γὰρ καὶ καιρὸν ειδέναι χρὴ καθ' ὃν δεῖ τοῦτο ἐπιτιθέναι, καὶ ποσότητα αὐτοῦ τοῦ φαρμάκου, καὶ σώματος κρᾶσιν τὴν δεχομένην, καὶ χώρας φύσιν, καὶ ὥραν ἔτους, καὶ δίαιταν κατάλληλον, καὶ πολλὰ ἕτερα· ὧν ὅπερ ἂν παροφθείη, τοῖς ἄλλοις λυμανεῖται πᾶσι τοῖς εἰρημένοις. Εἰ δὲ ἔνθα σῶμα θεραπεύειν δεῖ, τοσαύτης ἡμῖν ἀκριβείας χρεία, πολλῷ μᾶλλον ὅταν ψυχῆς ἐπιμελώμεθα καὶ λογισμοὺς θεραπεύωμεν, πάντα διερευνᾶσθαι καὶ σκοπεῖν ἀναγκαῖον μετὰ ἀκριβείας ἁπάσης.
indeed one must know both the proper time at which it ought to be applied, and the quantity of the medicine itself, and the bodily temperament that receives it, and the nature of the region, and the season of the year, and the corresponding regimen, and many other things; whichever of which should be overlooked will mar all the rest that have been mentioned. And if where a body must be healed we have need of such exactness, much more when we care for a soul and heal thoughts is it necessary to search out and examine everything with all exactness.
Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευῗται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν ἐκείνης. Οἱ ἄνθρωποι, καὶ τὰ κτήνη, καὶ τὰ πρόβατα, καὶ οι βόες μὴ νεμέσθωσαν, φησί. Τί λέγεις, εἰπέ μοι; καὶ τὰ ἄλογα νηστεύει; καὶ ἵπποι, καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναὶ, φησί. Καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ οἰκέτας μόνον, οὐδὲ θεραπαινίδας, ἀλλὰ καὶ ἵππους οἱ προσήκοντες σάκκῳ περιβάλλοντες, καὶ τοῖς ἱπποκόμοις αὐτοὺς ἐγχειρίσαντες, ἀκολουθεῖν ἐπὶ τὸ μνῆμα κελεύουσι, τὸ μέγεθος τῆς συμφορᾶς ἐπιδεικνύμενοι, καὶ πρὸς ἔλεον ἅπαντας ἐπισπώμενοι· οὕτω δὴ καὶ τῆς πόλεως ἐκείνης ἀπόλλυσθαι μελλούσης, καὶ τὴν ἄλογον φύσιν σάκκῳ περιέβαλον, καὶ ζυγῷ νηστείας ὑπέβαλον. Οὐκ ἔστι τὰ ἄλογα, φησὶ, λόγῳ μαθεῖν τοῦ Θεοῦ τὴν ὀργὴν, μανθανέτωσαν λιμῷ, ὅτι θεήλατος ἡ πληγή· καὶ γὰρ εἰ κατενεχθείη, φησὶν, ἡ πόλις, οὐχ ἡμῶν μόνον τῶν ἐνοικούντων, ἀλλὰ καὶ τούτων εἷς ἔσται τάφος κοινός. Τὰ τοίνυν μέλλοντα κοινωνεῖν τῆς κολάσεως κοινωνείτω καὶ τῆς νηστείας. Καὶ ἕτερον δέ τι κατεσκεύαζον ἐντεῦθεν, ὃ καὶ οἱ προφῆται ποιοῦσι· καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν ἴδωσι πληγήν τινα ἀφόρητον ἐκ τῶν οὐρανῶν φερομένην, εἶτα τοὺς κολάζεσθαι μέλλοντας ἀπαρρησιάστους ὄντας, αἰσχύνης γέμοντας, οὐδεμιᾶς συγγνώμης οὐδὲ ἀπολογίας ὄντας ἀξίους, οὐκ ἔχοντες ὅ τι πράξουσιν, οὐδὲ ὅθεν πορίσονται τοῖς κατακριθεῖσιν ἀπολογίαν, ἐπὶ τὰ ἄλογα καταφεύγουσι, καὶ τὸν ἐκείνων ἐκτραγῳδοῦντες θάνατον, ἀπὸ τούτων ποιοῦνται τὴν ἱκετηρίαν, τὴν ἐλεεινὴν αὐτῶν καὶ πολυθρήνητον ἀπώλειαν προβαλλόμενοι. Λιμοῦ τοίνυν ποτὲ καταλαβόντος τοὺς Ἰουδαίους, καὶ πολλοῦ τὴν χώραν αὐχμοῦ κατέχοντος, καὶ πάντων δαπανωμένων, ὁ μὲν τῶν προφητῶν ἔλεγεν· Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομή· πάντα τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων· ὁ δὲ τὰ ἐκ τῆς ἀβροχίας θρηνῶν κακὰ, πάλιν οὑτωσί πως ἔλεγεν· Ἔλαφοι ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη· ὄναγροι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δράκων· ἐξέλιπον οἱ ὀφθαλμοὶ αὐτῶν, ὅτι οὐκ ἦν χόρτος. Διὰ τοῦτο καὶ σήμερον ἠκούσατε τοῦ Ἰωὴλ λέγοντος· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς, συναγάγετε νήπια θηλάζοντα μαστούς. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὴν ἄωρον ἡλικίαν καλεῖ πρὸς ἱκετηρίαν; οὐκ εὔδηλον, ὅτι διὰ τὴν αὐτὴν ταύτην αἰτίαν; Ἐπειδὴ γὰρ οἱ εἰς ἄνδρας τελοῦντες ἅπαντες παρώξυναν καὶ παρώργισαν τὸν Θεὸν, Ἡ τῶν ἁμαρτημάτων ἄπειρος ἡλικία, φησὶ, παρακαλείτω τὸν ὀργιζόμενον. Ἀλλ' ὅπερ ἔλεγον, ἴδωμεν τί ποτέ ἐστι τὸ λῦσαν τὴν ἀπαραίτητον ἐκείνην ὀργήν. Ἆρα ἡ νηστεία μόνον, καὶ ὁ σάκκος; Οὐκ ἔστιν εἰπεῖν, ἀλλ' ἡ παντὸς τοῦ βίου μεταβολή. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτῶν τῶν προφητικῶν ῥημάτων. Ὁ γὰρ περὶ τῆς ὀργῆς τοῦ Θεοῦ διαλεχθεὶς καὶ τῆς ἐκείνων νηστείας, αὐτὸς οὗτος τήν τε καταλλαγὴν λέγων, καὶ τῆς καταλλαγῆς τὴν αἰτίαν διδάσκων, οὑτωσί πώς φησι·
Let us see, therefore, how the Ninevites fasted, and how they were delivered from that wrath. Let neither men, nor cattle, nor sheep, nor oxen pasture, it says. What are you saying, tell me? Do even the irrational beasts fast, and are horses and mules clad in sackcloth? Yes, he says. For just as when some wealthy man has died, his kinsfolk clothe not only manservants and maidservants, but horses also in sackcloth, and handing them over to the grooms bid them follow to the tomb, displaying the magnitude of the calamity and drawing all men to pity; even so, when that city was about to perish, they clad even the irrational nature in sackcloth and subjected it to the yoke of fasting. It is not possible, he says, for irrational creatures to learn the wrath of God by speech; let them learn by famine that the plague is sent from God; for if the city should be overthrown, he says, there will be one common tomb not only of us its inhabitants, but of these creatures as well. Let those creatures, therefore, that are about to share in the punishment share also in the fast. And they also contrived something further hereby, which the prophets too practise; for whenever they behold some intolerable stroke borne down from the heavens, and then see those about to be punished bereft of all boldness of speech, filled with shame, worthy of neither pardon nor defence, having nothing that they can do, nor whence they shall procure a defence for the condemned, they take refuge in the irrational beasts, and bewailing their death in tragic strains, from them they frame their supplication, putting forward their pitiable and much-lamented destruction. Thus when famine once overtook the Jews, and a great drought held the land, and all things were being consumed, one of the prophets said: The heifers leapt at their mangers, the herds of oxen wept, because there was no pasture; all the cattle of the plain looked up unto Thee, because the springs of waters were dried up; and another, lamenting the evils arising from the drought, again spoke somewhat thus: Hinds calved in the field and forsook their young, because there was no herbage; wild asses stood upon the glens, they drew in the wind like a dragon; their eyes failed, because there was no grass. On this account today also you heard Joel saying: Let the bridegroom go forth from his chamber, and the bride out of her bridal bower; gather together infants sucking the breasts. For what sake, tell me, does he summon the untimely age to supplication? Is it not evident that it is for this very same reason? For since all who are reckoned among men have provoked and angered God, Let the age unacquainted with sins, he says, entreat Him Who is angered. Yet, as I was saying, let us see what ever it is that dissolved that inexorable wrath. Was it fasting alone, and sackcloth? One cannot say so, but the change of their whole life. Whence is this clear? From the prophetic words themselves. For he who discoursed concerning the wrath of God and their fasting, this very man, in speaking of the reconciliation and teaching the cause of the reconciliation, speaks somewhat thus: