Migne Reading Room

PG 49 · cols. 124–129 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:124Read from the page
ρέσει, καὶ οὐκ ἰσχύοντος εἰς τὰ παρακείμενα ἐκταθῆναι. Διὰ τοῦτο ἐκ πολλῶν αὐτοῦ τὴν σκέπην ὀστῶν συνέθηκεν ὁ Θεὸς, καὶ καθάπερ οἰκίαν τις οἰκοδομῶν, στέγην καὶ κεραμῖδας ἄνωθεν ἐπιτίθησιν· οὕτω καὶ τὰ ὀστᾶ ταῦτα ἐπέθηκεν ἄνωθεν ἐπὶ τῆς κεφαλῆς ὁ Θεὸς, καὶ τρίχας βλαστάνειν παρεσκεύασεν, ὥστε ἀντὶ πιλημάτων τινῶν εἶναι τῇ κεφαλῇ. Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῆς καρδίας ἐποίησεν. Ἐπειδὴ γὰρ τὸ κυριώτατόν ἐστι τῶν ἐν ἡμῖν μελῶν ἡ καρδία, καὶ τῆς ζωῆς ἡμῶν ἁπάσης αὕτη τὸ κῦρος ἐγκεχείρισται, καὶ τὸ τυχὸν πληγείσης αὐτῆς θάνατος γίνεται, στεγανοῖς καὶ σκληροῖς ὀστοῖς καὶ ταύτην πανταχόθεν περιέφραξε, ταῖς τοῦ θώρακος προβολαῖς καὶ ταῖς ὠμοπλάταις ὄπισθεν τειχίσας αὐτήν· καὶ ὅπερ ἐπὶ τῶν μηνίγγων ἐποίησε, τοῦτο καὶ ἐπὶ ταύτης εἰργάσατο. Ὥστε γὰρ μὴ συνεχῶς ἁλλομένην αὐτὴν καὶ πηδῶσαν ἐν τοῖς θυμοῖς καὶ ταῖς τοιαύταις ὁρμαῖς καὶ τῇ σκληρότητι τῶν ὀστῶν ἐγκρούουσαν τῶν περιφραττόντων αὐτὴν παρατρίβεσθαι καὶ ὀδυνᾶσθαι, ὑμένας τε ὑπέτεινεν ἐκεῖ πολλοὺς, καὶ τὸν πνεύμονα ὑπέθηκεν ὥσπερ ἁπαλὸν στρῶμα τοῖς ἅλμασιν αὐτῆς παραθεὶς, ἵνα ἀλύπως ἐῤῥηγνυμένη τούτῳ, μηδὲν ἀηδὲς πάσχῃ. Καὶ τί λέγω περὶ ἐγκεφάλου καὶ καρδίας, ὅπου γε εἴ τις καὶ περὶ τῶν ὀνύχων αὐτῶν ζητήσειε, πολλὴν καὶ ἐν τούτοις ὄψεται τὴν σοφίαν τοῦ Θεοῦ διαδεικνυμένην, καὶ ἀπὸ τοῦ σχήματος αὐτῶν, καὶ ἀπὸ τῆς οὐσίας, καὶ ἀπὸ τῆς θέσεως. Ἐνῆν δὲ εἰπεῖν καὶ τίνος ἕνεκεν οὐχ ἰσόμετροι πάντες ἡμῖν εἰσιν οἱ δάκτυλοι, καὶ πολλὰ ἕτερα τούτων πλείονα· ἀλλ' ἀρκούντως καὶ ἐκ τῶν εἰρημένων τοῖς ἐθέλουσι προσέχειν ἡ σοφία τοῦ δημιουργήσαντος ἡμᾶς διαλάμπει Θεοῦ· διόπερ ἀφεὶς τοῦτο τὸ μέρος τοῖς φιλοπόνοις ἐξεργάσασθαι μετὰ ἀκριβείας, ἐφ' ἑτέραν ἀντίθεσιν τρέψομαι.
separation, and is unable to extend into the adjacent parts. Therefore God composed its shelter out of many bones, and just as someone building a house sets a roof and tiles upon it from above, so too God set these bones from above upon the head, and prepared hairs to sprout forth, so as to serve instead of certain felt cappings for the head. And this very same thing He did also in the case of the heart. For since the heart is the most sovereign of the members within us, and this organ has been entrusted with the authority over our whole life, and if it is struck even slightly death ensues, He fenced this too round about on every side with close-set and hard bones, walling it in with the projections of the breastbone and with the shoulder-blades behind; and what He did in the case of the membranes of the brain, this He wrought in its case also. For lest, leaping and bounding continually in fits of anger and such impulses and striking against the hardness of the bones enclosing it, it should be chafed and pained, He both stretched many membranes underneath there, and placed the lung beneath, setting it beside its leapings like a soft bedding, so that breaking against this without pain, it might suffer nothing unpleasant. And why do I speak about brain and heart, whereas if anyone should inquire about the very nails themselves, he will behold the great wisdom of God displayed in these also, both from their shape, and from their substance, and from their position? And one might also tell for what reason our fingers are not all of equal measure, and many other things more numerous than these; but sufficiently even from what has been said does the wisdom of the God Who fashioned us shine forth to those who wish to pay heed; wherefore, leaving this part to the industrious to work out with precision, I shall turn to another objection.
δʹ. Καὶ γὰρ πολλοὶ μετὰ τῶν εἰρημένων κἀκεῖνο ἀντιλέγουσι· Τί δήποτε, εἰ βασιλεὺς τῶν ἀλόγων ἐστὶν ὁ ἄνθρωπος, καὶ ῥώμῃ καὶ ὀξύτητι καὶ τάχει πολλὰ τῶν ζώων αὐτοῦ πλεονεκτεῖ; καὶ γὰρ ταχύτερον ἵππος ἀνθρώπου, καὶ τλητικώτερον βοῦς, καὶ κουφότερον ἀετὸς, καὶ ισχυρότερον λέων. Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι καὶ ἐντεῦθεν μάλιστα εισόμεθα τοῦ Θεοῦ τὴν σοφίαν, καὶ τὴν τιμὴν ἣν ἡμᾶς ἐτίμησε. Ταχύτερον μὲν γὰρ ἵππος ἀνθρώπου, ἀλλ' εἰς ἀποδημίας τάχος ἐπιτηδειότερον ἄνθρωπος ἵππου· ἵππος μὲν γὰρ, κἂν πάντων ὀξύτατος καὶ ἀλκιμώτατος ᾖ, μόλις διακοσίους δραμεῖται τῆς ἡμέρας σταδίους· ἄνθρωπος δὲ ὑποζεύξας ἵππους ἐκ διαδοχῆς πολλοὺς, καὶ δισχιλίους δυνήσεται σταδίους διανύσαι. Ὥστε ὅπερ ἐκείνῳ τὸ τάχος, τούτῳ ὁ λογισμὸς καὶ ἡ τέχνη παρέσχε μετὰ πλείονος τῆς ὑπερβολῆς· οὐχ ἔχει μὲν γὰρ πόδας ἰσχυροὺς ὁ ἄνθρωπος, ὥσπερ ἐκεῖνος, ἔχει δὲ τοὺς ἐκείνου τῶν ἑαυτοῦ οὐκ ἔλαττον αὐτῷ διακονουμένους. Τῶν μὲν γὰρ ἀλόγων οὐδὲ ἓν ζώων ἕτερον πρὸς τὴν ἑαυτοῦ χρείαν ὑποζεῦξαι δύναται, ὁ δὲ ἄνθρωπος πάντα ἔπεισι, καὶ διὰ τῆς ποικίλης τέχνης τῆς παρὰ τοῦ Θεοῦ βοθείσης αὐτῷ, πρὸς τὴν μάλιστα προσήκουσαν αὐτῷ οἰκονομίαν ἕκαστον ὑπάγει τῶν ζώων. Εἰ δὲ ἦσαν οὕτως ισχυροὶ οἱ πόδες τῶν ἀνθρώπων ὡς οἱ τῶν ἵππων, πρὸς ἕτερα ἂν ἐγένοντο ἄχρηστοι, πρὸς δυσχωρίας, πρὸς ἀκρωρείας, πρὸς ἀναβάσεις δένδρων· ἡ γὰρ ὁπλὴ ταῖς πρὸς τὰ τοιαῦτα βαδίσεσιν ἐμποδίζειν εἴωθεν. Ὥστε εἰ καὶ ἁπαλώτεροι οἱ πόδες αὐτῶν, ἀλλὰ πρὸς πλείους ἐπιτηδειότεροι χρείας, καὶ οὔτε διὰ τὴν ἀσθένειάν τι βλάπτονται, τῆς τοῦ ἵπ-
4. For indeed many, along with what has been said, raise this objection also: Why ever, if man is king of the irrational creatures, do many of the animals surpass him in both strength and keenness and speed? For a horse is swifter than a man, and an ox more enduring, and an eagle lighter, and a lion stronger. What then might we say to these things? That from this too above all we shall know the wisdom of God, and the honour wherewith He honoured us. For a horse is indeed swifter than a man, yet for speed of journeying a man is better suited than a horse; for a horse, even though it be the keenest and most vigorous of all, will scarcely run two hundred stadia in a day; whereas a man, yoking many horses in relays, will be able to accomplish even two thousand stadia. So that what speed bestowed on the one, reasoning and art bestowed on the other in far greater excess; for man does not indeed have strong feet like that creature, yet he has that creature's feet ministering to him no less than his own. For among the irrational creatures not a single one of the animals is able to yoke another to its own need, whereas man approaches them all, and through the manifold art given to him by God, brings each of the animals under the stewardship most fitting for him. And if the feet of men had been as strong as those of horses, they would have become useless for other things, for rough ground, for mountain ridges, for climbings of trees; for the hoof is wont to hinder footings upon such places. So that even if their feet are tenderer, yet they are better suited for more needs, and neither are they harmed at all on account of their weakness, since the horse's
Notes, col. 124

On the reading

Printed ισχυρότερον, for ἰσχυρότερον.

Printed εισόμεθα, for εἰσόμεθα.

Printed βοθείσης, for δοθείσης.

Printed ισχυροὶ, for ἰσχυροὶ.

PG 49:125Read from the page
που δυνάμεως διακονουμένης, καὶ παρὰ τὴν ποικιλίαν τῆς βαδίσεως πλεονεκτοῦσι. Πάλιν ἐστὶ πτερὸν τῷ ἀετῷ κοῦφον, ἀλλ' ἔστιν ἐμοὶ λογισμὸς καὶ τέχνη δι' ἧς δύναμαι πάντα τὰ ἱπτάμενα ζῶα κατενεγκεῖν καὶ χειρώσασθαι. Εἰ δὲ βούλει καὶ τὸ ἐμὸν πτερὸν ἰδεῖν, ἔχω πολλῷ κουφότερον ἐκείνου, οὐ μέχρι δέκα σταδίων καὶ εἴκοσι, οὐδὲ μέχρι τοῦ οὐρανοῦ, ἀλλὰ καὶ ὑπὲρ αὐτὸν ἀνιπτάμενον τὸν οὐρανὸν, καὶ ὑπὲρ τὸν οὐρανὸν τοῦ οὐρανοῦ ἄνω, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος. Τὰ ἄλογα πάλιν ἐν τῷ σώματι τὰ ὅπλα ἔχει, οἷον ὁ βοῦς τὰ κέρατα, τοὺς ὀδόντας ὁ ὗς ὁ ἄγριος, τοὺς ὄνυχας ὁ λέων· ἐμοὶ δὲ οὐκ ἐν τῇ φύσει τοῦ σώματος τὰ ὅπλα κατέθετο ὁ Θεὸς, ἀλλ' ἔξω τοῦ σώματος, δεικνὺς ὅτι ἥμερον ζῶον ὁ ἄνθρωπος, καὶ ὅτι οὐκ ἀεί μοι τούτων τῶν ὅπλων καιρός· καὶ γὰρ πολλάκις μὲν αὐτὰ ἀποτίθημι, πολλάκις δὲ μεταχειρίζομαι. Ἵν' οὖν ἐλεύθερος ὦ καὶ ἀπολελυμένος, καὶ μὴ διηνεκῶς ἀναγκάζωμαι βαστάζειν τὰ ὅπλα, ἐποίησεν αὐτὰ κεχωρισμένα τῆς φύσεως εἶναι τῆς ἐμῆς. Οὐ γὰρ μόνον τῷ ψυχὴν ἔχειν λογικὴν κρατοῦμεν τῶν ἀλόγων, ἀλλὰ καὶ τῷ σώματι πλεονεκτοῦμεν αὐτῶν· καὶ γὰρ καὶ τοῦτο τῇ τῆς ψυχῆς εὐγενείᾳ συμβαῖνον κατεσκεύασεν ὁ Θεὸς, καὶ τοῖς ἐπιτάγμασιν αὐτῆς ἐπιτήδειον· καὶ γὰρ τὸ σῶμα τοιοῦτον οὐχ ἁπλῶς ἐποίησεν, ἀλλ' οἷον εἰκὸς εἶναι λογικῇ ψυχῇ διακονούμενον· ὡς εἰ μὴ τοιοῦτον ἦν, σφόδρα ἂν ἐνεποδίσθησαν αἱ τῆς ψυχῆς ἐνέργειαι· καὶ τοῦτο δῆλον ἐκ τῶν νοσημάτων. Εἰ γὰρ μικρόν τι παρατραπείη τῆς οἰκείας καταστάσεως αὐτὴ τῆς σαρκὸς ἡ διακόσμησις, πολλαὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς ἐμποδίζονται· οἷόν τι λέγω, εἰ θερμότερος ἢ ψυχρότερος ὁ ἐγκέφαλος γένοιτο. Ὥστε πολλὴν καὶ ἀπὸ τοῦ σώματος ἔστιν ἰδεῖν τὴν κηδεμονίαν τοῦ Θεοῦ, οὐχ ὅτι μόνον ἐξ ἀρχῆς αὐτὸ βέλτιον ἐποίησε τοῦ νῦν ὄντος, οὐδ' ὅτι καὶ νῦν πρὸς τὸ χρήσιμον αὐτὸ μετεσκεύασεν, ἀλλ' ὅτι καὶ πρὸς πολλῷ μείζονα ἀναστήσει δόξαν πάλιν. Εἰ δὲ καὶ ἑτέρωθεν θέλεις μαθεῖν ὅσην περὶ τὸ σῶμα ὁ Θεὸς ἐπεδείξατο σοφίαν, ἐρῶ τοῦτο ὃ μάλιστα πάντων ὁ Παῦλος ἐκπληττόμενος φαίνεται συνεχῶς. Τί δὲ τοῦτό ἐστιν; Τὰ μέλη πλεονεκτεῖν ἀλλήλων πεποίηκεν, οὐκ ἐν τοῖς αὐτοῖς, ἀλλὰ τὰ μὲν ἐν κάλλει, τὰ δὲ ἰσχύϊ κρατεῖν παρεσκεύασεν· οἷον καλὸς ὁ ὀφθαλμὸς, ἀλλ' ἰσχυρότεροι οἱ πόδες· τιμία ἡ κεφαλὴ, ἀλλ' οὐ δύναται εἰπεῖν τοῖς ποσίν· Χρείαν ὑμῶν οὐκ ἔχω. Καὶ τοῦτο καὶ ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν, τοῦτο καὶ ἐπὶ τοῦ βίου παντός. Ὁ γοῦν βασιλεὺς τῶν ὑπηκόων δεῖται, οἱ ὑπήκοοι τοῦ βασιλέως, ὥσπερ ἡ κεφαλὴ τῶν ποδῶν. Καὶ πάλιν ἐπὶ τῶν ἀλόγων τὰ μὲν ἔστιν ἰσχυρότερα, τὰ δὲ εὐπρεπέστερα, καὶ τὰ μὲν ἡμᾶς τέρπει, τὰ δὲ τρέφει, τὰ δὲ περιβάλλει· οἷον τέρπει μὲν ὁ ταὼς, τρέφουσι δὲ ὄρνιθες καὶ ὕες, περιβάλλουσι δὲ πρόβατα καὶ αἶγες, συμπονεῖ δὲ βοῦς καὶ ὄνος. Ἔστι δὲ καὶ ἄλλα ἃ τούτων μὲν οὐδὲν παρέχει, γυμνάζει δὲ ἡμῶν τὴν δύναμιν, ὡς τὰ ἄγρια θηρία τῶν κυνηγετῶν αὔξει τὴν ἰσχὺν, καὶ τῷ φόβῳ παιδεύει τὸ γένος ἡμῶν, καὶ προσεκτικώτερον ποιεῖ, καὶ πρὸς θεραπείαν δὲ ἡμῖν οὐκ ὀλίγην φορὰν ἀπὸ τῶν οἰκείων εισάγει σωμάτων. Ὥστε ὅταν εἴπῃ σοί τις· Πῶς ἄρχων εἶ τῶν ἀλόγων φοβούμενος λέοντα; εἰπὲ πρὸς αὐτὸν, ὅτι Παρὰ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ὅτε εὐδοκίμουν παρὰ τῷ Θεῷ, ὅτε ἐν παραδείσῳ διέτριβον· ἀλλ' ἐπειδὴ προσέκρουσα τῷ Δεσπότῃ, ὑπεύθυνος ἐγενόμην τοῖς δούλοις· καὶ οὐδὲ νῦν ὁλοσχερῶς, ἀλλ' ἔχω τινὰ τέχνην δι' ἧς κρατῶ τῶν θηρίων. Οὕτω καὶ ἐπὶ τῶν οἰκιῶν γίνεται τῶν μεγάλων, ὅτε οἱ υἱοὶ, κἂν εὐγενεῖς ὦσιν, ὦσι δὲ ἀτελεῖς, πολλοὺς τῶν δούλων
strength ministers to them, and by reason of the variety of their gait they have the advantage. Again, the eagle has a light wing, yet I have reasoning and art whereby I am able to bring down and master all flying creatures. And if you wish to see my wing also, I have one far lighter than that bird's, soaring upward not merely ten or twenty stadia, nor even as far as heaven, but above heaven itself, and high above the heaven of heaven, where Christ is seated at the right hand of God. The irrational creatures, again, have their weapons in their body, as the ox its horns, the wild boar its tusks, the lion its claws; for me, however, God did not lay up weapons in the nature of my body, but outside the body, showing that man is a gentle creature, and that it is not always a season for me to use these weapons; for often I lay them aside, and often I take them in hand. In order, therefore, that I might be free and unencumbered, and not be continually forced to carry weapons, He made them separate from my nature. For not only by possessing a rational soul do we prevail over the irrational creatures, but in body also we surpass them; for God fashioned this too in harmony with the nobility of the soul, and suited to its commands; for He did not make the body such at random, but such as it was fitting for one ministering to a rational soul to be; since if it were not such, the operations of the soul would have been greatly hindered; and this is plain from diseases. For if this very ordering of the flesh be turned aside even a little from its proper constitution, many of the operations of the soul are hindered; as, for example, I mean, if the brain should become hotter or colder. So that from the body also one may see the great providence of God, not only because from the beginning He made it better than it now is, nor only because even now He reashioned it for what is beneficial, but also because He will raise it up again to a far greater glory. And if from another quarter too you wish to learn how great a wisdom God displayed concerning the body, I shall tell that at which above all things Paul appears continually amazed. And what is this? He has made the members to surpass one another, not in the same things, but prepared some to prevail in beauty and others in strength: as, for example, the eye is fair, yet the feet are stronger; the head is honourable, yet it cannot say to the feet: I have no need of you. And this may be seen among the irrational creatures also, and this in all human life. Thus the king stands in need of his subjects, and the subjects of the king, just as the head needs the feet. And again, among the irrational creatures some are stronger and others more comely, and some delight us, while others nourish us, and others clothe us: thus the peacock delights us, fowls and swine nourish us, sheep and goats clothe us, while the ox and the ass labour alongside us. And there are others too which furnish none of these things, yet train our power, just as wild beasts increase the strength of huntsmen, and chasten our race by fear, and render it more watchful, and for medical healing also bring in for us no small contribution from their own bodies. So when someone says to you: How are you ruler of the irrational creatures when you fear a lion? say to him: At the beginning matters were not thus disposed, when I stood in favour with God, when I dwelt in paradise; but after I offended the Master, I became liable to my servants; and not even now utterly so, but I have a certain art whereby I master the wild beasts. Thus too it happens in great households, when the sons, even though they be well-born, yet while immature, fear many of the servants
Notes, col. 125

On the reading

Printed εισάγει, for εἰσάγει.

PG 49:126Read from the page
δεδοίκασιν· ὅταν δὲ καὶ προσκεκρουκότες ὦσιν, ἐπιτείνεται μᾶλλον ἡ ἀγωνία. Ταῦτα καὶ περὶ ὄφεων καὶ σκορπίων καὶ ἐχιδνῶν ἔστιν εἰπεῖν, ὅτι διὰ τὴν ἁμαρτίαν ἡμῖν ἐστι φοβερά.
—and when they have also given offence, their anxiety is intensified all the more. These things may also be said about serpents and scorpions and vipers, that on account of sin they are fearsome to us.
εʹ. Οὐχ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου μόνον, ἀλλ' ἐπὶ τῶν βίων τῶν διαφόρων, οὐδὲ ἐπὶ τῶν ἀλόγων, ἀλλὰ καὶ ἐπὶ δένδρων ἔστιν ἰδεῖν τὴν ποικιλίαν ταύτην· καὶ τὸ πάντων εὐτελέστερον ἴδοι τις ἂν κατὰ τοῦ μείζονος ἔχον ὑπεροχὴν, καὶ οὐ πάντα ἐν ἅπασιν ὄντα, ἵνα πάντα ἡμῖν ἀναγκαῖα ᾖ, καὶ τοῦ Δεσπότου τὴν ποικίλην σοφίαν ἴδωμεν. Μὴ τοίνυν κατηγόρει τοῦ Θεοῦ διὰ τὴν φθορὰν τοῦ σώματος, ἀλλὰ διὰ τοῦτο μᾶλλον αὐτὸν προσκύνει, καὶ τῆς σοφίας καὶ τῆς κηδεμονίας αὐτὸν θαύμαζε· τῆς σοφίας μὲν, ὅτι ἴσχυσεν ἐν οὕτω φθαρτῷ σώματι τοσαύτην ἐπιδείξασθαι ἁρμονίαν· τῆς κηδεμονίας δὲ, ὅτι διὰ τὴν τῆς ψυχῆς ὠφέλειαν φθαρτὸν αὐτὸ ἐποίησεν, ἵνα αὐτῆς καταστείλῃ τὸ φύσημα, καὶ τὴν ἀπόνοιαν καθέλῃ. Τί οὖν οὐκ ἐξ ἀρχῆς αὐτὸ τοιοῦτον ἐποίησεν ὁ Θεὸς, φησίν; Ἀπολογούμενός σοι διὰ τῶν πραγμάτων αὐτῶν, καὶ μονονουχὶ λέγων διὰ τῆς ἐκβάσεως αὐτῆς, ὅτι Ἐγὼ μέν σε ἐπὶ μείζονα ἐκάλουν τιμὴν, σὺ δὲ σαυτὸν ἀνάξιον κατέστησας τῆς δωρεᾶς, ἐκπεσὼν τοῦ παραδείσου· πλὴν ἀλλ' οὐδὲ οὕτω περιόψομαί σε, ἀλλὰ διορθώσομαί σου τὸ ἁμάρτημα, καὶ εἰς τὸν οὐρανόν σε ἀνάξω. Καὶ γὰρ διὰ τοῦτό σε ἐπὶ τοσοῦτον χρόνον ἀφῆκα σήπεσθαι καὶ διαφθείρεσθαι, ἵνα ἐν τῷ πλήθει τοῦ χρόνου μόνιμός σοι γένηται τῆς ταπεινοφροσύνης ἡ διδασκαλία, καὶ μηδέποτε τὴν προτέραν ἔννοιαν ἀναλάβῃς. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ, καὶ τῆς κηδεμονίας αὐτὸν ἀμειψώμεθα ἀμοιβὴν ἡμᾶς ὠφελοῦσαν πάλιν, καὶ τῆς ἐντολῆς, ὑπὲρ ἧς συχνῶς ὑμῖν διαλέγομαι, πολλὴν ποιησώμεθα τὴν σπουδήν. Οὐδὲ γὰρ ἀποστήσομαι ἕως ἂν κατορθώσητε, ἐπειδὴ τὸ ζητούμενον ἡμῖν οὐ τοῦτό ἐστιν, ἢ ὀλιγάκις εἰπεῖν, ἢ πολλάκις, ἀλλὰ μέχρι τότε λέγειν, ἕως ἂν ὑμᾶς πείσωμεν. Πρὸς μὲν οὖν Ἰουδαίους ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· Εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε, ἵνα τί μοι νηστεύετε; πρὸς ὑμᾶς δὲ ἐρεῖ δι' ἡμῶν· Εἰ εἰς ὅρκους καὶ ἐπιορκίας νηστεύετε, ἵνα τί νηστεύετε; Πῶς γὰρ τὸ Πάσχα ὀψόμεθα τὸ ἱερόν; πῶς τὴν θυσίαν δεξόμεθα τὴν ἁγίαν; πῶς τῶν θαυμαστῶν κοινωνήσομεν μυστηρίων διὰ τῆς γλώττης, δι' ἧς τὸν νόμον τοῦ Θεοῦ κατεπατήσαμεν, διὰ τῆς γλώττης, δι' ἧς τὴν ψυχὴν ἐμολύναμεν; Εἰ γὰρ πορφυρίδα τις βασιλικὴν οὐκ ἂν ἀνάσχοιτο χερσὶ δέξασθαι μεμιασμέναις, πῶς σῶμα Δεσποτικὸν δεξόμεθα ἀκαθάρτῳ γενομένῃ γλώττῃ; Ὁ μὲν γὰρ ὅρκος τοῦ Πονηροῦ, ἡ δὲ θυσία τοῦ Δεσπότου. Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; Ὅτι μὲν οὖν ἐσπουδάκατε ταύτης ἀπαλλαγῆναι τῆς παρανομίας, οἶδα σαφῶς, ἀλλ' ἐπειδὴ καθ' αὑτὸν ἕκαστος οὐκ ἂν εὐκόλως αὐτὸ κατορθώσειε, ποιησώμεθα φρατρίας καὶ συμμορίας, καὶ ὅπερ ἐπὶ τῶν συμποσίων οἱ πένητες ποιοῦσιν, ἐπειδὰν αὐτῶν ἕκαστος ἑστιάτωρ ὁλόκληρος γενέσθαι μὴ δύνηται, συνελθόντες ἅπαντες ἐξ ἐράνου τὴν εὐωχίαν εἰσφέρουσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν· ἐπειδὴ καθ' ἑαυτούς ἐσμεν ῥᾴθυμοι, συμμορίας ποιήσαντες ἀλλήλοις παρεγγυῶμεν εἰσφέρειν συμβουλὴν, καὶ παραγγελίαν, καὶ παράκλησιν, καὶ ἐπιτίμησιν, καὶ ὑπόμνησιν, καὶ ἀπειλὴν, ἵνα ἐκ τῆς ἑκάστου σπουδῆς ἅπαντες κατορθώ-
5. Not only in our own body, however, but in the diverse modes of life, and not only in the irrational creatures, but in trees also may one see this variety; and one might see the humblest of all holding superiority over the greater, and not all things existing in all, so that all things may be necessary to us, and we may behold the manifold wisdom of the Master. Do not, therefore, accuse God on account of the corruption of the body, but on account of this all the more worship Him, and marvel at Him for His wisdom and His providence: for His wisdom, because in so corruptible a body He was able to display so great a harmony; and for His providence, because for the profit of the soul He made it corruptible, so that He might repress its inflation and pull down its arrogance. Why then, says someone, did God not make it such from the beginning? Making defence to you through the facts themselves, and all but speaking through the outcome itself: I, for My part, called you to greater honour, whereas you rendered yourself unworthy of the gift, falling from paradise; nevertheless not even so shall I overlook you, but I shall set right your transgression, and lead you up to heaven. For on this account I left you for so long a time to rot and decay, so that in the length of time the teaching of humility might become abiding for you, and you might never take up your former notion again. For all these things, then, let us give thanks to God Who loves mankind, and requite Him for His providence with a recompense that profits us in turn, and let us show great zeal for the commandment about which I frequently discourse to you. For I shall not desist until you accomplish it, since what we seek is not this, whether to speak seldom or often, but to go on speaking until we persuade you. Now to the Jews God used to say through the prophet: If you fast for quarrels and contentions, why do you fast for Me?; and to you He will say through us: If you fast for oaths and perjuries, why do you fast? For how shall we behold the sacred Pascha? How shall we receive the holy sacrifice? How shall we partake of the wondrous mysteries through the tongue wherewith we trampled underfoot the law of God, through the tongue wherewith we defiled the soul? For if no one would endure to receive a royal purple robe with polluted hands, how shall we receive the Master's body with a tongue become unclean? For the oath belongs to the Evil One, whereas the sacrifice belongs to the Master. What fellowship, then, has light with darkness, or what accord has Christ with Beliar? Now that you have been zealous to be freed from this lawlessness, I know clearly; yet since each person by himself could not easily accomplish it, let us form brotherhoods and partnerships, and what poor men do at banquets, when each of them cannot become a complete host by himself—coming together, they all contribute the feast from a common club—let us do this also; since by ourselves we are sluggish, forming partnerships let us pledge one another to contribute counsel, and injunction, and exhortation, and rebuke, and reminder, and warning, so that from the zeal of each we may all accom-
PG 49:127Read from the page
σωμεν. Ἐπειδὴ γὰρ τὰ τῶν πλησίον ὀξύτερον βλέπομεν ⟨ἢ⟩ τὰ ἡμέτερα, ἡμεῖς ἑτέρους φυλάττωμεν, καὶ τὴν ἡμετέραν φυλακὴν ἐπιτρέψωμεν ἐκείνοις, καὶ τὴν καλὴν ἅμιλλαν ταύτην ποιησώμεθα, ἵνα οὕτω περιγενόμενοι τῆς πονηρᾶς ταύτης συνηθείας, μετὰ παῤῥησίας ἐπὶ
plish it. For since we see the affairs of our neighbours more keenly [than] our own, let us guard others, and entrust the guarding of ourselves to them, and let us engage in this noble rivalry, so that thus prevailing over this wicked habit, we may with boldness to
Ἔτι εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς συγχωρήσεως τῶν ἡμαρτηκότων εἰς τὸν βασιλέα· καὶ φυσιολογία περὶ τῆς κτίσεως· καὶ ὅτι ποιήσας ὁ Θεὸς τὸν ἄνθρωπον νόμον φυσικὸν ἐγκατέθηκεν αὐτῷ· καὶ περὶ τοῦ πάσῃ σπουδῇ ἀπέχεσθαι τῶν ὅρκων.
Further thanksgiving to God concerning the pardon of those who sinned against the Emperor; natural philosophy concerning creation; that when God made man He implanted a natural law within him; and concerning abstaining with all earnestness from oaths.
Ὁμιλία ιβʹ.
Homily XII.
αʹ. Καὶ χθὲς εἶπον, Εὐλογητὸς ὁ Θεὸς, καὶ σήμερον τὸ αὐτὸ τοῦτο πάλιν ἐρῶ. Εἰ γὰρ καὶ τὰ δεινὰ παρῆλθεν, ἀλλ' ἡ μνήμη τῶν δεινῶν μὴ παρερχέσθω, οὐχ ἵνα ἀλγῶμεν, ἀλλ' ἵνα εὐχαριστῶμεν. Ἐὰν γὰρ ἡ μνήμη τῶν δεινῶν μένῃ, ἡ πεῖρα τῶν δεινῶν οὐδέποτ' ἐπιστήσεται. Τί γὰρ δεῖ τῆς πείρας, τῆς μνήμης ἡμᾶς σωφρονιζούσης; Ὥσπερ οὖν οὐκ ἀφῆκεν ἡμᾶς ὁ Θεὸς καταποντισθῆναι παρόντων τῶν λυπηρῶν, οὕτω μὴ ἀφῶμεν ἑαυτοὺς ἐκλυθῆναι παρελθόντων ἐκείνων. Παρεκάλεσεν ἡμᾶς ἀθυμοῦντας τότε, εὐχαριστήσωμεν αὐτῷ χαίροντες νῦν· παρεμυθήσατο ὀδυνωμένους καὶ οὐ προέδωκε, μὴ τοίνυν μηδὲ ἡμεῖς ἑαυτοὺς εὐθηνουμένους προδῶμεν, εἰς ῥᾳθυμίαν ἐκκλίνοντες· Μνήσθητι γὰρ καιρὸν λιμοῦ, φησὶν, ἐν ἡμέρᾳ πλησμονῆς. Μνησθῶμεν οὖν καιρὸν πειρασμοῦ καὶ ἡμεῖς ἐν ἡμέρᾳ ἀνέσεως· καὶ ἐπὶ τῶν ἁμαρτημάτων δὲ τὸ αὐτὸ τοῦτο ποιῶμεν. Κἂν ἁμάρτῃς καὶ συγχωρήσῃ σοι τὴν ἁμαρτίαν ὁ Θεὸς, τὴν μὲν συγχώρησιν δέξαι καὶ εὐχαρίστησον, τῆς δὲ ἁμαρτίας μὴ ἐπιλάθῃ, οὐχ ἵνα σαυτὸν κατατρύχῃς τῷ λογισμῷ, ἀλλ' ἵνα τὴν ψυχὴν παιδεύσῃς μὴ σκιρτᾷν μηδὲ περιπίπτειν πάλιν τοῖς αὐτοῖς. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· εἰπὼν γὰρ ὅτι, Πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, ἐπήγαγε, Τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Ἐκπομπευέσθω, φησὶν, ὁ βίος τοῦ οἰκέτου, ἵνα φανῇ ἡ φιλανθρωπία τοῦ Δεσπότου. Εἰ γὰρ καὶ συγχώρησιν ἔλαβον τῶν ἁμαρτημάτων, ἀλλὰ τὴν μνήμην οὐκ ἐκβάλλω τῶν ἁμαρτημάτων. Οὐ τοῦ Δεσπότου δὲ τὴν φιλανθρωπίαν ἐδείκνυ τοῦτο μόνον, ἀλλὰ κἀκεῖνον λαμπρότερον ἐποίει. Ὅταν γὰρ μάθῃς τίς ἦν ἔμπροσθεν, τότε αὐτὸν θαυμάσεις πλέον· καὶ ὅταν ἴδῃς ἐκ τίνος τίς ἐγένετο, τότε αὐτὸν ἀποδέξῃ μειζόνως· κἂν μεγάλα ᾖς ἡμαρτηκὼς, χρηστὰς ἕξεις ἐντεῦθεν τὰς ἐλπίδας μεταβαλλόμενος· πρὸς γὰρ τοῖς εἰρημένοις, καὶ τοὺς ἐν ἀπογνώσει τὸ ὑπόδειγμα τοῦτο παρακαλεῖ καὶ ἀνίστασθαι ποιεῖ. Ὅπερ οὖν καὶ ἐπὶ τῆς πόλεως ἔσται τῆς ἡμετέρας· τὰ γὰρ συμβάντα ἅπαντα τήν τε ἀρετὴν ὑμῶν δείκνυσι, δυνηθέντων διὰ τῆς μετανοίας τοσαύτην ὀργὴν ἀποκρούσασθαι, τήν τε τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττει, ἐξ ὀλίγης τῆς ἐπιστροφῆς τοσοῦτον παρενέγκαντος νέφος, τούς τε ἐν ἀπογνώσει πάντας ἀνίστησι μαθόντας ἐκ τῶν ἡμετέρων, ὅτι τὸν ἄνω καὶ πρὸς τὴν τοῦ Θεοῦ βλέποντα ῥοπὴν, κἂν μυρία περιστῇ πανταχόθεν κύματα, καταποντισθῆναι οὐκ ἔνι. Τίς γὰρ εἶδε, τίς ἤκουσέ ποτε τὰ ἡμέτερα πάθη; ἐκ βάθρων αὐτῶν καθ' ἑκάστην προσεδοκῶμεν ἡμέραν ἀνασπασθήσεσθαι τὴν πόλιν ἡμῖν μετὰ τῶν ἐνοικούντων· ἀλλ' ὅτε ἤλπιζε καταποντίζειν τὸ σκάφος ὁ διάβολος, τότε καθαρὰν γαλήνην ἐποίησεν ὁ Θεός. Μὴ τοίνυν ἐπιλανθανώμεθα τοῦ μεγέθους τῶν δεινῶν, ἵνα μνημονεύωμεν τοῦ μεγέθους τῶν εὐεργεσιῶν τῶν παρὰ τοῦ Θεοῦ γενομένων· καὶ γὰρ ὁ μὴ εἰδὼς τοῦ νοσήματος τὴν φύσιν, οὐχ εἴσεται
1. Both yesterday I said, Blessed be God, and today again I shall say this very same thing. For even though the dreadful events have passed by, yet let not the memory of the dreadful events pass by—not that we may grieve, but that we may give thanks. For if the memory of the dreadful events remains, the experience of dreadful events will never come upon us. For what need is there of experience, when memory chastens us? Just as God, then, did not suffer us to be sunk in the deep when the sorrows were present, so let us not suffer ourselves to grow slack now that those things have passed by. He comforted us when we were despondent then; let us give thanks to Him rejoicing now: He consoled us when we were in anguish and did not betray us; let not us, then, betray ourselves either when we prosper, turning aside into sloth; for: Remember the season of famine, it says, in the day of plenty. Let us too, then, remember the season of trial in the day of relief; and in the case of sins also let us do this very same thing. Even if you sin and God forgives you the sin, receive indeed the forgiveness and give thanks, yet do not forget the sin—not that you may wear yourself out with the thought, but that you may train your soul not to gambol wantonly nor fall back again into the same faults. Thus Paul also did; for after saying: He counted me faithful, appointing me to ministry, he added: Who formerly was a blasphemer and a persecutor and an insolent man. Let the life of the household servant be led forth on display, says he, so that the loving-kindness of the Master may appear. For even though I received forgiveness of my sins, yet I do not cast out the memory of my sins. And this did not merely show forth the loving-kindness of the Master, but also rendered that man himself more illustrious. For when you learn who he was beforehand, then you will marvel at him all the more; and when you see out of what sort of man what sort of man he became, then you will welcome him more admiringly; and even if you have sinned grievously, you will have good hopes from this as you change your life; for in addition to what has been said, this example also encourages those in despair and makes them rise up. Which indeed will be the case with our city also: for all the events that have come to pass both display your virtue, since through repentance you were able to ward off so great a wrath, and proclaim the loving-kindness of God, Who upon a brief conversion swept away so great a cloud, and raise up all who are in despair as they learn from our affairs that the one who looks on high and towards the aid of God, even if ten thousand waves surround him from every side, cannot possibly be sunk in the deep. For who ever saw, who ever heard of sufferings like ours? Day after day we expected our city with its inhabitants to be torn up from its very foundations; yet when the devil hoped to sink the vessel, then God wrought a pure calm. Let us not, then, forget the magnitude of the terrors, so that we may remember the magnitude of the benefits wrought by God; for he who does not know the nature of the disease will not know
PG 49:128Read from the page
τὴν ἁγίαν ταύτην ἔλθωμεν ἑορτὴν, καὶ τῆς ἁγίας μετάσχωμεν θυσίας μετὰ χρηστῆς ἐλπίδος, καὶ συνειδότος ἀγαθοῦ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αιώνων. Ἀμήν.
come to this holy feast, and partake of the holy sacrifice with good hope and a good conscience, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom be glory to the Father together with the Holy Spirit, unto the ages of ages. Amen.
τοῦ ἰατροῦ τὴν τέχνην. Ταῦτα καὶ πρὸς τοὺς παῖδας λέγωμεν τοὺς ἡμετέρους, καὶ εἰς μυρίας παραπέμπωμεν γενεὰς, ἵνα μάθωσιν ἅπαντες πῶς ἐσπούδασεν ὁ διάβολος καὶ τὸ ἔδαφος ἀφανίσαι τῆς πόλεως, καὶ πῶς ἴσχυσεν ὁ Θεὸς πεπτωκυῖαν αὐτὴν καὶ κειμένην ἐπ' ὄψεσι στῆσαι πάλιν, καὶ μηδὲ τὴν τυχοῦσαν συγχωρῆσαι γενέσθαι βλάβην, ἀλλὰ καὶ τὸν φόβον ἀνεῖλε, καὶ τὸν κίνδυνον ἀπεκρούσατο μετὰ πολλοῦ τοῦ τάχους. Καὶ γὰρ τῇ παρελθούσῃ ἑβδομάδι τὰς οὐσίας δημεύεσθαι προσεδοκῶμεν ἅπαντες, καὶ στρατιώτας ἡμῖν ἐπαφίεσθαι, καὶ μυρία ἕτερα ὠνειροπολοῦμεν δεινά· ἀλλ' ἰδοὺ πάντα ἐκεῖνα παρῆλθεν, ὥσπερ νέφος καὶ ὥσπερ σκιὰ παρατρέχουσα, καὶ τῇ προσδοκίᾳ τῶν δεινῶν ἐκολάσθημεν μόνον· μᾶλλον δὲ οὐκ ἐκολάσθημεν, ἀλλὰ καὶ ἐπαιδεύθημεν καὶ βελτίους γεγόναμεν, τοῦ Θεοῦ τὴν καρδίαν τοῦ βασιλέως μαλάξαντος. Λέγωμεν τοίνυν διαπαντὸς καὶ καθ' ἡμέραν, Εὐλογητὸς ὁ Θεὸς, καὶ μετὰ πλείονος σπουδῆς τῇ συνάξει προσέχωμεν, καὶ πρὸς τὴν Ἐκκλησίαν τρέχωμεν, ὅθεν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. Ἴστε γὰρ ἐν ἀρχῇ ποῦ κατεφύγετε, ποῦ συνεδράμετε, πόθεν ἡμῖν ἡ σωτηρία γέγονεν. Ἐχώμεθα τοίνυν τῆς ἱερᾶς ἀγκύρας, καὶ καθάπερ ἐν τῷ καιρῷ τῶν κινδύνων ἡμᾶς οὐ προέδωκεν, οὕτω μηδὲ ἡμεῖς αὐτὴν ἐν τῷ καιρῷ τῆς ἀνέσεως καταλίπωμεν, ἀλλὰ μείνωμεν μετὰ ἀκριβείας, καὶ τὰς συνάξεις καὶ τὰς εὐχὰς καὶ τὴν τῶν θείων λογίων ἀκρόασιν ποιώμεθα καθ' ἡμέραν, καὶ τὴν σχολὴν ἣν ἀνηλίσκομεν περιεργαζόμενοι, πολυπραγμονοῦντες, τοὺς ἀπὸ τοῦ στρατοπέδου περιτρέχοντες, σπουδάζοντες ὑπὲρ τῶν ἐπικειμένων κακῶν, ταύτην ἀναλώσωμεν ἅπασαν εἰς τὴν τῶν θείων νόμων ἀκρόασιν, ἀλλὰ μὴ εἰς ἀκαίρους καὶ ἀνονήτους διατριβὰς, ἵνα μὴ πάλιν εἰς τὴν ἀνάγκην τῆς ἀσχολίας ἐκείνης ἑαυτοὺς καταστήσωμεν.
the art of the physician. Let us tell these things to our children also, and hand them down to ten thousand generations, so that all may learn how the devil strove to wipe out the very ground of our city, and how God was able before men's eyes to raise her up again when she had fallen and lay prostrate, and suffered not even the slightest harm to come to pass, nay, both took away the fear and beat back the peril with great speed. For indeed during the past week we all expected our substance to be confiscated, and soldiers to be let loose upon us, and we dreamed of ten thousand other terrors; yet behold, all those things have passed by like a cloud and like a fleeting shadow, and we were chastised by the expectation of the terrors alone; or rather, we were not chastised, but were both educated and made better, once God had softened the heart of the emperor. Let us say, therefore, continually and every day, Blessed be God, and let us attend the assembly with greater zeal, and run to the Church, whence we reaped the benefit. For you know at the beginning whither you fled for refuge, whither you ran together, whence our salvation came to pass. Let us cling, then, to the sacred anchor, and just as in the season of perils it did not betray us, so neither let us forsake it in the season of relief, but let us abide with strictness, and hold our assemblies and prayers and the hearing of the divine oracles every day, and all that leisure which we used to spend prying about, meddling anxiously, running round those who came from the camp, troubling ourselves over the impending evils—let us spend the whole of this upon the hearing of the divine laws, and not upon unseasonable and unprofitable pastimes, lest we bring ourselves back once more into the necessity of that turmoil.
βʹ. Ἐν μὲν οὖν ταῖς παρελθούσαις τρισὶν ἡμέραις ἕνα θεογνωσίας ἐξητάσαμεν τρόπον, καὶ πρὸς τὸ τέλος αὐτὸν ἠγάγομεν, ἑρμηνεύοντες πῶς Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν Θεοῦ, καὶ τί ποτέ ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον, ὅτι Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, καὶ ἐδείκνυμεν πῶς ἀπὸ κτίσεως κόσμου, καὶ πῶς δι' οὐρανοῦ καὶ γῆς καὶ θαλάττης ὁ Δημιουργὸς δοξάζεται. Τήμερον δὲ ὀλίγα πάλιν εἰς αὐτὴν ταύτην φιλοσοφήσαντες τὴν ὑπόθεσιν, ἐφ' ἕτερον βαδιούμεθα λόγον· οὐ γὰρ μόνον ἐποίησεν αὐτὴν, ἀλλὰ καὶ γενομένην ἐργάζεσθαι παρεσκεύασεν, οὔτε πᾶσαν ἀκίνητον ἀφεὶς, οὔτε πᾶσαν κινεῖσθαι κελεύσας· ἀλλ' οὐρανὸς μὲν ἀκίνητος ἕστηκε, καθάπερ ὁ προφήτης φησὶν, Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν ἐπὶ τῆς γῆς· ὁ δὲ ἥλιος μετὰ τῶν ἄστρων τῶν λοιπῶν καθ' ἑκάστην τρέχει τὴν ἡμέραν· καὶ γῆ πάλιν πέπηγε, τὰ δὲ ὕδατα βαδίζει διαπαντός· οὐχ ὕδατα δὲ μόνον, ἀλλὰ καὶ νεφέλαι καὶ ὄμβροι συνεχεῖς καὶ ἐπάλληλοι κατὰ τὸν οἰκεῖον ἀποδιδόμενοι καιρόν· καὶ μία μὲν ἡ τῶν ὄμβρων
2. Now during the past three days we examined one mode of the knowledge of God, and brought it to its conclusion, interpreting how The heavens declare the glory of God, and what ever that saying of Paul's means: His invisible things from the creation of the world are clearly seen, being understood by the things that are made; and we showed how from the creation of the world, and how through heaven and earth and sea, the fashioner is glorified. Today, however, after philosophizing a little once more upon this very theme, we shall proceed to another discourse: for He not only made creation, but also prepared it, once made, to work, neither leaving it all immovable, nor commanding it all to move; rather, heaven stands immovable, just as the prophet says: He Who set the heaven like a vaulted chamber, and stretched it out like a tent upon the earth; whereas the sun with the rest of the stars runs its course every day; and the earth again is fixed fast, while the waters travel continually; and not waters only, but also clouds and continuous and successive showers rendered at their proper season; and while the nature of showers is one,
Notes, col. 128

On the reading

Printed αιώνων, for αἰώνων.

PG 49:129Read from the page
φύσις, διάφορα δὲ τὰ ἐξ αὐτῶν γινόμενα· καὶ γὰρ ἐν ἀμπέλῳ γίνεται οἶνος ὁ ὑετὸς, καὶ ἔλαιον ἐν ἐλαίᾳ, καὶ ἐν τοῖς ἄλλοις δὲ φυτοῖς πρὸς τοὺς αὐτῶν μεθίσταται χυμούς. Καὶ μία δὲ τῆς γῆς ἡ γαστὴρ καὶ διαφόρους φέρει καρπούς· καὶ μία μὲν ἡ τῆς ἡλιακῆς ἀκτῖνος θέρμη καὶ διαφόρως ἅπαντα πεπαίνει, τὰ μὲν βραδύτερον, τὰ δὲ ταχύτερον πρὸς ἀκμὴν ἄγουσα. Τίς οὐκ ἂν ταῦτα ἐκπλαγείη καὶ θαυμάσειε; μᾶλλον δὲ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι ποικίλην αὐτὴν καὶ διάφορον κατεσκεύασεν, ἀλλ' ὅτι καὶ κοινὴν αὐτὴν προσέθηκεν ἅπασι, καὶ πλουσίοις καὶ πένησι, καὶ ἁμαρτωλοῖς καὶ δικαίοις. Ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ μυρίων αὐτὴν ζώων ἐμπλήσας, καὶ φυσικὰ τοῖς ζώοις ἐνθεὶς ἤθη, τὰ μὲν μιμεῖσθαι, τὰ δὲ φεύγειν ἐκέλευσεν. Οἷόν τι λέγω· φιλόπονόν ἐστιν ὁ μύρμηξ, καὶ ἐπίπονον ποιεῖται τὴν ἐργασίαν· ἂν τοίνυν προσέχῃς, μεγίστην παρὰ τοῦ ζώου δέξῃ παραίνεσιν, ὥστε μὴ καταμαλακίζεσθαι μηδὲ φεύγειν ἱδρῶτας καὶ πόνους. Διὰ τοῦτο καὶ ἡ Γραφὴ τὸν ὀκνηρὸν πρὸς ἐκεῖνον ἔπεμψε λέγουσα· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Οὐ βούλει, φησὶ, παρὰ τῶν Γραφῶν μαθεῖν ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ ὅτι ὁ μὴ ἐργαζόμενος οὐδὲ ἐσθίειν ὀφείλει; οὐ βούλει παρὰ τῶν διδασκάλων ἀκοῦσαι τοῦτο; παιδεύθητι παρὰ τῶν ἀλόγων. Οὕτω καὶ ἐν ταῖς οἰκίαις ποιοῦμεν, πολλάκις τοὺς μείζονας καὶ ἐντιμοτέρους εἶναι δοκοῦντας, ἐπειδὰν ἁμάρτωσι, παιδίοις νήφουσι προσέχειν παρακελευόμεθα λέγοντες· Βλέπε τὸν μικρότερόν σου πῶς ἐστι σπουδαῖος καὶ διεγηγερμένος.
different are the things that come to be from them: for in the vine the rain becomes wine, and oil in the olive-tree, and in the other plants too it is transformed into their own juices. And one too is the womb of the earth, yet it bears diverse fruits; and one is the warmth of the sun's ray, yet it ripens all things differently, bringing some more slowly and others more swiftly to maturity. Who would not be astonished and marvel at these things? Or rather, not this alone is wondrous, that He fashioned creation manifold and diverse, but that He also set it forth in common to all, both rich and poor, both sinners and righteous. Which indeed Christ also used to say: He makes His sun rise upon the wicked and the good, and sends rain upon the righteous and the unrighteous; and filling it with myriads of animals, and implanting natural dispositions in the animals, He commanded us to imitate some and to shun others. As, for example, I mean: the ant is industrious, and performs a laborious work; if, then, you pay heed, you will receive the greatest exhortation from the creature, not to grow soft nor to shun sweat and toils. Therefore Scripture also sent the sluggard to that creature, saying: Go to the ant, O sluggard, and emulate its ways, and become wiser than it. Are you unwilling, it says, to learn from the Scriptures that it is good to work, and that he who does not work ought not even to eat? Are you unwilling to hear this from teachers? Be taught by the irrational creatures. Thus too we do in households: often, when those who are older and seem more honourable commit a fault, we exhort them to pay heed to sober-minded young children, saying: Look at one younger than yourself, how earnest and wide-awake he is!
Καὶ σὺ τοίνυν παρὰ τοῦ ζώου τούτου μεγίστην λάβε φιλοπονίας παραίνεσιν, καὶ θαύμασόν σου τὸν Δεσπότην, μὴ ἐπειδὴ ἥλιον ἐποίησε μόνον καὶ οὐρανὸν, ἀλλ' ἐπειδὴ καὶ μύρμηκα ἐποίησεν· εἰ γὰρ καὶ βραχὺ τὸ ζῶον, ἀλλὰ τοῦ μεγέθους τῆς σοφίας τοῦ Θεοῦ πολλὴν ἔχει τὴν ἀπόδειξιν. Ἐννόησον γοῦν πῶς ἐστι συνετὸν, καὶ θαύμασον, πῶς ἴσχυσεν ὁ Θεὸς ἐν οὕτω βραχεῖ σώματι τοσαύτην ἐγκαταθεῖναι ἐργασίας ἐπιθυμίαν ἀδιάπτωτον. Καὶ ἀπὸ τούτου μὲν τὸ φιλόπονον, ἀπὸ δὲ τῆς μελίττης καὶ τὸ φιλόκαλον καὶ τὸ φιλόπονον μάνθανε καὶ τὸ φιλάλληλον. Καὶ γὰρ ἐκείνη οὐχ ἑαυτῇ μᾶλλον ἢ ἡμῖν πονεῖ καὶ ταλαιπωρεῖται καθ' ἑκάστην ἡμέραν· ὃ μάλιστα ἴδιον Χριστιανῷ, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ τὰ τῶν ἑτέρων. Ὥσπερ οὖν ἐκείνη πάντας περιίπταται τοὺς λειμῶνας, ἵνα ἑτοίμην ἑτέρῳ παρασκευάσῃ τράπεζαν· οὕτω καὶ σὺ ποίησον, ἄνθρωπε, κἂν χρήματα συλλέγῃς, εἰς ἑτέρους δαπάνησον, κἂν λόγους διδασκαλίας ἔχῃς, μὴ κατορύξῃς, ἀλλὰ πρόθες εἰς μέσον τοῖς δεομένοις, κἂν ἕτερον ἔχῃς πλεονέκτημα, γενοῦ χρήσιμος τοῖς δεομένοις τῶν σῶν ἀπολαύειν πόνων. Οὐχ ὁρᾷς ὅτι διὰ τοῦτο μάλιστα τῶν ἄλλων ἐστὶν ἐντιμοτέρα ζώων ἡ μέλιττα, οὐκ ἐπειδὴ πονεῖ, ἀλλ' ἐπειδὴ ἑτέροις πονεῖ; ἐπεὶ καὶ ὁ ἀράχνης πονεί καὶ ταλαιπωρεῖται καὶ λεπτὰ διατείνει κατὰ τοὺς τοίχους ὑφάσματα πᾶσαν γυναικὸς σοφίαν ὑπερβάλλοντα, ἀλλ' ἔστιν ἄτιμον τὸ ζῶον, ἐπειδὴ τὸ ἔργον ἡμῖν οὐδαμοῦ χρήσιμον. Τοιοῦτοί εἰσιν οἱ ἑαυτοῖς κάμνοντες καὶ ταλαιπωρούμενοι. Μίμησαι τῆς περιστερᾶς τὸ ἀκέραιον, μίμησαι τοῦ ὄνου τὸ φιλοδέσποτον καὶ τοῦ βοὸς, μίμησαι τῶν ὀρνίθων τὸ ἀμέριμνον· ἔστι
Do you too, therefore, receive from this creature the greatest exhortation to industry, and marvel at your Master, not because He made sun and heaven alone, but because He also made the ant; for even if the creature is tiny, yet it possesses great proof of the magnitude of God's wisdom. Consider, at all events, how intelligent it is, and marvel how God was able in so tiny a body to implant so great an unfailing desire for work. And from this creature learn love of toil, while from the bee learn love of neatness and love of toil and mutual affection. For she toils and wearies herself every day no more for herself than for us—which above all is proper to a Christian, not to seek his own things, but the things of others. Just as she, then, flies round all the meadows so as to prepare a ready table for another, so do you also, O man: even if you gather wealth, spend it upon others; even if you possess words of teaching, do not bury them, but set them forth in the midst for those in need; and even if you possess another advantage, become useful to those who need to enjoy your labours. Do you not see that on this account above all the bee is more honoured than the other animals, not because she toils, but because she toils for others? Since the spider also toils and wearies himself and stretches delicate webs along the walls surpassing all a woman's skill, yet the creature is held in no honour, because its work is nowhere useful to us. Such are those who labour and weary themselves for themselves alone. Imitate the guilelessness of the dove, imitate the devotion to their master of the ass and the ox, imitate the freedom from care of the birds; for it is
Notes, col. 129

On the reading

Printed πονεί, for πονεῖ.