ζόμενοι παρ' ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλλοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ' ἡμέραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει. Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυτοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν ἡμῖν πάντες ἐκεῖνοι. Καὶ καθάπερ δρυμοῦ συμφύτου πολλῶν πανταχόθεν ἐκκοπέντων δένδρων, ἀτερπὴς ἡ ὄψις γίνεται, ἢ καθάπερ κεφαλῆς φαλακρώματα ἐχούσης πολλὰ, οὕτω δὴ καὶ τὸ τῆς πόλεως ἔδαφος, τῶν ἀνθρώπων ἐλαττωθέντων, καὶ ὀλίγων σποράδην φαινομένων, ἀτερπὲς γέγονε νῦν, καὶ πολλὴν τῶν ὁρώντων καταχέει τῆς ἀθυμίας τὴν ἀχλύν. Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλιακῶν ἀκτίνων ὁ κύκλος στυγνάζειν μοι δοκεῖ νῦν, καὶ ἀμαυρότερος φαίνεσθαι, οὐ τῶν στοιχείων τὴν φύσιν μεταβαλλόντων, ἀλλὰ τῶν ἡμετέρων ὀφθαλμῶν τῷ τεθολῶσθαι τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων δέχεσθαι φῶς. Τοῦτό ἐστιν ὃ πάλαι ὁ προφήτης ἐθρήνει λέγων· Δύσεται αὐτοῖς ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἡ ἡμέρα. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς τοῦ ἄστρου κρυπτομένου, οὐδὲ ὡς τῆς ἡμέρας ἀφανιζομένης, ἀλλ' ὡς τῶν ἀθυμούντων οὐδὲ ἐν μεσημβρίᾳ δυναμένων ὁρᾷν τὸ φῶς διὰ τὸν ἀπὸ τῆς ὀδύνης ζόφον· ὃ δὴ καὶ νῦν γέγονε· καὶ ὅπουπερ ἂν ἴδῃ τις, κἂν εἰς τὸ ἔδαφος, κἂν εἰς τοὺς τοίχους, κἂν εἰς τοὺς κίονας τῆς πόλεως, κἂν εἰς τοὺς πλησίον, νύκτα ὁρᾷν δοκεῖ καὶ ζόφον βαθύν· οὕτω πάντα πολλῆς γέμει τῆς κατηφείας. Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο. Εὔκαιρον νῦν εἰπεῖν· Ἀποστείλατε πρὸς τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς, καὶ φθεγξάσθωσαν. Ῥεέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὕδωρ, καὶ τὰ βλέφαρα ὑμῶν καταγέτω δάκρυα· οἱ βουνοὶ, λάβετε κοπετὸν, καὶ τὰ ὄρη, θρῆνον. Καλέσωμεν τὴν κτίσιν ἅπασαν εἰς συμπάθειαν τῶν ἡμετέρων κακῶν. Πόλις οὕτω μεγάλη καὶ τῶν ὑπὸ τὴν ἕω κειμένων ἡ κεφαλὴ, ἐκ μέσης ἀναρπασθῆναι κινδυνεύει τῆς οἰκουμένης· νῦν ἡ πολύπαις ἄπαις ἐξαίφνης γεγένηται, καὶ ὁ βοηθήσων οὐδείς. Οὐ γάρ ἐστιν ὁ ὑβρισθεὶς ὁμότιμόν τινα ἔχων ἐπὶ τῆς γῆς· βασιλεὺς γάρ ἐστι κορυφὴ καὶ κεφαλὴ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἁπάντων. Διὰ τοῦτο δὴ πρὸς τὸν ἄνω καταφεύγωμεν βασιλέα· ἐκεῖνον καλέσωμεν εἰς βοήθειαν· εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσοιμεν εὐνοίας, οὐδεμία λείπεται τοῖς γεγενημένοις παραμυθία.
those from whom it is possible to learn such things safely, and they live a life more pitiable than any death, being compelled every day to bewail the calamities of others, and trembling for their own safety, and in no better plight than the dead because they have long since died through dread. And if anyone who is free from this fear and agony should wish to venture into the market-place, he is immediately driven back into his own house by the cheerless sight, scarcely seeing one or perhaps two men bowed down and walking in deep dejection, where a few days ago the multitude outstripped the streams of rivers; yet now all those have been driven away from us. And just as when many trees of a thickly grown wood are cut down on every side, the sight becomes cheerless, or like a head having many bald patches, even so the ground of the city too, now that its people have been diminished and only a few appear here and there, has become cheerless, and pours down a thick mist of despondency upon the onlookers. Nor is it the ground alone, but the very nature of the air, and the very orb of the sun's rays, that seems to me now to look gloomy and to shine more dimly—not that the elements are changing their nature, but because our eyes, clouded over by the mist of despondency, are unable to receive the light from the rays purely or with the same disposition. This is what the prophet of old lamented, saying: The sun shall go down upon them at noonday, and the day shall grow dark. And he said this, not as though the star were hidden, nor as though the day vanished, but because the despondent are unable even at noonday to see the light through the gloom born of grief; which indeed has come to pass now as well; and wherever anyone looks, whether at the ground, or at the walls, or at the columns of the city, or at his neighbours, he seems to see night and deep gloom; so full are all things of deep dejection. Everywhere there is silence fraught with shuddering and desolation, and that beloved tumult of the multitude has been quenched; and as though all men had sunk beneath the earth, so speechlessness now holds the city, and all resemble stones, and held fast by the calamity as though by some tongue-fetter, they keep a most heavy silence—such a silence as would have come about if enemies had attacked and consumed all alike with fire and sword. Now it is seasonable to say: Send for the mourning women, and let them come, and for the wise women, and let them lift up their voice. Let your eyes run down with water, and your eyelids pour down tears; ye hills, take up wailing, and ye mountains, lamentation. Let us summon the whole creation to sympathy with our miseries. A city so great, and the head of those that lie in the East, is in danger of being snatched away from the midst of the inhabited world; she who had many children has now suddenly become childless, and there is none to help. For he who has been insulted has no equal upon the earth; for he is the emperor, the summit and head of all men upon the earth. Wherefore let us take refuge with the King above; let us call upon Him for help; unless we enjoy the goodwill from above, no consolation remains for what has come to pass.