kindness towards mankind, and they change their ways upon uncertainties; for neither did they have other Ninevites to look upon who had repented and been saved, nor had they read prophets, nor heard patriarchs, nor enjoyed counsel, nor partaken of exhortation, nor had they persuaded themselves that they would certainly appease God by repentance — for neither did the threat contain this — but they doubted and were uncertain concerning this, and nevertheless they repented with all exactness. What account, therefore, shall we have to give, when those who had no grounds to be confident concerning the outcome are seen to have displayed so great a change, while you, who have grounds to be confident concerning God's loving-kindness towards mankind, and have often received many pledges of His solicitude, and have heard prophets and apostles, and have been taught by events themselves, do not even strive to reach the very same measure of virtue as they? Great indeed, then, was the virtue of those men also, yet far greater was God's loving-kindness towards mankind, and one may see this from the very magnitude of the threat. For on this account He did not add to the sentence, "But if you repent, I shall spare", so that by casting an unqualified verdict He might increase their fear, and having increased their fear, might thrust them more swiftly towards repentance. And the prophet indeed is ashamed, foreknowing the future and conjecturing that what was spoken will remain unfulfilled; but God is not ashamed, rather He seeks one thing alone, the salvation of men, and sets His own servant right. For as soon as that man embarked upon the ship, He straightway stirred up the sea, that you might learn that where sin is, there is tempest, and where disobedience is, there is billowing surge; and the city indeed was tossed on account of the sins of the Ninevites, while the ship was tossed on account of the disobedience of the prophet. Those men, therefore, cast Jonah into the deep, and the ship stood steady; let us also plunge our sin into the deep, and
Notes, col. 77

On the reading

Printed τὴν ἑαυτοῦ, for τὸν ἑαυτοῦ.

PG 49:78Read from the page
στήσεται πάντως ἡ πόλις. Ὥστε τῆς φυγῆς οὐδὲν ὄφελος ἡμῖν· οὐδὲ γὰρ ἐκεῖνον ὠφέλησεν ἡ φυγή· τούναντίον μὲν οὖν καὶ κατέβλαψεν. Ἔφυγε γοῦν τὴν γῆν, καὶ οὐκ ἔφυγε τὴν ὀργὴν τοῦ Θεοῦ· ἔφυγε τὴν γῆν, καὶ τὸν χειμῶνα εἰσήγαγεν εἰς τὴν θάλασσαν· καὶ οὐ μόνον αὐτὸς οὐδὲν ἀπώνατο τῆς φυγῆς ἀγαθὸν, ἀλλὰ καὶ τοὺς ὑποδεξαμένους αὐτὸν εἰς ἔσχατον ἐνέβαλε κίνδυνον· καὶ ὅτε μὲν ἐπὶ τοῦ πλοίου καθήμενος ἔπλει, καὶ ναῦται καὶ κυβερνῆται παρῆσαν, καὶ ἅπασα τῆς νηὸς ἡ κατασκευὴ περὶ τῶν ἐσχάτων ἐκινδύνευσεν· ἐπειδὴ δὲ εἰς τὸ πέλαγος καταποντισθεὶς, καὶ τὴν ἁμαρτίαν διὰ τῆς τιμωρίας ἀποθέμενος, εἰς τὸ ἀτερμάτιστον κατηνέχθη πλοῖον, τὴν γαστέρα φημὶ τοῦ κήτους, πολλῆς ἀπήλαυσε τῆς ἀδείας· ἵνα μάθῃς, ὅτι ὥσπερ τὸν ἐν ἁμαρτίᾳ ζῶντα οὐδὲ πλοῖον ὠφελεῖ, οὕτω τὸν τὴν ἁμαρτίαν ἀποθέμενον οὐδὲ θάλαττα ἀπόλλυσιν, οὐδὲ θηρία διαφθείρει. Ἔλαβε γοῦν αὐτὸν τὰ κύματα, καὶ οὐκ ἀπέπνιξεν· ἔλαβε τὸ κῆτος, καὶ οὐκ ἀνεῖλεν· ἀλλὰ καὶ τὸ ζῶον, καὶ τὸ στοιχεῖον σώαν τῷ Θεῷ τὴν παρακαταθήκην ἀπέδωκε, καὶ διὰ πάντων ἐμάνθανε φιλάνθρωπος καὶ ἥμερος εἶναι ὁ προφήτης, καὶ μήτε ναυτῶν ἀνοήτων, μήτε κυμάτων ἀγρίων, μήτε θηρίων ὠμότερος εἶναι. Καὶ γὰρ οἱ ναῦται οὐκ ἐκ πρώτης εὐθέως, ἀλλὰ μετὰ πολλὴν αὐτὸν ἀνάγκην προὔδωκαν, καὶ ἡ θάλαττα δὲ καὶ τὸ θηρίον μετὰ πολλῆς τῆς εὐνοίας ἐφύλαξαν, τοῦ Θεοῦ πάντα ταῦτα οἰκονομοῦντος. Ἐπανῆλθε τοίνυν, ἐκήρυξεν, ἠπείλησεν, ἔπεισεν, ἔσωσεν, ἐφόβησε, διώρθωσεν, ἔστησεν ἐξ ἑνὸς καὶ πρώτου κηρύγματος. Οὐ γὰρ ἐδεήθη πολλῶν ἡμερῶν οὐδὲ συνεχοῦς συμβουλῆς, ἀλλὰ τὰ ψιλὰ ἐκεῖνα εἰπὼν ῥήματα πάντας εἰς μετάνοιαν ἤγαγε. Διὰ τοῦτο αὐτὸν οὐκ εὐθέως ἐκ τοῦ πλοίου εἰς τὴν πόλιν ἐχειραγώγησεν ὁ Θεὸς, ἀλλὰ παρέδωκαν οἱ ναῦται τῇ θαλάττῃ, ἡ θάλαττα τῷ κήτει, τὸ κῆτος τῷ Θεῷ, ὁ Θεὸς τοῖς Νινευΐταις, καὶ διὰ μακρᾶς τῆς περιόδου τὸν φυγάδα ἐπανήγαγεν, ἵνα πάντας παιδεύσῃ, ὅτι Θεοῦ χεῖρας φυγεῖν ἀμήχανον, ὅτι ὅπουπερ ἄν τις ἀφίκηται, τὴν ἁμαρτίαν ἐπισυρόμενος, μυρία ὑποστήσεται τὰ δεινὰ, κἂν τῶν ἀνθρώπων μηδεὶς παρῇ, αὐτὴ πανταχόθεν ἡ κτίσις ἀντιστήσεται μετὰ πολλῆς αὐτῷ τῆς σφοδρότητος. Μὴ τοίνυν τῇ φυγῇ τὴν σωτηρίαν ἡμῶν ἐγχειρίσωμεν, ἀλλὰ τῇ τοῦ τρόπου μεταβολῇ. Μὴ γὰρ, ἐπειδὴ μένεις ἐν τῇ πόλει, διὰ τοῦτο παροξύνεται ὁ Θεὸς, ἵνα φύγῃς; Ἐπειδὴ ἥμαρτες, διὰ τοῦτο ἀγανακτεῖ. Οὐκοῦν τὴν ἁμαρτίαν ἀπόθου, καὶ ὅθεν ἡ αἰτία τῷ τραύματι, ἐκεῖθεν ἀνάστειλον τοῦ κακοῦ τὴν πηγήν· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις θεραπεύειν καὶ ιατρῶν παῖδες κελεύουσιν. Ἐξ ἀδηφαγίας οὖν ἐτέχθη πυρετός; ἀσιτίᾳ μεθοδεύουσι τὸ νόσημα. Ἐξ ἀθυμίας ἠῤῥώστησέ τις; εὐθυμίαν τούτῳ φάρμακον ἐπιτήδειον εἶναί φασιν. Οὕτω καὶ ἐπὶ τῶν τῆς ψυχῆς νοσημάτων ποιεῖν χρή. Ῥαθυμία τὴν ὀργὴν ἤγειρε; σπουδῇ ταύτην ἀποκρουσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα τὴν μεταβολήν. Ἔχομεν βοηθὸν μεγίστην καὶ σύμμαχον τὴν νηστείαν, καὶ μετὰ τῆς νηστείας τὴν ἐπικειμένην ἀγωνίαν καὶ τὸν τοῦ κινδύνου φόβον. Ἐπιθώμεθα τοίνυν τῇ ψυχῇ νῦν εἰς καιρόν· καὶ γὰρ εὐκόλως αὐτὴν δυνησόμεθα πεῖσαι πάντα ὅσα ἂν θέλωμεν. Ὁ γὰρ περιδεὴς καὶ τρέμων καὶ τρυφῆς ἁπάσης ἀπηλλαγμένος, καὶ φόβῳ συζῶν, εὐκόλως δύναται φιλοσοφεῖν, καὶ μετὰ πολλῆς τῆς προθυμίας τὰ τῆς ἀρετῆς ὑποδέχεσθαι σπέρματα.
the city will altogether stand steady. Wherefore flight is of no benefit to us; for neither did flight benefit that man, nay rather, on the contrary, it even harmed him. He fled the land, at any rate, and did not flee the wrath of God; he fled the land, and brought the tempest into the sea; and not only did he himself reap no good from his flight, but he even cast those who had received him into extreme danger; and while he sat upon the ship sailing, and sailors and pilots were present, the entire equipment of the vessel also stood in extreme peril; whereas after he was plunged into the deep, and had put away his sin through punishment, and was carried down into that unsteered vessel — I mean the belly of the sea-monster — he enjoyed great security; that you might learn that just as not even a ship benefits him who lives in sin, so neither does the sea destroy nor do wild beasts corrupt him who has put away sin. At all events, the waves received him and did not choke him; the sea-monster received him and did not slay him; rather, both the creature and the element rendered back the deposit safe to God, and through all things the prophet learned to be humane and gentle, and to be no more cruel than senseless sailors, or fierce waves, or wild beasts. For the sailors did not hand him over straightway from the first, but after great necessity, and both the sea and the beast guarded him with great goodwill, while God dispensed all these things. He returned, therefore, he preached, he threatened, he persuaded, he saved, he terrified, he amended, he established the city by a single first proclamation. For he needed neither many days nor continuous counsel, but having spoken those bare words, he led all to repentance. On this account God did not lead him by the hand straightway from the ship into the city, but the sailors delivered him to the sea, the sea to the sea-monster, the sea-monster to God, and God to the Ninevites, and through a long circuit He brought back the fugitive, that He might instruct all men that it is impossible to flee the hands of God, and that whithersoever anyone may go while dragging sin along with him, he will undergo ten thousand terrors; and even if no man be present, creation itself from every side will withstand him with great vehemence. Let us therefore not entrust our salvation to flight, but to a change of manner of life. Is God provoked on this account — because you remain in the city — so that you should flee? Because you sinned, on this account He is indignant. Put away your sin, therefore, and whence the cause of the wound arose, thence check the fountain of the evil; for the sons of physicians also bid us heal opposites by opposites. Was a fever born, then, from gluttony? By fasting they treat the disease. Has someone fallen sick from despondency? Cheerfulness, they say, is a suitable medicine for him. Thus also must one act in the ailments of the soul. Did sloth stir up wrath? By earnestness let us beat it back, and let us display a great change. We have fasting as our greatest helper and ally, and along with fasting our present anguish and fear of danger. Let us therefore apply ourselves to the soul now seasonably; for we shall easily be able to persuade it of whatever we wish. For he who is filled with dread and trembling, and freed from all luxury, and living in fear, can easily practise philosophy, and receive the seeds of virtue with great eagerness.
ζʹ. Πείσωμεν τοίνυν αὐτὴν ἀπὸ τῆς τῶν ὅρκων φυγῆς πρώτην τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν· εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην
7. Let us persuade it, therefore, to make its first change for the better by fleeing from oaths; for even if both yesterday and the day before that I discoursed to you concerning this
Notes, col. 78

On the reading

Printed ιατρῶν, for ἰατρῶν.

PG 49:79Read from the page
τῆς ὑποθέσεως, ἀλλ' οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην τὰ αὐτὰ συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον, καὶ τὴν μετ' ἐκείνην; Ἕως ἂν ὑμᾶς ἴδω κατορθοῦντας, οὐκ ἀφέξομαι. Εἰ γὰρ οἱ παραβαίνοντες τὸν νόμον οὐκ αἰσχύνονται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς κελεύοντας μὴ παραβαίνειν, οὐκ ἄξιον αἰσχύνεσθαι τῇ συνεχείᾳ τῆς παραινέσεως. Τὸ γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας ὑπὲρ ψιλῶν καὶ εὐκατορθώτων πραγμάτων. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνηθείας ἐστὶ τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος, οὐκ ἔστι δαπάνη χρημάτων. Βούλει μαθεῖν πῶς δυνατὸν περιγενέσθαι τοῦ νοσήματος; πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας; Ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν ἴδῃς ἢ σαυτὸν ἢ ἕτερόν τινα ἢ τῶν οἰκετῶν ἢ τῶν παίδων ἢ τὴν γυναῖκα ἁλόντας τῷ κακῷ τούτῳ, καὶ συνεχῶς ὑπομνησθέντας καὶ οὐ διορθωθέντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι, καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες, καταδίκην οὐχὶ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Τοιαῦτα γὰρ τὰ πνευματικά· καὶ κέρδος φέρει, καὶ ταχίστην τὴν διόρθωσιν. Ἡ γὰρ γλῶσσα βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος ἱκανὴν λαμβάνει παράκλησιν, ὑπὸ τοῦ δίψους κατατεινομένη, ὑπὸ τῆς πείνης ἀγχομένη· κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ἐπηνέσατε τὸ εἰρημένον, ἀλλ' ὅμως καὶ ἐπὶ τῶν ἔργων δείξατε τὸν ἔπαινον. Ἐπεὶ τί τὸ κέρδος τῆς ἐνταῦθα συλλογῆς; Εἰ καθ' ἑκάστην ἡμέραν τὸ παιδίον εἰς διδασκαλεῖον βαδίζοι, εἶτα μηδὲν μανθάνοι πλέον, ἆρα ἀρκέσει εἰς ἀπολογίαν ἡμῖν τὸ καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζειν αὐτό; οὐκ αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ποιησόμεθα ἔγκλημα, ὅτι καθ' ἑκάστην ἡμέραν ἐκεῖ βαδίζον, μάτην τοῦτο ποιεῖ; Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν λογιζώμεθα, καὶ πρὸς ἑαυτοὺς λέγωμεν· Χρόνον τοσοῦτον εἰς ἐκκλησίαν ἀπαντῶντες, συνάξεως ἀπολαύοντες φρικωδεστάτης καὶ πολὺ τὸ κέρδος ἐχούσης, ἂν τοιοῦτοι πάλιν ἀπέλθωμεν, οἷοι παρεγενόμεθα, μηδὲν τῶν ἡμετέρων καταρθώσαντες ἐλαττωμάτων, τί τὸ ὄφελος ἔσται ἡμῖν τῆς ἐνταῦθα ἀφίξεως; Καὶ γὰρ τὰ πολλὰ τῶν πραγμάτων οὐ δι' αὐτὰ γίνεται, ἀλλὰ διὰ τὰ συμβαίνοντα ἐξ αὐτῶν. Οἷόν τι λέγω· Ὁ σπείρων οὐ διὰ τοῦτο σπείρει, ἵνα σπείρῃ μόνον, ἀλλ' ἵνα καὶ θερίζῃ, ὡς εἰ μὴ τοῦτο γένοιτο, καὶ ζημίαν ὁ σπόρος οἴσει, τῶν σπερμάτων κατασαπέντων εἰκῆ καὶ μάτην. Ὁ ἔμπορος οὐ διὰ τοῦτο πλεῖ, ἵνα πλῇ μόνον, ἀλλ' ἵνα διὰ τῆς ἀποδημίας πλείω ποιήσῃ τὴν οὐσίαν, ὡς εἰ μὴ τοῦτο προσγένοιτο, καὶ ζημία συμβήσεται ἐσχάτη, καὶ ἐπιβλαβὴς ἡ τῶν ἐμπόρων ἀποδημία. Τοῦτο δὴ καὶ ἐφ' ἡμῶν αὐτῶν λογιζώμεθα· καὶ γὰρ ἡμεῖς εἰς ἐκκλησίαν ἀπαντῶμεν, οὐ δι' αὐτὸ τοῦτο μόνον ἵνα ἐνταῦθα διατρίβωμεν, ἀλλ' ἵνα τι κερδάναντες μέγα καὶ πνευματικὸν κέρδος ἀπέλθωμεν. Ἂν τοίνυν κενοὶ καὶ μηδὲν λαβόντες ἀπίωμεν, καὶ κατάκρισις ἡ σπουδὴ γίνεται. Ὅπως ἂν τοῦτο μὴ γένηται καὶ ζημία ἐσχάτη, ἀπιόντες ἐντεῦθεν, μετ' ἀλλήλων οἱ φίλοι, μετὰ τῶν τέκνων οἱ πατέρες, μετὰ τῶν οἰκετῶν οἱ δεσπόται, μελετᾶτε καὶ γυμνάζεσθε ὅπως τὸ ἐπιταχθὲν ἀνύσητε, ἵνα
subject, yet neither today shall I desist, nor tomorrow, nor the day after that, from counselling the same things. And why do I say tomorrow, and the day after that? Until I see you amending your ways, I shall not abstain. For if those who transgress the law are not ashamed, much less is it fitting that we, who bid you not to transgress, should be ashamed at the continuity of our exhortation. For continually to call to remembrance the same things is no reproach to the speaker, but to the hearers, who stand in need of perpetual instruction concerning simple and easily accomplished matters. For what is easier than not to swear? The achievement is a matter of habit alone; there is no bodily toil, there is no expenditure of money. Do you wish to learn how it is possible to overcome the disease? How it is possible to be rid of the wicked habit? I shall teach you a certain way, which if you practise, you will altogether prevail. Whenever you see either yourself or someone else — whether one of your servants or one of your children or your wife — caught in this evil, and continually reminded yet not amended, bid them go to sleep without having supped, and impose this penalty upon yourself and upon them — a penalty bringing not loss, but profit. For such are spiritual things: they bring both profit and most speedy amendment. For the tongue, when tormented continually, receives sufficient admonition even with no one reminding it, stretched tight by thirst, choked by hunger; and even if we be more insensible than all men, yet being reminded all day long by the magnitude of this torment, we shall have no need of other counsel and exhortation. You have applauded what has been spoken, yet nevertheless show forth your praise in deeds also. For else what is the profit of our gathering here? If day by day a little child were to walk to school, and then learn nothing more, will its walking there day by day suffice as a defence for us? Nay, rather, shall we not make this very thing the greatest charge — that walking there day by day, it does this in vain? Let us reckon this very thing in our own case also, and let us say to ourselves: Resorting to church for so long a time, enjoying a most awe-inspiring assembly that holds great profit, if we go away again such as we came, having rectified none of our shortcomings, what benefit will there be to us from coming here? For most matters take place not on account of themselves, but on account of what results from them. To give an example of what I mean: the sower does not sow on this account, that he may merely sow, but that he may also reap; since if this should not come to pass, the sowing will even bring loss, the seeds having rotted away to no purpose and in vain. The merchant does not sail on this account, that he may merely sail, but that through his voyage abroad he may increase his substance; since if this be not added, extreme loss will befall, and the merchants' voyage abroad proves harmful. Let us reckon this very thing in our own case also; for we too resort to church not for this very purpose alone, that we may linger here, but that having gained some great and spiritual profit we may depart. If, therefore, we go away empty and having received nothing, our zeal even becomes condemnation. In order that this may not come to pass, nor extreme loss, as you go away from here — friends with one another, fathers with your children, masters with your servants — practise and train yourselves how you may accomplish what has been enjoined, so that
Notes, col. 79

On the reading

Printed καταρθώσαντες, for κατορθώσαντες.

PG 49:80Read from the page
ἐπειδὴ ἐπανέλθητε πάλιν, καὶ περὶ τῶν αὐτῶν ἀκούσητε συμβουλευόντων ἡμῶν, μὴ καταισχύνησθε τοῦ συνειδότος ὑμῶν ἐπιλαμβανομένου, ἀλλὰ χαίρητε καὶ εὐφραίνησθε συνορῶντες τὸ πλέον τῆς παραινέσεως ὑμῖν κατορθωθέν. Ταῦτα μὴ μόνον ἐνταῦθα φιλοσοφῶμεν· οὐ γὰρ ἀρκεῖ τὸ πᾶν ἡ πρόσκαιρος αὕτη παραίνεσις ἐξελεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας ἀνὴρ παρὰ γυναικὸς ταῦτα ἀκουέτω, καὶ γυνὴ παρ' ἀνδρὸς, καὶ ἅμιλλά τις γινέσθω σπουδαζόντων ἁπάντων προλαβεῖν εἰς τὴν τοῦ νόμου τούτου συμπλήρωσιν, καὶ ὁ προλαβὼν καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Ἐὰν ταῦτα βουλευώμεθα, ἐὰν ταῦτα μεριμνῶμεν, ταχέως ἂν ἡμῖν καὶ τὰ ἄλλα κατευοδωθήσεται πράγματα. Σὺ μερίμνησον τὰ τοῦ Θεοῦ, καὶ αὐτὸς προνοήσεται τῶν σῶν. Καὶ μή μοι λέγε· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; τί δὲ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν γὰρ, ὅπου παραβαίνεται νόμος, ἀνάγκης μεμνῆσθαι οὐ χρή. Μία γάρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι Θεῷ. Πλὴν ἀλλὰ ἐκεῖνο λέγω, τέως τοὺς περιττοὺς περίκοψον ὅρκους, τοὺς ἁπλῶς καὶ χωρὶς ἀνάγκης, τοὺς ἐπὶ τῆς οἰκίας, τοὺς ἐπὶ τῶν φίλων, τοὺς ἐπὶ τῶν οἰκετῶν· ἂν τούτους ἀνέλῃς, ἐν ἐκείνοις οὐδὲν ἐμοῦ δεήσῃ λοιπόν· αὐτὸ γὰρ τὸ στόμα μελετῆσαν δεδοικέναι καὶ φεύγειν τὰς πολυορκίας, οὐδ' ἂν μυριάκις τις ἀναγκάσῃ, καταδέξεται λοιπὸν εἰς ἐκείνην ἐμπεσεῖν τὴν συνήθειαν. Ἀλλ' ὥσπερ νῦν μετὰ πολλοῦ τοῦ πόνου καὶ μυρίας τῆς ἐνοχλήσεως φοβοῦντες, ἀπειλοῦντες, παραινοῦντες, συμβουλεύοντες, μόλις ἰσχύσαμεν εἰς ἑτέραν αὐτὸ μεταθεῖναι συνήθειαν· οὕτω δὴ καὶ τότε, κἂν μυρίαν ἀνάγκην ἐπιθῇ τις, οὐ δυνήσεται πεῖσαι τοῦτον παρασαλεῦσαι τὸν νόμον· ἀλλ' ὥσπερ δηλητηρίου τινὸς οὐκ ἂν ἕλοιτό ποτε οὐδὲ ἀνάγκης ἐπικειμένης ἀπογεύσασθαί τις, οὕτως οὐδὲ ὅρκον προέσθαι. Τοῦτο δὲ ὑμῖν κατορθωθὲν παράκλησις ἔσται καὶ προτροπὴ, πρὸς τὸ καὶ τῶν λοιπῶν τῆς ἀρετῆς ἐφάψασθαι μερῶν. Ὁ μὲν γὰρ μηδὲν κατωρθωκὼς ὅλως, ῥᾳθυμεῖ καὶ ἀναπίπτει ταχέως· ὁ δὲ συνειδὼς ἑαυτῷ ὅτι μίαν γοῦν τινα ἐντολὴν ἐπλήρωσεν, εὔελπις ἀπὸ ταύτης γενόμενος, μετὰ πλείονος σπουδῆς ἐπὶ τὰς λοιπὰς βαδιεῖται πάλιν, εἶτα ἑτέραν προσλαβὼν, ἐφ' ἑτέραν ἥξει ταχέως, καὶ οὐ πρότερον ἀποστήσεται, ἕως ἂν ἐπ' αὐτὴν ἔλθῃ τὴν κεφαλήν. Εἰ γὰρ ἐπὶ τῶν χρημάτων, ὅσῳπερ ἄν τις πλείονα περιβάληται, τοσούτῳ πλειόνων ἐφίεται, πολλῷ μᾶλλον ἐπὶ τῶν κατορθωμάτων τῶν πνευματικῶν τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο σπεύδω καὶ ἐπείγομαι ἀρχὴν τὸ πρᾶγμα λαβεῖν, καὶ προοίμιον τῆς ἀρετῆς καταβαλεῖν ἐν ταῖς ὑμετέραις ψυχαῖς, καὶ δεόμεθα καὶ ἀντιβολοῦμεν τούτων τῶν ῥημάτων μὴ κατὰ τὴν παροῦσαν ὥραν μεμνῆσθαι μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς οἰκίας, καὶ ἐπὶ τῆς ἀγορᾶς, καὶ ὅπουπερ ἂν διατρίβητε. Εἴθε μοι δυνατὸν ἦν ὑμῖν συγγενέσθαι, καὶ οὐκ ἄν μοι τῆς μακρᾶς ταύτης ἐδέησε μακρηγορίας· νῦν δ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, ἀντ' ἐμοῦ τῶν ἐμῶν μέμνησθε ῥημάτων, καὶ ἐπὶ τραπέζης καθήμενοι ἐπεισιέναι με νομίζετε καὶ παρεστάναι, καὶ ταῦτα ἐνηχεῖν ἅπερ ὑμῖν ἐνταῦθα λέγω νῦν. Καὶ ὅπουπερ ἂν περὶ ἐμοῦ λόγος ὑμῖν γίνηται, ἀντὶ πάντων ταύτης μέμνησθε τῆς ἐντολῆς, καὶ ταύτην μοι τῆς περὶ ὑμᾶς ἀγάπης ἀπόδοτε τὴν ἀμοιβήν. Ἐὰν ἴδω κατορθώσαντας ὑμᾶς, τὸ πᾶν ἀπείληφα, ἱκανὴν τῶν πόνων ἀπεδεξάμην τὴν ἀντίδοσιν. Ἵνα οὖν καὶ ἡμᾶς προθυμοτέρους ποιήσητε, καὶ ὑμεῖς εὐέλπιδες γίνησθε, καὶ πλείονα ταῖς λοιπαῖς ἐντολαῖς πρὸς τὸ κατορθοῦσθαι παρασκευάσητε τὴν εὐκολίαν, μετὰ πολλῆς τοῦτον τὸν νόμον τῆς σπουδῆς ἐν ταῖς ὑμετέραις ἐναπόθεσθε ψυχαῖς, καὶ τότε εἴσεσθε τῆς παραι-
when you return again and hear us counselling concerning the same matters, you may not be put to shame while your conscience lays hold of you, but may rejoice and be glad as you behold the greater part of the exhortation accomplished by you. Let us not practise philosophy on these matters here alone — for this brief exhortation does not suffice to remove the whole evil — but at home also let husband hear these things from wife, and wife from husband, and let a certain rivalry arise as all strive eagerly to be first in the fulfilment of this law; and let him who is first and has succeeded reproach the one left behind, that he may rouse him all the more by his jests; and let him who has lagged behind and has not yet succeeded look to the one who went before, and strive to overtake him swiftly. If we deliberate upon these things, if we care for these things, our other affairs also would swiftly prosper for us. Care for the things of God, and He Himself will provide for yours. And do not say to me: "What then, if someone imposes upon us a necessity of oaths? What then, if he does not believe?" For first of all, where a law is transgressed, one ought not to make mention of necessity. For there is one inescapable necessity: not to offend God. Nevertheless, this I say: in the meantime cut away superfluous oaths, those sworn lightly and without necessity, those in the house, those among friends, those towards servants; if you do away with these, in those other cases you will have no further need of me; for the very mouth, once trained to dread and flee frequent oaths, will no longer consent to fall into that habit, not even should someone compel it ten thousand times. Rather, just as now, with great toil and countless importunity — terrifying, threatening, exhorting, counselling — we have scarcely had strength to transfer it to another habit, just so then also, even if someone impose ten thousandfold necessity, he will not be able to persuade you to shake this law; rather, just as no one would ever choose to taste some deadly poison even when necessity presses, so neither to let slip an oath. And this, once accomplished by you, will be a comfort and an incentive towards laying hold of the remaining parts of virtue also. For he who has accomplished nothing at all grows slothful and loses heart swiftly; whereas he who is conscious within himself that he has fulfilled at least some one commandment, becoming full of good hope from this, will advance again with greater earnestness towards the rest; then, having added another, he will come swiftly to yet another, and will not desist before he arrives at the very summit. For if in matters of money, the more a man acquires, the more he desires, much more may one see this happening in spiritual achievements. On this account I hasten and press on that the matter may take a beginning, and that I may lay a prelude of virtue in your souls; and we beg and entreat you to remember these words not at the present hour alone, but also at home, and in the marketplace, and whithersoever you may pass your time. Would that it were possible for me to converse with you in person, and I should have had no need of this long discourse! But now, since this may not be, remember my words in my stead, and as you sit at table imagine that I enter in and stand beside you, and sound forth in your ears these things which I now speak to you here. And wheresoever mention is made of me among you, before all things remember this commandment, and render me this return for my love towards you. If I see you having amended your ways, I have received all, I have welcomed a sufficient recompense for my labours. In order, therefore, that you may both render us more eager, and yourselves become full of good hope, and prepare greater ease for the remaining commandments towards their accomplishment, lay up this law with great earnestness in your souls, and then you will know of our exhor-
PG 49:81Read from the page
νέσεως τὴν ὠφέλειαν. Ἐπεὶ καὶ ἱμάτιον χρυσοῦν καλὸν μὲν ἔστι καὶ ὁρώμενον, πολλῷ δὲ πλέον ἡμῖν φανεῖται περικείμενον ἡμῶν τῷ σώματι· οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαὶ καλαὶ μὲν εἰσὶ καὶ ἐπαινούμεναι, πολλῷ δὲ καλλίους φαίνονται κατορθούμεναι. Νῦν μὲν γὰρ ἐν βραχείᾳ καιροῦ ῥοπῇ τὰ λεγόμενα ἐπαινεῖτε, ἐὰν δὲ κατορθώσητε, διὰ πάσης τῆς ἡμέρας, καὶ διὰ παντὸς τοῦ χρόνου, καὶ ἡμᾶς καὶ ὑμᾶς αὐτοὺς ἐπαινέσεσθε· καὶ οὐ τοῦτό ἐστι τὸ
tation's benefit. Since a golden garment also is beautiful indeed even when beheld, yet will appear far more so to us when wrapped about our body, just so the commandments of God also are beautiful indeed even when praised, yet appear far more beautiful when accomplished. For now, in a brief moment of time, you praise what is spoken; but if you accomplish it, throughout the whole day and throughout all time you will praise both us and yourselves; and this is not the
Ὅτι χρήσιμος ὁ τῶν ἀρχόντων φόβος, καὶ διήγησις τῶν κατὰ τὴν ὁδὸν συμβάντων τοῖς τὴν ἀγγελίαν τῆς στάσεως τῷ βασιλεῖ ἀναφέρουσι, καὶ ὅτι ὁ ἀδίκως τι πάσχων καὶ εὐχαριστῶν τῷ συγχωροῦντι Θεῷ, ἴσος ἐστὶ τοῦ διὰ τὸν Θεὸν τὰ αὐτὰ πάσχοντος· καὶ τὰ παραδείγματα πάλιν ἐκ τῶν τριῶν παίδων καὶ τῆς Βαβυλωνίας καμίνου, καὶ περὶ τῆς τῶν ὅρκων ἀποχῆς.
That fear of magistrates is profitable; an account of what befell along the road those bearing the tidings of the sedition to the Emperor; that he who suffers aught unjustly and gives thanks unto God who permits it is equal unto him who suffers the selfsame things for God's sake; examples again from the three youths and the Babylonian furnace; and concerning abstinence from oaths.
Ὁμιλία ϛʹ.
Homily 6.
αʹ. Πολλὰς μὲν ἀνηλώσαμεν ἡμέρας παρακαλοῦντες ὑμῶν την ἀγάπην· οὐ μὴν διὰ τοῦτο ἀποστησόμεθα τῆς ὑποθέσεως ταύτης, ἀλλ' ἕως ἂν μένῃ τὸ ἕλκος τῆς ἀθυμίας, καὶ τὸ φάρμακον τῆς παραμυθίας ἐπιθήσομεν. Εἰ γὰρ ἐπὶ τῶν τοῦ σώματος τραυμάτων οὐ παύονται ἐπαντλοῦντες ἰατρῶν παῖδες, ἕως ἂν ἴδωσι λῆξαν τὸ πάθος, πολλῷ μᾶλλον ἐπὶ τῆς ψυχῆς τοῦτο ποιεῖν χρή. Καὶ γὰρ ἕλκος ψυχῆς ἡ ἀθυμία, καὶ δεῖ συνεχῶς αὐτὴν ἐπαντλεῖν προσηνέσι ῥήμασιν. Οὐδὲ γὰρ οὕτως οἴδημα σαρκὸς χαλᾷν εἴωθε θερμῶν ὑδάτων φύσις, ὡς ψυχῆς πάθος καταστέλλειν πέφυκε παρακλητικῶν λόγων δύναμις· οὐ χρεία σπογγιᾶς ἐνταῦθα, καθάπερ ἐπὶ τῶν ιατρῶν, ἀλλ' ἀντὶ σπόγγου τὴν γλῶτταν μεταχειρισόμεθα· οὐ χρεία πυρὸς ἐνταῦθα, ἵνα θερμαίνωμεν ὕδατα, ἀλλ' ἀντὶ πυρὸς τῇ τοῦ Πνεύματος χρησόμεθα χάριτι. Φέρε οὖν καὶ τήμερον τὸ αὐτὸ τοῦτο πράξωμεν. Εἰ γὰρ μὴ ἡμεῖς ὑμᾶς παρακαλέσωμεν, πόθεν ἑτέρωθεν παράκλησιν δέξεσθε; Δικασταὶ φοβοῦσιν· οὐκοῦν ἱερεῖς παρακαλείτωσαν· ἄρχοντες ἀπειλοῦσιν· οὐκοῦν ἡ Ἐκκλησία παραμυθείσθω. Καὶ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν οὕτω γίνεται· διδάσκαλοι τὰ παιδία φοβοῦσι καὶ τύπτουσι, καὶ δεδακρυμένα πρὸς τὰς μητέρας παραπέμπουσιν· αἱ δὲ μητέρες ὑποδεξάμεναι τοῖς κόλποις τοῖς ἑαυτῶν κατέχουσι καὶ περισφίγγουσι, καὶ τὰ δάκρυα καταψήσασαι καταφιλοῦσι, καὶ τὴν ὀδυνωμένην αὐτῶν ἀνακτῶνται ψυχὴν, πείθουσαι δι' ὧν λέγουσιν, ὅτι χρήσιμος ὁ τῶν διδασκάλων αὐτοῖς φόβος.
1. Many days indeed have we spent consoling your charity; yet we shall not on this account desist from this subject, but so long as the ulcer of despondency remains, we shall also apply the medicine of consolation. For if in wounds of the body the sons of physicians do not cease fomenting them until they see the affection abated, much more must one do this in the case of the soul. For despondency is an ulcer of the soul, and one must continually bathe it with gentle words. For the nature of warm waters is not so wont to soften a swelling of the flesh as the power of consoling words is naturally fitted to calm a passion of the soul; there is no need of a sponge here, as with physicians, but instead of a sponge we shall ply the tongue; there is no need of fire here wherewith to warm waters, but instead of fire we shall use the grace of the Spirit. Come then, today also let us do this very thing. For if we do not console you, whence else will you receive consolation? Judges terrify; therefore let priests console; magistrates threaten; therefore let the Church comfort. For so it happens in the case of little children also: schoolmasters terrify and beat the children, and send them away in tears to their mothers; and their mothers, receiving them into their own bosoms, hold them fast and clasp them round, and wiping away their tears kiss them tenderly, and restore their sorrowing soul, persuading them by what they say that fear of their schoolmasters is useful to them.
Ἐπεὶ οὖν καὶ ὑμᾶς ἐφόβησαν ἄρχοντες, καὶ ἐναγωνίους ἐποίησαν, ἡ Ἐκκλησία, ἡ κοινὴ πάντων ἡμῶν μήτηρ, τοὺς κόλπους ἁπλώσασα, καὶ ὑπτίαις ὑποδεξαμένη χερσὶ, καθ' ἑκάστην παρακαλεῖ τὴν ἡμέραν, λέγουσα, ὅτι χρήσιμος καὶ ὁ τῶν ἀρχόντων φόβος ἐστὶ, καὶ ὅτι χρησίμη καὶ ἡ ἐντεῦθεν παράκλησις. Ἐκείνων μὲν γὰρ ὁ φόβος οὐκ ἀφίησιν ὑπὸ τῆς ῥᾳθυμίας ἐκλύεσθαι· ταύτης δὲ ἡ παράκλησις οὐκ ἀφίησιν ὑπὸ τῆς ἀθυμίας καταπίπτειν· καὶ δι' ἀμφοτέρων ὁ Θεὸς τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ. Καὶ γὰρ τοὺς ἄρχοντας αὐτὸς ὥπλισεν, ἵνα φοβῶσι τοὺς ἀσελγαίνοντας· καὶ τοὺς ἱερέας αὐτὸς ἐχειροτόνησεν, ἵνα παρακαλῶσι τοὺς ὀδυνωμένους· καὶ ταῦτα ἀμφότερα, μετὰ τῶν Γραφῶν, καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκει. Εἰ γὰρ ἀρχόντων ὄντων, καὶ στρατιωτῶν ζώντων ἐν ὅπλοις, μανία ἀνθρώπων εὐαριθμήτων, μιγάδων καὶ ἐπηλύδων, ἐν βραχείᾳ καιροῦ ῥοπῇ τοσαύτην ἡμῖν ἀνῆψε πυρὰν, καὶ χειμῶνα τοσοῦτον ἤγειρε, καὶ περὶ ναυαγίας δεδοικέναι ἐποίησεν ἅπαντας· εἰ καθόλου τῶν ἀρχόντων ὁ φόβος ἀνῄρητο, ποῦ οὐκ ἂν
Since, therefore, magistrates have terrified you also and rendered you full of anguish, the Church, the common mother of us all, spreading open her bosom and receiving you with outstretched hands, consoles you day by day, saying that both the fear of the magistrates is useful, and the consolation proceeding from her is useful also. For the fear of those men does not suffer us to grow slack through sloth, while her consolation does not suffer us to sink down through despondency; and through both of them God dispenses our salvation. For He Himself armed the magistrates, that they might terrify the licentious; and He Himself ordained the priests, that they might console the sorrowing; and both of these things, along with the Scriptures, the very experience of events also teaches. For if, when magistrates were present and soldiers were living under arms, the madness of a few easily counted men, a mixed rabble and strangers, in a brief moment of time kindled so great a blaze among us, and stirred up so great a tempest, and made all men dread shipwreck — if fear of the magistrates had been done away with altogether, to what pitch of
Notes, col. 81

On the reading

Printed την ἀγάπην, for τὴν ἀγάπην.

Printed ιατρῶν, for ἰατρῶν.