Migne Reading Room

PG 49 · cols. 34–39 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:34Read from the page
λέγωμεν, ἀλλὰ τὴν πρέπουσαν ἀδελφοῖς κηδεμονίαν ἐπιδειξώμεθα. Ἐγὼ δὲ τοῦτο μετὰ πάσης ὑπισχνοῦμαι ἀκριβείας, καὶ ἐγγυῶμαι πᾶσιν ὑμῖν, ὅτι εἰ ὑμεῖς βουληθείητε πάντες οἱ παρόντες ἐνταῦθα διανείμασθαι τὴν σωτηρίαν τῶν τὴν πόλιν οἰκούντων, ταχέως ἡμῖν ἅπασα διορθοῦται. Καίτοι γε τὸ ἐλάχιστον μέρος τῆς πόλεως ἐνταῦθά ἐστιν, ἐλάχιστον κατὰ τὸ πλῆθος, τὸ δὲ κεφάλαιον κατὰ τὴν εὐσέβειαν. Διανειμώμεθα τοίνυν τὴν τῶν ἀδελφῶν ἡμῶν σωτηρίαν· ἀρκεῖ εἷς ἄνθρωπος ζήλῳ πεπυρωμένος ὁλόκληρον διορθώσασθαι δῆμον. Ὅταν δὲ μὴ εἷς, μηδὲ δύο καὶ τρεῖς, ἀλλὰ τοσοῦτον ᾖ τὸ πλῆθος τὸ δυνάμενον τῆς τῶν ἡμελημένων ἐπιμελείας ἅψασθαι, οὐδαμόθεν ἑτέρωθεν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, καὶ οὐ παρὰ τὴν ἀσθένειαν οἱ πλείους ἀπόλλυνται καὶ καταπίπτουσι. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν μάχην ἴδοιμεν ἐπὶ τῆς ἀγορᾶς, προσιέναι, καὶ καταλλάττειν τοὺς μαχομένους· τί δὲ λέγω μάχην; εἰ καταπεσόντα ἴδωμεν ὄνον, πάντες χεῖρα ὀρέγειν καὶ συνδιανιστᾷν σπεύδομεν· τῶν δὲ ἀδελφῶν ἀπολλυμένων ἀμελεῖν; Ὄνος ἐστὶν ὁ βλάσφημος, καὶ θυμοῦ φορτίον οὐκ ἐνεγκὼν, κατέπεσε· πρόσελθε, καὶ διανάστησον καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων, καὶ δι' ἐπιεικείας καὶ σφοδρότητος ποικίλον ἔστω τὸ φάρμακον. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, καὶ τῆς τῶν πλησίον ἀντιλαμβανώμεθα σωτηρίας, ταχέως κἀκείνοις αὐτοῖς τοῖς τῆς διορθώσεως ἀπολαύουσι ποθεινοὶ ἐσόμεθα καὶ ἐπέραστοι· καὶ ὃ πάντων ἐστὶ μεῖζον, τῶν ἀποκειμένων ἀπολαύσομεν ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
speak, but let us display the care that befits brethren. And this I promise with all exactness, and I pledge to you all, that if all of you who are present here would consent to apportion amongst yourselves the salvation of those who inhabit the city, all of it will speedily be set right for us. And yet the smallest part of the city is here, smallest in multitude, yet the chief part in godliness. Let us therefore apportion amongst ourselves the salvation of our brethren; one man aflame with zeal suffices to set right an entire people. And when there is not one, nor two and three, but so great a multitude able to lay hold of the care of the neglected, from no other cause save through our own indolence, and not through weakness, do the greater number perish and fall. For how is it not absurd, if we see a fight in the market-place, to come up and reconcile the combatants—nay, why do I say a fight? if we see a donkey fallen down, we all hasten to stretch out a hand and help raise it up together—yet when our brethren are perishing, to neglect them? The blasphemer is a donkey, and having failed to bear the burden of wrath, he has fallen down; approach and raise him up both by words and by deeds, both by gentleness and by severity; let the medicine be varied. If we thus manage our own affairs, and lay hold of our neighbours' salvation, we shall speedily become longed-for and beloved even to those very men who enjoy the correction; and, what is greater than all, we shall enjoy the good things laid up in store, which may we all attain, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father, together with the Holy Spirit, be glory, might, honour, now and ever, and unto the ages of the ages. Amen.
ὑπερβολῇ. Δότε μοι θρηνῆσαι τὰ παρόντα. Ἐσιγήσαμεν ἡμέρας ἑπτὰ, καθάπερ οἱ φίλοι τοῦ Ἰώβ· δότε μοι στόμα διᾶραι σήμερον, καὶ τὴν κοινὴν ταύτην ὀδύρασθαι συμφοράν. Τίς ἡμῖν ἐβάσκηνεν, ἀγαπητοί; τίς ἡμῖν ἐφθόνησε; πόθεν ἡ τοσαύτη γέγονε μεταβολή; Οὐδὲν τῆς πόλεως τῆς ἡμετέρας σεμνότερον ἦν· οὐδὲν γέγονε ἐλεεινότερον νῦν. Δῆμος εὔτακτος οὕτω καὶ ἥμερος, καὶ καθάπερ ἵππος χειροήθης καὶ τιθασσὸς, ἀεὶ ταῖς τῶν ἀρχόντων εἴκων χερσὶν, ἐξαίφνης τοσοῦτον ἡμῖν ἀπεσκίρτησε νῦν, ὡς τοσαῦτα ἐργάσασθαι κακὰ, ἃ μηδὲ εἰπεῖν θέμις. Ὀδύρομαι καὶ θρηνῶ νῦν, οὐ διὰ τὸ μέγεθος τῆς προσδοκωμένης ἀπειλῆς, ἀλλὰ διὰ τὴν ὑπερβολὴν τῆς γεγενημένης μανίας. Εἰ γὰρ μὴ παροξυνθείη βασιλεὺς, μηδὲ ὀργισθείη, μηδὲ κολάσειε καὶ τιμωρήσαιτο πῶς οἴσομεν, εἰπέ μοι, τὴν αἰσχύνην τὴν ἀπὸ τῶν γεγενημένων; Διακόπτεταί μοι τῆς διδασκαλίας ὁ λόγος τῷ θρήνῳ· μόλις ἰσχύω διᾶραι στόμα, καὶ ἀνοῖξαι χείλη, καὶ κινῆσαι γλῶτταν, καὶ ῥήματα προέσθαι· οὕτω καθάπερ χαλινὸς ὁ τῆς ἀθυμίας ὄγκος ἀποστρέφει μου τὴν γλῶτταν, καὶ τῶν ῥημάτων ἐπιλαμβάνεται. Οὐδὲν τῆς πόλεως τῆς ἡμετέρας πρότερον μακαριώτερον ἦν, οὐδὲν
excess. Grant me to bewail our present state. We have kept silence seven days, even as the friends of Job; grant me to open my mouth today, and to lament this common calamity. Who has cast an evil eye upon us, beloved? Who has envied us? Whence has so great a change come to pass? Nothing was more venerable than our city; nothing has become more pitiable now. A people so orderly and gentle, and like a manageable and tame horse always yielding to the hands of its rulers, has now of a sudden reared away from us so far as to work such great evils as it is not even lawful to utter. I lament and bewail now, not on account of the magnitude of the expected threat, but on account of the excess of the madness that has come to pass. For even if the emperor should not be provoked, nor grow angry, nor chastise and take vengeance, how shall we bear, tell me, the shame arising from the things that have been done? My discourse of instruction is cut short by lamentation; scarcely have I strength to part my mouth, and open my lips, and move my tongue, and send forth words; so much, even as a bridle, does the weight of despondency turn back my tongue and check my words. Nothing was more blessed than our city formerly, nothing
PG 49:35Read from the page
ἀτερπέστερον γέγονε νῦν. Καθάπερ μέλιτται κηρίον βομβοῦσαι, οὕτω τὴν ἀγορὰν περιίπταντο καθ' ἑκάστην ἡμέραν οἱ τὴν πόλιν οἰκοῦντες, καὶ πάντες ἡμᾶς ἐπὶ τῷ πλήθει τούτῳ πρότερον ἐμακάριζον.
has become more joyless now. Just as bees humming round a honeycomb, so the inhabitants of the city used to flit about the market-place every day, and all men formerly counted us blessed on account of this multitude.
Ἀλλ' ἰδοὺ νῦν τὸ κηρίον τοῦτο γέγονεν ἔρημον· καθάπερ γὰρ τὰς μελίττας ἐκείνας καπνὸς, οὕτω τὰς μελίττας ταύτας φόβος ἀπήλασε· μᾶλλον δὲ καὶ ὃ περὶ τῆς Ἱερουσαλὴμ θρηνῶν ὁ προφήτης ἔλεγε, τοῦτο καὶ ἡμεῖς εἰς καιρὸν ἐροῦμεν νῦν· Ἐγενήθη ἡμῖν ἡ πόλις, ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καθάπερ γὰρ παράδεισος τῆς ἀρδείας ἐπιλιπούσης, ἔρημα τῶν φύλλων καὶ γυμνὰ τῶν καρπῶν τὰ δένδρα δείκνυσιν, οὕτω δὴ καὶ ἡ πόλις ἡμῶν γέγονε νῦν· τῆς γὰρ ἄνωθεν βοηθείας ἐγκαταλιπούσης αὐτὴν, ἕστηκεν ἔρημος, γυμνὴ τῶν οἰκητόρων γενομένη σχεδὸν ἁπάντων. Οὐδὲν πατρίδος γλυκύτερον, ἀλλ' οὐδὲν πικρότερον νῦν γέγονε· πάντες τὴν ἐνεγκοῦσαν ὥσπερ παγίδα φεύγουσιν, ὥσπερ βάραθρον ἐγκαταλιμπάνουσιν, ὥσπερ πυρᾶς ἀποπηδῶσι· καὶ καθάπερ οἰκίας ἁπτομένης οὐχ οἱ τὴν οἰκίαν οἰκοῦντες μόνον, ἀλλὰ καὶ πάντες οἱ πλησίον μετὰ πολλῆς ἀποπηδῶσι τῆς σπουδῆς, γυμνὸν τὸ σῶμα διασῶσαι σπουδάζοντες· οὕτω δὴ καὶ νῦν τῆς βασιλικῆς ὀργῆς καθάπερ πυρᾶς τινος ἄνωθεν ἥξειν προσδοκωμένης, πρὶν ἐπ' αὐτοὺς ὁδῷ βαδίζον ἔλθῃ τὸ πῦρ, ἕκαστος ἐπείγεται προεξελθεῖν, καὶ γυμνὸν διασῶσαι τὸ σῶμα· καὶ γέγονεν ἡμῶν αἴνιγμα νῦν ἡ συμφορά. Χωρὶς πολεμίων φυγὴ, χωρὶς μάχης μετανάστασις, χωρὶς ἁλώσεως αἰχμαλωσία· οὐκ εἴδομεν βαρβαρικὸν πῦρ, οὐδὲ πολεμίων ὄψιν ἐθεασάμεθα, καὶ τὰ τῶν ἑαλωκότων πάσχομεν. Πάντες νῦν τὰς ἡμετέρας μανθάνουσι συμφοράς· τοὺς γὰρ ἡμετέρους ὑποδεχόμενοι φυγάδας παρ' ἐκείνων τὴν τῆς πόλεως μανθάνουσι πληγήν.
But behold, now this honeycomb has become desolate; for just as smoke drove away those bees, so fear has driven away these bees; or rather, what the prophet spoke in lamentation over Jerusalem, this we too shall seasonably say now: The city has become for us like a terebinth that has cast off its leaves, and like a garden having no water. For just as a garden, when watering fails, shows its trees bereft of leaves and bare of fruits, even so our city too has become now; for since the help from above has forsaken her, she stands desolate, stripped bare of almost all her inhabitants. Nothing is sweeter than one's fatherland, yet nothing has now become more bitter; all flee the land that bore them as though a snare, they forsake it as though a pit, they leap away from it as though from a pyre; and just as when a house catches fire, not only those who dwell in the house, but all the neighbours as well leap away in great haste, eager to save their bare bodies, even so now too, while the imperial wrath is expected to come from above like some pyre, before the fire advancing on its way comes upon them, each man hastens to get out beforehand and save his bare body; and our calamity has now become a riddle. Flight without enemies, removal without battle, captivity without capture; we have not seen barbarian fire, nor beheld the face of enemies, and yet we suffer the lot of captives. All men now learn our calamities; for as they receive our fugitives, from them they learn the city's stroke.
βʹ. Ἀλλ' οὐκ αἰσχύνομαι ἐπὶ τούτῳ, οὐδὲ ἐρυθριῶ. Μανθανέτωσαν ἅπαντες τὰ τῆς πόλεως πάθη, ἵνα συναλγήσαντες τῇ μητέρι, κοινὴν ἀπὸ τῆς γῆς ἁπάσης ἀνενέγκωσι τῷ Θεῷ φωνὴν, καὶ ὁμοθυμαδὸν τὴν κοινὴν ἁπάντων μητέρα καὶ τροφὸν παρὰ τοῦ τῶν οὐρανῶν ἐξαιτήσωνται βασιλέως. Ἐσείσθη πρώην ἡμῖν ἡ πόλις, ἀλλὰ νῦν αὐταὶ σαλεύονται τῶν οἰκητόρων αἱ ψυχαί· τότε ἐσείετο τὰ θεμέλια τῶν οἰκημάτων, νῦν δὲ αὐτὰ δονεῖται τὰ θεμέλια τῆς ἑκάστου καρδίας, καὶ καθ' ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν τὸν θάνατον πάντες βλέπομεν, καὶ φόβῳ συζῶμεν διηνεκεῖ, καὶ τὴν τοῦ Κάϊν ὑπομένομεν τιμωρίαν ἐλεεινότερον τῶν ποτὲ τὸ δεσμωτήριον οἰκούντων διακείμενοι, καὶ πολιορκίαν πολιορκούμενοι ξένην τινὰ καὶ καινὴν, καὶ τῆς νενομισμένης δεινοτέραν. Οἱ μὲν γὰρ ὑπὸ τῶν πολεμίων τοῦτο πάσχοντες, ἔσω τειχῶν ἀποκλείονται μόνον, ἡμῖν δὲ καὶ ἡ ἀγορὰ ἄβατος γέγονε, καὶ τοῖς τοίχοις ἕκαστος τῆς οἰκίας ἐναποκέκλεισται τῆς ἑαυτοῦ. Καὶ καθάπερ τοὺς πολιορκουμένους οὐκ ἀσφαλὲς ὑπερβῆναι τὸ τεῖχος, τῶν πολεμίων ἔξω περικαθημένων· οὕτως οὐδὲ πολλοῖς τῶν τὴν πόλιν οἰκούντων ἀσφαλὲς ἐξελθεῖν, οὐδὲ ἐν τῷ μέσῳ φανῆναι, διὰ τοὺς πάντοθεν θηρεύοντας ἀναιτίους καὶ αἰτίους, καὶ ἐκ μέσης ἁρπάζοντας τῆς ἀγορᾶς, καὶ πρὸς τὸ δικαστήριον ἁπλῶς καὶ ὡς ἔτυχεν ἕλκοντας. Διὰ τοῦτο ἐλεύθεροι μετὰ τῶν οἰκετῶν τῶν ἑαυτῶν ἔνδον συμπεποδισμένοι κάθηνται, τίς συνελήφθη, τίς ἀπήχθη, τίς ἐκολάσθη σήμερον; πῶς καὶ τίνι τρόπῳ; μεριμνῶντες καὶ περιεργα-
2. Yet I am not ashamed at this, nor do I blush. Let all men learn the sufferings of the city, so that sympathizing with their mother, they may lift up a common voice to God from all the earth, and with one accord entreat from the King of heaven the common mother and nurse of all. Recently our city was shaken, but now the very souls of its inhabitants are tossed; then the foundations of the houses were shaken, but now the very foundations of each man's heart are quaking, and every day we all look upon death before our eyes, and live in continual fear, and endure the punishment of Cain, being in a more pitiable plight than those who once dwelt in prison, and undergoing a strange and novel siege, more terrible than the customary kind. For those who suffer this at the hands of enemies are only shut up within walls, whereas for us even the market-place has become untrodden, and each man is shut up fast within the walls of his own house. And just as for the besieged it is unsafe to cross beyond the wall while the enemies sit round outside, so neither is it safe for many of those who inhabit the city to go out, nor to appear in public, on account of those who on every side hunt down the innocent and the guilty, and snatch them from the midst of the market-place, and drag them to the courthouse at random and as chance may have it. Wherefore free men sit bound hand and foot indoors with their own servants, anxiously pondering and inquiring, Who was arrested, who was led away, who was punished today? How and in what manner?—from
PG 49:36Read from the page
ζόμενοι παρ' ὧν τὰ τοιαῦτα δυνατὸν μανθάνειν ἀσφαλῶς, καὶ θανάτου παντὸς ἐλεεινότερον ζῶσι βίον, τάς τε ἀλλοτρίας ὀδύρεσθαι συμφορὰς ἀναγκαζόμενοι καθ' ἡμέραν, καὶ ὑπὲρ τῆς ἑαυτῶν τρέμοντες σωτηρίας, καὶ νεκρῶν οὐδὲν ἄμεινον διακείμενοι τῷ πάλαι τεθνάναι τῷ δέει. Εἰ δέ τις καὶ τοῦ φόβου τούτου καὶ τῆς ἀγωνίας ἐκτὸς ὢν ἐθελήσειεν εἰς ἀγορὰν ἐμβαλεῖν, ὑπὸ τῆς ὄψεως τῆς ἀτερποῦς εὐθέως εἰς τὴν οἰκίαν εἰσελαύνεται τὴν ἑαυτοῦ, ἕνα που καὶ δύο μόλις ὁρῶν συγκεκυφότας, καὶ μετὰ πολλῆς βαδίζοντας τῆς κατηφείας, ἔνθα πρὸ ὀλίγων ἡμερῶν ποταμῶν ῥεύματα τὸ πλῆθος ἀπέκρυπτεν, ἀλλὰ νῦν ἀπηλάθησαν ἡμῖν πάντες ἐκεῖνοι. Καὶ καθάπερ δρυμοῦ συμφύτου πολλῶν πανταχόθεν ἐκκοπέντων δένδρων, ἀτερπὴς ἡ ὄψις γίνεται, ἢ καθάπερ κεφαλῆς φαλακρώματα ἐχούσης πολλὰ, οὕτω δὴ καὶ τὸ τῆς πόλεως ἔδαφος, τῶν ἀνθρώπων ἐλαττωθέντων, καὶ ὀλίγων σποράδην φαινομένων, ἀτερπὲς γέγονε νῦν, καὶ πολλὴν τῶν ὁρώντων καταχέει τῆς ἀθυμίας τὴν ἀχλύν. Οὐ τὸ ἔδαφος δὲ μόνον, ἀλλὰ καὶ αὐτὴ τοῦ ἀέρος ἡ φύσις, καὶ αὐτὸς τῶν ἡλιακῶν ἀκτίνων ὁ κύκλος στυγνάζειν μοι δοκεῖ νῦν, καὶ ἀμαυρότερος φαίνεσθαι, οὐ τῶν στοιχείων τὴν φύσιν μεταβαλλόντων, ἀλλὰ τῶν ἡμετέρων ὀφθαλμῶν τῷ τεθολῶσθαι τῆς ἀθυμίας τῷ νέφει, μὴ δυναμένων καθαρῶς μηδὲ μετὰ τῆς αὐτῆς διαθέσεως τὸ παρὰ τῶν ἀκτίνων δέχεσθαι φῶς. Τοῦτό ἐστιν ὃ πάλαι ὁ προφήτης ἐθρήνει λέγων· Δύσεται αὐτοῖς ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἡ ἡμέρα. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς τοῦ ἄστρου κρυπτομένου, οὐδὲ ὡς τῆς ἡμέρας ἀφανιζομένης, ἀλλ' ὡς τῶν ἀθυμούντων οὐδὲ ἐν μεσημβρίᾳ δυναμένων ὁρᾷν τὸ φῶς διὰ τὸν ἀπὸ τῆς ὀδύνης ζόφον· ὃ δὴ καὶ νῦν γέγονε· καὶ ὅπουπερ ἂν ἴδῃ τις, κἂν εἰς τὸ ἔδαφος, κἂν εἰς τοὺς τοίχους, κἂν εἰς τοὺς κίονας τῆς πόλεως, κἂν εἰς τοὺς πλησίον, νύκτα ὁρᾷν δοκεῖ καὶ ζόφον βαθύν· οὕτω πάντα πολλῆς γέμει τῆς κατηφείας. Σιγὴ πανταχοῦ φρίκης γέμουσα καὶ ἐρημία, καὶ ὁ ποθεινὸς ἐκεῖνος τοῦ πλήθους ἔσβεσται θόρυβος, καὶ καθάπερ ἁπάντων εἰς τὴν γῆν καταδυόντων, οὕτως ἀφωνία τὴν πόλιν κατέχει νῦν, καὶ τοῖς λίθοις ἐοίκασιν ἅπαντες, καὶ ὥσπερ τινὶ γλωττοπέδῃ τῇ συμφορᾷ κατεχόμενοι βαρυτάτην κατέχουσιν ἡσυχίαν, καὶ τοσαύτην, ὅσηπερ ἂν εἰ πολεμίων ἐπελθόντων καὶ πάντας ὁμοῦ πυρὶ καὶ σιδήρῳ δαπανησάντων ἐγένετο. Εὔκαιρον νῦν εἰπεῖν· Ἀποστείλατε πρὸς τὰς θρηνούσας, καὶ ἐλθέτωσαν, καὶ πρὸς τὰς σοφὰς, καὶ φθεγξάσθωσαν. Ῥεέτωσαν οἱ ὀφθαλμοὶ ὑμῶν ὕδωρ, καὶ τὰ βλέφαρα ὑμῶν καταγέτω δάκρυα· οἱ βουνοὶ, λάβετε κοπετὸν, καὶ τὰ ὄρη, θρῆνον. Καλέσωμεν τὴν κτίσιν ἅπασαν εἰς συμπάθειαν τῶν ἡμετέρων κακῶν. Πόλις οὕτω μεγάλη καὶ τῶν ὑπὸ τὴν ἕω κειμένων ἡ κεφαλὴ, ἐκ μέσης ἀναρπασθῆναι κινδυνεύει τῆς οἰκουμένης· νῦν ἡ πολύπαις ἄπαις ἐξαίφνης γεγένηται, καὶ ὁ βοηθήσων οὐδείς. Οὐ γάρ ἐστιν ὁ ὑβρισθεὶς ὁμότιμόν τινα ἔχων ἐπὶ τῆς γῆς· βασιλεὺς γάρ ἐστι κορυφὴ καὶ κεφαλὴ τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἁπάντων. Διὰ τοῦτο δὴ πρὸς τὸν ἄνω καταφεύγωμεν βασιλέα· ἐκεῖνον καλέσωμεν εἰς βοήθειαν· εἰ μὴ τῆς ἄνωθεν ἀπολαύσοιμεν εὐνοίας, οὐδεμία λείπεται τοῖς γεγενημένοις παραμυθία.
those from whom it is possible to learn such things safely, and they live a life more pitiable than any death, being compelled every day to bewail the calamities of others, and trembling for their own safety, and in no better plight than the dead because they have long since died through dread. And if anyone who is free from this fear and agony should wish to venture into the market-place, he is immediately driven back into his own house by the cheerless sight, scarcely seeing one or perhaps two men bowed down and walking in deep dejection, where a few days ago the multitude outstripped the streams of rivers; yet now all those have been driven away from us. And just as when many trees of a thickly grown wood are cut down on every side, the sight becomes cheerless, or like a head having many bald patches, even so the ground of the city too, now that its people have been diminished and only a few appear here and there, has become cheerless, and pours down a thick mist of despondency upon the onlookers. Nor is it the ground alone, but the very nature of the air, and the very orb of the sun's rays, that seems to me now to look gloomy and to shine more dimly—not that the elements are changing their nature, but because our eyes, clouded over by the mist of despondency, are unable to receive the light from the rays purely or with the same disposition. This is what the prophet of old lamented, saying: The sun shall go down upon them at noonday, and the day shall grow dark. And he said this, not as though the star were hidden, nor as though the day vanished, but because the despondent are unable even at noonday to see the light through the gloom born of grief; which indeed has come to pass now as well; and wherever anyone looks, whether at the ground, or at the walls, or at the columns of the city, or at his neighbours, he seems to see night and deep gloom; so full are all things of deep dejection. Everywhere there is silence fraught with shuddering and desolation, and that beloved tumult of the multitude has been quenched; and as though all men had sunk beneath the earth, so speechlessness now holds the city, and all resemble stones, and held fast by the calamity as though by some tongue-fetter, they keep a most heavy silence—such a silence as would have come about if enemies had attacked and consumed all alike with fire and sword. Now it is seasonable to say: Send for the mourning women, and let them come, and for the wise women, and let them lift up their voice. Let your eyes run down with water, and your eyelids pour down tears; ye hills, take up wailing, and ye mountains, lamentation. Let us summon the whole creation to sympathy with our miseries. A city so great, and the head of those that lie in the East, is in danger of being snatched away from the midst of the inhabited world; she who had many children has now suddenly become childless, and there is none to help. For he who has been insulted has no equal upon the earth; for he is the emperor, the summit and head of all men upon the earth. Wherefore let us take refuge with the King above; let us call upon Him for help; unless we enjoy the goodwill from above, no consolation remains for what has come to pass.
γʹ. Ἐβουλόμην ἐνταῦθα καταλῦσαι τὸν λόγον· οὐ γὰρ ἐθέλουσι τῶν ὀδυνωμένων αἱ ψυχαὶ μακροὺς ἀποτείνειν λόγους· ἀλλ' ὥσπερ νεφέλη τις πυκνὴ γενομένη, καὶ τὴν ἡλιακὴν ἀκτῖνα ὑπεκδραμοῦσα, ἀποστρέφει
3. I could have wished to bring my discourse to an end here; for the souls of those in pain do not wish to draw out long speeches; but just as some cloud growing dense, and running beneath the sunbeam, turns back
PG 49:37Read from the page
τὴν αὐγὴν πᾶσαν εἰς τοὐπίσω· οὕτω δὴ καὶ ἀθυμίας νέφος, ἐπειδὰν στῇ πρὸ τῆς ψυχῆς τῆς ἡμετέρας, οὐκ ἀφίησιν εὔκολον γενέσθαι τὴν τοῦ λόγου διάβασιν, ἀλλ' ἀποπνίγει καὶ συνέχει μετὰ πολλῆς τῆς ἀνάγκης ἔνδον αὐτόν. Καὶ τοῦτο οὐκ ἐπὶ τῶν λεγόντων, ἀλλὰ καὶ ἐπὶ τῶν ἀκουόντων γίνεται. Ὥσπερ γὰρ ἀπὸ τῆς τοῦ λέγοντος ψυχῆς οὐκ ἀφίησιν αὐτὸν ἐκπηδῆσαι μετ' εὐκολίας, οὕτως οὐδὲ εἰς τὴν τῶν ἀκουόντων διάνοιαν ἐμπεσεῖν συγχωρεῖ μετὰ τῆς οἰκείας δυνάμεως. Διὰ τοῦτο καὶ Ἰουδαῖοί ποτε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντες, τοῦ Μωσέως πολλάκις μεγάλα περὶ τῆς αὐτῶν λέγοντος σωτηρίας ἀκούειν οὐκ ἠνείχοντο, τῆς ἀθυμίας ἄβατον ποιούσης τῷ λόγῳ τὴν διάνοιαν, καὶ τὴν ἀκοὴν ἐμφραττούσης. Ἠβουλόμην μὲν οὖν καὶ αὐτὸς ἐνταῦθα καταλῦσαι τὰ εἰρημένα· ἀλλ' ἐννοήσας ὅτι οὐκ ἀντιφράττει μόνον νεφέλης φύσις τὴν εἰς τὸ πρόσω φορὰν τῆς ἀκτῖνος, ἀλλὰ καὶ τοὐναντίον αὐτὴ πάσχει πολλάκις· ἐπειδὰν γὰρ ὁ ἥλιος θερμότερος προσπεσὼν διηνεκῶς τρίβῃ τὸ νέφος, μέσον τε αὐτὸ διέῤῥηξε πολλάκις, καὶ ἀθρόον ἐκλάμψας φαιδρὸς ταῖς τῶν ὁρώντων προσέπεσεν ὄψεσι· τοῦτο καὶ αὐτὸς προσδοκῶ ποιήσειν σήμερον, καὶ τοῦ λόγου συνεχῶς ὁμιλοῦντος ὑμῶν ταῖς ψυχαῖς, καὶ ἐπὶ πλεῖον ἐνδιατρίβοντος, ῥαγήσεσθαι ἐλπίζω τῆς ἀθυμίας τὸ νέφος, καὶ καταλάμψειν ὑμῶν τὴν διάνοιαν τῇ εἰωθυίᾳ πάλιν διδασκαλίᾳ. Ἀλλ' ἐπίδοτέ μοι τὴν ψυχὴν τὴν ὑμετέραν, ἐπίδοτέ μοι τὴν ἀκοὴν μικρόν· ἀποτινάξασθε τὴν ἀθυμίαν· ἐπὶ τὸ πρότερον ἔθος ἐπανέλθωμεν, καὶ ὥσπερ εἰώθαμεν ἀεὶ μετ' εὐθυμίας ἐνταῦθα παραγίνεσθαι, οὕτω καὶ νῦν ποιῶμεν, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίψαντες. Τοῦτο καὶ πρὸς αὐτὴν ἡμῖν τῆς συμφορᾶς συμβαλεῖται τὴν λύσιν. Ἂν γὰρ ἴδῃ μετὰ ἀκριβείας ἀκροωμένους τῶν αὐτοῦ λόγων, καὶ τὴν φιλοσοφίαν ἡμῖν οὐκ ἐλεγχομένην τῇ τοῦ καιροῦ δυσκολίᾳ, ταχέως ἀντιλήψεται, καὶ ποιήσει τὴν γαλήνην καὶ μεταβολὴν ἀγαθὴν ἀπὸ τοῦ παρόντος χειμῶνος.
the whole beam backwards, even so a cloud of despondency, when it stands before our soul, does not suffer the passage of speech to be easy, but chokes and holds it fast within under great constraint. And this happens not only in the case of speakers, but also in the case of hearers. For just as it does not suffer the speech to leap forth with ease from the soul of the speaker, so neither does it allow it to fall into the mind of the hearers with its proper force. Wherefore the Jews also of old, when they were in bondage to clay and brick-making, though Moses often spoke great things concerning their deliverance, could not endure to hear him, despondency rendering their mind inaccessible to the word and stopping up their hearing. I myself therefore also could have wished to bring what has been said to an end here; yet reflecting that the nature of a cloud not only blocks the forward course of the ray, but often suffers the reverse itself—for when the sun falls upon it more warmly and continually wears away the cloud, it often tears it asunder in the midst, and shining forth all at once, falls radiant upon the eyes of the beholders—this I myself also expect to accomplish today, and as my discourse continually converses with your souls and lingers at greater length, I hope that the cloud of despondency will be rent, and that it will illumine your mind once more with the customary instruction. But give me your soul, give me your hearing for a little while; shake off despondency; let us return to our former custom, and just as we have always been accustomed to come hither with cheerfulness, so let us do now also, casting all upon God. This will contribute for us even towards the very resolution of the calamity. For if He sees us listening attentively to His words, and our philosophy unshaken by the hardship of the season, He will speedily come to our aid, and will bring about a calm and a good change out of the present tempest.
Τὸν γὰρ Χριστιανὸν καὶ ἐν τούτῳ τῶν ἀπίστων διαφέρειν χρὴ, ἐν τῷ φέρειν γενναίως ἅπαντα, καὶ τῇ τῶν μελλόντων ἐλπίδι πτερούμενον ἀνώτερον εἶναι τῆς τῶν ἀνθρωπίνων κακῶν προσβολῆς. Ἐπὶ τῆς πέτρας ἕστηκεν ὁ πιστὸς, διὰ τοῦτο ταῖς τῶν κυμάτων ἀχείρωτός ἐστι προσβολαῖς. Ἂν γὰρ ἐπαρθῇ τὰ κύματα τῶν πειρασμῶν, οὐκ ἐφικνεῖται τῶν ἐκείνου ποδῶν· οὗτος ὑψηλότερος τῆς ἁπάσης τοιαύτης ἕστηκεν ἐπιβουλῆς. Μὴ τοίνυν καταπέσωμεν, ἀγαπητοί. Οὐχ οὕτως ἡμεῖς φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς Θεός· οὐχ οὕτως ἡμῖν μέλει τοῦ μηδὲν παθεῖν δεινὸν, ὡς τῷ τὴν ψυχὴν ἡμῖν χαρισαμένῳ, καὶ τοσαῦτα δόντι μετὰ ταῦτα ἀγαθά. Ταύταις ἑαυτοὺς πτερώσωμεν ταῖς ἐλπίσι, καὶ τῶν μελλόντων ῥηθήσεσθαι μετὰ τῆς εἰωθυίας ἀκούσωμεν προθυμίας. Μακρὰν πρώην ἀπέτεινα πρὸς τὴν ὑμετέραν ἀγάπην δημηγορίαν, καὶ πάντας εἶδον παρακολουθοῦντας, καὶ οὐδένα ἐκ μέσης ὑποστρέψαντα τῆς ὁδοῦ. Χάριν ὑμῖν ἀντὶ τῆς προθυμίας ἔχω ἐκείνης, καὶ τῶν πόνων τὸν μισθὸν ἀπείληφα· ἀλλὰ καὶ ἕτερον μετ' ἐκείνου μισθὸν ὑμᾶς ᾔτησα τότε· τάχα ἴστε καὶ μέμνησθε. Τίς δὲ ἦν ὁ μισθός; Τοὺς βλασφήμους τοὺς κατὰ τὴν πόλιν κολάζειν καὶ σωφρονίζειν, τοὺς εἰς τὸν Θεὸν ὑβρίζοντας καὶ παροινοῦντας κατέχειν· οὐκ οἶμαι ταῦτα ἀπ' ἐμαυτοῦ τότε εἰρηκέναι, ἀλλὰ τοῦ Θεοῦ τὰ μέλλοντα προειδότος εἰς τὴν διάνοιαν τὴν ἡμετέραν ἐμβεβληκέναι τὰ ῥήματα· εἰ γὰρ τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκολάζομεν, οὐκ ἂν ταῦτα ἐξέβη νῦν, ἅπερ ἐξέβη. Πόσῳ βέλτιον ἦν, εἰ καὶ
For in this also the Christian ought to differ from unbelievers, in bearing all things nobly, and, winged by the hope of things to come, in being above the assault of human evils. Upon the rock stands the believer; therefore he is unconquered by the assaults of the waves. For even if the waves of temptations be lifted up, they do not reach his feet; he stands too high for every such plot. Let us not therefore fall down in spirit, beloved. We do not care so much for our own salvation as God Who made us; it does not matter so much to us that we suffer nothing terrible as it does to Him Who bestowed upon us our soul, and gave us so many good things afterwards. With these hopes let us wing ourselves, and let us hear what is about to be spoken with our customary eagerness. Recently I drew out a long discourse to your charity, and I saw all following closely, and no one turning back from the middle of the way. I thank you for that eagerness, and I have received the reward of my labours; yet I also asked another reward from you at that time along with that one; perhaps you know and remember it. And what was that reward? To punish and chasten the blasphemers throughout the city, to restrain those who insult and rail drunkenly against God; I do not think that I spoke these things of myself at that time, but that God, foreknowing what was to come, cast those words into our mind; for if we had punished those who dared such things, the things that have now come to pass would not have come to pass. How much better was it, even if
PG 49:38Read from the page
κινδυνεύειν ἔδει, σωφρονίζοντα αὐτοὺς καὶ παιδεύοντα παθεῖν τι, ὃ καὶ μαρτυρίου στέφανον ἡμῖν ἐκόμιζεν, ἢ νῦν δεδοικέναι, καὶ τρέμειν, καὶ θάνατον προσδοκᾷν ἐκ τῆς ἐκείνων ἀταξίας; Ἰδοὺ τὸ ἁμάρτημα γέγονεν ὀλίγων, καὶ τὸ ἔγκλημα γίνεται κοινόν· ἰδοὺ δι' ἐκείνους ἅπαντες δεδοίκαμεν νῦν, καὶ τῶν ἐκείνοις τετολμημένων αὐτοὶ τὰς τιμωρίας ὑπομένομεν. Εἰ δὲ προλαβόντες αὐτοὺς ἐξεβάλομεν τῆς πόλεως, καὶ ἐσωφρονίσαμεν, καὶ τὸ νενοσηκὸς διωρθώσαμεν μέλος, οὐκ ἂν τὸν παρόντα ἐφοβούμεθα φόβον. Οἶδα ὅτι τῆς πόλεως τὸ ἦθος ἄνωθεν ἐλεύθερον, ξένοι δέ τινες καὶ μιγάδες ἄνθρωποι, μιαροὶ καὶ ὀλέθριοι, καὶ τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας ἐτόλμησαν, ἅπερ ἐτόλμησαν. Διὰ ταῦτα βοῶν ἀεὶ καὶ διαμαρτυρόμενος οὐ διέλειπον· κολάσωμεν τῶν βλασφημούντων τὴν μανίαν, σωφρονίσωμεν αὐτῶν τὴν διάνοιαν, προνοήσωμεν αὐτῶν τῆς σωτηρίας· κἂν ἀποθανεῖν δέῃ τοῦτο ποιοῦντας, μέγα ἡμῖν οἴσει τὸ πρᾶγμα κέρδος· μὴ παρίδωμεν τὸν κοινὸν ὑβριζόμενον Δεσπότην· μέγα τι τέξεται τῇ πόλει κακὸν τὸ τὰ τοιαῦτα περιορᾷν.
one had to incur danger, in chastening and correcting them to suffer something—which would also have brought us a crown of martyrdom—than now to be afraid, and tremble, and expect death as a result of their disorderliness! Behold, the transgression was that of a few, and the accusation becomes common; behold, on their account we are all now in fear, and we ourselves undergo the punishments of the things dared by them. But if we had anticipated them and cast them out of the city, and chastened them, and set right the diseased member, we would not now be fearing our present fear. I know that the character of the city has from of old been noble, and that certain strangers and promiscuous men, polluted and pestilent, and having despaired of their own salvation, dared what they dared. On this account I never ceased crying out always and solemnly protesting: let us punish the madness of those who blaspheme, let us chasten their mind, let us take thought for their salvation; even if we must die in doing this, the deed will bring us great gain; let us not overlook our common Master being insulted; overlooking such things will bring forth some great evil for the city.
δʹ. Ταῦτα προὔλεγον, ταῦτα ἐξέβη νῦν, καὶ τῆς ῥᾳθυμίας ἐκείνης τίνομεν δίκας. Τὸν Θεὸν ὑβριζόμενον περιεῖδες· ἰδοὺ συνεχώρησεν ὑβρισθῆναι βασιλέα· καὶ τὸν περὶ τῶν ἐσχάτων ἐπικρεμασθῆναι πᾶσι κίνδυνον, ἵνα ἐν τῷ φόβῳ τούτῳ τῆς ῥᾳθυμίας ἐκείνης δῶμεν δίκην. Ἆρα μὴ μάτην, μηδὲ εἰκῆ ταῦτα προὔλεγον, καὶ συνεχῶς ἠνώχλουν τῇ ὑμετέρᾳ ἀγάπῃ; Ἀλλ' ὅμως οὐδὲν γέγονε πλέον, ἀλλὰ γενέσθω νῦν, καὶ ἀπὸ τῆς παρούσης σωφρονισθέντες συμφορᾶς, ἐπίσχωμεν τὴν ἄτακτον ἐκείνων μανίαν. Ἐμφράξωμεν αὐτῶν τὰ στόματα, καθάπερ πηγὰς θανατηφόρους ἀποκλείσωμεν, καὶ πρὸς τὸ ἐναντίον μεταβάλωμεν, καὶ πάντως στήσεται τὰ κατειληφότα τὴν πόλιν κακά.
4. These things I foretold, these things have now come to pass, and for that indolence we are paying the penalty. You overlooked God being insulted; behold, He has permitted the emperor to be insulted, and extreme danger to hang over all, so that in this fear we may pay the penalty for that indolence. Was it therefore in vain or at random that I foretold these things, and continually troubled your charity? Yet nevertheless nothing more came of it; let it however come to pass now, and chastened by the present calamity, let us check their disorderly madness. Let us stop up their mouths, let us shut them off like death-dealing springs, and turn them to the opposite course, and the evils that have overtaken the city will assuredly cease.
Οὐκ ἔστι θέατρον ἡ ἐκκλησία, ἵνα πρὸς τέρψιν ἀκούωμεν· ὠφεληθέντας ἐντεῦθεν ἀπιέναι χρὴ, κερδάναντάς τι πλέον καὶ μέγα, οὕτως ἀναχωρεῖν δεῖ· ἐπεὶ μάτην καὶ εἰκῆ παραγινόμεθα, εἰ πρὸς καιρὸν ψυχαγωγηθέντες οὕτως ἀναχωροίημεν, ἔρημοι καὶ κενοὶ τῆς ἀπὸ τῶν λεγομένων ὠφελείας γενόμενοι. Τί μοι τῶν κρότων ὄφελος τούτων; τί δὲ τῶν ἐπαίνων καὶ τῶν θορύβων; Ἔπαινος ἐμὸς τὸ διὰ τῶν ἔργων ὑμᾶς ἐπιδεῖξαι τὰ λεγόμενα ἅπαντα· τότε ἐγὼ ζηλωτὸς καὶ μακάριος, οὐχ ὅταν ἀποδέχησθε, ἀλλ' ὅταν ποιῆτε μετὰ προθυμίας ἁπάσης, ἅπερ ἂν ἀκούσητε παρ' ἡμῶν. Ἕκαστος τὸν πλησίον διορθούσθω· Οἰκοδομεῖτε γὰρ εἷς τὸν ἕνα, φησίν· ἂν γὰρ μὴ τοῦτο ποιῶμεν, ἡ παρ' ἑκάστου γινομένη πλημμέλεια κοινήν τινα καὶ ἀφόρητον οἴσει τὴν βλάβην τῇ πόλει. Ἰδοὺ, μηδὲν συνειδότες τοῖς γεγενημένοις τῶν τετολμηκότων οὐκ ἔλαττον δεδοίκαμεν, καὶ φρίττομεν, μὴ πάντας ὁ τοῦ βασιλέως θυμὸς καταλάβῃ· καὶ οὐκ ἀρκεῖ εἰς ἀπολογίαν ἡμῖν τὸ λέγειν· Οὐ παρήμην, οὐ συνῄδειν, οὐκ ἐκοινώνησα τῶν γεγενημένων. Δι' αὐτὸ μὲν οὖν τοῦτο κολάζου, φησὶ, καὶ δίδου δίκην τὴν ἐσχάτην, ὅτι μὴ παρῆς, μηδὲ ἐκώλυες, μηδὲ τοὺς ἀκοσμοῦντας κατεῖχες, μηδὲ ἐκινδύνευες ὑπὲρ τῆς εἰς τὸν βασιλέα τιμῆς. Οὐ μετέσχες τῶν τετολμημένων; ἐπαινῶ τοῦτο καὶ ἀποδέχομαι· ἀλλ' οὐδὲ ἐπέσχες τὰ γινόμενα· τοῦτο κατηγορίας ἄξιον. Ταῦτα καὶ παρὰ τοῦ Θεοῦ τὰ ῥήματα ἀκουσόμεθα, ὅταν σιγῇ φέρωμεν τὰς εἰς αὐτὸν ὕβρεις καὶ παροινίας γενομένας· ἐπεὶ καὶ ὁ τὸ τάλαντον ἐκεῖνο καταχώσας οὐχ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἐνεκαλεῖτο τότε (ὁλόκληρον γὰρ τὴν παρακαταθήκην ἀπέδωκεν), ἀλλ' ὅτι αὐτὴν οὐκ ἐπλεόνασεν, ὅτι ἑτέρους οὐκ ἐπαίδευσεν, ὅτι τὸ ἀργύριον
The church is not a theatre, that we should listen for amusement; we ought to depart hence having been profited, having gained something further and great—so must we withdraw; since in vain and at random do we attend, if after being beguiled for the moment we should thus withdraw, bereft and empty of the profit arising from what is said. What profit have I from these claps? And what from praises and applause? My praise is that you display through your deeds all the things that are spoken; then am I enviable and blessed, not when you approve, but when you practise with all eagerness whatever you hear from us. Let each man set right his neighbour; for Build ye up one another, he says; for unless we do this, the fault committed by each man will bring a common and intolerable harm upon the city. Behold, though conscious of no part in what has happened, we fear no less than those who dared it, and we shudder lest the emperor's wrath overtake us all; and it does not suffice us for a defence to say: I was not present, I was not privy to it, I took no part in what was done. Nay, for this very reason be punished, he says, and pay the utmost penalty, because you were not present, nor hindered it, nor restrained the disorderly, nor incurred danger on behalf of honour towards the emperor. Did you take no share in what was dared? I praise this and welcome it; yet neither did you check what was happening; this is worthy of accusation. These words we shall hear from God also, when we bear in silence the insults and drunken outrages committed against Him; since he also who buried that talent in the earth was not accused at that time on account of his own conduct (for he gave back the deposit entire), but because he did not increase it, because he did not instruct others, because the money
PG 49:39Read from the page
τοῖς τραπεζίταις οὐ κατέβαλε, τουτέστιν, οὐ παρᾔνεσεν, οὐ συνεβούλευσεν, οὐκ ἐπετίμησεν, οὐ διώρθωσε τοὺς πλησίον ἀκοσμοῦντας τῶν πονηρῶν· διὰ τοῦτο χωρὶς συγγνώμης ἁπάσης εἰς τὰς ἀφορήτους ἐπέμπετο κολάσεις ἐκείνας. Ἀλλ' ὅτι μὲν, εἰ καὶ μὴ πρότερον, νῦν γοῦν ταύτην ἐργάσεσθε τὴν διόρθωσιν, καὶ τὸν Θεὸν ὑβριζόμενον οὐ περιόψεσθε, σφόδρα πεπίστευκα. Ἱκανὰ γὰρ τὰ συμβεβηκότα, εἰ καὶ μηδεὶς ὁ παραινῶν ἦν, καὶ τοὺς σφόδρα ἀναισθήτως διακειμένους πεῖσαι λοιπὸν τῆς οἰκείας ἐπιλαβέσθαι σωτηρίας. Ἡμῖν δὲ ὥρα λοιπὸν τὴν εἰωθυῖαν ὑμῖν ἀπὸ τοῦ Παύλου παραθεῖναι τράπεζαν, τὴν σήμερον ἀναγνωσθεῖσαν ῥῆσιν προχειρισαμένους, καὶ εἰς μέσον καταθεμένους ἅπασι. Τί ποτ' οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν. Εἰπὼν, Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι, ἔδειξε καὶ ἑτέρους ὄντας πλουσίους τοὺς τοῦ μέλλοντος αἰῶνος· οἷος ἐκεῖνος ὁ Λάζαρος ἦν, κατὰ μὲν τὸν παρόντα βίον πένης, κατὰ δὲ τὸν μέλλοντα πλούσιος, οὐ χρυσοῦ καὶ ἀργύρου καὶ τοιαύτῃ τινὶ φθαρτῇ καὶ ἐπικήρῳ πλουτῶν ὕλῃ, ἀλλὰ τοῖς ἀποῤῥήτοις ἐκείνοις ἀγαθοῖς, ἃ Μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη.
he did not put down with the bankers—that is, he did not exhort, he did not counsel, he did not rebuke, he did not set right the wicked among his neighbours who were behaving disorderly; wherefore without any pardon he was sent away into those intolerable punishments. Yet that, even if not before, now at least you will accomplish this correction, and will not overlook God being insulted, I am firmly persuaded. For the things that have befallen are sufficient, even had there been no one exhorting, to persuade even those most insensibly disposed to lay hold henceforth of their own salvation. For us, however, it is now time to set before you the customary table from Paul, taking in hand the passage read today, and setting it forth in the midst for all. What then is it that was read today? Charge the rich in this present world not to be high-minded. By saying, The rich in this present world, he showed that there are also others who are rich, those of the world to come—such as that Lazarus was, poor in the present life, but rich in that which is to come, abounding not in gold and silver and any such corruptible and perishable matter, but in those unutterable good things Which neither eye hath seen, nor ear hath heard, neither have entered into the heart of man.
Τοῦτο γὰρ ἀληθῶς πλοῦτος καὶ εὐπορία, ὅταν καὶ ἀκήρατα ᾖ τὰ καλὰ, καὶ μηδεμίαν δέχηται μεταβολήν. Ἀλλ' οὐχ ὁ παριδὼν αὐτὸν πλούσιος τοιοῦτος, ἀλλὰ πάντων πενέστερος ἐγένετο. Μετὰ ταῦτα γοῦν σταγόνος ἀξιώσας ἐπιτυχεῖν, οὔτε αὐτῆς ἐγένετο κύριος· οὕτω πρὸς ἐσχάτην ἐληλάκει πενίαν. Διὰ τοῦτο πλουσίους τοῦ παρόντος αἰῶνος ἐκάλεσεν, ἵνα μάθῃς, ὅτι μετὰ τῆς παρούσης ζωῆς καὶ ἡ εὐπορία συγκαταλύεται· οὐ πρόεισι περαιτέρω, οὐδὲ συμμεθίσταται ἀποδημοῦσι τοῖς ἔχουσιν, ἀλλὰ πολλάκις αὐτοὺς καὶ πρὸ τῆς τελευτῆς ἀφίησιν· ὅπερ οὖν καὶ αὐτὸ δηλῶν ἔλεγε, Μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι. Οὐδὲν γὰρ οὕτως ἄπιστον, ὡς ὁ πλοῦτος, ὃ πολλάκις εἶπον, καὶ λέγων οὐ παύσομαι, ὅτι δραπέτης ἐστὶν ἀγνώμων, οἰκέτης πίστιν οὐκ ἔχων, κἂν μυρίας αὐτῷ περιβάλῃς πέδας, οὗτος καὶ τὰς πέδας αὐτὰς ἐπισυρόμενος ἄπεισι. Πολλάκις γοῦν μοχλοῖς καὶ θύραις ἀπέκλεισαν αὐτὸν οἱ κεκτημένοι, οἰκέτας περιστήσαντες φύλακας· ὁ δὲ τοὺς οἰκέτας αὐτοὺς ἀναπείσας, μετ' αὐτῶν ἀπέδρα τῶν φυλαττόντων, καθάπερ ἅλυσιν τοὺς τηροῦντας ἐπισυρόμενος, καὶ πλέον οὐδὲν ἀπὸ τῆς φυλακῆς ἐγένετο ταύτης. Τί τούτου γένοιτ' ἂν ἀπιστότερον; τί δὲ τῶν περὶ αὐτὸν ἐσπουδακότων ἐλεεινότερον; ὅταν πρᾶγμα οὕτω σαθρὸν καὶ εὐμετάπτωτον πάσῃ σπουδῇ συλλέγειν ἐπιχειρῶσι, καὶ μὴ ἀκούωσι τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι. Εἰπὲ, τίνος ἕνεκεν οὐαί; Θησαυρίζει, φησὶ, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά· ὅτι ὁ μὲν πόνος δῆλος, ἡ δὲ ἀπόλαυσις ἄδηλος. Πολλάκις ἐχθροῖς κάμνεις, καὶ ταλαιπωρεῖς· πολλάκις μετὰ τὴν σὴν τελευτὴν εἰς τοὺς ἠδικηκότας καὶ μυρία σοι ἐπιβουλεύσαντας, ὁ κλῆρος ἐλθὼν, σοὶ μὲν τὰ ἁμαρτήματα, τὴν δὲ ἀπόλαυσιν παρέσχεν ἑτέροις.
For this is truly wealth and affluence, when the good things are undefiled and admit of no change. Not such, however, was the rich man who disregarded him, but he became poorer than all men. After these things, at any rate, when he begged to obtain a drop of water, he did not become master even of that; to such extreme poverty had he been driven. Wherefore he called them rich of the present world, so that you may learn that along with the present life affluence also is brought to an end; it does not advance further, nor depart along with its owners when they journey hence, but often leaves them even before their end; which very thing he also declared when he said: Nor to have their hope set on the uncertainty of riches. For nothing is so faithless as wealth—as I have often said, and will not cease saying—for it is an ungrateful runaway, a servant having no fidelity; even if you cast ten thousand fetters about him, he goes off dragging those very fetters behind him. Often, indeed, its possessors have shut it up with bars and doors, stationing servants round it as guards; yet having won over those very servants, it has fled away together with its guards, dragging its keepers after it like a chain, and no advantage came from this guarding. What could be more faithless than this? And what more pitiable than those who are eager about it, when they attempt with all zeal to gather a thing so unsound and mutable, and do not hearken to the prophet saying: Woe to those who trust in their own strength, and boast in the abundance of their wealth! Tell me, why woe? He lays up treasure, he says, and knows not for whom he shall gather it; because the toil is manifest, while the enjoyment is uncertain. Often you labour and suffer hardship for enemies; often after your decease the inheritance, passing to those who have wronged you and laid ten thousand plots against you, has afforded the sins to you, while the enjoyment it has given to others.
εʹ. Ἀλλ' ἄξιον ἐκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν οὐκ εἶπε, Τοῖς ἲξ πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ πλουτεῖν, παράγγελλε πένεσθαι, παράγγελλε τὰ ὄντα κενοῦν, ἀλλὰ Παράγγελλε μὴ ὑψηλοφρονεῖν. Οἶδεν ὅτι τοῦ πλού-
5. Yet it is worthy to examine this, why he did not say: Charge the rich in this present world not to be rich, charge them to be poor, charge them to empty out their possessions, but Charge them not to be high-minded. He knows that of wealth
Notes, col. 39

On the reading

Printed Τοῖς ἲξ πλουσίοις, for Τοῖς πλουσίοις.