Migne Reading Room

PG 49 · cols. 46–51 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:46Read from the page
κεῖται, τοῦτο καὶ περὶ τῆς ὕβρεως λέγω· ὅτι ἡ ὕβρις οὐκ ἀπὸ τῆς γνώμης τῶν ὑβριζόντων, ἀλλ' ἀπὸ τῆς διαθέσεως τῶν πασχόντων ἢ συνίσταται ἢ ἀπόλλυται· οἷόν τι λέγω· ὕβρισέ τις πολλὰ ῥητὰ καὶ ἄῤῥητα; ἂν καταγελάσῃς τῶν ὕβρεων, ἂν μὴ παραδέξῃ τὰ ῥήματα, καὶ ἀνώτερος γένῃ τῆς πληγῆς, οὐχ ὑβρίσθης. Καὶ καθάπερ εἰ σῶμα ἀδαμάντινον εἴχομεν, εἰ καὶ μυρίοις πανταχόθεν ἐβαλλόμεθα βέλεσιν, οὐκ ἂν ἐδεξάμεθα τὰς πληγάς· οὐ γὰρ ἀπὸ τῆς ἀφιείσης τὰ βέλη χειρὸς, ἀλλ' ἀπὸ τῶν πασχόντων σωμάτων τὰ τραύματα γίνεται· οὕτω δὴ καὶ ἐνταῦθα οὐκ ἀπὸ τῆς μανίας τῶν ὑβριζόντων, ἀλλ' ἀπὸ τῆς ἀσθενείας τῶν ὑβριζομένων αἱ ὕβρεις, καὶ αἱ τῶν ὕβρεων ἀτιμίαι συνίστανται. Ἂν γὰρ εἰδῶμεν φιλοσοφεῖν, οὐδὲ ὑβρίζεσθαι δυνάμεθα, οὐδὲ πάσχειν τι τῶν δεινῶν. Ὕβρισεν ὁ δεῖνα, ἀλλ' οὐκ ᾐσθάνθης, οὐκ ἤλγησας; οὐχ ὑβρίσθης, ἀλλὰ καὶ μᾶλλον ἔπληξας ἢ ἐπλήγης. Ὅταν γὰρ ὁ ὑβρίσας ἴδῃ μὴ καθικνουμένην αὐτοῦ τὴν πληγὴν τῆς τῶν λοιδορηθέντων ψυχῆς, αὐτὸς δάκνεται μειζόνως, καὶ τῶν ὑβριζομένων σιγώντων, αὐτόματος ἡ πληγὴ τῶν ὕβρεων κατὰ τοῦ πέμψαντος ὑποστρέψασα φέρεται.
is seated, this too I say concerning insult: that insult is either constituted or annulled not by the intention of the insulters, but by the disposition of the sufferers; for instance, has someone hurled many insults, speakable and unspeakable? If you laugh the insults to scorn, if you do not admit the words, and rise superior to the blow, you have not been insulted. And just as if we had a body of adamant, even if we were pelted from every side with ten thousand darts, we would not receive the blows—for wounds arise not from the hand that launches the darts, but from the bodies that suffer them—so indeed here too insults and the dishonours of insults are constituted not from the frenzy of the insulters, but from the weakness of the insulted. For if we know how to practise true wisdom, we cannot even be insulted, nor suffer anything dreadful. So-and-so insulted you, yet you did not take notice, you did not grieve? You were not insulted, nay rather you struck more than you were struck. For when the insulter sees that his blow does not reach the soul of those reviled, he himself is stung all the more, and while the insulted keep silent, of its own accord the blow of the insults turns back and recoils against him who sent it.
θʹ. Φιλοσοφῶμεν τοίνυν ἐν ἅπασιν, ἀγαπητοὶ, καὶ οὐδὲν ἡμᾶς πενία παραβλάψαι δυνήσεται, ἀλλὰ καὶ ὠφελήσει τὰ μέγιστα, καὶ λαμπροτέρους ἐργάσεται, καὶ πάντων τῶν πλουτούντων εὐπορωτέρους. Τί γὰρ, εἰπέ μοι, τοῦ Ἠλία πενέστερον ἦν; Ἀλλὰ διὰ τοῦτο πάντας ἐνίκα τοὺς πλουτοῦντας, ἐπειδὴ οὕτω πένης ἦν, καὶ αὐτὴν δὲ τὴν πενίαν ἀπὸ πλουσίας εἵλετο διανοίας. Ἐπειδὴ γὰρ ἅπαντα τῶν χρημάτων τὸν πλοῦτον ἐλάττονα τῆς ἑαυτοῦ μεγαλοψυχίας ἐνόμιζεν εἶναι, καὶ οὐκ ἄξιον αὐτοῦ τῆς φιλοσοφίας, διὰ τοῦτο πενίαν τοσαύτην ἠσπάσατο· ὡς εἰ μεγάλα τὰ παρόντα ἐνόμισεν εἶναι, οὐκ ἂν μηλωτὴν ἐκτήσατο μόνον, ἀλλ' οὕτω κατέγνω τῆς παρούσης ματαιότητος ἁπάσης, καὶ ὡς πηλὸν ἐῤῥιμμένον τὸ χρυσίον ἅπαν ἑώρα, ὡς τῆς περιβολῆς ἐκείνης μηδὲν κτήσασθαι πλέον. Διὰ τοῦτο ὁ βασιλεὺς τοῦ πένητος ἐδεῖτο, καὶ πρὸς τὸ στόμα ἐκεχήνει τοῦ μηδὲν πλέον μηλωτῆς ἔχοντος, ὁ τοσοῦτον χρυσίον ἔχων· οὕτω λαμπροτέρα τῆς πορφυρίδος ἡ μηλωτὴ ἦν, καὶ τῶν βασιλικῶν αὐλῶν τὸ σπήλαιον τοῦ δικαίου. Διὰ τοῦτο καὶ εἰς τὸν οὐρανὸν ἀνιὼν, οὐδὲν ἕτερον, ἀλλ' ἢ τὴν μηλωτὴν τῷ μαθητῇ κατέλιπε. Μετὰ ταύτης, φησὶ, τῷ διαβόλῳ ἐπάλαισα, ταύτην καὶ σὺ λαβὼν ὁπλίζου κατ' ἐκείνου· ἰσχυρὸν γὰρ ὅπλον ἀκτημοσύνη, καὶ ἀκαταγώνιστον καταγώγιον, καὶ πύργος ἀσάλευτος. Ἐδέξατο καθάπερ μεγίστην κληρονομίαν τὴν μηλωτὴν ὁ Ἐλισσαῖος· καὶ γὰρ ἦν ἀληθῶς μεγίστη κληρονομία, παντὸς χρυσίου τιμιωτέρα. Καὶ ἦν ἐκ τότε διπλοῦς Ἠλίας ἐκεῖνος, καὶ ἦν ἄνω Ἠλίας, καὶ κάτω Ἠλίας. Οἶδα ὅτι μακαρίζετε τὸν δίκαιον ἐκεῖνον, καὶ ἐβούλεσθε αὐτὸς ἕκαστος ἐκεῖνος εἶναι. Τί οὖν ἂν ὑμῖν ὑποδείξω, ὅτι ἕτερόν τι πολλῷ μεῖζον ἐκείνου πάντες ἐλάβομεν οἱ μεμυσταγωγημένοι;
9. Let us, then, practise true wisdom in all things, beloved, and poverty will be able to harm us in no way, nay rather it will benefit us in the highest degree, and render us more illustrious, and more affluent than all the wealthy. For what, tell me, was poorer than Elijah? Yet on this account he surpassed all the wealthy, since he was thus poor, and chose poverty itself out of a rich mind. For since he deemed all wealth of money to be inferior to his own greatness of soul, and unworthy of his philosophy, on this account he embraced such great poverty; since, had he deemed present things to be great, he would not have acquired a sheepskin mantle alone, but he so condemned all present vanity, and looked upon all gold as cast-off mud, as to acquire nothing more than that wrap. On this account the king stood in need of the poor man, and gaped at the mouth of him who possessed nothing more than a sheepskin mantle, though he himself possessed so much gold; so much more illustrious than the purple robe was the sheepskin mantle, and than royal courts the cave of the righteous man. On this account too, when going up into heaven, he left nothing else save the sheepskin mantle to his disciple. With this, said he, I wrestled against the devil; do you also take this and arm yourself against him; for non-possession is a mighty weapon, an invincible lodging, and an unshakable tower. Elisha received the sheepskin mantle just as a supreme inheritance; and indeed it was truly a supreme inheritance, more precious than all gold. And from that time that Elijah was twofold, and there was an Elijah above, and an Elijah below. I know that you call that righteous man blessed, and wished each one of you to be that very man. What, then, if I show you that all we who have been initiated into the mysteries have received something else far greater than he?
Ὁ μὲν γὰρ Ἠλίας μηλωτὴν ἀφῆκε τῷ μαθητῇ· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ἀναβαίνων τὴν σάρκα ἡμῖν κατέλιπε τὴν ἑαυτοῦ· ἀλλ' ὁ μὲν Ἠλίας ἀποδυσάμενος, ὁ δὲ Χριστὸς καὶ ἡμῖν κατέλιπε, καὶ ἔχων αὐτὴν ἀνῆλθε. Μὴ τοίνυν καταπίπτωμεν, μηδὲ ὀδυρώμεθα, μηδὲ δυσκολίαν φοβώμεθα καιρῶν· ὁ γὰρ τὸ αἷμα αὑτοῦ μὴ παραιτησάμενος ὑπὲρ ἁπάντων ἐκχέαι, καὶ τῆς σαρκὸς ἡμῖν μεταδοὺς καὶ αὐτοῦ τοῦ αἵματος πάλιν, τί παραιτήσεται ποιῆσαι τῆς ἡμετέρας ἕνεκεν σωτηρίας; Ταύταις τοίνυν
For Elijah left a sheepskin mantle to his disciple, whereas the Son of God in ascending left us His own flesh; yet Elijah stripped it off, whereas Christ both left it to us and ascended wearing it. Let us not, then, lose heart, nor lament, nor fear the hardship of the times; for He Who did not refuse to shed His own blood on behalf of all, and imparted to us again both His flesh and His very blood, what will He refuse to do for the sake of our salvation? In these
PG 49:47Read from the page
θαῤῥοῦντες ταῖς ἐλπίσι, παρακαλῶμεν αὐτὸν διηνεκῶς, καὶ εὐχαῖς καὶ ἱκετηρίαις προσανέχωμεν, καὶ τῆς λοιπῆς ἀρετῆς ἐπιμελώμεθα μετὰ ἀκριβείας ἁπάσης, ἵνα καὶ τὸν ἐπικείμενον διαφύγωμεν κίνδυνον, καὶ τῶν μελλόν-
hopes, therefore, taking courage, let us beseech Him continually, and devote ourselves to prayers and supplications, and care for the rest of virtue with all exactness, so that we may both escape the impending danger, and of the
(a) Εἰς τὴν ἀποδημίαν τοῦ ἐπισκόπου Φλαβιανοῦ, ὑπὲρ τῆς πόλεως πρὸς τὸν βασιλέα πρεσβευομένου· καὶ τίς ἐστιν ἡ ἀληθὴς νηστεία, καὶ ὅτι τοῦ φαγεῖν ἀνθρώπινον σῶμα τὸ κατηγορῆσαι χεῖρον, καὶ περὶ τῶν διὰ τὴν στάσιν σφαγέντων, καὶ πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι πολλοὶ τῶν ἀναιτίων ἑάλωσαν.
(a) On the departure of Bishop Flavian, serving on an embassy to the Emperor on behalf of the city; and what true fasting is; and that slandering is worse than devouring a human body; and concerning those slain on account of the sedition; and against those who brought accusations because many of the innocent were seized.
Ὁμιλία γʹ.
Homily III.
Ὅταν εἰς τὸν θρόνον ἀπίδω τοῦτον ἔρημον ὄντα καὶ κενὸν τοῦ διδασκάλου, χαίρω τε ὁμοῦ καὶ δακρύω· δακρύω μὲν, ὅτι παρόντα οὐχ ὁρῶ τὸν πατέρα· χαίρω δὲ, ὅτι ὑπὲρ τῆς ἡμετέρας ἀπεδήμησε σωτηρίας, καὶ δῆμον τοσοῦτον ἀπῆλθεν ὀργῆς ἐξαρπάσαι βασιλικῆς. Τοῦτο καὶ ὑμῖν κόσμος, κἀκείνῳ στέφανος· κόσμος ὑμῖν, ὅτι τοιοῦτον ἐκληρώθητε πατέρα· στέφανος ἐκείνῳ, ὅτι περὶ τὰ ἔκγονα οὕτως ἐστὶ φιλόστοργος, καὶ τὸ παρὰ τοῦ Χριστοῦ λεχθὲν δι' αὐτῶν ἐβεβαίωσε τῶν πραγμάτων. Ἀκούσας γὰρ, ὅτι Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων, ἀπῆλθε τὴν ψυχὴν αὑτοῦ θήσων ὑπὲρ ἡμῶν ἁπάντων, καίτοι πολλὰ ἦν αὐτὸν τὰ κωλύοντα ἀπιέναι καὶ καταναγκάζοντα μένειν· καὶ πρῶτον ἡ ἡλικία πρὸς ἔσχατον ἐλάσασα γῆρας, εἶτα ἡ τοῦ σώματος ἀσθένεια, καὶ τοῦ ἔτους ἡ ὥρα, καὶ τῆς ἁγίας ἑορτῆς ἡ ἀνάγκη· πρὸς τούτοις ἡ ἀδελφὴ μόνη οὖσα αὐτῷ καὶ πρὸς ἐσχάτας ἑστῶσα ἀναπνοάς. Ἀλλ' ὅμως καὶ συγγένειαν παρεῖδε, καὶ γῆρας, καὶ ἀσθένειαν, καὶ καιροῦ δυσκολίαν, καὶ ὁδοιπορίας ταλαιπωρίαν, καὶ πάντων ὑμᾶς καὶ τὴν ὑμετέραν σωτηρίαν προθεὶς, ταῦτα πάντα διέῤῥηξε τὰ δεσμά· καὶ καθάπερ νέος ὁ γέρων ἐλαύνει νῦν, ὑπόπτερος τῇ προθυμίᾳ γενόμενος. Εἰ γὰρ ὁ Χριστὸς, φησὶν, ὑπὲρ ἡμῶν ἑαυτὸν ἐπέδωκε, τίνος ἂν εἴημεν ἡμεῖς ἀπολογίας καὶ συγγνώμης ἄξιοι, τοσούτου λαοῦ προστασίαν ἐγκεχειρισμένοι, καὶ μὴ πάντα αἱρούμενοι καὶ ποιῆσαι καὶ παθεῖν ὑπὲρ τῆς τῶν ἐγχειρισθέντων ἡμῖν ἀσφαλείας; Εἰ γὰρ ὁ πατριάρχης, φησὶν, Ἰακὼβ θρεμμάτων προεστὼς, καὶ πρόβατα ἄλογα βόσκων, καὶ ἀνθρώπῳ μέλλων εὐθύνας διδόναι, καὶ νύκτας ἀΰπνους διῆγε, καὶ καῦμα καὶ κρύος καὶ πᾶσαν ἀέρων ἀνωμαλίαν ἔφερεν, ὥστε μηδὲν παραπολέσθαι τῶν θρεμμάτων ἐκείνων· πολλῷ μᾶλλον ἡμᾶς, τοὺς οὐκ ἀλόγοις ἐφεστῶτας, ἀλλὰ πνευματικοῖς προβάτοις, καὶ οὐκ ἀνθρώπῳ, ἀλλὰ τῷ Θεῷ τῆς ἐπιστασίας ταύτης διδόναι μέλλοντας τὰς εὐθύνας, πρὸς οὐδὲν ὀκνεῖν καὶ ἀναδύεσθαι χρὴ τῶν δυναμένων ὠφελῆσαι τὸ ποίμνιον. Ἀλλ' ὅσῳ βελτίων ἡ ποίμνη αὕτη τῆς ποίμνης ἐκείνης, καὶ ἀλόγων μὲν ἄνθρωποι, ἀνθρώπων δὲ ὁ Θεός· τοσούτῳ καὶ ἡμᾶς πλείω καὶ σφοδρὰν τὴν σπουδὴν καὶ τὴν τροθυμίαν ἐπιδείκνυσθαι χρή. Ἔγνω καλῶς ἐκεῖνος, ὅτι οὐχ ὑπὲρ μιᾶς πόλεως αὐτῷ νῦν ὁ λόγος, ἀλλ' ὑπὲρ τῆς Ἀνατολῆς ἁπάσης· τῶν γὰρ πόλεων τῶν ὑπὸ τὴν ἕω κειμένων κεφαλὴ καὶ μήτηρ ἐστὶν ἡ πόλις ἡ ἡμετέρα. Διὰ τοῦτο πάντα ὑπέμεινε κίνδυνον, καὶ οὐδὲν αὐτὸν ἐνταῦθα
When I look upon this throne bereft and empty of our teacher, I rejoice and weep at once: I weep because I do not see our father present; yet I rejoice because he has set out on a journey for our salvation, and has gone away to snatch so vast a people from imperial wrath. This is both an ornament to you and a crown to him: an ornament to you, because you have been allotted such a father; a crown to him, because he is so tenderly affectionate towards his offspring, and has confirmed the word spoken by Christ through the very deeds. For having heard that The good shepherd lays down his life for the sheep, he went away to lay down his own life on behalf of us all, even though many were the things hindering him from departing and compelling him to stay: first, his age advanced to extreme old age; next, his bodily infirmity, the season of the year, and the exigency of the holy feast; besides these, his only sister, standing at her last breaths. Nevertheless he disregarded kinship, old age, infirmity, hardship of the season, and the misery of the journey, and setting you and your salvation before all things, he burst through all these bonds; and just like a youth the old man speeds onward now, winged by his zeal. For if Christ, says he, gave Himself up on our behalf, of what defence and pardon should we be worthy, having been entrusted with the presidency over so great a people, and not choosing both to do and to suffer all things for the safety of those entrusted to us? For if the patriarch Jacob, says he, presiding over flocks, tending irrational sheep, and about to render an account to a man, both passed sleepless nights and bore heat and cold and every inclemency of the skies, so that none of those cattle should perish: much more ought we, who are set not over irrational beings, but over spiritual sheep, and are about to render an account of this stewardship not to man, but to God, in no wise to shrink or draw back from anything that can benefit the flock. Nay, by as much as this flock is better than that flock, and men than irrational beasts, and God than men, by so much ought we also to display greater and vehement earnestness and zeal. He knew well that his concern now is not on behalf of a single city, but on behalf of the whole East; for of the cities that lie under the East our city is the head and mother. On this account he endured every danger, and nothing here
Notes, col. 47

On the reading

Printed τροθυμίαν, for προθυμίαν.

PG 49:48Read from the page
των ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
good things to come we may attain; whereof may we all be counted worthy, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father be the glory, together with the Holy Spirit, unto the ages of the ages. Amen.
κατασχεῖν ἴσχυσε. Διὰ τοῦτο ἐλπίζω χρηστὰς ἔσεσθαι τὰς ἐλπίδας· οὐ γὰρ παρόψεται τοσαύτην προθυμίαν καὶ σπουδὴν ὁ Θεὸς, οὐδὲ ἐάσει τὸν ἑαυτοῦ θεράποντα ἄπρακτον ἐπανελθεῖν. Οἶδα ὅτι καὶ μόνον ὀφθεὶς ἐκεῖνος, καὶ τὸν εὐσεβῆ βασιλέα θεασάμενος, ἀπὸ τῆς ὄψεως αὐτῆς εὐθέως καταστεῖλαι δυνήσεται τὸν θυμόν. Τῶν γὰρ ἁγίων οὐχὶ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ αὐτὰ τὰ πρόσωπα πνευματικῆς γέμει χάριτος. Οὗτος δὲ καὶ πολλῆς σοφίας ἐμπέπλησται, καὶ τῶν θείων νόμων ἔμπειρος ὢν, ἐρεῖ πρὸς αὐτὸν ὅπερ καὶ πρὸς τὸν Θεὸν ὁ Μωϋσῆς· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· ει δὲ μὴ, κἀμὲ ἀπόκτεινον μετ' αὐτῶν. Τοιαῦτα γὰρ τῶν ἁγίων τὰ σπλάγχνα, τὸν μετὰ τῶν τέκνων θάνατον τῆς χωρὶς αὐτῶν ζωῆς γλυκύτερον εἶναι νομίζουσι. Προσθήσει δὲ καὶ τὴν ἀπὸ τοῦ καιροῦ συνηγορίαν, καὶ τὸ Πάσχα τὸ ἱερὸν προβαλεῖται, καὶ ἀναμνήσει τὸν καιρὸν, καθ' ὃν τῇ οἰκουμένῃ πάσῃ τὰ ἁμαρτήματα ἀφῆκεν ὁ Χριστός· παρακαλέσει μιμήσασθαι τὸν Δεσπότην, ἀναμνήσει καὶ τῆς παραβολῆς αὐτὸν ἐκείνης τῆς τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δηναρίων. Οἶδα τοῦ πατρὸς ἡμῶν τὴν παῤῥησίαν, οὐ παραιτήσεται αὐτὸν ἀπὸ τῆς παραβολῆς ταύτης φοβῆσαι, καὶ εἰπεῖν, Ὅρα μήποτε καὶ σὺ κατ' ἐκείνην ἀκούσῃς τὴν ἡμέραν· Πονηρὲ δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· ἔδει καὶ σὲ ἀφεῖναι τοῖς συνδούλοις σου. Σαυτὸν ὠφελεῖς μειζόνως ἢ ἐκείνους, ἐν τῇ τῶν ὀλίγων ἁμαρτημάτων συγχωρήσει τῶν μειζόνων τὴν ἀμνηστίαν λαμβάνων. Προσθήσει τοῖς εἰρημένοις καὶ τὴν εὐχὴν ἐκείνην, ἣν οἱ μυσταγωγήσαντες αὐτὸν τὴν ἱερὰν μυσταγωγίαν, ἐπαίδευσαν εὔχεσθαι καὶ λέγειν· Ἄφες ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Διδάξει μετὰ τούτων ὅτι οὐ κοινὸν τῆς πόλεως γέγονε τὸ ἁμάρτημα, ἀλλ' ἀνθρώπων τινῶν ξένων καὶ ἐπηλύδων, οὐδὲν λογισμῷ ποιούντων, ἢ τόλμῃ καὶ παρανομίᾳ πάσῃ· καὶ οὐκ ἂν εἴη δίκαιον, ὑπὲρ τῆς ὀλίγων ἀπαιδευσίας πόλιν τοσαύτην ἀναρπάζεσθαι, καὶ τοὺς οὐδὲν ἠδικηκότας διδόναι δίκην. Καίτοι ει καὶ πάντες ἡμαρτηκότες ἦσαν, ἱκανὴν ἔδωκαν δίκην ἐπὶ τοσαύταις ἡμέραις φόβῳ δαπανώμενοι, καὶ καθ' ἑκάστην ἀποθανεῖσθαι προσδοκῶντες τὴν ἡμέραν, ἐλαυνόμενοι, φυγαδευόμενοι, τῶν καταδίκων ἐλεεινότερον ζῶντες, τὸ αἷμα ἐν ταῖς χερσὶ βαστάζοντες, καὶ οὐ θαῤῥοῦντες αὑτῶν τῇ ζωῇ. Ἀρκέσθητι τῇ τιμωρίᾳ ταύτῃ, μὴ προέλθῃς περαιτέρω τῆς ὀργῆς, ἥμερον σεαυτῷ ποίησον τὸν ἄνω δικαστὴν διὰ τῆς εἰς τοὺς συνδούλους φιλανθρωπίας· ἐννόησον τὸ τῆς πόλεως μέγεθος, καὶ ὅτι οὐ περὶ μιᾶς καὶ δύο καὶ τριῶν καὶ δέκα ψυχῶν ἐστιν ἡμῖν ἡ σκέψις νῦν, ἀλλὰ περὶ μυριάδων ἀπείρων, περὶ τοῦ κεφαλαίου τῆς οἰκουμένης ἁπάσης. Αὕτη ἡ πόλις ἐστὶν, ἐν ᾗ πρῶτον ἐχρημάτισαν Χρι-
availed to hold him back. On this account I hope that our hopes will prove good; for God will not overlook so great zeal and earnestness, nor suffer His own servant to return fruitlessly. I know that as soon as he is merely seen, and has beheld the pious Emperor, by his very countenance he will straightway be able to calm his wrath. For not the words only of the saints, but even their very faces are full of spiritual grace. And he has also been filled with abundant wisdom, and being skilled in the divine laws, he will say to him the very thing that Moses also said to God: If Thou forgive them their sin, forgive it; and if not, slay me also with them. For such are the bowels of compassion of the saints: they deem death with their children to be sweeter than life apart from them. And he will add also the plea drawn from the season, and will put forward the sacred Pascha, and will bring to remembrance the season wherein Christ remitted sins for the whole inhabited world; he will exhort him to imitate the Master, and will remind him also of that parable of the ten thousand talents and the hundred denarii. I know our father's boldness of speech: he will not shrink from alarming him by this parable and saying: See to it lest you too hear on that day: Wicked servant, I forgave you all that debt, because you besought me; you too ought to have forgiven your fellow-servants. You benefit yourself far more than them, receiving in the pardon of a few offences amnesty for greater ones. He will add to what has been said that prayer also which those who initiated him into the sacred mystagogy taught him to pray and say: Forgive us our sins, as we also forgive our debtors. Along with these things he will teach that the offence was not the common act of the city, but of certain strangers and incomers, men doing nothing by reason, save in sheer audacity and lawlessness; and that it would not be just, on account of the unruliness of a few, for so great a city to be swept away, and for those who have done no wrong to pay the penalty. And yet even if all had sinned, they have paid a sufficient penalty, wasting away with fear for so many days, expecting each day to die, driven out, banished, living more pitiably than condemned criminals, carrying their lifeblood in their hands, and having no confidence in their own life. Be satisfied with this punishment; advance no further in wrath; render the Judge above gentle towards yourself through humanity towards your fellow-servants; consider the greatness of the city, and that our deliberation now is not concerning one or two or three or ten souls, but concerning countless myriads, concerning the capital of the whole inhabited world. This is the city wherein they were first called Chris-
Notes, col. 48

On the reading

Printed ει, for εἰ.

Printed ει, for εἰ.

PG 49:49Read from the page
στιανοί· τίμησον τὸν Χριστὸν, αιδέσθητι τὴν πρώτην ἀνακηρύξασαν τὸ ποθεινὸν τοῦτο καὶ γλυκὺ πᾶσιν ὄνομα· ἀποστόλων ἐκείνη γέγονε καταγώγιον, δικαίων ἐνδιαίτημα. Νῦν τοῦτο πρῶτον καὶ μόνον τὸ τόλμημα γέγονε εἰς τοὺς κρατοῦντας, καὶ μαρτυρεῖ τῷ τῆς πόλεως ἤθει πᾶς ὁ παρελθὼν χρόνος. Εἰ μὲν γὰρ συνεχῶς ἐστασίαζον, ἔδει καταγινώσκειν τῆς πονηρίας· εἰ δὲ ἅπαξ τοῦ παντὸς τοῦτο συνέβη χρόνου, εὔδηλον ὅτι οὐ τοῦ τῆς πόλεως ἤθους τὸ ἁμάρτημα, ἀλλὰ τῶν ἁπλῶς καὶ εἰκῆ προσφθαρέντων αὐτῇ τὸ παρανόμημα γέγονε τοῦτο.
tians: honour Christ, reverence her who first proclaimed this name so cherished and sweet to all; she became the lodging of apostles, the dwelling-place of the righteous. Now for the first and only time has this act of daring against the rulers come to pass, and all past time bears witness to the character of the city. For if they were continually rioting, one would have had to condemn their wickedness; but since in all time this has happened once, it is quite plain that the offence belongs not to the character of the city, but that this transgression was the work of men who had recklessly and aimlessly drifted into it to its ruin.
Ταῦτα ὁ ἱερεὺς ἐρεῖ, καὶ πλείονα τούτων μετὰ πλείονος τῆς παῤῥησίας· ταῦτα ὁ βασιλεὺς ἀκούσεται· κἀκεῖνος φιλάνθρωπος, καὶ οὗτος πιστὸς, ὥστε ἀμφοτέρωθεν χρηστὰς ἔχομεν τὰς ἐλπίδας. Μᾶλλον δὲ καὶ πρὸ τῆς πίστεως τοῦ διδασκάλου, καὶ πρὸ τῆς φιλανθρωπίας τοῦ βασιλέως, τῷ ἐλέει θαῤῥοῦμεν τοῦ Θεοῦ· καὶ γὰρ ἱκετευομένου τοῦ βασιλέως, καὶ ἱκετεύοντος τοῦ ἱερέως, αὐτὸς παραστήσεται μέσος, τοῦ βασιλέως μαλάσσων τὴν καρδίαν, τοῦ ἱερέως διεγείρων τὴν γλῶσσαν, εὐοδῶν τούτου τὰ ῥήματα, παρασκευάζων ἐκείνου τὴν διάνοιαν ὑποδέξασθαι τὰ λεγόμενα, καὶ μετὰ πολλῆς τῆς συγγνώμης ἐπινεῦσαι ταῖς δεήσεσι. Καὶ γὰρ τῷ Χριστῷ ποθεινοτέρα πασῶν ἡ πόλις ἡ ἡμετέρα, καὶ διὰ τὴν τῶν προγόνων καὶ διὰ τὴν ὑμῶν αὐτῶν ἀρετήν. Καὶ καθάπερ ὁ Πέτρος ἐν τοῖς ἀποστόλοις πρῶτος ἐκήρυξε τὸν Χριστόν· οὕτως ἐν ταῖς πόλεσι, καθάπερ ἔφθην εἰπὼν, αὕτη πρώτη, ὥσπερ στέφανόν τινα θαυμαστὸν, τὴν τῶν Χριστιανῶν ἀνεδήσατο προσηγορίαν. Εἰ δὲ ἔνθα δίκαιοι δέκα μόνον ἦσαν, ὑπέσχετο ὁ Θεὸς σώζειν τοὺς ἐνοικοῦντας ἅπαντας· ἔνθα οὐ δέκα καὶ εἴκοσιν, οὐδὲ δὶς τοσοῦτοι μόνον, ἀλλὰ πολλῷ πλείους οἱ τὸν Θεόν εἰσι θεραπεύοντες μετὰ ἀκριβείας ἁπάσης, πῶς οὐ χρὴ τὰ χρηστὰ προσδοκᾷν, καὶ θαῤῥεῖν ὑπὲρ τῆς κοινῆς ἡμῶν ἁπάντων ζωῆς; Ἤκουσα λεγόντων πολλῶν, ὅτι Ἀπειλὴ βασιλέως ὁμοία θυμῷ λέοντος, καὶ καταπιπτόντων καὶ ὀδυνωμένων. Τί οὖν ἂν εἴποιμεν πρὸς ἐκείνους; Ὅτι ὁ εἰπὼν, Λύκοι καὶ ἄρνες ἅμα βοσκηθήσονται, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, δυνήσεται καὶ τὸν λέοντα τοῦτον ποιῆσαι πρόβατον ἥμερον. Παρακαλῶμεν τοίνυν αὐτὸν, καὶ διαπρεσβευώμεθα πρὸς αὐτὸν, καὶ καταστελεῖ πάντως τὸν θυμὸν τοῦ βασιλέως, καὶ τῆς ἐπικειμένης ἡμᾶς ἀγωνίας ἀπαλλάξει πάσης. Ὁ πατὴρ ἐκεῖ πρεσβεύεται, ἡμεῖς ἐντεῦθεν πρεσβευσώμεθα πρὸς τὸν τῶν οὐρανῶν βασιλέα, βοηθήσωμεν αὐτῷ ταῖς εὐχαῖς. Μέγα τὸ κοινὸν τῆς Ἐκκλησίας δύναται, ἂν μετ' ὀδυνωμένης ψυχῆς, ἂν μετὰ συντετριμμένης καρδίας τὰς εὐχὰς ἀνενέγκωμεν. Οὐκ ἔστι διαβῆναι πέλαγος, οὐκ ἔστι μακρὰν ἀποδημίαν στείλασθαι· ἕκαστος καὶ ἑκάστη, καὶ εἰς Ἐκκλησίαν ἀπαντῶντες, καὶ οἴκοι μένοντες, καλῶμεν μετὰ πολλῆς σπουδῆς τὸν Θεὸν, καὶ πάντως ἐπινεύσει ταῖς δεήσεσι.
These things the priest will say, and more than these with greater boldness of speech; these things the Emperor will hear; and the one is humane, and the other faithful, so that from both sides we hold good hopes. Nay rather, even before the faithfulness of our teacher and before the humanity of the Emperor, we place our confidence in the mercy of God; for while the Emperor is being entreated and the priest is entreating, He Himself will stand in the midst, softening the heart of the Emperor, stirring up the tongue of the priest, prospering the words of the latter, preparing the mind of the former to receive what is said, and with abundant clemency to grant the petitions. For indeed our city is dearer to Christ than all others, both on account of the virtue of our forefathers and on account of your own. And just as Peter among the apostles first preached Christ, so among cities, as I just said before, she first bound upon herself, like some wondrous crown, the appellation of Christians. And if where there were ten righteous men only, God promised to save all the inhabitants, where those who serve God with all exactness are not ten or twenty, nor twice as many only, but far more, how ought we not to look for good things and be of good courage for the common life of us all? I have heard many saying that The threat of a king is like the wrath of a lion, and losing heart and grieving. What, then, should we say to them? That He Who said, Wolves and lambs shall feed together, and a leopard shall lie down with a kid, and a lion shall eat straw like an ox, will be able to make this lion also a gentle lamb. Let us, then, beseech Him and send our embassy to Him, and He will assuredly calm the wrath of the Emperor and rid us of all the anguish that hangs over us. Our father serves as ambassador there; let us from here serve as ambassadors to the King of heaven; let us aid him with our prayers. The common body of the Church has mighty power, if with a sorrowing soul, if with a contrite heart we offer up our prayers. There is no need to cross an ocean, there is no need to set out on a long journey: let each man and each woman, both meeting at Church and abiding at home, call upon God with great earnestness, and He will assuredly grant our petitions.
Πόθεν τοῦτο δῆλον; Ὅτι σφόδρα βούλεται ἡμᾶς ἀεὶ πρὸς αὐτὴν καταφεύγειν, καὶ ἐν ἅπασιν αὐτοῦ δεῖσθαι, καὶ μηδὲν χωρὶς αὐτοῦ ποιεῖν ἢ λέγειν. Ἄνθρωποι μὲν γὰρ, ὅταν συνεχῶς αὐτοὺς ἐνοχλῶμεν ὑπὲρ τῶν ἡμετέρων πραγμάτων, ναρκῶσι καὶ ἀναδύονται, καὶ ἀηδῶς πρὸς ἡμᾶς ἔχουσιν· ὁ δὲ Θεὸς τοὐναντίον ἅπαν, οὐχ ὅταν αὐτῷ συνεχῶς ἐντυγχάνωμεν ὑπὲρ τῶν ἡμετέρων πραγμάτων, ἀλλ' ὅταν μὴ τοῦτο ποιῶμεν, τότε μάλιστα ἀγανακτεῖ. Ἄκουσον γοῦν τί τοῖς Ἰουδαίοις ἐγκαλεῖ, λέγων· Ἐποιήσατε βουλὴν, καὶ οὐ δι' ἐμοῦ, καὶ συνθήκας, καὶ οὐ διὰ τοῦ Πνεύματός μου. Τοιοῦτο γὰρ τῶν φιλούντων τὸ ἔθος· πάντα τὰ τῶν φιλουμένων πράγματα δι' αὐτῶν ἀνύεσθαι βούλονται, καὶ μηδὲν χωρὶς αὐτῶν ἐκείνους ἢ ποιεῖν, ἢ λέγειν. Διὰ τοῦτο καὶ ὁ Θεὸς, οὐκ
Whence is this plain? Because He exceedingly desires us always to flee to it for refuge, and in all things to stand in need of Him, and to do or say nothing apart from Him. For men, when we continually trouble them over our affairs, grow torpid and draw back and feel displeasure towards us; whereas God, quite the contrary, is most indignant not when we continually petition Him over our affairs, but when we fail to do so. Hear, at any rate, what charge He brings against the Jews, saying: You made counsel, and not through Me, and covenants, and not through My Spirit. For such is the custom of those who love: they wish all the affairs of their beloved to be accomplished through themselves, and wish them neither to do nor to say anything apart from them. On this account God too, not
Notes, col. 49

On the reading

Printed αιδέσθητι, for αἰδέσθητι.

PG 49:50Read from the page
ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἀλλαχοῦ αὐτὸ τοῦτο πάλιν ἐγκαλῶν ἔλεγεν· Ἐβασίλευσαν, καὶ οὐ δι' ἐμοῦ· ἦρξαν, καὶ οὐκ ἐγνώρισάν μοι. Μὴ τοίνυν ὀκνῶμεν συνεχῶς πρὸς αὐτὸν καταφεύγειν, καὶ ὅπερ ἂν ᾖ δεινὸν, πάντως λήψεται τὴν προσήκουσαν λύσιν. Ἐφόβησεν ἄνθρωπος; δράμε πρὸς τὸν ἄνω Δεσπότην, καὶ οὐδὲν πείσῃ δεινόν. Οὕτως οἱ παλαιοὶ τὰς συμφορὰς ἔλυον, οὐκ ἄνδρες δὲ μόνον, ἀλλὰ καὶ γυναῖκες. Ἐγένετό τις Ἑβραία γυνὴ, Ἐσθὴρ ἦν τὸ ὄνομα αὐτῆς· αὕτη ἡ Ἐσθὴρ ὅλον τῶν Ἰουδαίων τὸν δῆμον πανωλεθρίᾳ παραδίδοσθαι μέλλοντα, τούτῳ τῷ τρόπῳ ἐξήρπασεν. Ἐπειδὴ γὰρ ὁ τῶν Περσῶν βασιλεὺς πάντας ἄρδην ἀναιρεῖσθαι τοὺς Ἰουδαίους ἐκέλευσε, καὶ οὐδεὶς ἦν ὁ πρὸς τὴν ὀργὴν ἐκείνην στῆναι δυνάμενος, ἀποδυσαμένη τὴν φαιδροτέραν στολὴν ἡ γυνὴ, καὶ σάκκον περιβαλλομένη, καὶ σποδὸν ὑποστρωσαμένη, παρεκάλει τὸν φιλάνθρωπον Θεὸν συνεισελθεῖν αὐτῇ πρὸς τὸν βασιλέα, καὶ τοιαῦτα προσευχομένη πρὸς αὐτὸν ῥήματα ἔλεγε· Χαρίτωσον, Κύριε, τὰ ῥήματά μου, δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου. Ταῦτα καὶ περὶ τοῦ διδασκάλου παρακαλῶμεν νῦν ἡμεῖς τὸν Θεόν. Εἰ γὰρ γυνὴ ὑπὲρ Ἰουδαίων παρακαλοῦσα, βαρβαρικὸν ἴσχυσε καταστεῖλαι θυμὸν, πολλῷ μᾶλλον ὁ διδάσκαλος ὁ ἡμέτερος ὑπὲρ τοιαύτης πόλεως καὶ μετὰ τοσαύτης Ἐκκλησίας δεόμενος, τὸν πραότατον καὶ ἡμερώτατον βασιλέα τοῦτον πεῖσαι δυνήσεται. Εἰ γὰρ τὰς εἰς Θεὸν ἁμαρτίας λύειν ἔλαβεν ἐξουσίαν, πολλῷ μᾶλλον τὰς εἰς ἄνθρωπον γενομένας ἀνελεῖν καὶ ἀφανίσαι δυνήσεται. Ἄρχων ἐστὶ καὶ οὗτος, καὶ ἄρχων ἐκείνου σεμνότερος. Καὶ γὰρ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν οἱ ἱεροὶ νόμοι ταῖς τούτου φέροντες χερσὶν ὑπέταξαν· καὶ ὅταν τι δέοι γενέσθαι χρηστὸν ἄνωθεν, ὁ βασιλεὺς πρὸς τὸν ἱερέα, οὐχ ὁ ἱερεὺς πρὸς τὸν βασιλέα καταφεύγειν εἴωθεν. Ἔχει καὶ οὗτος θώρακα τὴν τῆς δικαιοσύνης, ἔχει καὶ ζώνην τὴν ἀπὸ τῆς ἀληθείας, ἔχει καὶ ὑποδήματα πολλῷ σεμνότερα τὰ ἀπὸ τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἔχει καὶ μάχαιραν, οὐ τὴν ἀπὸ σιδήρου, ἀλλὰ τὴν ἀπὸ τοῦ πνεύματος· ἔχει καὶ στέφανον ἐπὶ τῆς κεφαλῆς κείμενον. Λαμπροτέρα αὕτη ἡ παντευχία, σεμνότερα τὰ ὅπλα, μείζων ἡ παῤῥησία, πλείων ἡ ἰσχύς. Ὥστε καὶ ἀπὸ τοῦ τῆς ἀρχῆς ὄγκου, καὶ ἀπὸ τῆς οἰκείας μεγαλαψυχίας, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἀπὸ τῆς εἰς Θεὸν ἐλπίδος, μετὰ πολλῆς τῆς παῤῥησίας, μετὰ πολλῆς τῆς συνέσεως διαλέξεται τῷ βασιλεῖ.
here alone, but elsewhere also, bringing this very same charge again, said: They reigned, and not through Me; they ruled, and did not make it known to Me. Let us not, then, shrink from fleeing to Him continually, and whatever dreadful thing there be, it will assuredly receive its fitting resolution. Has a man frightened you? Run to the Master above, and you will suffer nothing dreadful. Thus the ancients dispelled calamities—and not men only, but women as well. There was a certain Hebrew woman; Esther was her name; this Esther snatched the whole people of the Jews, when they were about to be delivered over to utter destruction, in this manner. For since the king of the Persians had ordered all the Jews to be utterly destroyed, and there was no one able to stand against that wrath, stripping off her brighter robe, putting on sackcloth, and spreading ashes under her, the woman besought the merciful God to go in with her to the king, and praying to Him she spoke such words: Grace my words, O Lord; put well-measured speech into my mouth. Let us too now beseech God for these things on behalf of our teacher. For if a woman, entreating on behalf of Jews, prevailed to calm barbarian wrath, much more will our teacher, petitioning on behalf of such a city and along with so great a Church, be able to persuade this most gentle and most mild Emperor. For if he has received authority to loose sins committed against God, much more will he be able to wipe out and blot away those committed against a man. He too is a ruler, and a ruler more venerable than the other. For indeed the sacred laws have brought and subjected the very imperial head to his hands; and whenever any good thing is needed from above, the Emperor is wont to flee for refuge to the priest, not the priest to the Emperor. He too has a breastplate, that of righteousness; he has a girdle too, that from truth; he has sandals too far more venerable, those from the Gospel of peace; he has a sword too, not one of iron, but that from the Spirit; he has a crown too resting upon his head. More splendid is this panoply, more venerable the arms, greater the boldness of speech, ampler the strength. Wherefore both from the dignity of his office, and from his own greatness of soul, and before all else from his hope in God, with great boldness of speech and with great prudence will he converse with the Emperor.
Μὴ τοίνυν ἀπογινώσκωμεν ὑπὲρ τῆς ἡμῶν αὐτῶν σωτηρίας, ἀλλὰ δεώμεθα, παρακαλῶμεν, ἱκετεύωμεν, πρεσβευώμεθα πρὸς τὸν ἄνω βασιλέα μετὰ πολλῶν δακρύων· ἔχομεν καὶ τὴν νηστείαν ταύτην σύμμαχον καὶ τῆς καλῆς ταύτης συνεφαπτομένην ἡμῖν πρεσβείας. Καθάπερ οὖν χειμῶνος παρελθόντος, καὶ θέρους φανέντος, ἕλκει μὲν πρὸς τὸ πέλαγος τὸ πλοῖον ὁ ναύτης, ἀποσμήχει δὲ ὁ στρατιώτης τὰ ὅπλα, καὶ παρασκευάζει τὸν ἵππον εἰς πόλεμον, καὶ γεωργὸς ἀκονᾷ δρέπανον, καὶ ὁδοιπόρος θαῤῥῶν ἀποδημίας ἅπτεται μακρᾶς, καὶ πρὸς τοὺς ἀγῶνας ἀθλητὴς ἀποδύεται καὶ γυμνοῦται· οὕτω δὴ καὶ ἡμεῖς, καθάπερ θέρους πνευματικοῦ τινος τῆς νηστείας φανείσης, καὶ ὡς στρατιῶται τὰ ὅπλα ἀποσμήξωμεν, καὶ ὡς γεωργοὶ τὴν δρεπάνην ἀκονήσωμεν, καὶ ὡς κυβερνῆται πρὸς τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν τοὺς λογισμοὺς ἀντιτάξωμεν, καὶ ὡς ὁδῖται τῆς εἰς τὸν οὐρανὸν ἀποδημίας ἁψώμεθα, καὶ ὡς ἀθληταὶ πρὸς τοὺς
Let us not, then, despair of our own salvation, but let us pray, entreat, supplicate, and serve as ambassadors to the King above with many tears; we have this fast too as our ally, joining hands with us in this noble embassy. Just as when winter has passed and summer has appeared, the sailor hauls his ship down to the sea, the soldier burnishes his arms and makes ready his horse for war, the husbandman whets his sickle, the traveller boldly sets forth on a long journey, and the athlete strips and bares himself for the contests: so indeed let us also, now that the fast has appeared like some spiritual summer, as soldiers burnish our arms, as husbandmen whet our sickle, as pilots marshal our thoughts against the billows of unseemly desires, as wayfarers set our hand to the journey to heaven, and as athletes for the
Notes, col. 50

On the reading

Printed μεγαλαψυχίας, for μεγαλοψυχίας.

PG 49:51Read from the page
ἀγῶνας ἀποδυσώμεθα. Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπόρος ἐστίν. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ. Εἶδες τὸν ἀθλητήν; Εἶδες τὸν στρατιώτην; Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ· εἰ στρατιώτης εἶ, καθωπλισμένον σε ἐπὶ τῆς παρατάξεως ἑστάναι χρή. Πῶς οὖν ἀμφότερα ταῦτα εἶναι δυνατὸν, καὶ γυμνὸν εἶναι καὶ οὐ γυμνὸν, καὶ ἐνδεδυμένον καὶ οὐκ ἐνδεδυμένον; Πῶς; ἐγὼ λέγω. Ἀπόδυσαι τὰ βιωτικὰ πράγματα, καὶ γέγονας ἀθλητής· ἔνδυσαι τὰ ὅπλα τὰ πνευματικὰ, καὶ γέγονας στρατιώτης· γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων· πάλης γάρ ἐστιν ὁ καιρός· ἔνδυσαι τὰ πνευματικὰ ὅπλα· πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός. Διὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν. Γεώργησόν σου τὴν ψυχὴν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσοφίας φύτευσον φυτὰ, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπιμελείας, καὶ γέγονας γεωργὸς, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦλος· Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Ταύτην καὶ αὐτὸς μετῄει τὴν τέχνην· διὰ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξησεν. Ἀκόνησόν σου τὴν δρεπάνην, ἣν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκόνησον δὲ διὰ τῆς νηστείας· ἅψαι τῆς ὁδοιπορίας τῆς εἰς τὸν οὐρανὸν φερούσης, τῆς τεθλιμμένης καὶ στενῆς ἅψαι, καὶ ὅδευσον. Πῶς δὲ δυνήσῃ καὶ ἅψασθαι, καὶ ὁδεῦσαι; Ὑπωπιάζων σου τὸ σῶμα, καὶ δουλαγωγῶν· ἔνθα γὰρ ὁδοῦ στενοχωρία, μέγα κώλυμα ἡ ἐκ τῆς ἀδηφαγίας πολυσαρκία. Κατάστειλον τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν, ἀπόκρουσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διάσωσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης. Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται· νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων· οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου. Καὶ γὰρ ἀθλητὴς, φησὶν, Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν· ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶ τὰ λοιπὰ ἕπηται πάντα.
strip ourselves for the contests. For the believer is both a husbandman, and a helmsman, and a soldier, and an athlete, and a wayfarer. On this account Paul also says: Our wrestling is not against flesh and blood, but against the principalities, against the powers; put on therefore the whole armour of God. Have you seen the athlete? Have you seen the soldier? If you are an athlete, you must enter the contest stripped; if you are a soldier, you must stand fully armed in the battle line. How then is it possible for both of these things to hold at once, both to be stripped and not stripped, and clothed and not clothed? How? I will tell you. Strip off worldly affairs, and you have become an athlete; put on spiritual weapons, and you have become a soldier; strip yourself of worldly cares, for it is the season of wrestling; put on spiritual weapons, for a grievous war has been joined for us against demons. For this reason it is necessary both to be stripped, so as to afford no grip to the devil wrestling against us, and to arm ourselves on every side, so as from no quarter to receive a mortal blow. Cultivate your soul, and cut out the thorns, sow the word of godliness, plant the fair plants of philosophy, and tend them with much diligence, and you have become a husbandman, and Paul will say to you: The labouring husbandman must first partake of the fruits. This art he himself also pursued; wherefore in writing to the Corinthians he said: I planted, Apollos watered, but God gave the growth. Sharpen your sickle, which you have blunted through gluttony, sharpen it through fasting; lay hold of the journey that leads to heaven, lay hold of the straitened and narrow way, and travel along it. And how will you be able both to lay hold of it and to travel along it? By bruising your body and bringing it into subjection; for where there is narrowness of road, corpulence arising from gluttony is a great hindrance. Calm the waves of unseemly desires, beat back the tempest of wicked thoughts, preserve the vessel, display abundant skill, and you have become a helmsman. And of all these things fasting shall be for us both foundation and teacher; and by fasting I mean not that of the multitude, but exact fasting, not abstinence from meats alone, but also from sins; for the nature of fasting does not suffice to rescue those who practise it, unless it take place according to its fitting law. For an athlete too, he says, is not crowned, unless he contend lawfully. That we may not, then, after enduring the toil of fasting, forfeit the crown of fasting, let us learn how and in what manner we ought to pursue the matter. Since that Pharisee also fasted, yet after that fasting he went down destitute and empty of the fruits of fasting; the tax-collector did not fast, and he who did not fast surpassed that man who fasted, that you may learn that there is no profit in fasting unless all the rest follows as well.
Ἐνήστευσαν οἱ Νινευῗται, καὶ ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ εὔνοιαν· ἐνήστευσαν καὶ οἱ Ἰουδαῖοι, καὶ πλέον οὐδὲν ἔπραξαν, ἀλλὰ καὶ κατηγορηθέντες ἀπῆλθον. Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες. Φάρμακόν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου. Καὶ
The Ninevites fasted, and drew down upon themselves the favour of God; the Jews also fasted, and accomplished nothing further, but even departed condemned. Since therefore the peril of fasting is so great for those who do not know how one ought to fast, let us learn the laws of fasting, lest we run uncertainly, or beat the air, or fight with shadows in our boxing. Fasting is a medicine, yet medicine, though it be ten thousand times beneficial, often becomes useless through the inexperience of him who uses it. For