ἀγῶνας ἀποδυσώμεθα. Ὁ γὰρ πιστὸς καὶ γεωργὸς, καὶ κυβερνήτης, καὶ στρατιώτης, καὶ ἀθλητὴς, καὶ ὁδοιπόρος ἐστίν. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας· ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ. Εἶδες τὸν ἀθλητήν; Εἶδες τὸν στρατιώτην; Εἰ ἀθλητὴς εἶ, γυμνὸν εἰς τὸν ἀγῶνα εἰσελθεῖν σε δεῖ· εἰ στρατιώτης εἶ, καθωπλισμένον σε ἐπὶ τῆς παρατάξεως ἑστάναι χρή. Πῶς οὖν ἀμφότερα ταῦτα εἶναι δυνατὸν, καὶ γυμνὸν εἶναι καὶ οὐ γυμνὸν, καὶ ἐνδεδυμένον καὶ οὐκ ἐνδεδυμένον; Πῶς; ἐγὼ λέγω. Ἀπόδυσαι τὰ βιωτικὰ πράγματα, καὶ γέγονας ἀθλητής· ἔνδυσαι τὰ ὅπλα τὰ πνευματικὰ, καὶ γέγονας στρατιώτης· γύμνωσον σαυτὸν τῶν βιωτικῶν φροντίδων· πάλης γάρ ἐστιν ὁ καιρός· ἔνδυσαι τὰ πνευματικὰ ὅπλα· πόλεμος γὰρ ἡμῖν πρὸς δαίμονας συγκεκρότηται χαλεπός. Διὰ τοῦτο καὶ γυμνὸν εἶναι χρὴ, ὥστε μηδεμίαν λαβὴν τῷ διαβόλῳ παρασχεῖν παλαίοντι πρὸς ἡμᾶς, καὶ καθοπλίζεσθαι πάντοθεν, ὥστε μηδαμόθεν καιρίαν δέξασθαι πληγήν. Γεώργησόν σου τὴν ψυχὴν, καὶ τὰς ἀκάνθας ἔκτεμε, σπεῖρον τὸν λόγον τῆς εὐσεβείας, τὰ καλὰ τῆς φιλοσοφίας φύτευσον φυτὰ, καὶ μετὰ πολλῆς θεράπευε τῆς ἐπιμελείας, καὶ γέγονας γεωργὸς, καὶ ἐρεῖ πρὸς σὲ ὁ Παῦλος· Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Ταύτην καὶ αὐτὸς μετῄει τὴν τέχνην· διὰ τοῦτο Κορινθίοις ἐπιστέλλων ἔλεγεν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν, ὁ δὲ Θεὸς ηὔξησεν. Ἀκόνησόν σου τὴν δρεπάνην, ἣν ἤμβλυνας διὰ τῆς ἀδηφαγίας, ἀκόνησον δὲ διὰ τῆς νηστείας· ἅψαι τῆς ὁδοιπορίας τῆς εἰς τὸν οὐρανὸν φερούσης, τῆς τεθλιμμένης καὶ στενῆς ἅψαι, καὶ ὅδευσον. Πῶς δὲ δυνήσῃ καὶ ἅψασθαι, καὶ ὁδεῦσαι; Ὑπωπιάζων σου τὸ σῶμα, καὶ δουλαγωγῶν· ἔνθα γὰρ ὁδοῦ στενοχωρία, μέγα κώλυμα ἡ ἐκ τῆς ἀδηφαγίας πολυσαρκία. Κατάστειλον τὰ κύματα τῶν ἀτόπων ἐπιθυμιῶν, ἀπόκρουσαι τὸν χειμῶνα τῶν πονηρῶν λογισμῶν, διάσωσον τὸ σκάφος, πολλὴν ἐπίδειξαι τὴν ἐμπειρίαν, καὶ γέγονας κυβερνήτης. Πάντων δὲ τούτων ὑπόθεσις ἡμῖν ἡ νηστεία καὶ διδάσκαλος ἔσται· νηστείαν δὲ οὐ ταύτην λέγω τὴν τῶν πολλῶν, ἀλλὰ τὴν ἀκριβῆ νηστείαν, οὐ τὴν τῶν βρωμάτων ἀποχὴν μόνον, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτημάτων· οὐ γὰρ ἀρκεῖ τῆς νηστείας ἡ φύσις ἐξελέσθαι τοὺς μετιόντας, ἐὰν μὴ μετὰ τοῦ προσήκοντος γένηται νόμου. Καὶ γὰρ ἀθλητὴς, φησὶν, Οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Ἵνα οὖν μὴ πόνον ὑπομείναντες νηστείας ἐκπέσωμεν τοῦ στεφάνου τῆς νηστείας, μάθωμεν πῶς καὶ τίνα τρόπον τὸ πρᾶγμα μετιέναι χρή. Ἐπεὶ καὶ ὁ Φαρισαῖος ἐκεῖνος ἐνήστευσεν, ἀλλὰ μετὰ τὴν νηστείαν ἐκείνην κατῆλθεν ἔρημος καὶ κενὸς τῶν ἀπὸ τῆς νηστείας καρπῶν· ὁ τελώνης οὐκ ἐνήστευσε, καὶ ἔμπροσθεν γέγονεν ἐκείνου τοῦ νηστεύσαντος ὁ μὴ νηστεύσας, ἵνα μάθῃς ὅτι νηστείας ὄφελος οὐδὲν, ἂν μὴ καὶ τὰ λοιπὰ ἕπηται πάντα.
strip ourselves for the contests. For the believer is both a husbandman, and a helmsman, and a soldier, and an athlete, and a wayfarer. On this account Paul also says: Our wrestling is not against flesh and blood, but against the principalities, against the powers; put on therefore the whole armour of God. Have you seen the athlete? Have you seen the soldier? If you are an athlete, you must enter the contest stripped; if you are a soldier, you must stand fully armed in the battle line. How then is it possible for both of these things to hold at once, both to be stripped and not stripped, and clothed and not clothed? How? I will tell you. Strip off worldly affairs, and you have become an athlete; put on spiritual weapons, and you have become a soldier; strip yourself of worldly cares, for it is the season of wrestling; put on spiritual weapons, for a grievous war has been joined for us against demons. For this reason it is necessary both to be stripped, so as to afford no grip to the devil wrestling against us, and to arm ourselves on every side, so as from no quarter to receive a mortal blow. Cultivate your soul, and cut out the thorns, sow the word of godliness, plant the fair plants of philosophy, and tend them with much diligence, and you have become a husbandman, and Paul will say to you: The labouring husbandman must first partake of the fruits. This art he himself also pursued; wherefore in writing to the Corinthians he said: I planted, Apollos watered, but God gave the growth. Sharpen your sickle, which you have blunted through gluttony, sharpen it through fasting; lay hold of the journey that leads to heaven, lay hold of the straitened and narrow way, and travel along it. And how will you be able both to lay hold of it and to travel along it? By bruising your body and bringing it into subjection; for where there is narrowness of road, corpulence arising from gluttony is a great hindrance. Calm the waves of unseemly desires, beat back the tempest of wicked thoughts, preserve the vessel, display abundant skill, and you have become a helmsman. And of all these things fasting shall be for us both foundation and teacher; and by fasting I mean not that of the multitude, but exact fasting, not abstinence from meats alone, but also from sins; for the nature of fasting does not suffice to rescue those who practise it, unless it take place according to its fitting law. For an athlete too, he says, is not crowned, unless he contend lawfully. That we may not, then, after enduring the toil of fasting, forfeit the crown of fasting, let us learn how and in what manner we ought to pursue the matter. Since that Pharisee also fasted, yet after that fasting he went down destitute and empty of the fruits of fasting; the tax-collector did not fast, and he who did not fast surpassed that man who fasted, that you may learn that there is no profit in fasting unless all the rest follows as well.
Ἐνήστευσαν οἱ Νινευῗται, καὶ ἐπεσπάσαντο τὴν τοῦ Θεοῦ εὔνοιαν· ἐνήστευσαν καὶ οἱ Ἰουδαῖοι, καὶ πλέον οὐδὲν ἔπραξαν, ἀλλὰ καὶ κατηγορηθέντες ἀπῆλθον. Ἐπεὶ οὖν τοσοῦτος ὁ κίνδυνος τῆς νηστείας τοῖς οὐκ εἰδόσιν ὅπως χρὴ νηστεύειν, μάθωμεν τῆς νηστείας τοὺς νόμους, ἵνα μὴ τρέχωμεν ἀδήλως, μηδὲ ἀέρα δέρωμεν, μηδὲ σκιαμαχῶμεν πυκτεύοντες. Φάρμακόν ἐστιν ἡ νηστεία, ἀλλὰ τὸ φάρμακον, κἂν μυριάκις ὠφέλιμον ᾖ, πολλάκις ἄχρηστον γίνεται διὰ τὴν ἀπειρίαν τοῦ χρωμένου. Καὶ
The Ninevites fasted, and drew down upon themselves the favour of God; the Jews also fasted, and accomplished nothing further, but even departed condemned. Since therefore the peril of fasting is so great for those who do not know how one ought to fast, let us learn the laws of fasting, lest we run uncertainly, or beat the air, or fight with shadows in our boxing. Fasting is a medicine, yet medicine, though it be ten thousand times beneficial, often becomes useless through the inexperience of him who uses it. For