μισθῶν καὶ ἀμοιβῆς ἀπελθεῖν, πολλῷ μᾶλλον ὁ Θεὸς τοὺς τοσαῦτα πεπονηκότας οὐκ ἂν ἕλοιτό ποτε ἀστεφανώτους ἀφεῖναι· εἰ δὲ οὐκ ἂν ἕλοιτο τῆς τῶν πόνων αὐτῶν ἀμοιβῆς αὐτοὺς ἀποστερῆσαί ποτε, ἀνάγκη καιρὸν εἶναί τινα μετὰ τὴν ἐντεῦθεν τελευτὴν, καθ' ὃν ἀπολήψονται τὰς ἀμοιβὰς τῶν ἐντεῦθεν πόνων. Ἕκτη, ἵνα πάντες οἱ περιπίπτοντες τοῖς δεινοῖς ἱκανὴν ἔχωσι παράκλησιν καὶ παραμυθίαν, εἰς ἐκείνους ἀφορῶντες, καὶ τῶν συμβεβηκότων αὐτοῖς μεμνημένοι κακῶν. Ἑβδόμη, ἵνα ὅταν παρακαλῶμεν ὑμᾶς πρὸς τὴν ἐκείνων ἀρετὴν, καὶ πρὸς ἕκαστον ὑμῶν λέγωμεν, ὅτι μίμησαι Παῦλον, καὶ ζήλωσον Πέτρον, μὴ νομίζοντες διὰ τὴν τῶν κατορθωμάτων ὑπερβολὴν ἑτέρας αὐτοὺς μετεσχηκέναι φύσεως, ἀποκνήσητε πρὸς τὴν μίμησιν. Ὀγδόη, ἵνα ὅταν δέῃ μακαρίζειν καὶ ταλανίζειν, μάθωμεν τίνας μὲν χρὴ μακαρίους ἡγεῖσθαι, τίνας δὲ ἀθλίους καὶ ταλαιπώρους. Καὶ αἱ μὲν αἰτίαι αὗται· δεῖ δὲ αὐτὰς ἀπὸ τῶν Γραφῶν πιστώσασθαι πάσας, καὶ δεῖξαι μετὰ ἀκριβείας, ὡς οὐκ ἀνθρωπίνων λογισμῶν ἐπίνοια, ἀλλὰ τῶν Γραφῶν ἐστιν ἀπόφασις τὰ εἰρημένα ἅπαντα. Οὕτω γὰρ καὶ ὁ λόγος ἡμῖν ἀξιοπιστότερος ἔσται, καὶ μᾶλλον ἐγκαθεδεῖται ταῖς ὑμετέραις ψυχαῖς. Ὅτι μὲν οὖν εἰς τὸ μετριάζειν καὶ ταπεινοφρονεῖν, καὶ τὸ μὴ φυσᾶσθαι ἐκ τῶν σημείων καὶ τῶν κατορθωμάτων, συμβάλλεται τοῖς ἁγίοις ἡ κάκωσις, καὶ διὰ τοῦτο συνεχώρησεν αὐτὴν ὁ Θεὸς γενέσθαι, καὶ τοῦ προφήτου Δαυῒδ, καὶ τοῦ Παύλου τὰ αὐτὰ λεγόντων ἀκούσωμεν. Ἐκεῖνος μὲν γάρ φησιν· Ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· οὗτος δὲ εἰπὼν, ὅτι Ἡρπάγην εἰς τρίτον οὐρανὸν, καὶ εἰς τὸν παράδεισον ἀπηνέχθην, ἐπήγαγε λέγων, Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, ἄγγελος σατᾶν ἵνα με κολαφίζῃ. Τί τούτου σαφέστερον; Ἵνα μὴ ὑπεραίρωμαι, φησὶ, διὰ τοῦτο συνεχώρησεν ὁ Θεὸς τοὺς ἀγγέλους τοῦ σατανᾶ κολαφίζειν με· ἀγγέλους δὲ τοῦ σατανᾶ οὐχὶ δαίμονας λέγει τινὰς, ἀλλὰ ἀνθρώπους τοὺς ὑπηρετουμένους τῷ διαβόλῳ, τοὺς ἀπίστους, τοὺς τυράννους, τοὺς Ἕλληνας, οἳ συνεχῶς αὐτὸν ἔθλιβον, καὶ συνεχῶς ἤλαυνον· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἠδύνατο, φησὶν, ὁ Θεὸς καταστεῖλαι τοὺς διωγμοὺς, καὶ τὰς θλίψεις τὰς ἐπαλλήλους· ἀλλ' ἐπειδὴ ἡρπάγην εἰς τρίτον οὐρανὸν καὶ ἀπηνέχθην εἰς τὸν παράδεισον, ἵνα μὴ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων τούτων ἐπαρθῶ καὶ μέγα φρονήσω, συνεχώρησε τοὺς διωγμοὺς τούτους, καὶ τοὺς ἀγγέλους τοῦ σατανᾶ ἀφῆκε κολαφίζειν με διὰ τῶν διωγμῶν καὶ τῶν θλίψεων, ἵνα μὴ ὑπεραίρωμαι. Εἰ γὰρ καὶ ἅγιοι καὶ θαυμαστοὶ οἱ περὶ Παῦλον καὶ Πέτρον, καὶ πάντες ὅσοι τοιοῦτοι, ὥσπερ οὖν καὶ εἰσὶν, ἀλλ' ἄνθρωποί εἰσι, καὶ δέονται πολλῆς γε τῆς ἀσφαλείας, εἰς τὸ μὴ ῥᾳδίως ἐπαίρεσθαι· καὶ μάλιστα πάντων οἱ ἅγιοι. Οὐδὲν γὰρ οὕτως εἰς ἀπόνοιαν αἴρειν εἴωθεν, ὡς συνειδὸς γέμον κατορθωμάτων, καὶ ψυχὴ μετὰ παῤῥησίας ζῶσα. Ἵνα οὖν μηδὲν τοιοῦτον πάσχωσιν ἐκεῖνοι, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις συνεχώρησεν εἶναι, δυναμένας αὐτοὺς καταστέλλειν καὶ πείθειν μετριάζειν ἐν ἅπασιν.
wages and recompense, much more would God never choose to leave uncrowned those who have laboured so greatly; and if He would never choose to deprive them of the recompense of their labours, there must of necessity be a certain time after the end of life here, in which they will receive the rewards of their labours here. Sixth, that all who fall into calamities may have sufficient consolation and solace by looking towards those men and remembering the sufferings that befell them. Seventh, lest when we exhort you to their virtue, and say to each of you, Imitate Paul, and emulate Peter, you should suppose because of the surpassing greatness of their righteous deeds that they shared in a different nature, and so shrink back from imitating them. Eighth, that when we have to call men blessed or wretched, we may learn whom we ought to deem blessed, and whom miserable and pitiable. Such, then, are the causes; but we must confirm them all from the Scriptures, and show with exactness that all that has been said is no invention of human reasonings, but the verdict of the Scriptures. For thus our discourse will be both more worthy of credit to you, and will sink deeper into your souls. That affliction, then, contributes for the saints to moderation and lowliness of mind, and to their not being puffed up by signs and righteous deeds, and that on this account God permitted it to take place, let us hear both the prophet David and Paul speaking the very same things. For the former says: It is good for me, O Lord, that Thou hast humbled me, that I may learn Thy statutes; while the latter, after saying, I was caught up to the third heaven, and carried away into paradise, added these words: And lest I should be exalted by the excess of the revelations, there was given to me a thorn in the flesh, a messenger of Satan to buffet me. What could be clearer than this? Lest I should be exalted, he says, on this account God permitted the messengers of Satan to buffet me; and by messengers of Satan he means not demons of some sort, but men who minister to the devil—the unbelievers, the tyrants, the pagans, who continually afflicted him and continually harried him; and what he means is of this sort: God was able, he says, to check the persecutions and the successive tribulations; but since I was caught up to the third heaven and carried away into paradise, lest I should be lifted up and think highly of myself at the excess of these revelations, He permitted these persecutions, and suffered the messengers of Satan to buffet me through persecutions and tribulations, lest I should be exalted. For even if men like Paul and Peter, and all such men, are holy and marvellous—as indeed they are—yet they are human beings, and stand in need of great safeguarding lest they be easily lifted up; and above all others, the saints. For nothing is so wont to lift a man up to arrogance as a conscience teeming with righteous deeds, and a soul living in bold confidence. Lest they should suffer anything of the sort, therefore, He permitted trials and tribulations to exist, which are able to keep them in check and persuade them to practise moderation in all things.
ζʹ. Ὅτι δὲ καὶ εἰς τὸ δειχθῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν τὰ μεγάλα τοῦτο αὐτὸ συντελεῖ, καὶ τοῦτο ἄκουσον παρὰ τοῦ αὐτοῦ ἀποστόλου, τοῦτο πρότερον εἰρηκότος. Ἵνα γὰρ μὴ λέγῃς, ὅ τι οἱ ἄπιστοι νομίζουσι, τὸν Θεὸν τὸν ταυτα συγχωροῦντα ἀσθενῆ τινα εἶναι, καὶ μὴ δυναμενον ἐξαρπάσαι τῶν κινδύνων τοὺς ἑαυτοῦ, συγχωρεῖν αὐτοὺς κακοῦσθαι συνεχῶς. Καὶ τοῦτο σκόπει, πῶς διὰ τούτων
7. And that this very thing also contributes greatly towards manifesting the strength of God, hear this too from the same apostle, who spoke what preceded. For lest you should say what the unbelievers suppose—that the God Who permits these things is somehow weak, and because He is unable to snatch His own out of dangers permits them to be continually afflicted—consider this too, how through these very things