Migne Reading Room

PG 49 · cols. 136–141 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:136Read from the page
Δεσποτικὰ τὰ καταβαλλόμενα. Μὴ τοίνυν παρέργως ὑποδεξώμεθα, ἀλλὰ μετὰ ἀκριβείας κατέχωμεν τὴν παρακαταθήκην, ἵνα μετὰ πολλῆς τῆς ἐργασίας αὐτὴν ἀποδῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην. Ἐὰν γὰρ μὴ καὶ ἑτέρους εἰς τὸ αὐτὸ ἐναγάγῃς κατόρθωμα, ἀκούσῃ τῆς φωνῆς ἐκείνης ἧς ἤκουσεν ὁ τὸ τάλαντον κατορύξας. Ἀλλὰ μὴ γένοιτο ταύτης, ἀλλὰ τῆς ἄλλης ὑμᾶς ἀκοῦσαι φωνῆς ἣν πρὸς τὸν ἐργασάμενον ἀφῆκε λέγων ὁ Χριστός· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω. Ταύτης δὲ ἀκουσόμεθα τῆς φωνῆς, ἂν τὴν αὐτὴν ἐκείνῳ σπουδὴν ἐπιδειξώμεθα· τὴν αὐτὴν δὲ ἐπιδειξόμεθα σπουδὴν, ἐὰν τοῦτο ὃ λέγω ποιήσωμεν. Ἔτι θερμῆς οὔσης τῆς ἀκροάσεως ἐν ὑμῖν, ἐξελθόντες παρακελεύεσθε ἀλλήλοις, καὶ καθάπερ ἕκαστος μετὰ προσηγορίας διαλύεσθε, οὕτω μετὰ παραγγελίας ἕκαστος οἴκαδε ἀναχωρείτω, καὶ τῷ πλησίον λεγέτω· Σκόπει καὶ μέμνησο ὅπως φυλάξῃς τὴν ἐντολὴν, καὶ πάντως περιεσόμεθα. Ὅταν γὰρ φίλοι παραπέμπωσι μετὰ τοιαύτης συμβουλῆς, καὶ οἴκοι γενόμενον ἡ γυνὴ πάλιν τὰ αὐτὰ ἀναμιμνήσκῃ, καὶ μόνους ὄντας ὁ λόγος ὁ ἡμέτερος κατέχῃ, ταχέως ἀποκρουσόμεθα τὴν πονηρὰν συνήθειαν ταύτην. Οἶδα μὲν ὅτι θαυμάζετε τίνος ἕνεκεν τοσαύτην ὑπὲρ τῆς ἐντολῆς ταύτης ποιοῦμαι σπουδήν· κατορθώσατε δὲ τὸ ἐπιταχθὲν, καὶ τότε ἐρῶ. Τέως μὲν γὰρ ἐκεῖνο λέγω, ὅτι νόμος ἐστὶ θεῖος τὸ ἐπίταγμα τοῦτο, καὶ παραβῆναι αὐτὸν οὐκ ἀσφαλές· ἐὰν δὲ ἴδω κατορθωθὲν, καὶ ἑτέραν ὑμῖν αἰτίαν ἐρῶ οὐκ ἐλάττονα ταύτης, ἵνα μάθητε ὅτι δικαίως τοσαύτην ὑπὲρ τοῦ νόμου τούτου ποιοῦμαι σπουδήν· ὥρα δὲ λοιπὸν εἰς εὐχὴν καταλῦσαι τὸν λόγον. Κοινῇ τοίνυν πάντες εἴπωμεν· Ὁ Θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι αὐτὸν καὶ ζῆν, καὶ τοῦτον καὶ τοὺς λοιποὺς νόμους ἅπαντας καταξίωσον ἡμᾶς ἐξανύσαντας, οὕτω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ σου, ἵνα παῤῥησίας παλλῆς ἀπολαύσαντες, τῆς βασιλείας ἐπιτύχωμεν εἰς δόξαν σὴν, ὅτι σοὶ πρέπει δόξα, ἅμα τῷ μονογενεῖ σου Παιδὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
The Master's own are the sums deposited. Let us not, then, receive the trust carelessly, but hold fast the deposit with strictness, so that with abundant labour we may render it back on that day. For unless you lead others also to the same good deed, you will hear that voice which he who buried the talent heard. Yet far be it that you should hear that voice, but rather that other voice which Christ uttered to him who had traded, saying: Well done, good and faithful servant; you were faithful over a few things, I will set you over many things. And we shall hear this voice if we display the same zeal as he did; and we shall display the same zeal if we do this thing which I say. While the hearing is still warm within you, go out and exhort one another; and just as each of you parts with a salutation, so let each depart homeward with a charge, and say to his neighbour: Look to it and remember to keep the commandment, and we shall by all means prevail. For when friends escort a man with such counsel, and when he reaches home his wife again reminds him of the same things, and when you are alone our discourse holds you fast, we shall speedily drive away this wicked habit. I know indeed that you marvel why I make such great effort on behalf of this commandment; accomplish what has been enjoined, and then I shall tell you. For the present I say this much, that this injunction is a divine law, and to transgress it is unsafe; and if I see it accomplished, I shall tell you another reason also, not inferior to this one, so that you may learn that I justly make so great an effort on behalf of this law; but it is now time to bring our discourse to a close in prayer. In common, therefore, let us all say: O God, Who willest not the death of the sinner, but that he should turn and live, vouchsafe that we, having fulfilled both this and all the other laws, may so stand before the tribunal of Thy Christ that, enjoying great boldness, we may attain the kingdom unto Thy glory; for unto Thee is due glory, together with Thine only-begotten Son and the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
ἐκ ναυαγίου διασωθεῖσιν ἡδὺ τῶν κυμάτων μεμνῆσθαι καὶ τῆς ζάλης καὶ τῶν ἀνέμων, ἐπειδὰν εἰς λιμένα καταπλεύσωσι· καὶ τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι ποθεινὸν μετὰ τὴν ἀῤῥωστίαν τοὺς πυρετοὺς, δι' οὓς παρὰ μικρὸν ἦλθον ἀποθανεῖν, διηγεῖσθαι πρὸς ἑτέρους. Ὅταν γὰρ παρέλθῃ τὰ δεινὰ, ἡδονὴν ἔχει τῶν δεινῶν ἡ διήγησις, τῆς ψυχῆς οὐκ ἔτι δεδοικυίας, ἀλλὰ καὶ μείζονα καρπουμένης τὴν εὐφροσύνην. Ἡ γὰρ τῶν παρελθόντων κακῶν μνήμη ἀεὶ τὴν ἐνεστῶσαν εὐημερίαν ἀκριβέστερον ὁρᾶσθαι ποιεῖ.
saved from shipwreck it is sweet to remember the waves and the tempest and the winds, once they have sailed into harbour; and to those who have fallen into sickness it is welcome, after the sickness, to recount to others the fevers whereby they came within a little of dying. For when terrors have passed by, the narration of those terrors holds pleasure, since the soul is no longer in fear, but even reaps greater gladness. For the memory of past ills always causes present prosperity to be seen more distinctly.
Ἐπειδὴ γὰρ τὸ μὲν πλέον τῆς πόλεως ἀπὸ τοῦ φόβου καὶ τῆς ἀπειλῆς ἐκείνης πρὸς τὰς ἐρήμους καὶ τὰς φάραγγας καὶ τοὺς λανθάνοντας μετῴκιστο τόπους, τοῦ φόβου πάντοθεν αὐτοὺς συνελαύνοντος, καὶ κεναὶ μὲν ἦσαν γυναικῶν αἱ οἰκίαι, κενὴ δὲ ἀνδρῶν ἡ ἀγορὰ, μόλις δὲ δύο ἢ τρεῖς βαδίζοντες ἐν τῷ μέσῳ μετ' ἀλλήλων ἐφαίνοντο, καὶ αὐτοὶ οὗτοι καθάπερ ἔμψυχοι νε-
For when the greater part of the city, out of that fear and threat, had migrated to the deserts and the ravines and secret places, as fear drove them together from every side, and the houses were empty of women, and the market-place empty of men, and scarcely two or three were seen walking together in the midst, and even these very men like living corps-
Notes, col. 136

On the reading

Printed παλλῆς, for πολλῆς.

PG 49:137Read from the page
κροὶ περιιόντες· ἀπῄειμεν εἰς τὸ δικαστήριον τὸ τέλος ὀψόμενοι τῶν γινομένων, καὶ ἰδόντες ἐκεῖ τῆς πόλεως τὰ λείψανα συνειλεγμένα, μάλιστα πάντων ἐθαυμάσαμεν ἐκεῖνο, ὅτι πλήθους ὄντος περὶ τὰς θύρας, ὡς οὐδενὸς παρόντος, βαθυτάτη ἦν ἡ σιγὴ, πάντων εἰς ἀλλήλους βλεπόντων, καὶ μήτε ἐρέσθαι τὸν παρεστῶτα, μήτε ἀκοῦσαί τι παρ' ἐκείνου τολμῶντός τινος. Τὸν γὰρ πλησίον ὑπώπτευεν ἕκαστος, διὰ τὸ πολλοὺς ἤδη παρ' ἐλπίδα πᾶσαν ἐκ μέσης ἀναρπασθέντας τῆς ἀγορᾶς, ἔνδον κατέχεσθαι· καὶ πάντες κοινῇ πρὸς τὸν οὐρανὸν ἐβλέπομεν, καὶ τὰς χεῖρας ἀνετείνομεν σιγῇ τὴν ἄνωθεν ἐκδεχόμενοι ῥοπὴν, καὶ Θεὸν παρακαλοῦντες παραστῆναί τε τοῖς δικαζομένοις, καὶ μαλάξαι τὰς τῶν δικαζόντων καρδίας, καὶ ποιῆσαι ἥμερον γενέσθαι τὴν ψῆφον. Καὶ καθάπερ οἱ τοὺς ναυαγοῦντας ἀπὸ τῆς γῆς βλέποντες, προσελθεῖν μὲν καὶ χεῖρα ὀρέξαι καὶ διορθῶσαι τὴν συμφορὰν οὐκ ἔχουσι, τοῖς κύμασι διειργόμενοι, ἔξωθεν δὲ ἀπὸ τῶν αἰγιαλῶν τὰς χεῖρας ἀνατείνοντες, καὶ δακρύοντες, τὸν Θεὸν παρακαλοῦσι παραστῆναι τοῖς κλυδωνιζομένοις· οὕτω καὶ ἐνταῦθα πάντες σιγῇ καὶ κατὰ διάνοιαν ἐκάλουν τὸν Θεὸν, ἀξιοῦντες τοῖς ἐν τῷ δικαστηρίῳ, καθάπερ ἐν κύμασιν ἀνειλημμένοις, χεῖρα ὀρέξαι, καὶ μὴ συγχωρῆσαι καταποντισθῆναι τὸ σκάφος, μηδὲ εἰς ναυάγιον παντελὲς καταλῦσαι τῶν δικαζόντων τὴν κρίσιν. Καὶ ταῦτα μὲν ἦν πρὸ τῶν θυρῶν· ἐπειδὴ δὲ ἐνδοτέρω τῆς αὐλῆς εἰσέβημεν, πάλιν εἴδομεν ἕτερα φοβερώτερα τούτων, στρατιώτας καθωπλισμένους ξίφεσι καὶ ῥοπάλοις, καὶ πολλὴν τοῖς ἔνδον δικάζουσι τὴν ἡσυχίαν παρέχοντας. Ἐπειδὴ γὰρ οἱ προσήκοντες ἅπαντες ἐκείνοις, καὶ γυναῖκες, καὶ μητέρες, καὶ θυγατέρες, καὶ πατέρες εἰστήκεισαν πρὸ τῶν τοῦ δικαστηρίου θυρῶν, ὥστε, εἴ τινα συμβαίη τὴν ἐπὶ θάνατον ἀπενεχθῆναι, μηδένα τῇ θέᾳ τῆς συμφορᾶς ἐμπρησθέντα θόρυβόν τινα ποιῆσαι καὶ ταραχὴν, πόῤῥωθεν ἐφόβουν οἱ στρατιῶται πάντας, προκαταλαμβάνοντες αὐτῶν τῷ δέει τὴν διάνοιαν.
es walking about, we went off to the courthouse to see the outcome of what was taking place; and seeing there the remnants of the city gathered together, we marvelled at this above all else, that although a multitude stood around the doors, there was the most profound silence, as though no one were present, all looking at one another, and no one daring either to question the bystander or to hear anything from him. For each one suspected his neighbour, because many, snatched away beyond all expectation out of the midst of the market-place, were already held fast within; and we all in common looked up to heaven, and stretched forth our hands in silence, awaiting the turn of the scale from above, and beseeching God to stand by those on trial, and to soften the hearts of the judges, and to cause their verdict to prove mild. And just as those who watch shipwrecked men from the land are unable to approach and stretch out a hand and relieve the calamity, being shut off by the waves, yet from without upon the shores stretch forth their hands and weep, beseeching God to stand by those tossed in the surge; so here too all in silence and in mind called upon God, entreating Him to stretch out a hand to those in the courthouse, caught up as it were amid the waves, and not allow the vessel to be sunk, nor suffer the judgement of the judges to end in utter shipwreck. And such was the state of things before the doors; but when we entered further within the court, we saw again other sights more fearful than these: soldiers armed with swords and clubs, securing deep quiet for those judging within. For since all their relatives — wives, and mothers, and daughters, and fathers — had taken their stand before the doors of the courthouse, lest, if anyone happened to be led away to death, someone inflamed at the sight of the calamity should raise some tumult and disturbance, the soldiers kept terrifying them all from afar, preoccupying their minds with dread.
Τὸ δὲ πάντων ἐλεεινότερον, μήτηρ μία καὶ ἀδελφὴ τῶν ἔνδον κρινομένων τινὸς, πρὸς αὐτὰ τῶν δικαζόντων ἐκάθηντο τὰ πρόθυρα, κυλινδούμεναι περὶ τὸ ἔδαφος, καὶ κοινὸν οὖσαι θέατρον τοῖς περιεστῶσιν ἅπασι, συγκαλυπτόμεναι τὰς ὄψεις, καὶ τοσοῦτον αἰσχυνόμεναι μόνον, ὅσον ἐπέτρεπεν ἡ τῆς συμφορᾶς ἀνάγκη· καὶ οὔτε θεραπαινὶς αὐταῖς παρῆν, οὔτε γείτων, οὔτε φίλη, οὐκ ἄλλη τις τῶν ἐπιτηδείων, ἀλλὰ μόναι μετὰ εὐτελῶν ἱματίων ἐν μέσῳ τοσούτων ἀπειλημμέναι στρατιωτῶν, χαμαὶ συρόμεναι περὶ τὰς θύρας αὐτὰς, τῶν ἔνδον δικαζομένων ἐλεεινότερα ἔπασχον, τῆς τῶν δημίων ἀκούουσαι φωνῆς, τοῦ κτύπου τῶν μαστίγων, τοῦ θρήνου τῶν μαστιζομένων, τῆς φοβερᾶς τῶν δικαζόντων ἀπειλῆς, καὶ καθ' ἕκαστον τῶν παιομένων χαλεπωτέρας ἐκείνων ὑπέμενον ὀδύνας αὗται. Ἐπειδὴ γὰρ ἐν ταῖς ἑτέρων μαρτυρίαις ἐκινδυνεύετο ἡ τῶν ἐγκλημάτων ἀπόδειξις, εἴ ποτέ τινος ᾔσθοντο μαστιζομένου, ὥστε εἰπεῖν τοὺς ὑπευθύνους, καὶ ὀλολύζοντος, εἰς τὸν οὐρανὸν βλέπουσαι τὸν Θεὸν παρεκάλουν δοῦναί τινα ἰσχὺν καὶ ὑπομονὴν ἐκείνῳ, ὥστε μὴ τῶν αὐτοῖς προσηκόντων τὴν σωτηρίαν ἐν ταῖς ἑτέρων ἀσθενείαις προδοθῆναι, τὴν δριμεῖαν ἀπὸ τῶν πληγῶν ὀδύνην μὴ δυναμένων ἐνεγκεῖν· καὶ ταυτὸν πάλιν οἷον ἐπὶ τῶν χειμαζομένων συνέβαινε. Καθάπερ
And most pitiable of all, a certain mother and sister of one of those being tried within sat right at the very vestibule of the judges, rolling upon the pavement and becoming a common spectacle to all the bystanders, veiling their faces and feeling only so much shame as the constraint of the calamity allowed; and neither maidservant was present with them, nor neighbour, nor friend, nor any other of their intimates, but alone in mean garments, hemmed in amid so many soldiers, dragging themselves on the ground around the very doors, they suffered things more pitiable than those on trial within, hearing the voice of the executioners, the crack of the scourges, the wailing of those being scourged, the fearful threats of the judges; and at each blow dealt to those beaten, these women endured sharper pangs than they. For since the proof of the charges hung at risk upon the testimonies of others, whenever they perceived anyone being scourged so as to name the culprits, and crying aloud, looking up to heaven they besought God to grant that man some strength and endurance, lest the safety of their own kinsmen be betrayed through the weakness of others unable to bear the sharp pain from the stripes; and the very same thing happened again as befalls men tossed in a storm. For just as
PG 49:138Read from the page
γὰρ ἐκεῖνοι, εἴ ποτε κύματος ἴδοιεν ἐμβολὴν πόῤῥωθεν κορυφουμένην καὶ κατὰ μικρὸν αὐξομένην καὶ μέλλουσαν βαπτίζειν τὸ σκάφος, καὶ πρὶν ἢ πλησίον γενέσθαι τῷ πλοίου προαποτεθνήκασι τῷ δέει· οὕτω δὴ κἀκεῖναι, εἴ ποτε φωνῶν καὶ ὀλολυγμῶν ᾔσθοντο φερομένων, δεδοικυῖαι μὴ πρὸς τὰς βασάνους ἀπαγορεύσαντες οἱ καταμαρτυρεῖν ἀναγκαζόμενοι, κατείπωσί τινος τῶν αὐταῖς ἐπιτηδείων, μυρίους πρὸ τῶν ὀφθαλμῶν ἑώρων θανάτους. Καὶ ἦν ἰδεῖν ἔνδον βασάνους, ἔξω βασάνους· ἐκείνους μὲν γὰρ οἱ δήμιοι, ταύτας δὲ ἐβασάνιζεν ἡ τῆς φύσεως τυραννὶς καὶ ἡ τῶν σπλάγχνων συμπάθεια· καὶ ἦν ἔνδον θρῆνος, ἔξω θρῆνος· ἔνδον τῶν ὑπευθύνων, ἔξω τῶν αὐτοῖς προσηκόντων. Μᾶλλον δὲ οὐχ οὗτοι μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δικάζοντες ἐθρήνουν κατὰ διάνοιαν, καὶ χαλεπώτερα πάντων ἔπασχον, οὕτω πικρᾷ τραγῳδίᾳ ἀναγκαζόμενοι τότε ὑπηρετεῖν.
those men, if ever they see the onrush of a billow cresting from afar and gradually swelling and about to sink the vessel, even before it comes near the ship are already half dead with dread; so too those women, whenever they heard cries and wailings borne forth, fearing lest those compelled to bear witness against others might give way under the tortures and denounce someone close to them, saw ten thousand deaths before their eyes. And one might see tortures within, tortures without: for the executioners tortured those men, while the tyranny of nature and the sympathy of inward affection tortured these women; and there was lamentation within, lamentation without: within, of the accused; without, of their kinsfolk. Nay rather, not these alone, but even the judges themselves lamented in mind, and suffered things more grievous than all, being compelled at that time to minister to so bitter a tragedy.
βʹ. Ἐγὼ δὲ παρακαθήμενος καὶ ταῦτα βλέπων, ὅτι γυναῖκες καὶ παρθένοι θαλαμευόμεναι νῦν κοινὸν ἐγένοντο θέατρον ἅπασι, καὶ αἱ ἐπὶ στρωμνῆς ἁπαλῆς κατακλινόμεναι, τὸ ἔδαφος ἀντὶ στρωμνῆς ἔχουσι, καὶ αἱ τοσαύτης ἀπολαύουσαι θεραπείας θεραπαινίδων, εὐνούχων, τῆς ἄλλης ἁπάσης φαντασίας, νῦν ἁπάντων ἐκείνων ἔρημοι πρὸς τοὺς ἁπάντων σύρονται πόδας, ἕκαστον παρακαλοῦσαι συνεισενεγκεῖν τι τῶν εἰς αὐτὸν ἡκόντων τοῖς κρινομένοις, καὶ κοινὸν παρὰ πάντων ἐλέου τινὰ ἔρανον γενέσθαι, ἐφθεγξάμην ἐκεῖνο τὸ τοῦ Σολομῶντος, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Εἶδον γὰρ τοῦτό τε αὐτὸ, καὶ ἕτερον λόγιον δι' αὐτῶν τῶν ἔργων ἐκβαῖνον, τὸ λέγον, ὅτι, Πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Καὶ γὰρ πλοῦτος τότε, καὶ εὐγένεια, καὶ περιφάνεια, καὶ φίλων προστασία, καὶ συγγένεια, καὶ πάντα ἠλέγχετο τὰ βιωτικὰ, τῆς ἁμαρτίας καὶ τῆς παρανομίας τῆς γεγενημένης τὴν συμμαχίαν ἅπασαν τρεψαμένης ταύτην. Καὶ καθάπερ μήτηρ στρουθῶν, τῶν νεοττῶν ἀφαιρεθέντων, ἐλθοῦσα καὶ τὴν καλιὰν εὑροῦσα κενὴν, ἐξελέσθαι μὲν οὐ δύναται τοὺς ἁλόντας αὐτῆς νεοττοὺς, περιιπταμένη δὲ τοῦ θηρατοῦ τὰς χεῖρας, αὐτῷ τούτῳ τὴν ὀδύνην ἐνδείκνυται· οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον. Ταῦτα δὴ τότε ὁρῶν, εἰς νοῦν ἐβαλόμην τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, καὶ πρὸς ἐμαυτὸν εἶπον· Εἰ νῦν ἀνθρώπων δικαζόντων, οὐ μήτηρ, οὐκ ἀδελφὴ, οὐ πατὴρ, οὐκ ἄλλος οὐδεὶς, καίτοι γε ἀνεύθυνοι τῶν τολμηθέντων ὄντες, οὐκ ἰσχύουσιν ἐξελέσθαι τοὺς κρινομένους, τίς ἐν τῷ φοβερῷ τοῦ Χριστοῦ δικαστηρίῳ παραστήσεται κρινομένοις ἡμῖν; τίς τολμήσει ῥῆξαι φωνήν; τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις; Καίτοι πρῶτοι τῆς πόλεως ἦσαν οἱ τότε δικαζόμενοι, καὶ αὐτὴ τῆς εὐγενείας τὸ κεφάλαιον. Ἀλλ' ὅμως ἠγάπων, εἴ τις δῴη πάντα ἀποβαλοῦσιν, ει δέοι, καὶ τὴν ἐλευθερίαν αὐτὴν τῆς παρούσης ἀπολαύειν ζωῆς. Τῆς ἡμέρας δὲ λοιπὸν πρὸς τὸ τέλος ἐπειγομένης, καὶ βαθυτάτης γενομένης ἑσπέρας, καὶ τοῦ τέλους τῆς ψήφου προσδοκωμένου ἐν μείζονι πάντες ἦσαν ἀγωνίᾳ, καὶ τὸν Θεὸν ἠξίουν μέλλησίν τινα καὶ ἀναβολὴν γενέσθαι, καὶ τῇ ψυχῇ τῶν δικαζόντων ἐμβαλεῖν εἰς τὴν τοῦ βασιλέως γνώμην ἀνενεγκεῖν τῶν
2. And as I sat by and beheld these things — how women and maidens kept in bridal chambers had now become a common spectacle to all, and those wont to recline upon a soft couch had the pavement instead of a couch, and those who had enjoyed such great attendance of maidservants, eunuchs, and all other splendour, now bereft of all those things, dragged themselves to the feet of all, beseeching each man to contribute whatever lay in his power for those on trial, and that some common collection of mercy might be raised from all — I uttered that saying of Solomon: Vanity of vanities, all is vanity. For I saw both this very word and another oracle fulfilled through the deeds themselves, namely that which says: All the glory of man is as the flower of grass; the grass withered, and the flower fell away. For wealth at that hour, and high birth, and renown, and patronage of friends, and kinship, and all worldly things were proved vain, as the sin and lawlessness that had taken place routed all that alliance. And just as a mother of sparrows, when her nestlings have been carried off, comes and finds the nest empty, and is unable to rescue her captured young, yet by fluttering round the fowler's hands displays her anguish by this very act; so too did those women act at that time: when their children had been snatched from them out of the house and shut up within, as if in some net and snare, they had no strength to approach and rescue the captives, yet by rolling on the ground around the very doors, and lamenting, and wailing, and endeavouring to get near the captors, they displayed their anguish. Seeing these things at that time, I put into mind that fearful tribunal, and said to myself: If now, when men are judging, neither mother, nor sister, nor father, nor anyone else, although guiltless of the deeds dared, has strength to rescue those on trial, who in the fearful tribunal of Christ will stand by us when we are judged? Who will dare to utter a voice? Who will be able to rescue those led away to those unbearable punishments? And yet those on trial at that time were the foremost men of the city, and the very summit of nobility. Nevertheless they would have been content if anyone had granted them, upon losing all their goods, and if need were even liberty itself, to enjoy this present life. And as the day now hastened towards its close, and deepest evening fell, and the issue of the verdict was expected, all were in greater agony, and they entreated God to grant some delay and postponement, and to put it into the soul of the judges to refer to the emperor's decision the cognizance of the
Notes, col. 138

On the reading

Printed τῷ, for τοῦ.

Printed ει, for εἰ.

PG 49:139Read from the page
ἐξητασμένων τὴν γνῶσιν· ἔσεσθαι γάρ τι ἴσως χρηστὸν ἀπὸ τῆς ὑπερθέσεως ταύτης. Καὶ κοιναὶ παρὰ τοῦ δήμου λιταὶ πρὸς τὸν φιλάνθρωπον Θεὸν ἀνεπέμποντο, τὰ λείψανα σῶσαι τῆς πόλεως, καὶ μὴ περιιδεῖν τέλεον ἐκ βάθρων ἀνασπωμένην αὐτήν. Καὶ οὐκ ἦν ἰδεῖν οὐδένα ἀδακρυτὶ ταῦτα βοῶντα· ἀλλ' ὅμως οὐδὲν τούτων τοὺς δικάζοντας ἔνδον ἀκούοντας ἐπέκαμπτε τότε, ἀλλ' ἓν μόνον ἐσκόπουν, ὅπως ἀκριβὴς γένηται ἡ τῶν τολμηθέντων ἐξέτασις· καὶ τέλος ἁλύσεις αὐτοῖς περιθέντες, καὶ σιδήρῳ δήσαντες, ἐπὶ τὸ δεσμωτήριον ἔπεμπον διὰ μέσης τῆς ἀγορᾶς, ἀνθρώπους ἱπποτρόφους, ἀγωνοθέτας, ἑτέρας μυρίας λαμπροτέρας ἔχοντας ἀριθμεῖν λειτουργίας, καὶ τὰς οὐσίας ἐδήμευον, καὶ σήμαντρα ἐν ταῖς θύραις ἁπάντων ἦν ἰδεῖν. Καὶ αἱ γυναῖκες αἱ τούτων τῆς πατρῴας ἐκβαλλόμεναι οἰκίας, ἑκάστη ἐκεῖνο τὸ τῆς γυναικὸς τοῦ Ἰὼβ διὰ τῶν ἔργων ἐπλήρουν· οἰκίαν γὰρ ἐξ οἰκίας καὶ τόπον ἐκ τόπου περιήρχοντο καταγωγίου δεόμεναι. Καὶ γὰρ οὐδὲ τοῦτο αὐτὸ αὐταῖς εὔκολον ἦν, ἑκάστου δεδοικότος καὶ τρέμοντος τῶν προσηκόντων τινὰ τῶν ὑπευθύνων ὑποδέξασθαι καὶ θεραπεῦσαι.
matters investigated; for perhaps some good might come from this postponement. And common supplications were sent up by the people to God Who loves mankind, to save the remnants of the city, and not overlook its being utterly torn up from its foundations. Nor was there anyone to be seen crying out these things without tears; yet none of these cries bent those judging within as they heard them at that hour, but they looked to one thing alone: that the investigation of the deeds dared might be exact; and at last, having placed chains around them and bound them in iron, they sent off to prison right through the midst of the market-place men who kept racehorses, presidents of the games, men able to recount ten thousand other more splendid public services; and they confiscated their estates, and seals were to be seen upon the doors of them all. And their wives, cast out of their ancestral homes, each fulfilled through her deeds that saying of Job's wife; for they went round from house to house and from place to place in need of a lodging. For not even this very thing was easy for them, since every man feared and trembled to receive and tend any relative of the accused.
γʹ. Ἀλλ' ὅμως τοσούτων γενομένων, ἔστεργον πᾶσι τούτοις οἱ παθόντες, ἐπειδὴ τῆς παρούσης οὐκ ἐξέπεσαν ζωῆς· καὶ οὔτε ζημία χρημάτων, οὔτε ἀτιμία, οὔτε ἡ τοσαύτη πομπὴ, οὔτε ἄλλο τι τῶν τοιούτων οὐδὲν αὐτοὺς ἔδακνε. Τὸ γὰρ τῆς συμφορᾶς μέγεθος, καὶ τὸ, μείζονα προσδοκήσαντας τούτων, ταῦτα ὑπομεῖναι, φιλοσοφεῖν παρεσκεύαζε τὴν ψυχήν. Καὶ τότε ἐμάνθανον πῶς εὔκολον ἡμῖν ἡ ἀρετὴ, ῥᾴδιόν τε καὶ εὐκατόρθωτον, καὶ ὅτι παρὰ τὴν ἡμετέραν ὀλιγωρίαν μόνον ἐπίπονος εἶναι δοκεῖ. Οὗτοι γὰρ οἱ πρὸ τούτου χρημάτων ὀλίγων ζημίαν οὐκ ἐνεγκόντες πράως, ἐπειδὴ φόβῳ κατεσχέθησαν μείζονι, πάντα τὰ ὄντα ἀποβαλόντες, ὡς θησαυρὸν εὑρηκότες διέκειντο, ὅτι τὴν ψυχὴν οὐκ ἀπέβαλον. Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης εἶχεν ἡμᾶς αἴσθησις, καὶ τὰς ἀφορήτους ἐκείνας ἐνενοοῦμεν κολάσεις, ει καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων, οὐκ ἂν ἠλγήσαμεν, εἰδότες ὅτι μείζονα κερδανοῦμεν τὴν τῶν μελλόντων δεινῶν ἀπαλλαγήν. Τάχα ἱκανῶς ὑμῶν κατεμάλαξε τὴν καρδίαν ἡ τραγῳδία τῶν εἰρημένων, ἀλλὰ μὴ δυσχεράνητε. Καὶ γὰρ ἐπειδὴ μέλλω λεπτοτέρων κατατολμᾷν νοημάτων, καὶ ἁπαλωτέρας δέομαι διανοίας, ἐπίτηδες τοῦτο ἐποίησα, ὥστε τῷ φόβῳ τοῦ διηγήματος τὴν διάνοιαν ὑμῶν πᾶσαν ἀποτιναξαμένην ῥᾳθυμίαν, καὶ τῶν βιωτικῶν ἀπαναστᾶσαν ἁπάντων, μετὰ πολλῆς τῆς εὐκολίας πρὸς τὸ βάθος τῆς ψυχῆς παραπέμψαι τῶν λεγομένων τὴν δύναμιν.
3. Nevertheless, after so great afflictions had taken place, the sufferers acquiesced in all these things, because they had not lost their present life; and neither loss of money, nor dishonour, nor so public a parade, nor anything else of that sort stung them. For the magnitude of the calamity, and the fact that after expecting worse things than these they endured only these, prepared their soul to practise true wisdom. And then they learned how easy virtue is for us, how light and readily accomplished, and that through our own heedlessness alone does it seem to be toilsome. For these men, who before this had not borne meekly the loss of a little money, once they were gripped by a greater fear and lost all their possessions, were disposed as though they had found a treasure, because they had not lost their life. Wherefore, if a sense of the Gehenna to come also held us fast, and we bore in mind those unbearable punishments, even if we gave up our substance and life and body on behalf of the laws of God, we would feel no grief, knowing that we shall gain a greater prize — deliverance from the terrors to come. Perhaps the tragedy of what has been recounted has sufficiently softened your heart; yet do not be vexed. For since I am about to venture upon subtler thoughts and have need of a tenderer mind, I did this on purpose, so that through the fear of the narrative your mind, having shaken off all slothfulness and risen above all worldly cares, may with great ease transmit the force of what is spoken into the depth of the soul.
γʹ. Ἱκανῶς μὲν οὖν καὶ πρώην ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι φυσικὸς ἡμῖν ἔγκειται νόμος τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ἵνα δὲ ἐκ περιουσίας ἡμῖν ἡ ἀπόδειξις γένηται, τῇ αὐτῇ καὶ σήμερον ἐπαγωνιούμεθα πάλιν ὑποθέσει τῶν λόγων. Ὅτι γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον πλάττων ὁ Θεὸς ἀμφοτέρων αὐτὸν ἐπιστημονικὸν ἐποίησε, δηλοῦσι πάντες ἄνθρωποι· τοὺς γοῦν ὑπευθύνους ἡμῖν αἰσχυνόμεθα ἁμαρτάνοντες ἅπαντες, καὶ πολλάκις δεσπότης πρὸς πόρνην γυναῖκα βαδίζων, εἶτα τῶν ἐπιεικεστέρων τινὰ οἰκετῶν ἰδὼν, ἐρυθριάσας ἀνεχώρησε τῆς ἀτόπου ταύτης ὁδοῦ. Πάλιν λοιδορούμενοι παρ' ἑτέρων τὰ τῆς πονηρίας ὀνόματα, ὕβριν τὸ πρᾶγμα εἶναί φαμεν· κἂν κακῶς πάσχωμεν, εἰς δικαστήριον ἕλκομεν τοὺς
3. Sufficiently indeed did our discourse the other day also prove to us that a natural law of good things and of their opposites lies within us; yet so that our proof may become superabundant, today too we shall contend again upon the very same theme of discourse. For that God, in forming man from the beginning, made him possessed of knowledge of both, all men make plain: when we sin, we are all ashamed even before those subject to us, and often a master walking towards a harlot woman, on catching sight of one of his more decent household servants, has blushed and withdrawn from that shameful path. Again, when reviled by others with names of wickedness, we declare the matter to be an outrage; and even if we are wronged, we drag into court those
Notes, col. 139

On the reading

Printed ει, for εἰ.

Printed γʹ., for δʹ..

PG 49:140Read from the page
ποιήσαντας. Οὕτως ἴσμεν τί μεν κακία, τί δὲ ἀρετή.
who did it. Thus we know what vice is, and what virtue is.
Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Χριστὸς ἐμφαίνων καὶ δεικνὺς, ὅτι οὐδὲν ξένον οὐδὲ ὑπερβαῖνον ἡμῶν τὴν φύσιν νομοθετεῖ, ἀλλ' ὃ πάλαι προλαβὼν ἐγκατέθηκεν ἡμῶν τῷ συνειδότι, μετὰ τοὺς πολλοὺς ἐκείνους μακαρισμοὺς οὕτως ἔλεγεν· Ἃ θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, ταῦτα καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. Οὐ χρεία πολλῶν λόγων, φησὶν, οὐδὲ μακροτέρων νόμων, οὐδὲ διδασκαλίας ποικίλης· τὸ θέλημά σου γενέσθω νόμος. Θέλεις εὐεργετεῖσθαι; εὐεργέτησον ἕτερον. Θέλεις ἐλεεῖσθαι; ἐλέησον τὸν πλησίον. Θέλεις ἐπαινεῖσθαι; ἐπαίνεσον ἕτερον. Θέλεις ἀγαπᾶσθαι; φίλησον. Θέλεις τῶν πρωτείων ἀπολαύειν, παραχώρησον ἑτέρῳ πρότερον τούτων. Σὺ γενοῦ δικαστὴς, σὺ γενοῦ νομοθέτης τῆς σαυτοῦ ζωῆς. Καὶ πάλιν· Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Διὰ μὲν τούτου τῆς κακίας εἰσάγει τὴν ἀπαλλαγὴν, διὰ δὲ τοῦ προτέρου τῆς ἀρετῆς τὴν ἐργασίαν. Ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. Μισεῖς ὑβρίζεσθαι; μὴ ὑβρίσῃς ἕτερον. Μισεῖς βασκαίνεσθαι; μηδὲ σὺ φθονήσῃς ἑτέρῳ. Μισεῖς ἀπατᾶσθαι; μηδὲ σὺ ἀπατήσῃς ἄλλον. Καὶ ἐπὶ πάντων δὲ ἁπλῶς, ἂν τὰ δύο ῥήματα ταῦτα κατέχωμεν, οὐ δεησόμεθα διδασκαλίας ἑτέρας. Τῆς γὰρ ἀρετῆς τὴν μὲν γνῶσιν ἐνέθηκεν ἡμῶν τῇ φύσει, τὴν δὲ πρᾶξιν καὶ τὴν διόρθωσιν ἐπέτρεψεν ἡμῶν τῇ προαιρέσει. Τάχα ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν πειράσομαι σαφέστερον αὐτὸ ποιῆσαι πάλιν. Ὥστε εἰδέναι ὅτι καλὸν τὸ σωφρονεῖν, οὐ δεόμεθα λόγων, οὐδὲ διδασκαλίας· ἔχομεν γὰρ ἐν τῇ φύσει τὴν γνῶσιν αὐτοὶ, καὶ οὐ χρεία πόνων οὐδὲ καμάτων, ὥστε περιελθεῖν καὶ ζητῆσαι εἰ καλὸν ἡ σωφροσύνη καὶ χρήσιμον, ἀλλὰ κοινῇ γνώμῃ πάντες ὁμολογοῦμεν τοῦτο, καὶ οὐδεὶς ἀμφιβάλλει περὶ τῆς ἀρετῆς. Οὕτω καὶ τὴν μοιχείαν κακὸν εἶναι νομίζομεν, καὶ οὐδὲ ἐνταῦθα πόνων ἡμῖν δεῖ καὶ μαθήσεως, ὥστε γνῶναι τὴν τῆς ἁμαρτίας ταύτης κακίαν· ἀλλὰ πάντες ἐν ταῖς τοιαύταις ψήφοις ἐσμὲν αὐτοδίδακτοι, καὶ τὴν ἀρετὴν, κἂν μὴ μετίωμεν αὐτὴν, ἐπαινοῦμεν, ὥσπερ οὖν τὴν κακίαν, κἂν ἐργαζώμεθα, μισοῦμεν. Καὶ τοῦτο Θεοῦ κατόρθωμα γέγονε μέγιστον, ὥστε τὸ συνειδὸς ἡμῶν καὶ τὴν προαίρεσιν τέως καὶ πρὸ τῆς πράξεως οἰκειῶσαι μὲν τῇ ἀρετῇ, ἐκπολεμῶσαι δὲ τῇ πονηρίᾳ. Ὥσπερ οὖν ἔφην, ἡ μὲν γνῶσις ἑκατέρων τούτων ἔγκειται τῷ συνειδότι πάντων ἀνθρώπων, καὶ οὐ δεόμεθα διδασπάλου τινὸς πρὸς τὸ ταῦτα μαθεῖν· ἡ δὲ διόρθωσις λοιπὸν προαιρέσει καὶ σπουδῇ καὶ πόνοις ἐγκεχείρισται. Τί δήποτε; Ὅτι εἰ τὸ πᾶν τῆς φύσεως ἐποίησεν, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπήλθομεν ἄν· καὶ ὥσπερ τὰ ἄλογα τῶν πλεονεκτημάτων ὧν ἔχει κατὰ φύσιν, οὐκ ἂν λάβοι μισθὸν οὐδὲ ἔπαινον· οὕτως οὐδὲ ἡμεῖς ἀπελαύσαμεν ἄν τινος τούτων. Τὰ γὰρ τῆς φύσεως πλεονεκτήματα οὐ τῶν ἐχόντων, ἀλλὰ τοῦ δεδωκότος ἐστὶν ἔπαινος καὶ ἐγκώμιον. Τῇ μὲν οὖν φύσει τὸ πᾶν οὐκ ἐπέτρεψε διὰ τοῦτο· πάλιν τὴν προαίρεσιν ὁλόκληρον ἀναδέξασθαι τὸ φορτίον οὐκ εἴασε, καὶ τὸ τῆς γνώσεως, καὶ τὸ τῆς διορθώσεως, ἵνα μὴ πρὸς τὸν πόνον ἀπαγορεύσῃ τῆς ἀρετῆς· ἀλλ' ὑπαγορεύει μὲν αὐτῇ τὸ συνειδὸς τὰ πρακτέα, πρὸς δὲ τὴν ἐργασίαν αὐτὴ τοὺς παρ' ἑαυτῆς εἰσφέρει πόνους. Καὶ ὅτι μὲν καλὸν τὸ σωφρονεῖν μηδὲν καμόντες ἐπιστάμεθα· τῆς φύσεως γὰρ ἡ γνῶσις· σωφροσύνην δὲ οὐκ ἂν δυνηθείημεν κατορθῶσαι μὴ καμόντες μηδὲ τὴν ἐπιθυμίαν χαλινώσαντες καὶ πολὺν ὑποστάντες πόνον. Τοῦτο γὰρ οὐκ ἔτι ἐκ φύσεως ἡμῖν πρόςεστι, καθάπερ
Showing forth and pointing out this very thing, therefore, Christ too — that He enacts nothing strange or transcending our nature, but what He long beforehand implanted in our conscience — after all those many beatitudes spoke thus: What things you would that men should do unto you, do you also so unto them. There is no need of many words, He says, nor of lengthier laws, nor of varied instruction: let your own will become your law. Do you wish to receive kindness? Show kindness to another. Do you wish to receive mercy? Have mercy on your neighbour. Do you wish to be praised? Praise another. Do you wish to be loved? Show love. If you wish to enjoy the first place, yield this first to another. Become your own judge, become the lawgiver of your own life. And again: What you hate, do not do to another. Through the latter saying He introduces deliverance from vice, and through the former the practice of virtue. What you hate, do not do to another. Do you hate to be insulted? Do not insult another. Do you hate to be envied? Neither do you envy another. Do you hate to be deceived? Neither do you deceive another. And in all matters simply, if we hold fast these two sayings, we shall need no other instruction. For the knowledge of virtue He implanted in our nature, while its practice and accomplishment He entrusted to our free choice. Perhaps what is said is obscure; I shall therefore endeavour to make it clearer once again. In order to know that temperance is noble, we need neither words nor instruction; for we ourselves possess that knowledge in our nature, and there is no need of labours or toils so as to go round and inquire whether temperance is noble and profitable, but by common consent we all confess this, and no one doubts concerning virtue. So too we consider adultery to be evil, and neither here do we need labours and learning in order to recognize the wickedness of this sin; rather, in such verdicts we are all self-taught, and we praise virtue even when we do not pursue it, just as we hate vice even when we practise it. And this has proved God's greatest achievement: meanwhile, even before action, to make our conscience and our free choice friendly to virtue, and hostile to wickedness. Just as I said, therefore, the knowledge of both of these lies within the conscience of all men, and we have no need of any teacher in order to learn these things; whereas right action has for the rest been entrusted to free choice and earnestness and labours. Why ever so? Because if He had made the whole matter belong to nature, we would have departed uncrowned and without prizes; and just as irrational creatures would receive neither reward nor praise for the advantages which they possess by nature, so neither would we have enjoyed any of these things. For the advantages of nature are the praise and encomium not of those who possess them, but of Him Who gave them. On this account, then, He did not entrust the whole to nature; on the other hand, He did not suffer free choice to take upon itself the entire burden — both that of knowledge and that of right action — lest it should recoil before the toil of virtue; rather, conscience dictates to it what ought to be done, while free choice contributes from itself the labours towards the performance. And that temperance is noble we know without toiling at all — for the knowledge belongs to nature; yet temperance itself we could never accomplish without toiling and bridling desire and enduring great labour. For this no longer belongs to us by nature, just as
Notes, col. 140

On the reading

Printed μεν, for μὲν.

Printed διδασπάλου, for διδασκάλου.

PG 49:141Read from the page
ἡ γνῶσις, ἀλλὰ δεῖται προθυμίας καὶ σπουδῆς. Οὐ ταύτῃ δὲ μόνον ἐπεκούφισεν ἡμῖν τὸ βάρος, ἀλλὰ καὶ ἑτέρῳ τρόπῳ πάλιν, καὶ αὐτῶν τῶν κατορθωμάτων ἔνια φυσικὰ ἀφεὶς εἶναι ἐν ἡμῖν. Καὶ γὰρ τὸ συναγανακτεῖν τοῖς ὑβριζομένοις φυσικὸν ἅπαντες ἔχομεν (εὐθέως οὖν τοῖς ἐπηρεάζουσιν ἐχθροὶ γινόμεθα, κἂν μηδὲν ὦμεν αὐτοὶ πεπονθότες), καὶ τὸ συνήδεσθαι τοῖς ἀντιλήψεως καὶ βοηθείας ἀπηλαύουσι, καὶ τὸ κατακλᾶσθαι ἐπὶ ταῖς ἑτέρων συμφοραῖς καὶ τῇ φιλοστοργίᾳ τῇ πρὸς ἀλλήλους. Κἂν γὰρ πραγμάτων περιστάσεις δοκῶσι μικροψυχίαν τινὰ εἰσάγειν, ἀλλ' ὅμως ἔχομεν κοινὸν πρὸς ἀλλήλους φίλτρον. Καὶ τοῦτό τις σοφὸς αἰνιττόμενος ἔλεγε· Πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ.
knowledge, but it requires readiness and earnestness. Nor in this way alone did He lighten the burden for us, but also in another manner again, by leaving certain of the virtuous deeds themselves to be natural in us. For we all possess by nature the instinct to share indignation with those who are wronged (wherefore straightway we become enemies to those who act abusively, even though we ourselves have suffered nothing), and to rejoice together with those who enjoy succour and aid, and to be broken in heart over the calamities of others and in mutual tender affection towards one another. For even if circumstances of affairs seem to bring in some pettiness of spirit, nevertheless we possess a common bond of love towards one another. And a certain wise man, hinting at this, said: Every living creature loves its like, and a man his neighbour.
δʹ. Πολλοὺς δὲ καὶ ἑτέρους μετὰ τοῦ συνειδότος ἐπέστησεν ἡμῖν διδασκάλους ὁ Θεός· καὶ γὰρ πατέρας τοῖς υἱοῖς, καὶ δεσπότας τοῖς δούλοις, καὶ ἄνδρας ταῖς γυναιξὶ, καὶ διδασκάλους τοῖς μαθηταῖς, καὶ νομοθέτας καὶ δικαστὰς τοῖς ἀρχομένοις, καὶ φίλους τοῖς φίλοις. Πολλάκις δὲ καὶ παρ' ἐχθρῶν ἐκερδάναμεν οὐκ ἔλαττον ἢ παρὰ φίλων· ὅταν γὰρ ἡμῖν ὀνειδίζωσι τὰ ἁμαρτήματα, καὶ ἄκοντας εἰς διόρθωσιν αὐτῶν διεγείρουσι. Τοσούτους δὲ ἡμῖν διδασκάλους ἐπέστησεν, ἵνα εὔκολος ἡμῖν ἡ τοῦ λυσιτελοῦντος εὕρεσίς τε καὶ διόρθωσις γένηται, τοῦ πλήθους τῶν πρὸς αὐτὸ συνελαυνόντων ἡμᾶς οὐκ ἀφιέντος ἐκπεσεῖν τῶν συμφερόντων ἡμῖν. Κἂν γὰρ τῶν γεγεννηκότων καταφρονήσωμεν, τοὺς ἄρχοντας δεδοικότες ἐπιεικέστεροι πάντως ἐσόμεθα· κἂν ἐκείνους διαπτύσωμεν ἁμαρτάνοντες, τὴν τοῦ συνειδότος οὐδέποτε δυνησόμεθα διαφυγεῖν ἐπιτίμησιν· κἂν ταύτην ἀτιμάσωμεν καὶ διακρουσώμεθα, τὴν παρὰ τῶν πολλῶν ὑπόληψιν δεδοικότες ἀμείνους ἐσόμεθα· κἂν πρὸς ταύτην ἀναισχυντήσωμεν, ὁ τῶν νόμων ἐγκείμενος φόβος καὶ ἄκοντας ἡμᾶς σωφρονίσαι δυνήσεται, καὶ νέους μὲν ὄντας διδάσκαλοι καὶ πατέρες, αὐξηθέντας δὲ οἱ νομοθέται καὶ ἄρχοντες παραλαβόντες ῥυθμίζουσιν· οἵ τε οἰκέται, ἅτε ῥᾳθυμότερον διακείμενοι μετὰ τῶν εἰρημένων καὶ τὴν παρὰ τῶν δεσποτῶν ἀνάγκην εἰς σωφροσύνην ἔχουσι, καὶ αἱ γυναῖκες τοὺς ἄνδρας· καὶ πολλὰ πανταχόθεν ἡμῶν τῷ γένει τὰ τειχία πρὸς τὸ μὴ ῥᾳδίως εἰς κακίαν ἐξολισθῆσαι καὶ καταπεσεῖν. Πρὸς δὲ τούτοις ἅπασι, καὶ νόσοι καὶ περιστάσεις πραγμάτων ἡμᾶς παιδεύουσι· καὶ γὰρ καὶ πενία κατέχει, καὶ ζημία σωφρονίζει, καὶ κίνδυνος καταστέλλει, καὶ πολλὰ ἕτερα τοιαῦτα. Οὐ φοβεῖ σε πατήρ; οὐδὲ διδάσκαλος; οὐκ ἄρχων; οὐ νομοθέτης; οὐ δικαστής; οὐκ ἐντρέπει σε φίλος; οὐ δάκνει σε ἐχθρός; οὐ σωφρονίζει δεσπότης; οὐ διδάσκει ἀνήρ; οὐ διορθοῦταί σε τὸ συνειδός; Ἀλλ' ἀῤῥωστία πολλάκις ἐπελθοῦσα σωματικὴ τὸ πᾶν κατώρθωσε, καὶ ζημία δὲ τὸν θρασύτερον ἐποίησεν ἐπιεικέστερον· καὶ τὸ δὴ μεῖζον, ὅτι οὐχ ἡμῖν μόνον, ἀλλὰ καὶ ἑτέροις συμπίπτοντα τὰ δεινὰ μεγάλα ἡμᾶς ὠφελεῖν εἴωθε· καὶ αὐτοὶ μὲν μηδέν τι παθόντες, ἑτέρους δὲ κολαζομένους ἰδόντες οὐκ ἔλαττον ἐκείνων ἐσωφρονίσθημεν.
4. And God has also set over us many other teachers besides conscience: for indeed He has set fathers over sons, and masters over slaves, and husbands over wives, and teachers over disciples, and lawgivers and judges over subjects, and friends over friends. And oftentimes we have gained no less even from enemies than from friends; for when they reproach us with our sins, they rouse us even against our will to the amendment of them. And He set so many teachers over us in order that both the discovery of what is profitable and our reformation might become easy for us, since the multitude of those driving us towards it does not suffer us to fall away from the things expedient for us. For even if we despise those who begot us, through fearing the rulers we shall by all means become more moderate; and even if in sinning we spurn those men, we shall never be able to escape the rebuke of conscience; and even if we dishonour this and thrust it aside, through fearing the opinion of the many we shall become better; and even if we are shameless towards this, the inherent fear of the laws will be able to chasten us even unwillingly; and while we are young, teachers and fathers take us in hand and regulate us, and when we have grown up, the lawgivers and rulers; and domestics, inasmuch as they are more carelessly disposed, possess along with the things mentioned the compulsion from their masters unto sobriety, and wives have their husbands; and many on every side are the bulwarks for our race against slipping easily into vice and falling down. And besides all these things, both diseases and reverses of affairs instruct us; for poverty restrains, and penalty chastens, and danger checks, and many other such things. Does a father not frighten you? Nor a teacher? Not a ruler? Not a lawgiver? Not a judge? Does a friend not put you to shame? Does an enemy not sting you? Does a master not chasten you? Does a husband not teach you? Does conscience not correct you? Yet bodily sickness coming upon a man has oftentimes set everything right, and penalty has made the overbold man more moderate; and what is still greater, calamities befalling not us alone, but also others, are wont to benefit us greatly; and while suffering nothing at all ourselves, yet on seeing others punished we have been chastened no less than they.
Τοῦτο καὶ ἐπὶ τῶν κατορθωμάτων συμβαῖνον ἴδοι τις ἄν· ὥσπερ γὰρ κολαζομένων τῶν κακῶν ἕτεροι βελτίους γίνονται· οὕτω τῶν ἀγαθῶν τι κατορθούντων, πολλοὶ εἰς τὸν ἴσον ἐνάγονται ζῆλον· ὃ δὴ καὶ ἐπὶ τῆς τῶν ὅρκων συνέβη φυγῆς. Πολλοὶ γὰρ ἑτέρους ἰδόντες τὴν πονηρὰν ἀποθεμένους τῶν ὅρκων συνήθειαν, ἐμιμήσαντο τὴν σπουδὴν, καὶ περιεγένοντο τῆς ἁμαρτίας· διὸ καὶ ἡμεῖς προθυμότερον τῆς αὐτῆς ἁπτόμεθα πάλιν παρ-
One might see this happening also in the case of virtuous deeds: for just as when the wicked are punished others become better, so when the good accomplish something, many are led on to equal zeal; which very thing came to pass also in the avoidance of oaths. For many, on seeing others lay aside the wicked habit of oaths, imitated their earnestness and overcame the sin; wherefore we also lay hold again more eagerly of the same exhor-
Notes, col. 141

On the reading

Printed ἀπηλαύουσι, for ἀπολαύουσι.