ὁδοὺς αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔφη· Ἡ δὲ κατὰ Θεὸν λύπη μετανοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Οὐκοῦν ἐπειδὴ σαφῶς ὁ λόγος ἀπέδειξεν, ὅτι οὔτε ζημίαν χρημάτων, οὔθ' ὕβριν, οὔτ' ἐπήρειαν, οὔτε μάστιγας, οὔτ' ἀῤῥωστίαν, οὔτε θάνατον, οὔτ' ἄλλο τι τῶν τοιούτων ἐπενεχθεῖσα λύπη διορθῶσαι δύναιτ' ἄν, ἀλλ' ἁμαρτίαν ἀφανίσαι μόνην, καὶ ταύτης ἐστὶν ἀναιρετικὴ, εὔδηλον ὅτι διὰ ταύτην ἐγένετο μόνην. Μηκέτι οὖν ἐπὶ ζημίᾳ χρημάτων ἀλγῶμεν, ἀλλ' ὅταν ἁμαρτάνωμεν, ἀλγῶμεν μόνον. Πολὺ γὰρ τὸ κέρδος ἐνταῦθα ἀπὸ τῆς λύπης. Ἐξημιώθης; μὴ ἀθυμήσῃς· οὐδὲ γὰρ ὠφελήσεις. Ἥμαρτες; λυπήθητι, ὄφελος γάρ· καὶ σκόπει σύνεσιν Θεοῦ καὶ σοφίαν. Δύο ταῦτα ἔτεκεν ἡμῖν ἡ ἁμαρτία, λύπην καὶ θάνατον· ᾟ γὰρ ἂν ἡμέρᾳ φάγῃ, φησὶ, θηνάτῳ ἀποθανῇ· καὶ πρὸς τὴν γυναῖκα, Ἐν λύπαις τέξῃ τέκνα. Καὶ δι' ἀμφοτέρων τούτων τὴν ἁμαρτίαν ἀνεῖλε, καὶ ὑπὸ τῶν τέκνων τὴν μητέρα ἀπολέσθαι παρεσκεύασεν. Ὅτι γὰρ μετὰ τῆς λύπης καὶ θάνατος ἁμαρτίαν ἀναιρεῖ, δῆλον μὲν καὶ ἀπὸ τῶν μαρτύρων, δῆλον δὲ καὶ ἐξ ὧν ὁ Παῦλος εἶπε πρὸς ἁμαρτάνοντας, οὕτω λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ καὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί· ἐπειδὴ ἁμαρτάνετε, φησὶ, τελευτᾶτε, ὥστε τῇ τελευτῇ τὰ ἁμαρτήματα διαλύσασθαι. Ἐπήγαγε γοῦν λέγων· Εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ καθάπερ ὁ σκώληξ ἀπὸ τοῦ ξύλου τίκτεται, καὶ κατεσθίει τὸ ξύλον, καὶ σὴς κατεσθίει τὸ ἔριον, παρ' αὐτοῦ τὴν ἀρχὴν ἔχων· οὕτω λύπη καὶ θάνατος ἐτέχθησαν ἀπὸ τῆς ἁμαρτίας, καὶ κατέφαγον τὴν ἁμαρτίαν. Μὴ τοίνυν φοβώμεθα θάνατον, ἀλλὰ φοβώμεθα ἁμαρτίαν μόνον, καὶ δι' ἐκείνην ἀλγῶμεν. Καὶ ταῦτα λέγω οὐ δεινόν τι προσδοκῶν, μὴ γένοιτο, ἀλλὰ φοβουμένους ὑμᾶς οὕτως ἀεὶ διακεῖσθαι θέλων, καὶ τὸν τοῦ Χριστοῦ νόμον ἐπὶ τῶν ἔργων πληροῦν· Ἐὰν γάρ τις μὴ ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, φησὶν, οὐκ ἔστιν ἐμοῦ ἄξιος. Τοῦτο δ' ἔλεγεν οὐχ ἵνα ξύλον βαστάζωμεν ἐπὶ τῶν ὤμων, ἀλλ' ἵνα τὸν θάνατον ἀεὶ πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν, καθάπερ οὖν καὶ ὁ Παῦλος καθ' ἡμέραν ἀπέθνησκε, καὶ κατεγέλα τῆς τελευτῆς, καὶ τοῦ παρόντος ὑπερεώρα βίου. Καὶ γὰρ στρατιώτης εἶ, καὶ διηνεκῶς ἐπὶ τῆς παρατάξεως ἕστηκας· στρατιώτης δὲ θάνατον δεδοικὼς, οὐδὲν οὐδέποτ' ἐργάσεται γενναῖον· ὥσπερ οὖν οὐδὲ Χριστιανὸς ἄνθρωπος κινδύνους φοβούμενος ἐργάσεταί τι μέγα καὶ θαυμαστὸν, ἀλλὰ πρὸς τούτοις καὶ εὐχείρωτος ἔσται· ἀλλ' οὐχ ὁ τολμητὴς καὶ μεγαλόφρων, ἀλλ' ἀνάλωτος μένει καὶ ἀκαταγώνιστος. Καθάπερ οὖν οἱ παῖδες οἱ τρεῖς μὴ φοβηθέντες τὸ πῦρ, ἔφυγον τὸ πῦρ· οὕτω καὶ ἡμεῖς, ἂν μὴ φοβηθῶμεν θάνατον, διαφευξόμεθα θάνατον. Οὐκ ἐφοβήθησαν δὲ τὸ πῦρ, οὐ γὰρ ἔγκλημα τὸ καῆναι· ἀλλὰ ἐφοβήθησαν τὴν ἁμαρτίαν, ἔγκλημα γὰρ τὸ ἀσεβῆσαι. Τούτους καὶ ἡμεῖς ζηλώσωμεν καὶ τοὺς κατ' ἐκείνους ἅπαντας, καὶ μὴ φοβώμεθα κινδύνους, καὶ διαφευξόμεθα κινδύνους.
his ways. On this account Paul also said: "For godly sorrow works repentance unto salvation not to be regretted". Therefore, since our discourse has clearly demonstrated that sorrow, when brought to bear, could rectify neither pecuniary loss, nor insult, nor abuse, nor scourges, nor sickness, nor death, nor any other such thing, but can blot out sin alone and is destructive of this, it is evident that it came into being on account of this alone. Let us therefore no longer grieve over pecuniary loss, but let us grieve only when we sin; for great is the profit here from sorrow. Have you suffered financial loss? Do not be disheartened, for you will gain no benefit. Have you sinned? Grieve, for there is profit; and observe the understanding and wisdom of God. Sin bore us these two things, sorrow and death: "For in whatever day you eat", He says, "you shall surely die"; and to the woman, "In sorrows you shall bring forth children". And through both of these He destroyed sin, and arranged that the mother should perish at the hands of her children. For that death, along with sorrow, destroys sin is clear indeed from the martyrs, and clear also from what Paul spoke to sinners, saying thus: "For this cause many among you are weak and sickly, and many sleep"; because you sin, he says, you die, so that by death your sins may be dissolved. Accordingly he added, saying: "For if we discerned ourselves, we would not be judged; but when we are judged, we are chastised by the Lord, lest we be condemned with the world". And just as the worm is born from the wood and devours the wood, and the moth devours the wool while taking its origin from it, so sorrow and death were born from sin and devoured sin. Let us therefore not fear death, but let us fear sin alone, and grieve on account of that. And I say these things not expecting anything dreadful — far be it! — but wishing you, through fearing, to be always so disposed, and to fulfil the law of Christ in deeds: "For if anyone does not take up his cross and follow Me", He says, "he is not worthy of Me". Now He said this not that we should carry wood upon our shoulders, but that we should always keep death before our eyes, just as Paul also died daily, and laughed at his end, and despised the present life. For you are a soldier, and stand continually in the battle-line; and a soldier who fears death will never accomplish anything noble; just so, neither will a Christian man who fears dangers accomplish anything great and admirable, but besides this he will also be easily vanquished; whereas the bold and high-minded man is not so, but remains uncaptured and unconquerable. Just as the three youths, therefore, not fearing the fire, escaped the fire, so we also, if we do not fear death, shall escape death. Now they did not fear the fire, for to be burned is no crime; rather, they feared sin, for to act impiously is a crime. Let us also emulate these men and all who were like them, and let us not fear dangers, and we shall escape dangers.
εʹ. Οὐκ εἰμι μὲν γὰρ προφήτης, οὔθ' υἱὸς προφήτου, τὸ μέντοι μέλλον μετ' ἀκριβείας ἐπίσταμαι, καὶ μεγάλῃ καὶ λαμπρᾷ βοῶ τῇ φωνῇ, ὅτι εἰ μεταβαλλοίμεθα, καί τινα ἐπιμέλειαν τῆς ἡμετέρας ψυχῆς ποιησώμεθα, καὶ τῆς πονηρίας ἀποστῶμεν, οὐδὲν ἀηδὲς ἔσται καὶ λυπηρόν. Καὶ τοῦτο οἶδα σαφῶς ἀπὸ τῆς τοῦ Θεοῦ φιλ-
5. "For I am no prophet, nor a prophet's son"; yet I know the future with exactness, and with a loud and clear voice I proclaim that if we should change ourselves, and take some care of our soul, and depart from wickedness, there will be nothing unpleasant and grievous. And this I know clearly from God's loving-