Migne Reading Room

PG 49 · cols. 40–45 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:40Read from the page
του ῥίζα καὶ ὑπόθεσίς ἐστιν ἡ ἀπόνοια, κἂν εἰδῇ τις μετριάζειν, οὐ πολλὴν περὶ τὸ πρᾶγμα ποιήσεται σπουδήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοὺς πολλοὺς οἰκέτας περιάγεις, τοὺς παρασίτους, τοὺς κόλακας, τὴν ἄλλην ἅπασαν φαντασίαν; Οὐ χρείας ἕνεκεν, ἀλλ' ἀπονοίας μόνης, ἵνα ἀπὸ τούτων σεμνότερος τῶν ἄλλων ἀνθρώπων εἶναι δοκῇς. Ἄλλως δὲ οἶδεν οὐ κεκωλυμένον τὸν πλοῦτον, ἐάν τις αὐτῷ εἰς δέον κεχρημένος ᾖ. Ὥσπερ γὰρ εἶπον, οὐ κακὸν ὁ οἶνος, ἀλλὰ κακὸν ἡ μέθη· οὕτως οὐ κακὸν ὁ πλοῦτος, ἀλλὰ κακὸν ἡ πλεονεξία, κακὸν ἡ φιλαργυρία. Ἕτερον φιλάργυρος, καὶ ἕτερον πλούσιος· ὁ φιλάργυρος οὐκ ἔστι πλούσιος, ὁ φιλάργυρος πολλῶν δεῖται· ὁ δὲ πολλῶν δεόμενος οὐκ ἂν εὐπορήσειέ ποτε. Ὁ φιλάργυρος φύλαξ, οὐ δεσπότης ἐστὶ τῶν χρημάτων, δοῦλος, οὐ κύριος εὐκολώτερον γὰρ τῶν αὑτοῦ σρακῶν μεταδοίη τινὶ ἢ τοῦ κατωρυγμένου χρυσίου. Καὶ καθάπερ τινὸς ἐπιτάττοντος καὶ κελεύοντος μηδενὸς ἅψασθαι τῶν ἀποκειμένων· οὕτω μετὰ πάσης ἀκριβείας αὐτὰ τηρεῖ καὶ κατέχει καθάπερ ἀλλοτρίων ἀπεχόμενος τῶν οἰκείων. Καὶ γάρ ἐστιν ὄντως ἀλλότρια· ἃ γὰρ εἰς ἑτέρους ἐκβάλλειν οὐκ ἂν ἕλοιτο, οὐδὲ τοῖς δεομένοις διανεῖμαι, κἂν μυρίας ὑποσταίη τιμωρίας, πῶς ἂν δύναιτο ταῦτα ἴδια νομίζειν εἶναι; Πῶς δὲ ἔχει τὴν κτῆσιν, ὧν τὴν χρῆσιν οὐκ ἔχει μετὰ ἀδείας, οὐδὲ τὴν ἀπόλαυσιν; Πρὸς δὲ τούτοις οὐ πᾶσι πάντα ἐπιτάττειν ὁ Παῦλος εἴωθεν, ἀλλὰ καὶ τῇ τῶν ἀκουόντων ἀσθενείᾳ συγκαταβαίνει, καθάπερ οὖν καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ γὰρ ἐκείνῳ τῷ πλουσίῳ προσελθόντι, καὶ περὶ τῆς ζωῆς αὐτῷ διαλεγομένῳ οὐκ εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ' ἀφεὶς τοῦτο, περὶ ἑτέρων αὐτῷ ἐντολῶν διελέγετο· εἶτα ἐπειδὴ ἐκεῖνος αὐτὸν προεκαλέσατο, καί φησιν· Τί ἔτι μοι λείπει; οὐδὲ τότε ἁπλῶς εἶπεν, Πώλησόν σου τὰ ὑπάρχοντα, ἀλλ', Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἐπὶ τῇ σῇ τίθημι γνώμῃ, σὲ κύριον ποιῶ τῆς προαιρέσεως, οὐκ εἰς ἀνάγκην ἄγω. Διὰ τοῦτο καὶ Παῦλος οὐδὲν περὶ πενίας τοῖς πλουτοῦσι διελέγετο, ἀλλὰ περὶ ταπεινοφροσύνης, διά τε τὴν ἀσθένειαν τῶν ἀκουόντων, καὶ τὸ σφόδρα εἰδέναι, ὅτι τὸ μετριάζειν καὶ ἀπονοίας ἀπηλλάχθαι ποιήσει ταχέως αὐτοὺς καὶ τῆς περὶ τοῦ πλουτεῖν ἀπαλλαγῆναι σπουδῆς. Εἶτα παραινέσας μὴ ὑψηλοφρονεῖν, ἐδίδαξε καὶ τὸν τρόπον, καθ' ὃν δυνήσονται μὴ ὑψηλοφρονεῖν. Τίς δὲ οὗτός ἐστιν; Εἰ τοῦ πλούτου τὴν φύσιν καταμάθοιεν, ὡς ἄδηλός τίς ἐστι καὶ ἄπιστος, διὰ τοῦτο ἐπήγαγε· Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Πλούσιός ἐστιν οὐχ ὁ πολλὰ κεκτημένος, ἀλλ' ὁ πολλὰ διδούς· πλούσιος ἦν ὁ Ἀβραὰμ, ἀλλ' οὐ φιλάργυρος· οὐ γὰρ περιεσκόπει τὴν τοῦ δεῖνος οἰκίαν, οὐδὲ περιειργάζετο τὴν τοῦ δεῖνος οὐσίαν· ἀλλ' ἐξιὼν περιεσκόπει μή που ξένος, μή που πένης, ὥστε διορθῶσαι τὴν πενίαν, ὥστε ὑποδέξασθαι τὸν ὁδίτην. Οὐ χρυσῷ τὸν ὄροφον ἤλειφεν, ἀλλὰ παρὰ τὴν δρῦν ἐκείνην τὴν καλύβην πηξάμενος, τῇ τῶν φύλλων ἠρκεῖτο σκιᾷ· καὶ οὕτω λαμπρὸν ἦν αὐτῷ τὸ καταγώγιον, ὡς μηδὲ ἀγγέλους ἐπαισχυνθῆναι τὴν παρ' ἐκείνῳ μονήν· οὐ γὰρ λαμπρότητα οἰκίας ἐπεζήτουν, ἀλλὰ ψυχῆς ἀρετήν. Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, ἀγαπητοὶ, καὶ τὰ ὄντα εἰς τοὺς δεομένους ἀναλίσκωμεν. Ἐσχεδιασμένον ἦν ἐκεῖνο τὸ καταγώγιον, ἀλλὰ τῶν βασιλικῶν αὐλῶν λαμπρότερον ἦν.
arrogance is the root and foundation, and if anyone knows how to be moderate, he will not bestow much zeal upon the matter. For on what account, tell me, do you lead about your many servants, your parasites, your flatterers, and all that other pageantry? Not on account of need, but of arrogance alone, so that from these things you may seem to be more venerable than other men. Besides, he knows that wealth is not forbidden, if anyone makes use of it for what is needful. For just as I said, wine is not an evil, but drunkenness is an evil; so wealth is not an evil, but covetousness is an evil, the love of money is an evil. A lover of money is one thing, and a rich man is another; the lover of money is not rich; the lover of money stands in need of many things, and he who stands in need of many things could never be affluent. The lover of money is a guardian, not a master of his monies, a slave, not a lord; for he would more readily impart to someone of his own flesh than of his buried gold. And as though someone had enjoined and commanded him to touch none of the things laid up, so with all exactness does he guard and hold them fast, abstaining from his own possessions as though they belonged to others. And indeed they truly do belong to others; for things which he would not choose to spend upon others, nor distribute to the needy, even though he should undergo ten thousand punishments, how could he deem these to be his own? And how does he hold the ownership of things of which he has neither the free use nor the enjoyment? Moreover, in addition to this, Paul is not accustomed to enjoin all things upon all men, but also condescends to the weakness of his hearers, even as Christ also did. For when that rich man approached Him and conversed with Him concerning life, He did not say to him: Go, sell thy possessions; but leaving this aside, He conversed with him concerning other commandments; then, after that man challenged Him and says: What lack I yet? not even then did He say simply, Sell thy possessions, but, If thou wilt be perfect, go, sell thy possessions: I place it in your own judgement, I make you lord of your choice, I do not bring you under compulsion. Wherefore Paul also said nothing concerning poverty in conversing with the rich, but concerning humility, both on account of the weakness of his hearers, and because he knew full well that being moderate and rid of arrogance will speedily cause them to be rid also of their eagerness for growing rich. Then, having exhorted them not to be high-minded, he also taught the manner whereby they will be able not to be high-minded. And what is this? If they should learn thoroughly the nature of wealth, how uncertain and faithless it is; wherefore he added: Nor to have their hope set on the uncertainty of riches. Rich is not he who possesses much, but he who gives much; Abraham was rich, yet not a lover of money; for he did not pry into such-and-such a man's house, nor busy himself about such-and-such a man's substance; but going out, he looked about lest perchance there were a stranger somewhere, lest perchance a poor man, so as to relieve poverty, so as to welcome the wayfarer. He did not gild his roof with gold, but pitching his hut beside that oak, he was content with the shade of its leaves; and so splendid was his lodging that not even angels were ashamed to abide with him; for they did not seek splendour of house, but virtue of soul. Him therefore let us also imitate, beloved, and let us spend our possessions upon the needy. That lodging was improvised, yet it was more splendid than royal courts.
Βασιλεὺς οὐδεὶς οὐδέποτε ἀγγέλους ὑπεδέξατο, ὁ δὲ ὑπὸ
No king ever welcomed angels, whereas he who beneath
Notes, col. 40

On the reading

Printed σρακῶν, for σαρκῶν.

PG 49:41Read from the page
τὴν δρῦν καθήμενος ἐκείνην καὶ καλύβην πηξάμενος ἠξιώθη τῆς τιμῆς ταύτης, οὐ διὰ τὴν εὐτέλειαν τῆς οἰκίας τιμηθεὶς, ἀλλὰ διὰ τὴν πολυτέλειαν τῆς ψυχῆς καὶ τὸν ἐναποκείμενον πλοῦτον αὐτῇ ταύτης ἀπολαύσας τῆς δωρεᾶς. Καὶ ἡμεῖς τοίνυν μὴ τὰς οἰκίας καλλωπίζωμεν, ἀλλὰ πρὸ τῆς οἰκίας τὴν ψυχὴν τὴν ἡμετέραν. Πῶς γὰρ οὐκ αἰσχρὸν μαρμάροις μὲν περιβάλλειν τοὺς τοίχους εἰκῆ καὶ μάτην, τὸν δὲ Χριστὸν γυμνὸν περιερχόμενον περιορᾷν; Τί σοι τῆς οἰκίας ὄφελος, ἄνθρωπε; μὴ γὰρ λαβὼν αὐτὴν ἀπελεύσῃ; Οὐ ταύτην λαβὼν ἀπελεύσῃ, τὴν δὲ ψυχὴν ἀπελεύσῃ πάντως λαβών. Ἰδοὺ τοιοῦτος κίνδυνος κατέλαβε νῦν· παραστήτωσαν ἡμῖν αἱ οἰκίαι, λυσάτωσαν ἡμῖν τὸν ἐπηρτημένον κίνδυνον· ἀλλ' οὐ δυνήσονται. Καὶ μάρτυρες ὑμεῖς οἱ καταλιμπάνοντες αὐτὰς ἐρήμους, καὶ πρὸς τὴν ἐρημίαν ἀποπηδῶντες, καθάπερ παγίδας καὶ δίκτυα δεδοικότες. Βοηθείτω τὰ χρήματα νῦν· ἀλλ' οὐκ ἔχει καιρόν. Εἰ δὲ ἔνθα ἀνθρώπου ὀργὴ, χρημάτων ἐλέγχεται δύναμις, πολλῷ μᾶλλον ἐπὶ τοῦ θείου καὶ ἀδεκάστου δικαστηρίου τοῦτο γενήσεται. Εἰ ἄνθρωπός ἐστιν ὁ παροξυνόμενος καὶ ἀγανακτῶν, καὶ οὐδὲν ἡμᾶς τὸ χρυσίον ὠφελεῖ νῦν, πολλῷ μᾶλλον ὀργιζομένου τοῦ Θεοῦ τοῦ μὴ δεομένου χρημάτων, ἀσθενήσει πάντως τοῦ χρυσίου ἡ δύναμις. Οἰκίας οἰκοδομούμεθα, ἵνα οἰκῶμεν, οὐχ ἵνα φιλοτιμώμεθα· Τὸ μεῖζον τῆς χρείας, περιττὸν τῆς χρείας ἐστὶ καὶ ἄχρηστον. Ὑπόδησαι ὑπόδημα τοῦ ποδὸς μεῖζον· ἀλλ' οὐκ ἀνέξῃ· ἐμποδίζει γάρ σοι πρὸς τὴν βάδισιν· οὕτω καὶ οἰκία μείζων τῆς χρείας ἐμποδίζει πρὸς τὴν εἰς οὐρανοὺς ἀποδημίαν. Βούλει λαμπρὰς καὶ μεγάλας οἰκοδομεῖν οἰκίας; οὐ κωλύω, ἀλλὰ μὴ ἐπὶ γῆς· οἰκοδόμησον σκηνὰς ἐν οὐρανοῖς, ἵνα καὶ ἑτέρους ὑποδέξασθαι δυνηθῇς, σκηνὰς οὐδέποτε καταλυομένας. Τί μέμηνας περὶ τὰ φεύγοντα, καὶ τὰ ἐνθάδε μένοντα; Οὐδὲν σφαλεριώτερον πλούτου, σήμερον μετὰ σοῦ, καὶ αὔριον κατὰ σοῦ, τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ὁπλίζει πάντοθεν· πολέμιός ἐστιν ὁμόσκηνος, ἐχθρὸς σύνοικος· καὶ μάρτυρες ὑμεῖς οἱ κεκτημένοι, οἱ παντὶ τρόπῳ κατορύττοντες αὐτὸν καὶ ἀποκρύπτοντες· ἐπεὶ καὶ νῦν τὸν κίνδυνον ἀφορητότερον ἡμῖν ὁ πλοῦτος ποιεῖ. Ὁρᾷς γοῦν τοὺς μὲν πένητας εὐζώνους καὶ ἀπολελυμένους, καὶ πρὸς ἅπαντα παρεσκευασμένους· τοὺς δὲ πλουσίους πολλὴν ἔχοντας δυσκολίαν, καὶ περιιόντας, καὶ ζητοῦντας ποῦ τὸ χρυσίον κατορύξωσι, ζητοῦντας τίνι κατάθοιντο. Τί ζητεῖς, ἄνθρωπε, τοὺς ὁμοδούλους; ἕστηκεν ὁ Χριστὸς ἕτοιμος ὑποδέξασθαι, καὶ τηρῆσαί σοι τὰς παρακαταθήκας, οὐχὶ τηρῆσαι δὲ μόνον, ἀλλὰ καὶ πλεονάσαι, καὶ μετὰ πολλῆς ἀποδοῦναι τῆς προσθήκης· ἐκ τῆς ἐκείνου χειρὸς οὐδεὶς ἁρπάζει. Οὐ τηρεῖ δὲ μόνον τὰς παρακαταθήκας, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ τούτου λύει σοι τοὺς κινδύνους. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων οἱ δεξάμενοι τὰς παρακαταθήκας χάριν ἡμῖν δεδωκέναι νομίζουσι, φυλάττοντες ἅπερ ἔλαβον· ἐπὶ δὲ τοῦ Χριστοῦ τοὐναντίον· οὐ γὰρ δεδωκέναι χάριν, ἀλλ' εἰληφέναι χάριν, ὅταν δέξηταί σου τὰς παρακαταθήκας, φησὶν, καὶ ὑπὲρ τῆς φυλακῆς αὐτῆς, ἣν περὶ τὰ χρήματα ἐπιδείκνυται τὰ σὰ, οὐκ ἀπαιτεῖ σε μισθὸν, ἀλλὰ δίδωσί σοι μισθόν.
that oak sat down and pitched a hut was counted worthy of this honour, not honoured on account of the cheapness of his house, but enjoying this gift on account of the magnificence of his soul and the wealth laid up within it. Let us also therefore not adorn our houses, but before the house our own soul. For how is it not a shameful thing to clothe our walls with marbles at random and in vain, yet to overlook Christ going about naked? What profit have you from your house, O man? For surely you will not take it and depart? You will not take it and depart, but your soul you will assuredly take when you depart. Behold, such a danger has now overtaken us; let our houses stand by us, let them deliver us from the impending danger; yet they will not be able. And you yourselves are witnesses, who leave them desolate and leap away into the wilderness, fearing them like snares and nets. Let monies help now; yet it is no season for them. And if where there is a man's wrath the power of monies is convicted of weakness, much more will this come to pass before the divine and incorruptible tribunal. If it is a man who is provoked and indignant, and gold profits us nothing now, much more when God—Who stands in no need of monies—is wroth, will the power of gold utterly fail. We build houses that we may dwell in them, not that we may make an ambitious display; what exceeds need is superfluous to need and useless. Put on a shoe larger than your foot: you will not endure it, for it hinders your walking; even so a house larger than need hinders your journey to heaven. Do you wish to build splendid and great houses? I do not forbid it, only not upon earth; build tabernacles in heaven, so that you may be able to receive others also—tabernacles that are never dissolved. Why are you mad about things that flee away, and things that remain here? Nothing is more treacherous than wealth: today with you, and tomorrow against you, it arms the eyes of the envious on every side; it is a foe sharing your tent, an enemy dwelling under your roof; and you who possess it are witnesses, who in every way bury it and hide it away, since even now wealth makes the danger more intolerable for us. You see, at all events, the poor well-girt and unencumbered, and prepared for everything; whereas the rich are in great straits, and go about seeking where they may bury their gold, seeking with whom they may deposit it. Why do you seek your fellow-slaves, O man? Christ stands ready to receive and guard your deposits for you—and not only to guard them, but also to multiply them, and to pay them back with abundant interest; out of His hand no one snatches. Nor does He only guard your deposits, but on account of this very thing He also resolves your dangers for you. For among men those who receive deposits think that they have done us a favour in guarding what they received; whereas with Christ it is the reverse: for He says that He has not conferred a favour, but received a favour, when He receives your deposits, and for the very guarding which He displays over your monies He does not demand a fee from you, but gives you a reward.
ϛʹ. Ἄρα τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι, τίνος δὲ συγγνώμης, ὅταν παρατρέχοντες τὸν καὶ φυλάξαι δυνάμενον, καὶ χάριν ὑπὲρ τῆς φυλακῆς εἰδότα, καὶ μισθοὺς ἀποῤῥήτους καὶ μεγάλους ἀποδιδόντα ἀντὶ τῆς φυλακῆς ταύτης τοῖς κατὰ τὴν φυλακὴν ταύτην ἀσθενοῦσιν ἀν-
6. Of what defence, then, should we be worthy, and of what pardon, when passing by Him Who is both able to guard, and grateful for the guarding, and Who pays back unutterable and great rewards in return for this guarding, to men who in this guarding are weak—
Notes, col. 41

On the reading

Printed σφαλεριώτερον, for σφαλερώτερον.

PG 49:42Read from the page
θρώποις, καὶ χάριν ἡμῖν διδόναι νομίζουσι, καὶ μόνα αὐτὰ τὰ διδόμενα ἀποδιδοῦσιν ὕστερον, ἐκείνοις τὰ ἡμέτερα ἐγχειρίζωμεν; Ξένος εἶ καὶ παρεπίδημος τῶν ἐνταῦθα; πατρίδα ἔχεις ἐν οὐρανοῖς, πάντα ἐκεῖ μετάθες, ἵνα καὶ πρὸ τῆς ἀπολαύσεως ἐνταῦθα ἀπολαύσῃς τῆς ἀμοιβῆς. Ὁ γὰρ χρησταῖς συντρεφόμενος ἐλπίσι καὶ περὶ τῶν μελλόντων θαῤῥῶν, ἐντεῦθεν ἤδη τῆς βασιλείας ἐγεύσατο. Οὐδὲν γὰρ οὕτω ψυχὴν εἴωθεν ἀνακτᾶσθαι καὶ ἀμείνω ποιεῖν, ὡς ἡ χρηστὴ τῶν μελλόντων ἐλπὶς, ἐὰν ἐκεῖ μεταθῇς τὸν πλοῦτον, καὶ τῆς ψυχῆς ἐπιμελήσῃ τῆς σεαυτοῦ μετὰ σχολῆς τῆς προσηκούσης. Οἱ μὲν γὰρ ἅπασαν τὴν σπουδὴν εἰς τὸν καλλωπισμὸν κενοῦντες τῆς ἑαυτῶν οἰκίας, ἐν τοῖς ἔξω πλουτοῦντες, ἀμελοῦσι τῶν ἔνδον, ἔρημον καὶ αὐχμῶσαν καὶ ἀραχνίων γέμουσαν περιορῶντες τὴν ἑαυτῶν ψυχήν· ἂν δὲ τῶν ἔξωθεν ἀμελήσαντες, εἰς τὴν ἑαυτῶν διάνοιαν τὴν προθυμίαν καταναλώσωσιν ἅπασαν, πανταχόθεν αὐτὴν καλλωπίζοντες, καταγώγιον ἔσται τῷ Χριστῷ τῶν τοιούτων ἀνθρώπων ἡ ψυχή· τοῦ δὲ τὸν Χριστὸν ἔχοντος ἔνοικον, τί γένοιτ' ἂν μακαριώτερον πώποτε; Βούλει πλουτεῖν; ἔχε φίλον τὸν Θεὸν, καὶ πάντων εὐπορώτερος ἔσῃ Βούλει πλουτεῖν; μὴ μέγα φρόνει· τοῦτο οὐ πρὸς τὰ μέλλοντα, ἀλλὰ καὶ πρὸς τὰ παρόντα ἐπιτήδειον· οὐδὲν γὰρ οὕτως ἐπίφθονον, ὡς ἄνθρωπος πλουτῶν· ὅταν δὲ καὶ ἀπόνοια προσῇ, διπλοῦς ὁ κρημνὸς γίνεται, χαλεπώτερος παρὰ πάντων ὁ πόλεμος. Ἂν δὲ μετριάζειν εἰδῇς, ὑποτέμνῃ τῇ ταπεινοφροσύνῃ τῆς βασκανίας τὴν τυραννίδα, καὶ μετὰ ἀσφαλείας ἔχεις ἅπερ ἂν ἔχῃς. Τοιαύτη γὰρ τῆς ἀρετῆς ἡ φύσις, οὐ πρὸς τὰ μέλλοντα ἡμᾶς ὠφελεῖ μόνον, ἀλλὰ καὶ ἐντεῦθεν ἤδη δίδωσι τὰς ἀμοιβάς. Μὴ τοίνυν μέγα φρονῶμεν ἐπὶ τῷ πλούτῳ, ἀλλὰ μηδὲ ἐφ' ἑτέρῳ μηδενί. Εἰ γὰρ ἐπὶ τοῖς πνευματικοῖς ὁ μέγα φρονῶν οἴχεται καὶ ἀπόλωλε, πολλῷ μᾶλλον ἐπὶ τοῖς σαρκικοῖς. Ἐννοήσωμεν ἡμῶν τὴν φύσιν, ἀναλογισώμεθα ἡμῶν τὰ ἁμαρτήματα, μάθωμεν τίνες ἐσμὲν, καὶ ἀρκεῖ τοῦτο εἰς πάσης ταπεινοφροσύνης ἡμῖν ὑπόθεσιν. Μή μοι λέγε, ὅτι Τόσων καὶ τόσων ἐτῶν προσόδους ἀποκειμένας ἔχω, χρυσίου τάλαντα μυρία, κέρδη καθ' ἑκάστην προσγινόμενα τὴν ἡμέραν.
and who think that they are doing us a favour, and afterwards pay back only the bare things given, we entrust our possessions to those men? Are you a stranger and a sojourner among the things here? You have a fatherland in heaven; transfer all things thither, so that even before the enjoyment there you may enjoy the recompense here. For he who is nourished with good hopes and is confident concerning the things to come has already tasted the kingdom from here. For nothing is so wont to revive the soul and make it better as the good hope of things to come, if you transfer your wealth thither and care for your own soul with fitting leisure. For those who spend all their zeal upon the adornment of their house, abounding in outward things, neglect the things within, overlooking their own soul desolate, parched, and full of cobwebs; whereas if they neglect outward things and expend all their eagerness upon their own mind, adorning it on every side, the soul of such men will be a lodging for Christ; and than him who has Christ indwelling, what could ever be more blessed? Do you wish to be rich? Have God for your friend, and you will be richer than all men. Do you wish to be rich? Be not high-minded; this is serviceable not only for the things to come, but also for things present; for nothing is so exposed to envy as a man of wealth; and when arrogance also is added, the precipice becomes double, the warfare from all men more severe. But if you know how to be moderate, by humility you cut off at the root the tyranny of envy, and you hold with safety whatever you may hold. For such is the nature of virtue: it not only profits us for the things to come, but already bestows its recompenses from here. Let us not, therefore, be high-minded over wealth, nor indeed over anything else at all. For if he who is high-minded over spiritual things is undone and lost, much more over carnal things. Let us reflect upon our nature, let us reckon up our sins, let us learn who we are, and this suffices us as a foundation for all humility. Say not to me: I have laid up revenues of so and so many years, ten thousand talents of gold, profits accruing every single day.
Ὅσα ἂν εἴπῃς, πάντα εἰκῆ καὶ μάτην ἐρεῖς· πολλάκις ἐν ὥρᾳ μιᾷ, καὶ βραχείᾳ καιροῦ ῥοπῇ, καθάπερ ἀνέμου προσπεσόντος ἄνωθεν κόνις εὐρίπιστος, οὕτω ταῦτα πάντα ἐκφυσᾶται τῆς οἰκίας. Καὶ τούτων πλήρης μὲν ὁ βίος ἡμῖν τῶν παραδειγμάτων, πλήρεις δὲ αἱ Γραφαὶ τῶν διδαγμάτων· ὁ σήμερον πλούσιος, αὔριον πένης. Διὸ καὶ πολλάκις ἐγέλασα διαθήκας ἀναγινώσκων λεγούσας· Ὁ δεῖνα μὲν ἐχέτω τὴν δεσποτείαν τῶν ἀγρῶν, ἢ τῆς οἰκίας, τὴν δὲ χρῆσιν ἄλλος· πάντες γὰρ τὴν χρῆσιν ἔχομεν, τὴν δεσποτείαν δὲ οὐδείς. Κἂν γὰρ παρὰ πᾶσαν ἡμῖν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν ἑτέροις, τὴν χρῆσιν αὐτοῦ καρπωσάμενοι μόνον, τῆς δεσποτείας δὲ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι μόνοι τὴν δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαντες. Ὁ γὰρ τὰ ὄντα ῥίψας, καὶ τοῖς πένησιν αὐτὰ διδοὺς, ἐχρήσατό τε εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν, οὐδὲ ἐν αὐτῷ τῷ θανάτῳ τῆς κτήσεως ἐκπίπτων ἐκείνης, ἀλλ' ἐν ἐκείνῳ πάντα ἀπολαμβάνων τῷ καιρῷ, καὶ πολλῷ πλείονα ἐκείνων, ὅταν αὐτῶν μάλιστα δέηται τῆς προστασίας ἐν τῇ τῆς
Whatever you may say, you will say it all at random and in vain; often in a single hour and a brief turn of the scale, just as lightly tossed dust when a wind falls upon it from above, so are all these things blown out of the house. And of these examples our life is full, and the Scriptures are full of these teachings: he who is rich today is poor tomorrow. Wherefore I have often laughed on reading wills that say: Let such-and-such a man have the ownership of the fields or of the house, and another the usufruct; for we all have the usufruct, whereas no one has the ownership. For even if wealth abides with us throughout our whole life undergoing no change, both willingly and unwillingly at our end we shall yield it up to others, having reaped its usufruct alone, while departing to that life stripped and bereft of its ownership. Whence it is manifest that those alone hold the ownership who have both despised its use and laughed to scorn its enjoyment. For he who has cast away his possessions and given them to the poor has both used his goods for what was needful, and departed holding their ownership, not forfeiting that possession even in death itself, but receiving all things back at that season, and far more than those, when he stands most in need of their protection in the
Notes, col. 42

On the reading

Printed ἔσῃ Βούλει, for ἔσῃ. Βούλει.

PG 49:43Read from the page
κρίσεως ἡμέρᾳ, καὶ ὅταν τῶν πεπραγμένων τὰς εὐθύνας ἀπαιτώμεθα πάντες. Ὥστε εἴ τις ἐθέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν ἔχειν καὶ τὴν δεσποτείαν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντως, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ κινδύνων καὶ μυρίων αὐτὰ ἀποβαλεῖται κακῶν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελέτητος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ὁ πλούσιος ἔρχεται· ἀλλ' οὐχ ὁ πένης τοιοῦτος· οὐ γὰρ χρυσίῳ καὶ ἀργυρίῳ τεθάῤῥηκεν ἀψύχοις ὕλαις, ἀλλὰ τῷ Θεῷ τῷ παρέχοντι πάντα πλουσίως· ὥστε ὁ πλούσιος ἐν ἀδήλῳ μᾶλλον ἕστηκεν ἢ ὁ πένης, πυκνὰς καὶ ἐπαλλήλους δεχόμενος τὰς μεταβολάς. Τί δέ ἐστι, Τῷ παρέχοντι ἡμῖν τὰ πάντα πλουσίως εἰς ἀπόλαυσιν; Πάντα μετὰ δαψιλείας δίδωσιν ὁ Θεὸς, τὰ πολλῷ τῶν χρημάτων ἀναγκαιότερα, οἷον τὸν ἀέρα, τὸ ὕδωρ, τὸ πῦρ, τὸν ἥλιον, ἅπαντα τὰ τοιαῦτα. Οὐκ ἔστιν εἰπεῖν ὅτι πλείονος ἀπολαύει τῆς ἀκτῖνος ὁ πλούσιος, ἐλάττονος δὲ ὁ πένης· οὐκ ἔστιν εἰπεῖν, ὅτι δαψιλέστερον ἀέρα ἀναπνέει τοῦ πένητος ὁ πλουτῶν· ἀλλὰ πάντα ἴσα καὶ κοινὰ πρόκειται. Τίνος οὖν ἕνεκεν τὰ μὲν μείζονα καὶ ἀναγκαιότερα καὶ τὴν ζωὴν ἡμῶν συνέχοντα κοινὰ πεποίηκεν ὁ Θεὸς, τὰ δὲ ἐλάττονα καὶ εὐτελέστερα οὐκ ἔστι κοινὰ, τὰ χρήματα λέγω; τίνος οὖν ἕνεκεν; Ἵνα συγκροτῆται ἡμῶν ἡ ζωὴ, καὶ ἀρετῆς ἔχωμεν σκάμματα. Εἰ μὲν γὰρ μὴ ἦν τὰ ἀναγκαῖα ταῦτα κοινὰ, ἴσως ἂν οἱ πλουτοῦντες, τῇ εἰωθυίᾳ κεχρημένοι πλεονεξίᾳ, τοὺς πενομένους ἀπέπνιξαν ἄν· εἰ γὰρ ἐπὶ τῶν χρημάτων τοῦτο ποιοῦσι, πολλῷ μᾶλλον ἐπ' ἐκείνων τοῦτο ἂν ἐποίησαν· πάλιν εἰ καὶ τὰ χρήματα ἦν κοινὰ, καὶ πᾶσιν ὁμοίως προύκειτο, ἐλεημοσύνης ἀνήρητο πρόφασις, καὶ φιλοφροσύνης ἀφορμή.
day of judgement, and when an account of what has been done is demanded of us all. Wherefore, if anyone should wish to hold both the possession of them and the use and the lordship, let him rid himself of all his goods; since he who does not do this will at his death certainly part from them, and oftentimes even before his death will lose them amid dangers and countless woes. And not this alone is the dreadful thing, that the reversal happens all at once, but also that the rich man comes unpractised to the endurance of poverty; yet the poor man is not such, for he has placed his confidence not in gold and silver, lifeless matter, but in God Who supplies all things richly; so that the rich man stands in greater uncertainty than the poor man, undergoing frequent and successive reversals. And what is this: To Him Who supplies us with all things richly for enjoyment? God gives all things with bountifulness, things far more necessary than money, such as the air, water, fire, the sun, and all such things. One cannot say that the rich man enjoys more of the sunbeam, and the poor man less; one cannot say that the wealthy man breathes more plentiful air than the poor man; rather, all things lie open equally and in common. On what account, then, has God made common the greater and more necessary things that sustain our life, whereas the lesser and cheaper things are not common—I mean money; on what account, then? In order that our life may be knit together, and that we may have an arena for virtue. For if these necessities were not common, perhaps the wealthy, indulging their accustomed covetousness, would have choked the needy; for if they do this over money, much more would they have done this over those things; and again, if money too were common and lay open alike to all, the occasion for almsgiving would have been done away, and the opportunity for kindness.
ζʹ. Ἵνα οὖν ἀδεῶς ζῶμεν, κοινὰ γέγονεν ἡμῖν τὰ τῆς ζωῆς αἴτια· πάλιν, ἵνα ἔχωμεν στεφάνων καὶ εὐδοκιμήσεων ἀφορμὴν, οὐ κοινὰ γέγονε τὰ χρήματα, ἵνα πλεονεξίαν μισοῦντες, καὶ δικαιοσύνην διώκοντες, καὶ τὰ ὄντα τοῖς δεομένοις προϊέμενοι, παραμυθίαν τινὰ διὰ τῆς μεθόδου ταύτης τῶν οἰκείων λαμβάνωμεν ἁμαρτημάτων. Πλούσιόν σε ἐποίησεν ὁ Θεὸς, τί σαυτὸν ποιεῖς πένητα; Πλούσιόν σε ἐποίησεν, ἵνα τοῖς δεομένοις βοηθῇς, ἵνα τὰ ἁμαρτήματα λύσῃς τὰ σαυτοῦ διὰ τῆς εἰς ἑτέρους δαψιλείας· δέδωκέ σοι χρήματα, οὐχ ἵνα κατακλείσῃς ἐπ' ὀλέθρῳ τῷ σῷ, ἀλλ' ἵνα ἐκχέῃς ἐπὶ σωτηρίᾳ τῇ σῇ. Διὰ τοῦτο καὶ τὴν κτῆσιν αὐτῶν ἄδηλον ἐποίησε καὶ οὐ μόνιμον, ἵνα καὶ ἐν τούτῳ τῆς περὶ αὐτὰ μανίας καταλύσῃ τὸν τόνον. Εἰ γὰρ νῦν οὐκ ἔχοντες θαῤῥεῖν οἱ κεκτημένοι περὶ αὐτῶν, ἀλλὰ καὶ πολλὰς ὁρῶντες ἐκ τοῦ πράγματος τικτομένας ἐπιβουλὰς, οὕτως ἐκκαίονται περὶ τὸν ἐκείνων πόθον, εἰ καὶ τοῦτο προσῆν τῷ πλούτῳ τὸ βέβαιον καὶ ἀδιάπτωτον, τίνος ἂν ἐφείσαντο; τίνος ἂν ἀπέσχοντο; ποίας χήρας, ποίων ὀρφανῶν, ποίων πενήτων; Μὴ τοίνυν μέγα νομίζωμεν ἀγαθὸν εἶναι πλοῦτον· μέγα γὰρ ἀγαθὸν, οὐ τὸ κεκτῆσθαι χρήματα, ἀλλὰ τὸ κεκτῆσθαι φόβον Θεοῦ καὶ πᾶσαν εὐλάβειαν. Ἰδοὺ νῦν εἴ τις δίκαιος ἦν καὶ παῤῥησίαν πολλὴν ἔχων πρὸς τὸν Θεὸν, κἂν εἰ πάντων ἀνθρώπων πενέστερος ἦν, ἤρκει λῦσαι τὰ παρόντα δεινά· ἤρκει γὰρ μόνον τὰς χεῖρας ἐκτεῖναι εἰς τὸν οὐρανὸν καὶ καλέσαι τὸν Θεὸν, καὶ τὸ νέφος τοῦτο παρῆλθεν ἄν. Χρυσίον δὲ τοσοῦτον ἀπόκειται, καὶ πηλοῦ παντός ἐστιν ἀχρηστότερον πρὸς τὴν λύσιν τῶν ἐπικειμένων κακῶν· οὐκ ἐν τούτῳ δὲ τῷ κινδύνῳ μόνον, ἀλλὰ κἂν νόσος καταλάβῃ, κἂν θάνατος, κἂν ἄλλο τι τῶν τοιούτων, ἐλέγχεται τῶν χρημάτων ἡ δύναμις ἀπορουμένη,
7. That we may live free from fear, therefore, the means of life have been made common to us; again, that we may have an opportunity for crowns and commendations, money has not been made common, so that by hating covetousness, pursuing righteousness, and freely giving our substance to those in need, we may by this method obtain some alleviation for our own sins. God made you rich; why do you make yourself poor? He made you rich that you might help those in need, that you might loose your own sins through bountifulness towards others; He gave you money, not that you might lock it up to your own destruction, but that you might pour it forth for your own salvation. For this reason also He made the possession of it uncertain and unstable, that hereby too He might slacken the intensity of our madness over it. For if even now, when its possessors cannot have confidence regarding it, and moreover see many plots engendered from the business, they are so inflamed with desire for it, if steadiness and infallibility too belonged to wealth, whom would they have spared? From whom would they have held back? What widow, what orphans, what poor folk? Let us not, then, deem wealth to be a great good; for the great good is not to possess money, but to possess the fear of God and all reverence. Behold now, if anyone were righteous and had great boldness towards God, even if he were poorer than all men, he would suffice to dispel the present terrors; for it would suffice merely to stretch forth his hands to heaven and call upon God, and this cloud would pass away. Yet so much gold lies stored up, and it is more useless than any mud for dispelling the impending evils; and not in this peril alone, but even if sickness overtakes us, or death, or any other such thing, the power of money is convicted of helplessness,
PG 49:44Read from the page
καὶ μηδεμίαν ἔχουσα παραμυθίαν τοῖς συμβαίνουσιν οἴκοθεν ἐπιδείξασθαι. Ἕν ἐστιν ὃ δοκεῖ τῆς πενίας πλεονεκτεῖν ὁ πλοῦτος, τὸ τρυφᾷν καθ' ἡμέραν, καὶ πολλῆς ἐμφορεῖσθαι ἐν τοῖς συμποσίοις τῆς ἡδονῆς. Τοῦτο μέντοι καὶ ἐπὶ τῆς τῶν πενήτων τραπέζης συμβαῖνον ἔστιν ἰδεῖν, καὶ μείζονος τούτους ἀπολαύοντας ἡδονῆς τῶν πλουτούντων ἁπάντων. Καὶ μὴ θαυμάσητε, μηδὲ παράδοξον εἶναι νομίσητε τὸ λεγόμενον· ἐγὼ γὰρ ἐξ αὐτῆς ὑμῖν τοῦτο τῆς τῶν πραγμάτων ἀποδείξεως ποιήσω δῆλον. Ἴστε γὰρ δήπου τοῦτο καὶ συνομολογεῖτε πάντες, ὅτι τὴν ἡδονὴν ἐν ταῖς ἑστιάσεσιν οὐχ ἡ φύσις τῶν ἐδεσμάτων, ἀλλ' ἡ διάθεσις τῶν ἑστιωμένων ποιεῖν εἴωθεν· οἷόν τι λέγω· μετὰ τοῦ πεινῆν τις ἁπτόμενος τραπέζης, παντὸς ὄψου καὶ ἡδύσματος καὶ μυρίων καρυκευμάτων ἥδιον ἅψεται τῆς τροφῆς, κἂν ἁπάντων εὐτελεστέρα ᾖ· ὁ δὲ μὴ τὴν χρείαν ἀναμένων, μηδὲ ὑπομένων πεινῆσαι πρῶτον, ὅπερ οἱ πλουτοῦντες ποιοῦσι, καὶ τότε ἐπὶ τὴν τράπεζαν ἐλθεῖν, κἂν πλακοῦντας εὕρῃ κειμένους, οὐκ αἰσθήσεται τῆς ἡδονῆς, τῆς ὀρέξεως αὐτῷ μὴ διεγηγερμένης. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο τοῦτον ἔχει τὸν τρόπον, μάρτυρες μὲν καὶ ὑμεῖς πάντες· ἀκούσωμεν δὲ καὶ τῆς Γραφῆς αὐτὸ τοῦτο λεγούσης· Ψυχὴ γὰρ ἐμπεπλησμένη, φησὶ, κηρίοις ἐμπαίζει, ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκερὰ φαίνεται. Καίτοι τί κηρίου καὶ μέλιτος γλυκύτερον γένοιτ' ἄν; ἀλλ' οὐκ ἔστιν ἡδὺ τῷ μὴ πεινῶντι, φησί· τί δὲ τῶν πικρῶν ἀηδέστερον; ἀλλ' ἔστι γλυκέα τοῖς ἐν ἐνδείᾳ καθεστηκόσιν. Ὅτι δὲ οἱ πένητες μετὰ τῆς χρείας καὶ τοῦ πεινῆν ἐπὶ τὸ πρᾶγμα ἔρχονται, οἱ δὲ πλουτοῦντες οὐκ ἀναμένουσι τοῦτο, παντί που δῆλόν ἐστιν· ὅθεν οὐδὲ γνησίαν καὶ εἰλικρινῆ καρποῦνται τὴν ἡδονήν. Οὐκ ἐπὶ τῶν ἐδεσμάτων δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ποτῶν τοῦτο αὐτὸ συμβαῖνον ἴδοι τις ἄν· καὶ ὥσπερ ἐκεῖ τὸ πεινῆν πρὸ τῆς τῶν ἐδεσμάτων φύσεως ἡδονὴν ἐργάζεται· οὕτω καὶ ἐνταῦθα τὸ διψῆν ἥδιστον ποιεῖν εἴωθε τὸ ποτὸν, κἂν ὕδωρ ᾖ τὸ πινόμενον μόνον. Καὶ τοῦτο αὐτὸ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Καίτοι τοῦτ' οὐδαμοῦ τῆς Γραφῆς ἀνέγνωμεν, ὅτι μέλι ἐκ πέτρας ἐξήγαγεν ὁ Μωσῆς, ἀλλὰ πανταχοῦ ποταμοὺς καὶ ὕδατα καὶ ψυχρὰ νάματα. Τί ποτ' οὖν ἐστι τὸ λεγόμενον; οὐδὲ γὰρ ψεύδεται ἡ Γραφή· ἐπειδὴ γὰρ διψῶντες καὶ καταπονούμενοι τῇ ἐνδείᾳ, ψυχροτέροις προσέπιπτον τοῖς νάμασι, τὴν ἡδονὴν τὴν ἐκ τοῦ ποτοῦ παραστῆσαι βουλόμενος, μέλι τὸ ὕδωρ ἐκάλεσεν, οὐχ ὡς τῆς φύσεως μεταβληθείσης εἰς μέλι, ἀλλ' ὡς τῆς διαθέσεως μέλιτος ἡδίω ποιούσης ἐκεῖνα τὰ νάματα. Ἔμαθες πῶς καὶ ποτὸν ἡδὺ ποιεῖν εἴωθεν ἡ τῶν διψώντων διάθεσις; Πολλοὶ γοῦν πολλάκις πένητες κάμνοντες, καὶ ταλαιπωρηθέντες, καὶ τῷ δίψει καταφλεγέντες, μετὰ τῆς εἰρημένης ἡδονῆς τῶν τοιούτων μετέσχον ναμάτων· οἱ δε πλουτοῦντες οἶνον ἡδὺν, καὶ ἀνθοσμίαν, καὶ πᾶσαν ἀρετὴν ἔχοντα τὴν ἐν οἴνῳ λαβόντες, οὐκ ᾔσθοντο τῆς αὐτῆς εὐφροσύνης.
and unable to display from within itself any consolation in misfortunes. There is one thing wherein wealth seems to have the advantage over poverty: luxuriating day by day and taking one's fill of abundant pleasure at banquets. Yet one may see this happening at the table of the poor as well, and see them enjoying greater pleasure than all the wealthy. And do not marvel, nor suppose what is said to be paradoxical; for I shall make this plain to you from the very proof of the facts. For surely you know this and all agree, that at feasts it is not the nature of the viands, but the disposition of the diners that is wont to produce pleasure; for instance, one who approaches a table with hunger will partake of his food more sweetly than any relish and seasoning and ten thousand savoury sauces, even if it be the cheapest of all; whereas he who does not await need, nor endure to grow hungry first—which is what the wealthy do—and then come to the table, even if he finds rich cakes set out, will not feel the pleasure, since his appetite has not been aroused in him. And that you may learn that this is so, you yourselves are all witnesses; yet let us also hear Scripture saying this very thing: For a soul that is full, it says, mocks at honeycombs, but to a soul in need even bitter things appear sweet. And yet what could be sweeter than honeycomb and honey? Still, it is not sweet to one who is not hungry, it says; and what is more unpleasant than bitter things? Still, they are sweet to those who are in need. Now that the poor come to their meal with need and hunger, while the wealthy do not await this, is plain, I suppose, to everyone; hence neither do they reap genuine and unalloyed pleasure. And not in meats alone, but in drinks as well one may see this selfsame thing happening; and just as there hunger works pleasure prior to the nature of the meats, so here too thirst is wont to make drink most sweet, even if water alone be what is drunk. And declaring this very thing, the prophet said: Out of the rock He satisfied them with honey. Yet nowhere in Scripture have we read this, that Moses brought forth honey out of a rock, but everywhere rivers and waters and cool streams. What ever, then, is meant? For Scripture does not lie: since, being athirst and worn down by want, they fell upon cooler streams, wishing to set forth the pleasure derived from the drink, he called the water honey—not as though its nature had been changed into honey, but inasmuch as their disposition rendered those streams sweeter than honey. Have you learned how the disposition of the thirsty is wont to make drink sweet as well? At any rate, many poor folk oftentimes, toiling, distressed, and parched with thirst, have partaken of such streams with the aforesaid pleasure; while the wealthy, taking wine that is sweet, fragrant, and possessed of every excellence found in wine, have not felt the same gladness.
ηʹ. Τοῦτο καὶ ἐπὶ τοῦ ὕπνου γινόμενον ἴδοι τις ἄν. Οὐ γὰρ ἁπαλὴ στρωμνὴ, οὐδὲ ἀργυρένδετος κλίνη, οὐδὲ ἡσυχία κατὰ τὸ δωμάτιον γινομένη, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδὲν τὸν ὕπνον γλυκὺν καὶ προσηνῆ ποιεῖν εἴωθεν, ὡς τὸ πονεῖσθαι καὶ κάμνειν καὶ δεομένους ὕπνου σφόδρα καὶ νυστάζοντας κατακλίνεσθαι· καὶ τοῦτο αὐτὸ μαρτυρεῖ μὲν καὶ ἡ τῶν πραγμάτων πεῖρα, μαρτυρεῖ δὲ καὶ πρὸ τῆς τῶν πραγμάτων πείρας καὶ ἡ τῶν Γραφῶν ἀπόφασις. Ὁ γὰρ τῇ τρυφῇ συναναστραφεὶς Σολομῶν αὐτὸ τοῦτο δηλῶσαι βουλόμενος ἔλεγεν· Ἡδὺς ὕπνος τῷ δούλῳ, ἄν τε ὀλίγον ἄν τε πολὺ φάγῃ. Τίνος ἕνεκεν προσέθηκεν, Ἄν τε ὀλίγον, ἄν τε πολὺ φάγῃ; Ἀμφότερα
8. One may see this happening in the case of sleep as well. For neither soft bedding, nor a silver-mounted couch, nor quiet prevailing throughout the chamber, nor any other such thing at all is wont to make sleep sweet and gentle, so much as labouring and growing weary and lying down in sore need of sleep and nodding off; and to this very fact the experience of things bears witness, and prior to the experience of things the verdict of the Scriptures bears witness too. For Solomon, who was conversant with luxury, wishing to declare this very thing, said: Sweet is the sleep of the servant, whether he eat little or much. On what account did he add: Whether he eat little or much? Both
Notes, col. 44

On the reading

Printed δε, for δὲ.

PG 49:45Read from the page
ταῦτα ἀγρυπνίαν ἐμποιεῖν εἴωθεν, ἔνδεια καὶ ἀδηφαγία· ἡ μὲν τὸ σῶμα ξηραίνουσα, καὶ κερατοποιοῦσα τὰ βλέφαρα, καὶ οὐκ ἀφιεῖσα καταστέλλεσθαι· ἡ δὲ τὸ πνεῦμα στενοχωροῦσα, καὶ ἀποθλίβουσα, καὶ πολλὰς παρέχουσα τὰς ὀδύνας. Ἀλλ' ὅμως τοσαύτη ἐστὶν ἡ τῶν πόνων παραμυθία, ὡς εἰ καὶ ταῦτα ἀμφότερα προσγένοιτο, δύνασθαι τὸν οἰκέτην καθεύδειν. Ἐπειδὴ γὰρ κατὰ τὴν ἡμέραν ἅπασαν πανταχοῦ περιτρέχουσι διακονούμενοι τοῖς αὑτῶν δεσπόταις, κοπτόμενοι, ταλαιπωρούμενοι, καὶ οὐδὲ μικρὸν ἀναπνέοντες, τῶν καμάτων ἐκείνων καὶ τῶν πόνων ἱκανὴν ἀπολαμβάνουσιν ἀμοιβὴν τὴν ἐν τῷ καθεύδειν ἡδονήν. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον ἐγένετο, τὸ μὴ χρυσῷ καὶ ἀργύρῳ ὠνητὰς εἶναι τὰς ἡδονὰς, ἀλλὰ πόνῳ καὶ μόχθῳ καὶ χρείᾳ καὶ φιλοσοφίᾳ πάσῃ. Ἀλλ' οὐχ οἱ πλουτοῦντες οὕτως· ἀλλ' ἐπὶ τῶν στρωμάτων κείμενοι πολλάκις δι' ὅλης νυκτὸς ἀγρυπνοῦσι καὶ πολλὰ μηχανώμενοι τοιαύτης οὐκ ἀπολαύουσιν ἡδονῆς. Ὁ δὲ πένης ἐκ τῶν μεθημερινῶν ἀναστὰς πόνων κεκμηκότα ἔχων τὰ μέλη, πρὶν ἢ καταπεσεῖν, ἀθρόον καὶ ἡδὺν καὶ γνήσιον τὸν ὕπνον ἐδέξατο, οὐ μικρὸν καὶ τοῦτο τῶν δικαίων πόνων λαμβάνων μισθόν. Ὅταν οὖν μετὰ πλείονος ἡδονῆς ὁ πένης καὶ καθεύδῃ, καὶ πίνῃ, καὶ ἐσθίῃ, τίνος ἔσται λοιπὸν ὁ πλοῦτος ἄξιος, ὃ δοκεῖ κατὰ τῆς πενίας προτέρημα ἔχειν, καὶ τοῦτο ἀφηρημένος; Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ Θεὸς πόνον τῷ ἀνθρώπῳ συνέζευξεν, οὐχὶ τιμωρούμενος αὐτὸν, οὐδὲ κολάζων, ἀλλὰ σωφρονίζων καὶ παιδεύων. Ὅτε ἄπονον βίον ἔζη ὁ Ἀδὰμ, ἐξέπεσε τοῦ παραδείσου· ὅτε δὲ ἐπίπονον καὶ ἐπίμοχθον ὁ Ἀπόστολος, καὶ ἔλεγεν, Ἐν κόπῳ καὶ μόχθῳ νύκτα καὶ ἡμέραν ἐργαζόμενος, τότε ἀπῆλθεν εἰς τὸν παράδεισον, καὶ εἰς τρίτον ἀνῆλθεν οὐρανόν. Μὴ τοίνυν κακίζωμεν πόνον, μηδὲ διαπτύωμεν ἐργασίαν· καὶ γὰρ πρὸ τῆς βασιλείας τῶν οὐρανῶν ἐντεῦθεν μεγίστην λαμβάνομεν ἀμοιβὴν, τὴν ἐκ τοῦ πράγματος ἡδονὴν καρπούμενοι· οὐχ ἡδονὴν δὲ μόνον, ἀλλὰ καὶ, ὃ πολλῷ μεῖζόν ἐστιν ἡδονῆς, ὑγείαν καθαρωτάτην. Τοῖς μὲν γὰρ πλουτοῦσι μετὰ τῆς ἀηδίας πολλὰ καὶ τὰ νοσήματα ἐπιῤῥεῖ· οἱ δὲ πένητες τῶν ἰατρικῶν εἰσιν ἀπηλλαγμένοι χειρῶν· εἰ δέ που καὶ περιπέσοιεν ἀῤῥωστήματι, ταχέως ἑαυτοὺς ἀνεκτήσαντο, βλακείας ἁπάσης ἀπηλλαγμένοι, καὶ τὰ σώματα εὔρωστα ἔχοντες.
these things are wont to bring on sleeplessness: want and gluttony—the one parching the body, making the eyelids like horn, and not suffering them to close; the other cramping the breath, oppressing it, and causing many pains. Nevertheless, so great is the solace of labours that, even if both of these should be added, the house-servant is able to sleep. For since all day long they run about everywhere ministering to their own masters, battered, worn out, and not even taking a moment's breath, they receive as an ample recompense for those fatigues and labours the pleasure found in sleeping. And this was a work of God's loving-kindness: that pleasures should not be purchasable with gold and silver, but with labour, hardship, need, and all true wisdom. Yet not so the wealthy; rather, lying upon their couches, they oftentimes stay awake all night long, and though devising many schemes they do not enjoy such pleasure. But the poor man, rising from his daily labours with wearied limbs, before he even lies down receives sound, sweet, and genuine sleep, taking this too as no small wage of his honest labours. When, therefore, with greater pleasure the poor man both sleeps and drinks and eats, of what worth will wealth be henceforth, stripped even of the advantage that it seems to hold over poverty? For this reason, from the beginning also God yoked labour to man, not avenging Himself on him nor punishing him, but chastening and instructing him. When Adam lived an effortless life, he fell from Paradise; but when the Apostle lived a laborious and toilsome one, and said, Working night and day in labour and hardship, then he departed into Paradise and ascended to the third heaven. Let us not, then, malign labour, nor spurn work; for even before the kingdom of heaven we receive the greatest recompense from it here, reaping the pleasure that comes from the task —and not pleasure only, but also what is far greater than pleasure, the purest health. For upon the wealthy, along with distaste, many diseases also pour in; whereas the poor are free from physicians' hands, and if perchance they fall into an infirmity, they quickly recover themselves, being free from all indolence and possessing robust bodies.
Μέγα κτῆμα πενία τοῖς φιλοσόφως αὐτὴν φέρουσι, θησαυρὸς ἄσυλος, βακτηρία ἰσχυροτάτη, κτῆσις ἀνεπηρέαστος, καταγώγιον ἀνεπιβούλευτον. Ἀλλὰ πλεονεκτεῖται, φησὶν, ὁ πένης· ἀλλ' ἐπιβουλεύεται μειζόνως ὁ πλούσιος· καταφρονεῖται ὁ πένης καὶ ὑβρίζεται· ἀλλὰ φθονεῖται ὁ εὔπορος. Οὐχ οὕτως ἐστὶν εὐκαταγώνιστος ὁ πένης, ὥς ἐστιν εὐκαταγώνιστος ὁ πλούσιος, μυρίας πάντοθεν καὶ τῷ διαβόλῳ καὶ τοῖς ἐπιβούλοις παρέχων λαβὰς, καὶ πάντων ὢν δοῦλος διὰ τὴν πολλὴν τῶν πραγμάτων περιβολήν· ὁ πολλῶν ἐν χρείᾳ καθεστὼς πολλοὺς ἀναγκάζεται κολακεύειν, καὶ μετὰ πολλῆς θεραπεύειν δουλοπρεπείας· ὁ δὲ πένης ἂν εἰδῇ φιλοσοφεῖν, οὐδὲ ὑπ' αὐτοῦ τοῦ διαβόλου καταγωνισθῆναι δύναται. Ὁ οὖν Ἰὼβ ἰσχυρὸς ὢν καὶ πρὸ τούτου, ἡνίκα τὰ πάντα ἀπέβαλε, τότε γέγονεν ἰσχυρότερος, καὶ λαμπρὰν ἤρατο κατὰ τοῦ διαβόλου τὴν νίκην. Ἄλλως δὲ οὐδὲ ὑβρίζεσθαι δύναται ὁ πένης, ἂν εἰδῇ φιλοσοφεῖν. Ὅπερ γὰρ ἔφην περὶ τῆς ἡδονῆς, ὅτι ἡ ἡδονὴ οὐκ ἐν τῇ πολυτελείᾳ τῶν σιτίων, ἀλλ' ἐν τῇ διαθέσει τῶν ἑστιωμένων
A great possession is poverty to those who bear it philosophically: an inviolable treasure, a most mighty staff, an unmolested possession, a lodging unassailed by plots. Yet the poor man is defrauded, one says; nay, the rich man is plotted against far more. The poor man is despised and insulted; nay, the prosperous man is envied. The poor man is not so easily vanquished as the rich man is easily vanquished, offering countless handholds on every side both to the devil and to plotters, and being a slave of all on account of the vast compass of his affairs; standing in need of many, he is compelled to flatter many and court them with great servility; whereas the poor man, if he knows how to practise true wisdom, cannot be vanquished even by the devil himself. Job, therefore, though strong even before this, when he lost all things became stronger then, and won a glorious victory against the devil. Besides, neither can the poor man be insulted, if he knows how to practise true wisdom. For just as I said concerning pleasure, that pleasure lies not in the costliness of the provisions, but in the disposition of the diners,