σης. Ὥστε ὅταν ἴδῃς δίκαιον στενοχωρούμενον, κακούμενον, ἐν ἀῤῥωστίᾳ καὶ πενίᾳ καὶ μυρίοις ἑτέροις δεινοῖς τὸν παρόντα βίον καταλύσαντα, εἰπὲ πρὸς ἑαυτὸν, ὅτι εἰ μὴ ἀνάστασις ἦν καὶ κρίσις, οὐκ ἂν ὁ Θεὸς τὸν τοσαῦτα δι' αὐτὸν πεπονθότα κακὰ ἀφῆκε μηδενὸς ἀπολαύσαντα ἀγαθοῦ ἀπελθεῖν ἐντεῦθεν· ὅθεν δῆλον, ὅτι ἑτέραν αὐτοῖς ἡτοίμασε ζωὴν ἡδίω τῆς παρούσης καὶ ἀνεκτοτέραν πολλῷ. Οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν μὲν πονηρῶν εἴασε πολλοὺς τρυφᾷν κατὰ τὸν παρόντα βίον, τῶν δὲ δικαίων πολλοὺς ἐν μυρίοις ἠφίει κακοῖς· ἀλλ' ἐπειδὴ παρεσκεύασται αἰὼν ἕτερος, ἐν ᾧ κατ' ἀξίαν ἑκάστῳ, τῷ μὲν τῆς πονηρίας, τῷ δὲ τῆς ἀρετῆς ἀποδιδόναι μέλλει, διὰ τοῦτο ἀνέχεται τὸν μὲν κακούμενον, τὸν δὲ τρυφῶντα ὁρῶν. Καὶ τὴν ἑτέραν δὲ αἰτίαν ἀπὸ τῶν Γραφῶν παραστῆσαι πειράσομαι. Ποία δὲ ἦν αὕτη; Τὸ μὴ λέγειν ἡμᾶς εἰς τὴν αὐτὴν ἀρετὴν παρακαλουμένους, ὅτι ἐκεῖνοι φύσεως ἑτέρας μετεῖχον, ἢ οὐκ ἦσαν ἄνθρωποι. Διὰ τοῦτό τις περὶ τοῦ μεγάλου διαλεγόμενος Ἠλίου, οὕτω πώς φησιν, Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν. Ὁρᾷς ὅτι ἀπὸ τῆς τῶν παθῶν κοινωνίας δείκνυσιν αὐτὸν ἄνθρωπον ὄντα καθ' ἡμᾶς. Καὶ πάλιν· Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν· καὶ τοῦτο τὴν κοινωνίαν ἐγγυᾶται τῆς φύσεως. Ἵνα δὲ μάθῃς, ὅτι καὶ μακαρίζειν ἡμᾶς, οὓς χρὴ μακαρίζειν, τοῦτο παιδεύει, δῆλον ἐκεῖθεν. Ὅταν γὰρ ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολαφιζόμεθα, καὶ ἀστατοῦμεν, καὶ κοπιῶμεν· καὶ ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, εὔδηλον ὅτι οὐχὶ τοὺς ἀνέσεως ἀπολαύοντας, ἀλλὰ τοὺς στενοχωρουμένους διὰ τὸν Θεὸν, τοὺς θλιβομένους, τούτους ἐπαινεσόμεθα, καὶ ζηλώσομεν τοὺς ἐν ἀρετῇ ζῶντας, τοὺς εὐσεβείας ἐπιμελουμένους. Οὕτω καὶ ὁ προφήτης φησίν· Ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολύτοκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν, οἱ βόες αὐτῶν παχεῖς. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν. Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστιν. Σὺ δὲ τί φὴς, ὦ προφῆτα; Μακάριος, φησὶν, ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ· οὐ τὸν ἐν χρήμασι πλουτοῦντα, ἀλλὰ τὸν εὐσεβείᾳ κομῶντα, τοῦτον ἐγὼ μακαρίζω, φησὶ, κἂν μυρία πάσχῃ δεινά. Εἰ δὲ χρὴ καὶ ἐννάτην αἰτίαν εἰπεῖν, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι δοκιμωτέρους ποιεῖ τοὺς θλιβομένους ἡ θλῖψις· Ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ὅτι ἡ ἐκ τῆς θλίψεως δοκιμὴ τὴν περὶ τῶν μελλόντων ἡμῖν ἐλπίδα ἐντίθησι, καὶ τὸ μένειν ἐν πειρασμοῖς εὐέλπιδας ποιεῖ περὶ τῶν μελλόντων εἶναι; Ὥστε οὐ μάτην ἔλεγον, ὅτι αἱ θλίψεις αὗται τὰς περὶ τῆς ἀναστάσεως ἡμῖν ἐλπίδας ὑπογράφουσι, καὶ βελτίους ἐργάζονται τοὺς βασανιζομένους· ὥσπερ γὰρ, φησὶν, ἐν καμίνῳ δοκιμάζεται χρυσὸς, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως. Ἔστι δὲ καὶ δεκάτην αἰτίαν εἰπεῖν. Ποίαν δὴ ταύτην; Ἣν καὶ πολλάκις εἶπον ἤδη πρότερον, ὅτι εἴ τινας κηλῖδας ἔχομεν, καὶ ταύτας ἐνταῦθα ἀποτιθέμεθα. Καὶ τοῦτο πρὸς τὸν πλούσιον ὁ πατριάρχης δηλῶν ἔλεγεν, ὅτι Λάζαρος ἀπέλαβεν αὐτοῦ τὰ κακὰ, ὅθεν παρακαλεῖ-
on. So when you see a righteous man distressed, afflicted, ending the present life in sickness and poverty and countless other terrible ills, say to yourself that if there were not a resurrection and a judgement, God would not have permitted him who had suffered so many evils for His sake to depart hence without enjoying any good; whence it is manifest that He has prepared for them another life far sweeter and more bearable than the present one. For if this were not so, He would not have suffered many of the wicked to live in luxury during the present life, while leaving many of the righteous in countless evils; but because another age has been made ready, in which He is about to render to each according to his desert, to the one for his wickedness and to the other for his virtue, on this account He endures seeing the one afflicted and the other living in luxury. And I shall try to present the other cause also from the Scriptures. And what was this? That when we are summoned to the same virtue, we may not say that those men partook of another nature, or were not human beings. Therefore a certain one, discoursing concerning the great Elijah, speaks somewhat thus: Elijah was a man of like passions with us. Do you see that from fellowship in sufferings he shows him to be a human being like ourselves? And again: For I also am a mortal man of like passions with you; and this pledges fellowship of nature. And that you may learn that this also teaches us to count blessed those whom one ought to count blessed, is manifest from what follows. For when you hear Paul saying: Even up to this present hour we both hunger and thirst, and are naked, and are buffeted, and have no certain dwelling, and toil; and: Whom the Lord loves, He chastens, and scourges every son whom He receives, it is quite clear that not those who enjoy ease, but those who are distressed for God's sake, those who are afflicted—these we shall praise, and we shall emulate those who live in virtue, those who care for piety. Thus too the prophet says: Their right hand is a right hand of iniquity; their daughters are beautified, adorned round about like the similitude of a temple. Their storehouses are full, pouring forth from this into that; their sheep are prolific, multiplying in their goings forth, their oxen are fat. There is no falling down of a fence, nor passage through, nor outcry in their streets. They counted blessed the people that has these things. But what do you say, O prophet? Blessed, says he, is the people whose God is the Lord: not him who is rich in money, says he, but him who plumes himself on piety—him do I count blessed, even if he suffer countless terrible ills. And if one must state a ninth cause also, we might say this, that tribulation makes the afflicted more approved: For tribulation works endurance, and endurance approved character, and approved character hope, and hope puts not to shame. Do you see that the approved character born of tribulation implants in us hope concerning things to come, and that remaining in trials makes us of good hope concerning things to come? So it was not in vain that I said that these tribulations sketch out for us our hopes concerning the resurrection, and render better those who are put to the test; for just as gold is tested in a furnace, says he, so is an acceptable man in the furnace of humiliation. And it is possible to state a tenth cause also. What then is this? That which I have already oftentimes spoken of before: that if we have any blemishes, we put these off here also. And declaring this to the rich man, the patriarch said that Lazarus received back his evils, whence he is