Migne Reading Room

PG 49 · cols. 130–135 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:130Read from the page
γὰρ, ἔστι μεγάλα ἀπὸ τῶν ἀλόγων καρπώσασθαι εἰς ἠθῶν διόρθωσιν. Ἀπὸ τούτων καὶ ὁ Χριστὸς ἡμῖν διαλέγεται τῶν ζώων· Γίνεσθε γὰρ φρόνιμοι, φησὶν, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Καὶ πάλιν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρει οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά. Καὶ ὁ προφήτης δὲ ἐντρέπων τοὺς ἀγνώμονας Ἰουδαίους, οὕτω πώς φησιν· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. Καὶ πάλιν, Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία, ἔγνωσαν καιροὺς εἰσόδων αὐτῶν, ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ κρίματα Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀπὸ μὲν τούτων καὶ τῶν τοιούτων ζώων μάνθανε κατορθοῦν ἀρετὴν, ἀπὸ δὲ τῶν ἐναντίων παιδεύου φεύγειν κακίαν. Ὥσπερ γὰρ φιλόκαλον ἡ μέλιττα, οὕτως ὀλέθριον ἡ ἀσπίς· ἀποστράφηθι τοίνυν τὴν κακίαν, ἵνα μὴ ἀκούσῃς· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Ἀναίσχυντον πάλιν ὁ κύων· μίσησον καὶ ταύτην τὴν πονηρίαν. Δολερὸν καὶ πανοῦργον ἡ ἀλώπηξ· μὴ ζηλώσῃς τὸ νόσημα· ἀλλὰ καθάπερ ἡ μέλιττα τοῖς λειμῶσιν ἐφιπταμένη οὐ πάντα ἐκλέγει, ἀλλὰ τὰ χρήσιμα λαβοῦσα, τὰ λοιπὰ ἀφίησιν, οὕτω καὶ σὺ ποίησον· τῶν ἀλόγων ἐπελθὼν τὸ γένος, εἴ τι χρήσιμον, παρ' ἐκείνων λάμβανε· καὶ ἅπερ ἔχουσιν ἐν τῇ φύσει πλεονεκτήματα, ταῦτα σὺ διὰ τῆς προαιρέσεως κατόρθωσον· καὶ γὰρ καὶ ταύτῃ παρὰ τοῦ Θεοῦ τετίμησαι, ὅτι τὰ φυσικὰ αὐτῶν πλεονεκτήματα ἐκ προαιρέσεώς σοι παρέσχε κατορθοῦν, ἵνα καὶ βραβεῖα λάβῃς. Ἐκείνοις γὰρ οὐκ ἐκ προαιρέσεως καὶ λόγου τὰ κατορθώματα, ἀλλ' ἀπὸ φύσεως μόνης. Οἷόν τι λέγω· ἡ μέλιττα μελιτουργεῖ οὐ λόγῳ μαθοῦσα τοῦτο καὶ λογισμῷ, ἀλλ' ἀπὸ τῆς φύσεως παιδευθεῖσα· ἐπεὶ εἰ μὴ φυσικὸν ἦν τὸ ἔργον, μηδὲ τῷ γένει συγκεκλήρωτο, ἔδει πάντως τινὰς ἐξ αὐτῶν ἀπείρους εἶναι τῆς τέχνης· νῦν δὲ ἐξ οὗ γέγονεν ὁ κόσμος μέχρι τῆς παρούσης ἡμέρας, οὐδεὶς εἶδε μελίττας ἡσυχαζούσας καὶ μὴ μελιτουργούσας. Τοιαῦτα γὰρ τὰ φυσικὰ κοινὰ τοῦ παντὸς γένους ἐστί· τὰ δὲ ἐκ προαιρέσεως οὐκ ἔστι κοινά· πόνου γὰρ δεῖται πρὸς τὸ κατορθωθῆναι.
possible, indeed it is possible to reap great gains from the irrational creatures for the amendment of morals. From these animals Christ also discourses with us; for: Be wise, He says, as serpents, and guileless as doves. And again: Look at the birds of heaven, that they neither sow nor reap, and your heavenly Father feeds them. And the prophet too, putting the ungrateful Jews to shame, speaks somewhat thus: The ox knew its owner, and the ass its master's crib, but Israel did not know Me. And again: The turtle-dove and swallow of the field, the sparrows, knew the seasons of their entrances, but My people did not know the judgements of the Lord their God. From these and such animals learn to accomplish virtue, while from their opposites be taught to shun vice. For just as the bee loves what is fair, so the asp is destructive; turn away, therefore, from its wickedness, lest you hear: The venom of asps is under their lips. Shameless, again, is the dog; hate this depravity also. Deceitful and crafty is the fox; do not emulate its disease; but just as the bee flying over the meadows does not cull all things, but taking what is useful leaves the rest alone, so do you also: traversing the race of irrational creatures, if anything is useful, take it from them; and whatever advantages they possess by nature, these do you accomplish through free choice; for in this way too you have been honoured by God, that He granted you to accomplish their natural advantages out of free choice, so that you might also receive prizes. For their right deeds come not from free choice and reason, but from nature alone. As, for example, I mean: the bee makes honey not having learned this by reason and calculation, but taught by nature; since if the work were not natural, nor allotted to its whole race, some of them would assuredly have had to be unskilled in the art; whereas from the time the world came into being down to the present day, no one has ever seen bees taking their ease and not making honey. For such natural traits are common to the entire species; whereas things that come of free choice are not common, for they require toil in order to be accomplished.
γʹ. Πάντα τοίνυν τὰ κάλλιστα λαβὼν περιβαλοῦ· καὶ γὰρ βασιλεὺς εἶ τῶν ἀλόγων· οἱ δὲ βασιλεῖς, εἴ τι κάλλιστόν ἐστιν ἐν τοῖς ὑπηκόοις, εἴτε χρυσὸς, εἴτε ἄργυρος, εἴτε λίθοι τίμιοι, εἴτε ἱμάτια πολυτελῆ, ταῦτα μεθ' ὑπερβολῆς αὐτοὶ κέκτηνται· καὶ θαύμαζέ σου τὸν Δεσπότην ἀπὸ τῆς κτίσεως. Εἰ δέ τί σε ὑπερβαίνει τῶν ὁρωμένων, καὶ τὸν λόγον οὐ δύνασαι εὑρεῖν, καὶ διὰ τοῦτο δόξασον τὸν ποιήσαντα, ὅτι ὑπερβαίνει σου τὴν κατάληψιν ἡ σοφία τῶν γινομένων. Μὴ λέγε· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; ἕκαστον γὰρ χρήσιμόν ἐστιν, εἰ καὶ τὸν λόγον ἀγνοοῦμεν ἡμεῖς. Ὥσπερ οὖν ἐὰν εἰς ἰατρεῖον εἰσέλθῃς, καὶ ἴδῃς ἐργαλεῖα πολλὰ προκείμενα, θαυμάζεις τὴν ποικιλίαν τῶν ὀργάνων, καίτοι γε τὰς χρείας αὐτῶν οὐκ εἰδώς· οὕτω καὶ ἐπὶ τῆς κτίσεως ποίησον, κἂν ἴδῃς πολλὰ τῶν ζώων καὶ τῶν βοτανῶν καὶ τῶν φυτῶν καὶ τῶν ἄλλων πραγμάτων ὧν τὰς χρείας οὐκ οἶδας, θαύμασον αὐτῶν τὴν ποικιλίαν, καὶ ἐκπλάγηθι καὶ διὰ τοῦτο τὸν ἀριστοτέχνην Θεὸν, ὅτι οὔτε σοι πάντα δῆλα ἐποίησεν, οὔτε πάντα ἀφῆκεν ἄδηλα. Οὐκ ἀφῆκε μὲν γὰρ πάντα ἄδηλα, ἵνα μὴ ἀπρονόητα εἶναι λέγῃς τὰ ὄντα· οὐκ ἀφῆκε δέ σοι πάντα γνώριμα εἶναι, ἵνα μὴ τὸ μέγεθος τῆς γνώσεως εἰς ἀπόνοιάν σε ἐπάρῃ. Οὕτω γοῦν καὶ τὸν πρῶτον ἄν-
3. Taking all the fairest traits, therefore, clothe yourself with them; for you are king of the irrational creatures; and kings, if there is anything fairest among their subjects, whether gold, or silver, or precious stones, or costly garments, possess these things themselves in superabundance; and marvel at your Master from creation. And if anything among visible things surpasses you, and you cannot find out its reason, on this account too glorify Him Who made it, because the wisdom of the things that come to pass surpasses your comprehension. Do not say: Why is this? To what end is this? For each thing is useful, even if we ourselves do not know its reason. Just as, then, if you enter a physician's surgery and see many instruments laid out, you marvel at the variety of the instruments, even though you do not know their uses; so do you also in the case of creation: even if you see many animals and herbs and plants and other things whose uses you do not know, marvel at their variety, and be struck with awe on this account also at God the supreme Craftsman, because He neither made all things plain to you, nor left all things obscure. For He did not leave all things obscure, lest you should say that existing things are without providence; and He did not suffer all things to be known to you, lest the magnitude of your knowledge should lift you up into arrogance. Thus, at all events, the first
PG 49:131Read from the page
θρωπον ὁ πονηρος δαίμων ἐκεῖνος ἐξετραχήλισεν, ἐλπίδι μείζονος γνώσεως καὶ τῆς οὔσης ἀποστερήσας. Διὰ τοῦτο καὶ σοφός τις παραινεῖ λέγων· Ἰσχυρότερά σου μὴ ζήτει, καὶ βαθύτερά σου μὴ ἐρεύνα· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· τὰ γὰρ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις· καὶ πάλιν, Πλείονα συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. Τοῦτο δὲ εἶπε παραμυθούμενος τὸν ἀσχάλλοντα καὶ ἀλύοντα, ἐπειδὴ μὴ πάντα οἶδεν. Καὶ γὰρ αὐτὰ, φησὶν, ἅπερ ἐπετράπης εἰδέναι, σφόδρα ὑπερβαίνει σου τὴν σύνεσιν· οὐδὲ γὰρ οἴκοθεν εὗρες, ἀλλὰ παρὰ τοῦ Θεοῦ διδαχθείς. Ἀρκοῦ τοίνυν τῷ δοθέντι πλούτῳ, καὶ μὴ πλέον ἐπιζήτει, ἀλλ' ὑπὲρ ὧν ἔλαβες εὐχαρίστει, μὴ ἀγανάκτει ὑπὲρ ὧν οὐκ ἔλαβες, καὶ ὑπὲρ ὧν οἶδας δόξαζε, μὴ σκανδαλίζου δι' ἃ οὐκ οἶδας· ἀμφότερα γὰρ χρησίμως ὁ Θεὸς ἐποίησε, καὶ τὰ μὲν ἀπεκάλυψε, τὰ δὲ ἀπέκλεισε, τῆς σῆς προνοῶν σωτηρίας. Εἷς μὲν οὖν, ὅπερ ἔφην, τρόπος θεογνωσίας ὁ διὰ τῆς κτίσεως, πολλὰς δυνάμενος ἡμέρας ἀναλῶσαι. Ἵνα γὰρ μὴ μόνου τοῦ ἀνθρώπου κατ' ἀκρίβειαν τὴν διατύπωσιν ἐπέλθωμεν, κατ' ἀκρίβειαν δὲ λέγω τὴν ἡμῖν δυνατὴν, οὐ τὴν ὄντως ἀκρίβειαν· ει γὰρ καὶ πολλοὺς εἰρήκαμεν τῶν γενομένων λόγους, ἀλλ' εἰσὶ καὶ ἕτεροι πλείους ἀπόῤῥητοι, οὓς ὁ ποιήσας οἶδε Θεός· οὐ γὰρ δὴ πάντας ἴσμεν αὐτοί· ἵν' οὖν ἅπασαν τοῦ ἀνθρώπου κατὰ ἀκρίβειαν τὴν διάπλασιν ἐπέλθωμεν καὶ τὴν ἐν ἑκάστῳ μέλει σοφίαν εὕρωμεν, τῶν νεύρων, τῶν φλεβῶν, τῶν ἀρτηριῶν τὴν διανομὴν, τὴν θέσιν, τὴν διάπλασιν τῶν ἄλλων ἁπάντων, οὐδὲ ἐνιαυτὸς ὁλόκληρος ἡμῖν ἀρκέσειεν ἂν πρὸς τὴν ἐξήγησιν ταύτην. Διόπερ τοῦτον ἐνταῦθα καταλύσαντες τὸν λόγον, καὶ τοῖς φιλοπόνοις καὶ φιλομαθέσι παρασχόντες ἐκ τῶν εἰρημένων καὶ τὰ λοιπὰ τῆς κτίσεως ἐπελθεῖν μέρη, ἐφ' ἑτέραν ὑπόθεσιν τὸν λόγον τρέψωμεν, ἐνδεικτικὴν καὶ αὐτὴν οὖσαν τῆς τοῦ Θεοῦ προνοίας. Τίς οὖν ἐστιν ἡ δευτέρα ὑπόθεσις; Ἐξ ἀρχῆς πλάττων ὁ Θεὸς τὸν ἄνθρωπον, νόμον αὐτῷ φυσικὸν ἐγκατέθηκε. Καὶ τί ποτέ ἐστιν νόμος φυσικός; Τὸ συνειδὸς ἡμῖν διήρθρωσε, καὶ αὐτοδίδακτον ἐποίησε τὴν γνῶσιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· οὐ γὰρ δεόμεθα μαθεῖν ὅτι κακὸν ἡ πορνεία, καὶ καλὸν ἡ σωφροσύνη, ἀλλ' ἴσμεν ἐξ ἀρχῆς τοῦτο. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐξ ἀρχῆς ἴσμεν, ὁ νομοθέτης νόμους διδοὺς ὕστερον, καὶ εἰπὼν, Οὐ φονεύσεις, οὐκ ἐπήγαγε, Κακὸν γὰρ ὁ φόνος, ἀλλ' ἁπλῶς, Οὐ φονεύσεις, εἶπεν· ἀπηγόρευσε γὰρ τὴν ἁμαρτίαν μόνον, οὐκ ἐδίδαξε. Τίνος οὖν ἕνεκεν εἰπὼν, Οὐ φονεύσεις, οὐ προσέθηκεν, Ὅτι κακὸν ὁ φόνος; Ἐπειδὴ προλαβὼν τὸ συνειδὸς ἡμᾶς ἐπαίδευσε τοῦτο, καὶ ὡς εἰδόσι καὶ ἐπισταμένοις οὕτω διαλέγεται. Ὅταν γοῦν περὶ ἑτέρας ἐντολῆς λέγῃ τῆς οὐ γνωρίμης ἡμῖν ἀπὸ τοῦ συνειδότος γενομένης, οὐκ ἀπαγορεύει μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν προστίθησι. Περὶ σαββάτου γοῦν νομοθετῶν καὶ λέγων, Τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ οὐ ποιήσεις ἔργον, καὶ τὴν αἰτίαν ἐπήγαγε τῆς ἀργίας· ποίαν δὴ ταύτην; Ὅτι ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι· καὶ πάλιν, Ὅτι οἰκέτης ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, ἐπὶ μὲν τοῦ σαββάτου τὴν αἰτίαν προσέθηκεν, ἐπὶ δὲ τοῦ φόνου οὐδὲν τοιοῦτον ἐποίησεν; Ἐπειδὴ αὕτη μὲν ἡ ἐντολὴ οὐ τῶν προηγουμένων ἦν, οὐδὲ τῶν ἐκ τοῦ συνειδότος ἡμῖν ἠκριβωμένων, ἀλλὰ μερική τις καὶ πρόςκαιρος, διὰ τοῦτο καὶ κατελύθη μετὰ ταῦτα· αἱ δὲ ἀναγκαῖαι καὶ συνέχουσαι
man that wicked demon cast headlong, depriving him, through the hope of greater knowledge, even of that which he possessed. Therefore a certain wise man also exhorts us, saying: Seek not things too mighty for you, and search not out things too deep for you; what has been commanded you, think upon these things; for most of His works are in secret; and again: Things beyond the understanding of men have been shown to you. And this he said consoling the one who chafes and frets because he does not know all things. For the very things, says he, which you have been permitted to know greatly surpass your understanding; for you did not discover them from yourself, but were taught by God. Be content, therefore, with the wealth that has been given, and seek no more, but give thanks for what you have received, do not be vexed over what you have not received, and glorify Him for what you know, do not take offence on account of what you do not know; for God wrought both beneficially, and revealed the one while He shut up the other, taking forethought for your salvation. One mode of the knowledge of God, then, as I said, is that through creation, capable of spending many days. For not to go through the fashioning of man alone with precision—and by precision I mean that which is possible to us, not true precision, for even if we have stated many reasons of the things that have come to pass, yet there are also other more numerous ineffable ones, which God Who made them knows, since we ourselves certainly do not know them all—in order, then, that we might go through the whole forming of man with precision and find out the wisdom in each member, the distribution of the nerves, the veins, the arteries, their position, and the forming of all the rest, not even a whole year would suffice us for this exposition. Wherefore, bringing this discourse to a close here, and affording to the industrious and lovers of learning a way from what has been said to go through the remaining parts of creation also, let us turn our discourse to another theme, itself also indicative of the providence of God. What, then, is the second theme? From the beginning, when God formed man, He implanted in him a natural law. And what ever is the natural law? He articulated conscience within us, and made the knowledge of good things and of their opposites self-taught; for we have no need to learn that fornication is evil, and chastity is good, but we know this from the beginning. And that you may learn that we know this from the beginning, the lawgiver, giving laws afterwards and saying: You shall not murder, did not add: For murder is evil, but simply said: You shall not murder; for he merely forbade the sin, he did not teach it. For what reason, then, when he said, You shall not murder, did he not add, Because murder is evil? Because conscience had instructed us in this beforehand, and he discourses thus as to men who already know and understand. When, at all events, he speaks concerning another commandment that had not become known to us from conscience, he not only forbids, but also adds the reason. Thus, legislating concerning the Sabbath and saying: But on the seventh day you shall do no work, he also added the reason for the rest; and what sort of reason was this? Because on the seventh day God rested from all His works which He had begun to do; and again: Because you were a household servant in the land of Egypt. For what reason, then, tell me, did he add the reason in the case of the Sabbath, whereas in the case of murder he did nothing of the sort? Because this commandment was not one of the primary ones, nor of those accurately known to us from conscience, but a partial and temporary one, and on this account it was also abolished afterwards; whereas those that are necessary and hold together
Notes, col. 131

On the reading

Printed πονηρος, for πονηρὸς.

Printed ει, for εἰ.

PG 49:132Read from the page
τὴν ζωὴν τὴν ἡμετέραν, ἐκεῖναί εἰσιν· Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις. Διόπερ οὐδαμοῦ αἰτίαν ἐνταῦθα τίθησιν, οὐδὲ διδασκαλίαν εισάγει, ἀλλ' ἀρκεῖται ψιλῇ τῇ ἀπαγορεύσει.
our life are those: Thou shalt not murder, Thou shalt not commit adultery, Thou shalt not steal. Wherefore nowhere here does He set down a reason, nor does He introduce instruction, but rests content with the bare prohibition.
δʹ. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν δεῖξαι πειράσομαι πῶς αὐτοδίδακτος ἦν ὁ ἄνθρωπος πρὸς τὴν τῆς ἀρετῆς γνῶσιν. Ἥμαρτεν ὁ Ἀδὰμ τὴν ἁμαρτίαν τὴν πρώτην, καὶ μετὰ τὴν ἁμαρτίαν εὐθέως ἐκρύπτετο· εἰ δὲ μὴ ᾔδει κακόν τι ἐργασάμενος, τίνος ἕνεκεν ἐκρύπτετο; Οὐδὲ γὰρ γράμματα ἦν, οὐ νόμος, οὐ Μωσῆς· πόθεν οὖν ἔγνω τὴν ἁμαρτίαν καὶ κρύπτεται; Καὶ οὐ κρύπτεται μόνον, ἀλλὰ καὶ ἐγκαλούμενος, ἐφ' ἕτερον πειρᾶται μετατιθέναι τὴν αἰτίαν, λέγων· Ἡ γυνὴ ἣν ἔδωκάς μοι, αὕτη ἔδωκέ μοι ἐκ τοῦ ξύλου, καὶ ἔφαγον· κἀκείνη πάλιν ἐφ' ἕτερον μετάγει τὸ ἔγκλημα, τὸν ὄφιν. Καὶ ὅρα Θεοῦ σοφίαν· εἰπόντος γὰρ τοῦ Ἀδὰμ, ὅτι Ἤκουσα τῆς φωνῆς σου καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι καὶ ἐκρύβην, οὐκ ἤλεγξεν εὐθέως ὁ Θεὸς τὸ γεγονὸς, οὐδὲ εἶπε· Διὰ τί γὰρ ἔφαγες ἀπὸ τοῦ ξύλου; ἀλλὰ πῶς; Τίς σοι ἀνήγγειλε, φησὶν, ὅτι γυμνὸς εἶ, ει μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες; Οὔτε ἐσίγησεν, οὔτε φανερῶς αὐτὸν ἤλεγξεν· οὐκ ἐσίγησε μὲν, ἵνα αὐτὸν ἐκκαλέσηται πρὸς ὁμολογίαν τῆς ἁμαρτίας· οὐκ ἤλεγξε δὲ φανερῶς, ἵνα μὴ αὐτοῦ τὸ πᾶν γένηται, κἀκεῖνος ἔρημος εἴη τῆς ἀπὸ τῆς ἐξομολογήσεως γινομένης συγγνώμης ἡμῖν. Διὰ τοῦτο οὐκ εἶπε φανερῶς τὴν αἰτίαν ἀφ' ἧς γνῶσις γέγονεν, ἀλλ' ἐν ἐρωτήσεως τάξει προάγει τὸν λόγον, ἐκείνῳ καταλιμπάνων εἰς ἐξομολόγησιν ἐλθεῖν. Πάλιν ἐπὶ τοῦ Κάϊν καὶ τοῦ Ἄβελ τὸ αὐτὸ τοῦτο ἔστιν ἰδεῖν. Πρῶτον μὲν γὰρ ἀπήρξαντο τῷ Θεῷ τῶν οἰκείων πόνων. Μὴ γὰρ δὴ ἀπὸ τῆς ἁμαρτίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀρετῆς δείξωμεν, ὅτι ἀμφοτέρων ἦν ἐπιστημονικὸς ὁ ἄνθρωπος. Ὅτι μὲν οὖν ᾔδει τὴν ἁμαρτίαν κακὸν ὂν ὁ ἄνθρωπος, ἔδειξεν ὁ Ἀδάμ· ὅτι δὲ καὶ τὴν ἀρετὴν ἠπίστατο καλὸν ὂν, ἐδήλωσε πάλιν ὁ Ἄβελ. Οὐ γὰρ παρά τινος μαθὼν, οὐδὲ νόμου περὶ ἀπαρχῶν διαλεγομένου τότε ἀκούσας, ἀλλ' οἴκοθεν καὶ παρὰ τοῦ συνειδότος διδαχθεὶς τὴν θυσίαν ἐκείνην ἀνήνεγκε. Διὰ τοῦτο οὐ καταφέρω κάτω τὸν λόγον, ἀλλ' ἐπὶ τῶν προτέρων αὐτὸν ἀνθρώπων γυμνάζω, ὅτε οὔπω γράμματα, οὔτε νόμος, οὔτε προφῆται καὶ δικασταὶ, ἀλλὰ μόνος ὁ Ἀδὰμ μετὰ τῶν παίδων ἦν, ἵνα μάθῃς ὅτι ἐν τῇ φύσει προαπέκειτο τῶν καλῶν καὶ τῶν οὐ τοιούτων ἡ γνῶσις. Πόθεν γὰρ ἔμαθεν ὅτι καλὸν τὸ προσφέρειν ὁ Ἄβελ, ὅτι καλὸν τὸ τιμᾷν τὸν Θεὸν καὶ εὐχαριστεῖν ἐν ἅπασι; Τί οὖν; ὁ Κάϊν, φησὶν, οὐ προσήνεγκε; Προσήνεγκε μὲν καὶ οὗτος, ἀλλ' οὐχ ὁμοίως. Κἀντεῦθεν δὲ πάλιν ἡ τοῦ συνειδότος φαίνεται γνῶσις· ἐπειδὴ γὰρ τῷ τιμηθέντι βασκήνας περὶ σφαγῆς ἐβουλεύετο, κρύπτει τὴν δολερὰν γνώμην. Καὶ τί φησι; Δεῦρο, ἐξέλθωμεν εἰς τὸ πεδίον. Ἕτερον τὸ σχῆμα, φιλοφροσύνης γὰρ ἡ ὑπόκρισις· καὶ τὸ φρόνημα ἕτερον, ἀδελφοκτονίας γὰρ ἡ γνώμη. Καίτοι ει μὴ κακὸν ᾔδει τὸ βούλημα, τίνος ἕνεκεν
4. Yet not from this alone, but from other evidence as well I shall endeavour to show you how self-taught man was towards the knowledge of virtue. Adam sinned the first sin, and after the sin he straightway hid himself; now if he did not know that he had wrought some evil, on what account did he hide himself? For there were neither letters, nor law, nor Moses; whence then did he recognize the sin and hide himself? And not only does he hide himself, but when called to account, he tries to shift the blame onto another, saying: The woman whom Thou gavest me, she gave me of the tree, and I ate; and she again transfers the charge onto another, the serpent. And behold the wisdom of God: for when Adam had said, I heard Thy voice and I was afraid, because I am naked, and I hid myself, God did not straightway rebuke what had happened, nor did He say: Why then didst thou eat from the tree? But how? Who told thee, He says, that thou art naked, unless thou hast eaten from the tree whereof alone I commanded thee not to eat? Neither was He silent, nor did He openly rebuke him: He was not silent, so that He might call him forth to the confession of the sin; yet He did not openly rebuke him, lest the whole matter might come from Himself, and that man be deprived of the pardon that comes to us from confession. On this account He did not openly state the cause whence that knowledge arose, but advances His speech in the form of a question, leaving it to him to come to confession. Again, in the case of Cain and Abel this very same thing may be seen. For first they offered first-fruits to God from their own labours. For let us show not from sin alone, but from virtue also, that man possessed knowledge of both. Now that man knew sin to be an evil, Adam showed; and that he also knew virtue to be a good, Abel in turn made plain. For without having learned from anyone, or having heard at that time any law discoursing about first-fruits, but taught from within and by his conscience, he offered up that sacrifice. On this account I do not bring the argument down to later times, but exercise it upon the earlier men, when there were not yet letters, nor law, nor prophets and judges, but Adam alone was with his children, so that you may learn that the knowledge of good things and of their opposites lay stored beforehand in nature. For whence did Abel learn that it is good to bring an offering, that it is good to honour God and give thanks in all things? What then? someone says, did not Cain also bring an offering? This man too brought an offering, yet not in like manner. And hence again the knowledge of conscience appears: for since out of envy towards him who had been honoured he was plotting slaughter, he hides his treacherous purpose. And what does he say? Come, let us go out into the field. The outward form is one thing, for the pretence is that of friendliness; and the inward intent is another, for the purpose is fratricide. And yet if he had not known his counsel to be evil, on what account
Notes, col. 132

On the reading

Printed εισάγει, for εἰσάγει.

Printed ει, for εἰ.

Printed ει, for εἰ.

PG 49:133Read from the page
αὐτὸ συνεσκίαζε; Καὶ μετὰ τὸ γενέσθαι τὸν φόνον, πάλιν ἐρωτώμενος ὑπὸ τοῦ Θεοῦ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; φησίν· Οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; Τίνος γὰρ ἕνεκεν ἀρνεῖται; οὐκ εὔδηλον ὅτι καταγινώσκων σφόδρα ἑαυτοῦ; Ὥσπερ γὰρ ὁ πατὴρ αὐτοῦ ἐκρύβη, οὕτω καὶ οὗτος ἀρνεῖται· καὶ μετὰ τὸν ἔλεγχον πάλιν φησί· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἀλλ' ὁ Ἕλλην οὐκ ἀνέχεται τούτων. Φέρε οὖν καὶ πρὸς ἐκεῖνον διαλεχθῶμεν, καὶ ὅπερ ἐπὶ τῆς κτίσεως ἐποιήσαμεν, οὐκ ἀπὸ τῶν Γραφῶν μόνον, ἀλλὰ καὶ ἀπὸ λογισμῶν τοὺς πρὸς ἐκείνους κινήσαντες ἀγῶνας, τοῦτο καὶ ἐπὶ τοῦ συνειδότος ποιῶμεν νῦν· καὶ γὰρ καὶ τοῦτο τὸ κεφάλαιον ὁ Παῦλος ἐκίνησε πρὸς ἐκείνους ἀγωνιζόμενος. Τί ποτ' οὖν ἐστιν ὃ λέγουσιν; Οὐκ ἔστιν ἡμῖν αὐτοδίδακτος νόμος ἐν τῷ συνειδότι, φησὶ, κείμενος, οὐδὲ τῇ φύσει τοῦτο ἐγκατέθηκεν ὁ Θεός. Πόθεν οὖν, εἰπέ μοι, πόθεν περὶ γάμων, περὶ φόνων, περὶ διαθηκῶν, περὶ παρακαταθηκῶν, περὶ τοῦ μὴ πλεονεκτεῖν ἀλλήλους, περὶ μυρίων ἑτέρων νόμους ἔγραψαν οἱ παρ' αὐτοῖς νομοθέται; Οὗτοι μὲν γὰρ οἱ νῦν ἴσως παρὰ τῶν πρώτων ἔμαθον, καὶ ἐκεῖνοι παρὰ τῶν προτέρων, καὶ παρὰ τῶν ἄνω πάλιν οὗτοι· οἱ δὲ ἐξ ἀρχῆς καὶ πρῶτοι παρ' αὐτοῖς νόμους θέντες, παρὰ τίνος ἔμαθον; οὐκ εὔδηλον ὅτι παρὰ τοῦ συνειδότος; οὐ γὰρ ἂν ἔχοιεν εἰπεῖν ὅτι Μωϋσεῖ συνεγένοντο, ὅτι προφητῶν ἤκουσαν· πῶς γὰρ Ἕλληνες ὄντες; Ἀλλ' εὔδηλον ὅτι ἀπὸ τοῦ νόμου ὃν ἔθηκεν ὁ Θεὸς τῷ ἀνθρώπῳ, ἐξ ἀρχῆς αὐτὸν πλάττων, ἀπὸ τούτου κα. νόμους ἔθηκαν, καὶ τέχνας εὕροντο, καὶ τὰ ἄλλα πάντα Καὶ γὰρ καὶ αἱ τέχναι οὕτω συνέστησαν τῶν ἐξ ἀρχῆς αὐτοδιδάκτως ἐπ' αὐτὰς ἐλθόντων· οὕτω καὶ δικαστήρια γέγονε, οὕτω καὶ κολάσεις ὡρίσθησαν, ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν Ἑλλήνων ἀντιλέγειν ἔμελλον, καὶ λέγειν ὅτι, Πῶς κρινεῖ ὁ Θεὸς τοὺς ἀνθρώπους τοὺς πρὸ Μωϋσέως; οὐ νομοθέτην ἔπεμψεν, οὐ νόμον εἰσήνεγκεν, οὐ προφήτην ἀπέστειλεν, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστήν· πῶς οὖν εὐθύνας ἀπαιτεῖ; βουλόμενος ὁ Παῦλος δεῖξαι, ὅτι αὐτοδίδακτον εἶχον νόμον, καὶ τὰ πρακτέα σαφῶς ᾔδεσαν, ἄκουσον πῶς φησιν· Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν. Πῶς χωρὶς γραμμάτων; Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ· καὶ πάλιν· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Τί ἐστιν, Ἀνόμως ἀπολοῦνται; Οὐχὶ τοῦ νόμου κατηγοροῦντος, ἀλλὰ τῶν λογισμῶν καὶ τοῦ συνειδότος. Εἰ δὲ μὴ εἶχον νόμον τὸν τοῦ συνειδότος, οὐδὲ ἀπολέσθαι αὐτοὺς ἁμαρτάνοντας ἔδει· πῶς γὰρ, εἰ ἀνόμως ἥμαρτον; Ἀλλ' ἀνόμως ὅταν εἴπῃ, οὐ τοῦτο λέγει, ὅτι οὐκ εἶχον νόμον, ἀλλ' ὅτι οὐκ εἶχον νόμον γραπτὸν, τὸν δὲ τῆς φύσεως νόμον εἶχον. Καὶ πάλιν· Δόξα δὲ, καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
did he throw a veil over it? And after the murder had taken place, when asked again by God, Where is Abel thy brother? he says: I know not; am I my brother's keeper? For on what account does he deny it? Is it not manifest that it is because he vehemently condemned himself? For just as his father hid himself, so too does this man deny it; and after the reproof he says again: My guilt is too great for me to be forgiven. Yet the Greek does not put up with these proofs. Come then, let us converse with him as well, and just as we did regarding creation, raising our contests against them not from the Scriptures alone, but from reasonings also, let us do this now regarding conscience too; for Paul also set this very point in motion when contending against them. What then is it that they say? There is no self-taught law, he says, set within our conscience, nor did God implant this in nature. Whence then, tell me, whence did the lawgivers among them write laws concerning marriages, concerning murders, concerning wills, concerning trusts, concerning not defrauding one another, concerning countless other matters? For these men of the present day perhaps learned from the first ones, and those from their predecessors, and those again from men earlier still; but those who from the beginning first laid down laws among them, from whom did they learn? Is it not manifest that it was from conscience? For they could not say that they met with Moses, or that they heard the prophets; for how could they, being Greeks? Nay, it is manifest that from the law which God placed in man when forming him from the beginning, from this they both laid down laws, and found out arts, and all other things. For the arts too were thus established when men from the beginning came to them self-taught; thus too courts of justice came into being, thus too punishments were fixed, just as Paul also says. For since many of the Greeks were bound to object and say, How will God judge the men who lived before Moses? He sent no lawgiver, He brought in no law, He sent forth no prophet, no apostle, no evangelist; how then does He demand an account? — Paul, wishing to show that they possessed a self-taught law and clearly knew what ought to be done, hear how he speaks: For when Gentiles, who have not the law, do by nature the things of the law, these, though having no law, are a law unto themselves, in that they show forth the work of the law written in their hearts. How without letters? Their conscience bearing witness with them, and their thoughts between one another accusing or else defending them, in the day when God shall judge the secrets of men according to my gospel through Jesus Christ; and again: For as many as have sinned without law shall also perish without law; and as many as have sinned under law shall be judged through law. What does Shall perish without law mean? With no law accusing them, but their thoughts and their conscience. Yet if they had not possessed the law of conscience, they ought not even to have perished when sinning; for how should they, if they sinned without law? Rather, when he says without law, he does not mean that they had no law, but that they had no written law, whereas they did have the law of nature. And again: But glory, and honour, and peace to every one who works good, to the Jew first and to the Greek.
Ταῦτα δὲ ἔλεγε περὶ τῶν ἄνω χρόνων διαλεγόμενος τῶν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. Καὶ Ἕλληνα ἐνταῦθα καλεῖ οὐ τὸν εἰδωλολάτρην, ἀλλὰ τὸν προσκυνοῦντα μὲν τὸν Θεὸν μόνον, οὐκ ἐνδεδεμένον δὲ τῇ τῶν Ἰουδαϊκῶν παρατηρήσεων ἀνάγκῃ, σαββατισμοῖς λέγω
Now he spoke these things while discoursing about the earlier times before the coming of Christ. And here he calls a Greek not the idolater, but him who worships God alone, yet is not bound by the necessity of Jewish observances, I mean sabbath-keepings
Notes, col. 133

On the reading

Printed κα., for καὶ.

Printed πάντα, for πάντα..

PG 49:134Read from the page
καὶ περιτομῇ καὶ καθαρισμοῖς διαφόροις, ἀλλὰ φιλοσοφίαν καὶ εὐσέβειαν ἅπασαν ἐπιδεικνύμενον. Καὶ πάλιν περὶ τοῦ αὐτοῦ διαλεγόμενός φησι· Θυμὸς καὶ ὀργὴ, θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου κατεργαζομένου τὸ κακὸν, Ἰουδαίου τε πρῶτον, καὶ Ἕλληνος Πάλιν ἐνταῦθα Ἕλληνα καλεῖ τὸν ἀπηλλαγμένον τῆς παρατηρήσεως τῆς Ἰουδαϊκῆς. Εἰ τοίνυν μήτε νόμου ἤκουσε, μήτε μετὰ Ἰουδαίων ἀνεστράφη, πῶς ἔσται αὐτῷ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις ἐργαζομένῳ τὸ κακόν; Ἐπειδὴ συνειδὸς εἶχεν ἔνδον ἐνηχοῦν αὐτῷ, καὶ διδάσκον καὶ παιδεῦον ἅπαντα. Πόθεν δῆλον τοῦτο; Ἀφ' ὧν ἑτέρους ἁμαρτάνοντας ἐκόλασεν, ἀφ' ὧν νόμους ἔθηκεν, ἀφ' ὧν τὰ δικαστήρια ἐκάθισε. Τοῦτο γὰρ αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγε περὶ τῶν ἐν κακίᾳ ζώντων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνδοκοῦσι τοῖς πράσσουσι. Καὶ πόθεν ᾔδεισαν, φησὶν, ὅτι θέλημα Θεοῦ ἐστι τοὺς ἐν πονηρίᾳ ζῶντας θανάτῳ κολάζεσθαι; πόθεν; Ἐξ ὧν ἑτέρους ἐδίκαζον ἁμαρτάνοντας. Εἰ γὰρ μὴ νομίζεις κακὸν εἶναι τὸν φόνον, ἐπειδὰν λάβῃς ἀνδροφόνον, ὑπὸ τῇ σῇ ψήφῳ μὴ κολάσῃς· εἰ μὴ νομίζεις κακὸν εἶναι τὸ μοιχεύειν, ἐπειδὰν ἐμπέσῃ μοιχὸς, ἄφες αὐτὸν τῆς τιμωρίας. Εἰ δὲ ἐν τοῖς ἑτέρων ἁμαρτήμασι καὶ νόμους γράφεις, καὶ τιμωρίας ὁρίζεις, καὶ ἀκριβὴς εἶ δικαστὴς, ποίαν ἂν σχοίης ἀπολογίαν ἐν οἷς αὐτὸς ἁμαρτάνεις, λέγων ἀγνοεῖν τὰ πρακτέα; Ἐμοίχευσας, καὶ σὺ κἀκεῖνος. Τίνος οὖν ἕνεκεν ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ συγγνώμης ἀξιοῖς; Εἰ γὰρ μὴ ᾔδεις κακὸν εἶναι τὴν μοιχείαν, οὐδὲ ἕτερον τιμωρεῖσθαι ἔδει· εἰ δὲ ἕτερον μὲν κολάζεις, σὺ δὲ νομίζεις διαφεύγειν τὴν κόλασιν, πῶς ἂν ἔχοι λόγον τῶν αὐτῶν ἁμαρτημάτων μὴ τὰς αὐτὰς διδόναι δίκας; Τοῦτο γοῦν αὐτὸ ἐγκαλῶν ὁ Παῦλος ἔλεγε· Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ; Οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀπὸ γὰρ τῆς ψήφου, φησὶν, ἧς ἤνεγκας καθ' ἑτέρου, ἀπὸ ταύτης σοι κρινεῖ ὁ Θεὸς τότε· οὐ γὰρ δήπου σὺ μὲν δίκαιος, ὁ δὲ Θεὸς ἄδικος. Εἰ γὰρ σὺ οὐ περιορᾷς ἕτερον ἀδικούμενον, πῶς ὁ Θεὸς περιόψεται; εἰ σὺ διορθοῖς τὰ ἑτέρων ἁμαρτήματα, πῶς ὁ Θεὸς οὐ διορθώσεταί σε; Εἰ δὲ οὐ παρὰ πόδας ἐπάγει σοι τὴν τιμωρίαν, μὴ θάρρει διὰ τοῦτο, ἀλλὰ φοβοῦ μειζόνως. Οὕτω καὶ Παῦλος ἐκέλευσε λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Διὰ γὰρ τοῦτο ἀνέχεται, φησὶν, οὐχ ἵνα χείρων γένῃ, ἀλλ' ἵνα μετανοήσῃς· εἰ δὲ μὴ βούλει, κολάσεως μείζονος ἐφόδιον ἡ μακροθυμία σοι γίνεται ἀμετανοήτῳ μένοντι. Καὶ τοῦτο γοῦν αὐτὸ δηλῶν ἔλεγε· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐπεὶ οὖν ἑκάστῳ κατὰ τὰ ἔργα ἀποδίδωσι, καὶ νόμον διὰ τοῦτο φυσικὸν ἡμῖν ἐνέθηκε, καὶ γραπτὸν ὕστερον ἔδωκεν, ἵνα εὐθύνας ἀπαιτήσῃ τῶν ἁμαρτημάτων, καὶ ἵνα κατορθοῦντας στεφανώσῃ· μετὰ πολλῆς οὖν τῆς σπουδῆς, καὶ ὥσπερ εἰς δικαστήριον ἀπαντήσεσθαι μέλλοντες φοβερὸν, τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν, εἰδό-
and circumcision and various purifications, yet displaying all philosophic virtue and piety. And again, discoursing about the very same man, he says: Wrath and indignation, tribulation and anguish, upon every soul of man that works evil, of the Jew first, and also of the Greek. Again here he calls a Greek the man freed from Jewish observance. If then he neither heard the law, nor lived among Jews, how shall there be wrath and indignation and tribulation for him when he works evil? Because he had a conscience sounding within him, teaching and training him in all things. Whence is this evident? From the things wherein he punished others when they sinned, from the things wherein he laid down laws, from the things wherein he established courts of justice. For declaring this very thing, Paul spoke concerning those living in wickedness: Who, though they knew the righteous decree of God, that those who practise such things are worthy of death, not only do them, but also approve of those who practise them. And whence, he asks, did they know that it is the will of God that those living in wickedness should be punished with death? Whence? From the judgements they passed upon others when they sinned. For if you do not consider murder to be evil, whenever you seize a murderer, do not punish him by your vote; if you do not consider committing adultery to be evil, whenever an adulterer falls into your hands, release him from punishment. Yet if in the sins of others you both write laws, and fix penalties, and are a strict judge, what defence could you have in the things wherein you yourself sin, when you claim to be ignorant of what ought to be done? Both you and that man committed adultery. On what account then do you punish him, while deeming yourself worthy of pardon? For if you did not know adultery to be evil, you ought not to have punished another either; yet if you punish another, while supposing that you yourself will escape punishment, how could it be reasonable not to pay the same penalties for the same sins? Bringing this very charge, therefore, Paul said: And do you reckon this, O man, who judge those who practise such things and do them yourself, that you will escape the judgement of God? It is not so, it is not so; for by the vote, he says, which you cast against another, by this will God judge you then; for surely it is not the case that you are just, while God is unjust. For if you do not overlook another who is wronged, how will God overlook it? If you correct the sins of others, how will God not correct you? And if He does not bring the punishment upon you at once, do not be emboldened on that account, but fear all the more. Thus too Paul commanded, saying: Or do you despise the riches of His kindness and forbearance and long-suffering, not knowing that the kindness of God leads you to repentance? For on this account He bears with you, he says, not that you may become worse, but that you may repent; yet if you are unwilling, His long-suffering becomes provision for greater punishment for you if you remain impenitent. And declaring this very thing, therefore, he said: But according to your hardness and impenitent heart, you treasure up for yourself wrath in the day of wrath and revelation and righteous judgement of God, Who will render to each man according to his works. Since, then, He renders to each man according to his works, and on this account both implanted a natural law in us and afterwards gave a written one, so that He might demand an account of sins and crown those who act rightly, let us therefore with great earnestness, and as being about to meet a fearful tribunal, order our own affairs, know-
Notes, col. 134

On the reading

Printed Ἕλληνος, for Ἕλληνος..

PG 49:135Read from the page
τες ὡς μηδεμιᾶς ἀπολαύσομεν συγγνώμης, εἰ μετὰ φυσικὸν καὶ γραπτὸν νόμον, καὶ διδασκαλίαν τοσαύτην, καὶ συνεχῆ παραίνεσιν, τῆς ἡμετέρας ἀμελήσαιμεν σωτηρίας.
ing that we shall enjoy no pardon if, after both the natural and the written law, and so great instruction, and continual exhortation, we should neglect our own salvation.
ϛʹ. Βούλομαι οὖν πάλιν περὶ τῶν ὅρκων ὑμῖν διαλεχθῆναι, αἰσχύνομαι δέ. Ἐμοὶ μὲν γὰρ οὐκ ἔστιν ἐπαχθὲς καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ τὰ αὐτὰ πρὸς ὑμᾶς λέγειν, δέδοικα δὲ μὴ τὰς πολλὰς ταύτας ἡμέρας ὑμῖν παρακολουθήσας, πολλὴν ὑμῶν καταγνῶ ῥᾳθυμίαν περὶ πράγματος οὕτως εὐκόλου διηνεκοῦς δεομένων ὑπομνήσεως. Οὐκ αἰσχύνομαι δὲ μόνον, ἀλλὰ καὶ δέδοικα περὶ ὑμῶν· ἡ γὰρ συνεχὴς διδασκαλία τοῖς μὲν προσέχουσι σωτήριον καὶ χρήσιμον, τοῖς δὲ ῥᾳθυμοῦσι βλαβερὸν καὶ ἐπικίνδυνον. Καὶ γὰρ ὅσῳπερ ἄν τις πλεονάκις ἀκούσῃ, τοσούτῳ μᾶλλον ἐπισπᾶται τὴν κόλασιν μὴ ποιῶν τὰ λεγόμενα. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ὀνειδίζων ἔλεγεν ὁ Θεός· Ἀπέστειλα τοὺς προφήτας μου ὀρθρίζων, καὶ ἀποστέλλων, καὶ οὐδὲ οὕτως εἰσηκούσατε. Ἡμεῖς μὲν οὖν ἀπὸ πολλῆς κηδεμονίας τοῦτο ποιοῦμεν, δεδοίκαμεν δὲ μὴ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν ἀντικαταστῇ πᾶσιν ὑμῖν ἡ παραίνεσις αὕτη καὶ ἡ συμβουλή. Ὅταν γὰρ καὶ τὸ κατόρθωμα εὔκολον ᾖ, καὶ ὁ συνεχῶς ὑπομιμνήσκων μὴ ἐλλιμπάνῃ, ποίαν ἔξομεν ἀπολογίαν εἰπεῖν; ἢ τίς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως λόγος; Εἰπὲ γάρ μοι, ἂν ἀργύριόν σοι χρεωστούμενον τύχῃ, οὐκ ἀεὶ συντυγχάνων τῷ ὀφείλοντι ἀναμιμνήσκεις αὐτὸν τοῦ δανείσματος; Τοῦτο καὶ σὺ ποίησον, καὶ ἕκαστος νομιζέτω τὸν πλησίον ἀργύριον ὀφείλειν αὐτῷ, τὴν ἐκπλήρωσιν τῆς ἐντολῆς ταύτης, καὶ ἀπαντῶν ὑπὲρ τῆς ἐκτίσεως αὐτὸν ἀναμιμνησκέτω, εἰδὼς ὡς οὐ μικρὸς ἡμῖν ἀπόκειται κίνδυνος τῶν ἀδελφῶν οὐκ ἐπιμελουμένοις. Διὰ τοῦτο καὶ ἐγὼ τὰ αὐτὰ λέγων οὐ παύομαι· δέδοικα γὰρ μήποτε κατ' ἐκείνην ἀκούσω τὴν ἡμέραν· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Ἰδοὺ γοῦν κατέβαλον οὐχ ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ πολλάκις· ὑμῶν ἐστι λοιπὸν τὸν τόκον ἐπιδείξασθαι· τόκος δὲ ἀκροάσεως, ἡ διὰ τῶν ἔργων ἐπίδειξις· καὶ γὰρ
6. I wish therefore to converse with you again concerning oaths, yet I am ashamed. For to me indeed it is not burdensome both by day and by night to say the same things to you, yet I fear lest, after attending upon you through all these many days, I may condemn your great slothfulness in needing perpetual reminder concerning so easy a matter. Nor am I merely ashamed, but I also fear for you; for continual instruction is saving and profitable to those who pay heed, whereas to the slothful it is harmful and dangerous. For the more often anyone hears, the more he draws down punishment upon himself if he does not practise what is spoken. Reproaching the Jews with this very thing, therefore, God said: I sent forth My prophets, rising early and sending them, and not even so did you hearken. We indeed do this out of great care, yet we fear lest on that dreadful day this exhortation and this counsel may stand up against you all. For when both the good deed is easy, and he who continually reminds you does not fail, what defence shall we have to utter? Or what plea will rescue us from punishment? For tell me, if silver happens to be owed to you, do you not always, on meeting the debtor, remind him of the loan? Do you also do this, and let each one suppose that his neighbour owes him silver, namely the fulfilment of this commandment, and on meeting him let him remind him of its payment, knowing that no small danger lies in store for us if we do not care for our brethren. On this account I too do not cease saying the same things; for I fear lest on that day I may hear: Wicked and slothful servant, you ought to have deposited my silver with the bankers. Behold, then, I have deposited it not once, nor twice, but many times; it remains for you to display the interest; and the interest of hearing is the display through works; for even
Εὐχαριστία ἔτι πρὸς τὸν θεὸν περὶ τῆς μεταβολῆς τῶν σκυθρωπῶν· καὶ ἀνάμνησις τῶν διὰ τὴν στάσιν διασυρέντων καὶ τιμωρηθέντων· ὁμοίως δὲ πάλιν ἐξήγησις περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας, καὶ ὅτι φυσικὸν νόμον ἐδέξατο· καὶ περὶ τοῦ τελείως κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Further thanksgiving to God concerning the changing of gloomy affairs, and remembrance of those dragged about and punished on account of the sedition; likewise again an exposition concerning the creation of man, and that he received a natural law; and on completely accomplishing abstinence from swearing.
Ὁμιλία ιγʹ.
Homily 13.
αʹ. Ἀπὸ τῆς αὐτῆς ἀρχῆς καὶ τῶν αὐτῶν προοιμίων, ὧν χθὲς καὶ πρὸ ἐκείνης ἠρξάμην, καὶ σήμερον ἄρξομαι· ἐρῶ καὶ νῦν· Εὐλογητὸς ὁ Θεός. Οἵαν τὴν παρελθοῦσαν εἴδομεν τετράδα, καὶ οἵαν τὴν παροῦσαν ὁρῶμεν νῦν; πόσος ἐν ἐκείνῃ ζόφος τότε ἦν; πόση κατὰ τὴν παροῦσαν γαλήνη νῦν; Κατὰ τὴν ἡμέραν ταύτην τὸ φοβερὸν ἐκεῖνο γέγονεν ἐν τῇ πόλει δικαστήριον, καὶ τὰς καρδίας ἁπάντων διέσεισε, καὶ νυκτὸς οὐδὲν ἄμεινον διακεῖσθαι ἐποίησε τὴν ἡμέραν, οὐ τῆς ἀκτῖνος σβεσθείσης, ἀλλὰ τῆς ἀθυμίας καὶ τοῦ φόβου πηρωσάντων ὑμῶν τοὺς ὀφθαλμούς. Ἵν' οὖν καὶ ἡμεῖς πλείονα καρπωσώμεθα τὴν ἡδονὴν, μικρὰ τῶν τότε συμβάντων διηγήσασθαι βούλομαι. Καὶ γὰρ καὶ ὑμῖν καὶ τοῖς γενησομένοις ἅπασι χρησίμην ὁρῶ τὴν τούτων διήγησιν οὖσαν· ἐπεὶ καὶ τοῖς
1. From the same beginning and the same preambles wherewith I began yesterday and the day before, I shall begin today also; I shall say now as well: Blessed be God. What a Wednesday we saw this past week, and what a present one we see now! How great was the gloom on that day then! How great is the calm on this present day now! On this day that fearful tribunal took place in the city, and shook the hearts of all, and caused the day to be no better disposed than night, not because the sunbeam was quenched, but because despondency and fear blinded your eyes. So that we too, therefore, may reap greater joy, I wish to recount a few of the things that happened at that time. For I see that the narration of these events is profitable both to you and to all who shall come hereafter; since even to those