Migne Reading Room

PG 49 · cols. 118–123 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:118Read from the page
σαντος οὕτως. Ἐκέλευσε δὲ ὁ Θεὸς οὕτω διὰ τὸ γένος τὸ ἡμέτερον· ἐπειδὴ γὰρ φθαρτὸν ἤμελλε τρέφειν ἄνθρωπον, καὶ αὐτὴν τοιαύτην εἶναι ἐχρῆν· οὐ γὰρ δὴ φθαρτὰ σώματα ἤμελλεν ἀφθάρτῳ ἐνδιαιτᾶσθαι κτίσει. Ἀλλ' ὅμως οὐ μένει τοιαύτη, φησὶν, ἀλλὰ Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς· εἶτα δηλῶν πότε τοῦτο ἔσται καὶ διὰ τίνας, ἐπήγαγεν· Εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν γὰρ ἀναστῶμεν, φησὶ, καὶ ἄφθαρτα λάβωμεν σώματα, τότε καὶ τοῦ οὐρανοῦ τὸ σῶμα καὶ τῆς γῆς καὶ τῆς κτίσεως ἁπάσης ἄφθαρτον ἔσται καὶ ἀκήρατον. Ὅταν οὖν ἴδῃς ἥλιον ἀνίσχοντα, θαύμασον τὸν Δημιουργόν· ὅταν ἴδῃς αὐτὸν κρυπτόμενον καὶ ἀφανιζόμενον, κατάμαθε τῆς φύσεως τὴν ἀσθένειαν, καὶ μὴ προσκυνήσῃς αὐτὸν ὡς θεόν. Διὰ γὰρ τοῦτο οὐ μόνον τῇ φύσει τῶν στοιχείων δεῖγμα τῆς ἀσθενείας αὐτῶν ἐγκατέθετο ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς αὐτοῦ δούλοις ἀνθρώποις οὖσιν ἐπιτάξαι αὐτοῖς ἐκέλευσεν, ἵνα κἂν ἀπὸ τῆς ὄψεως μὴ γνωρίσῃς αὐτῶν τὴν δουλείαν, ἀπὸ τῶν ἐπιταττόντων μάθῃς, ὅτι σύνδουλά σοί ἐστι ταῦτα ἅπαντα. Ὁ γοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ φησι· Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν, καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλών. Καὶ πάλιν ὁ προφήτης Ἠσαΐας ἀναποδίσαι αὐτὸν ἐπὶ τοῦ βασιλέως Ἐζεκίου πεποίηκε, καὶ Μωσῆς ἀέρι καὶ θαλάττῃ καὶ γῇ καὶ πέτραις ἐπέταξεν· Ἐλισσαῖος ὑδάτων φύσιν μετέβαλεν, οἱ τρεῖς παῖδες πυρὸς περιεγένοντο. Ὁρᾷς πῶς ἑκατέρωθεν ἡμῶν προενόησεν ὁ Θεὸς, διὰ μὲν τοῦ κάλλους τῶν στοιχείων εἰς τὴν αὐτοῦ θεογνωσίαν ἡμᾶς ἄγων, διὰ δὲ τῆς ἀσθενείας οὐκ ἀφιεὶς εἰς τὴν ἐκείνων καταπεσεῖν λατρείαν;
ing thus. And God commanded thus on account of our race; for since it was to nourish corruptible man, it too had to be such; for corruptible bodies were surely not to dwell in an incorruptible creation. Yet nevertheless it does not remain such, he says, but The creation itself also shall be set free from the bondage of corruption; then declaring when this shall be and on account of whom, he added: Into the freedom of the glory of the children of God. For when we rise again, he says, and receive incorruptible bodies, then too the body of the heaven and of the earth and of all creation will be incorruptible and undefiled. When therefore you see the sun rising, marvel at the Creator; when you see it hiding itself and vanishing, observe the weakness of its nature, and do not worship it as a god. For on this account God not only implanted in the nature of the elements a proof of their weakness, but also bade His servants, though they were men, give orders to them, so that even if you do not recognize their servitude from their aspect, you may learn from those who give them orders that all these are your fellow-servants. Joshua the son of Nun, at all events, says: Let the sun stand still over Gibeon, and the moon over the ravine of Aijalon. And again the prophet Isaiah caused it to step back in the time of King Hezekiah, and Moses gave orders to air and sea and earth and rocks; Elisha altered the nature of waters, the three youths prevailed over fire. Do you see how from both sides God took forethought for us, through the beauty of the elements leading us to the knowledge of Him as God, while through their weakness not suffering us to fall down into their worship?
ϛʹ. Ὑπὲρ δὴ τούτων ἁπάντων δοξάσωμεν αὐτὸν τὸν κηδεμόνα ἡμῶν, μὴ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων, καὶ πολιτείαν ἀρίστην ἐπιδειξώμεθα, τήν τ' ἄλλην καὶ τὴν περὶ τοὺς ὅρκους ἐγκράτειαν λέγω. Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· ὅπερ οὖν καὶ ὁ Σολομὼν αἰνιττόμενος ἔλεγεν· Οὐ θαυμαστὸν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γὰρ ἵνα τὴν ψυχὴν αὐτοῦ ἐμπλήσῃ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Δεινὸν μὲν καὶ ὁ κλέπτης, ἀλλ' οὐχ οὕτω δεινὸν ὡς ὁ μοιχός· ἐκεῖνος μὲν γὰρ εἰ καὶ ψυχρὰν αἰτίαν, ἀλλ' ὅμως ἔχει προβαλέσθαι τὴν ἀπὸ τῆς πενίας ἀνάγκην· οὗτος δὲ, οὐδεμιᾶς ἀνάγκης αὐτὸν βιαζομένης, ὑπὸ ἀνοίας μόνης εἰς τὸ βάραθρον καταπίπτει τῆς ἁμαρτίας. Τοῦτο καὶ ἐπὶ τῶν ὀμνυόντων ἔστιν εἰπεῖν· οὐδὲ γὰρ οὗτοί τινα πρόφασιν ἔχουσι προβαλέσθαι, ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς, τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν, ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσασθε, καὶ μάλιστα ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας τοῦτο ποιῇ σωτηρίας· μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυτοῦ οὐκ ἂν ἀρνησαίμην τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Ἐβουλόμην δὲ ὑμᾶς, ὥσπερ ἐγὼ νῦν πονῶ καὶ κόπτομαι περὶ τῆς ὑμετέρας σωτηρίας,
6. On behalf of all these things, then, let us glorify Him Who cares for us, not through words alone, but also through deeds, and let us display a most excellent way of life, I mean both virtue in general and self-control with regard to oaths. For indeed not every sin brings the same punishment, but things easy to accomplish rightly bring upon us greater retribution; darkly hinting at which very thing Solomon also said: It is no wonder if one be caught stealing; for he steals that he may fill his hungering soul; but the adulterer through want of understanding procures destruction for his own soul. And what he says is of this sort: The thief too is a grievous thing, yet not so grievous as the adulterer; for the former, even if it is a feeble plea, nevertheless has the necessity arising from poverty to put forward; whereas the latter, with no necessity constraining him, out of folly alone falls down into the pit of sin. This one may say in the case of those who swear as well; for neither have these any pretext to put forward, save contempt alone. And I know indeed that henceforth I seem irksome and tiresome, seeming to trouble you by the continuity of my exhortation, yet nevertheless I do not desist, so that even out of respect for my shamelessness you may stand aloof from the wicked habit of oaths. For if that harsh and cruel judge, respecting the importunity of a widow, changed his manner, much more do you accomplish this, and above all when he who exhorts you does this not on his own behalf, but on behalf of your salvation; or rather, I would not deny that I do this on my own behalf as well; for I reckon your good deeds to be my own right achievements. And I could wish that you, just as I now labour and wear myself out concerning your salvation,
PG 49:119Read from the page
οὕτω καὶ ὑμᾶς φροντίζειν τῆς ὑμετέρας ψυχῆς, καὶ πάντως ἂν τέλος ἔλαβε τουτὶ τὸ κατόρθωμα. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις παρακούουσι, μηδὲ μισθὸς ὑπακούουσιν, ἐγὼ δὲ προσελθὼν ὑμῖν τοῦτο ἐν χάριτος ᾔτησα μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν, κούφην οὕτως αἰτοῦντι χάριν; Ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾶς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν τὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ
so you also would take thought for your own soul, and this right achievement would altogether have reached its fulfilment. And what need is there to say much? For if there were neither Gehenna nor punishment for those who disobey, nor reward for those who obey, and I had come to you and asked this by way of a favour, would you not have assented? Would you not have granted the request to one asking so light a favour? Yet when God Himself asks it on account of you who give, not on account of Himself Who receives, who is so ungrateful, who so wretched and miserable, as to God
Εὐχαριστία πρὸς τὸν Θεὸν περὶ τῆς ἀπαλλαγῆς τῶν ἐκ τῆς στάσεως προσδοκηθέντων κακῶν, καὶ ἀνάμνησις τῶν τότε συμβάντων· ἔτι δὲ καὶ κατὰ τῶν τὸ σῶμα ἡμῶν διαβαλλόντων, καὶ δι’ ὅλου περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς· καὶ πρὸς τῷ τέλει περὶ τοῦ κατορθῶσαι τὸ μὴ ὀμνύειν.
Thanksgiving to God for deliverance from the evils expected from the sedition, and remembrance of the things that then took place; moreover also against those who slander our body, and throughout on the constitution of man; and towards the close on succeeding in abstaining from oaths.
Ὁμιλία ιαʹ.
Homily XI.
αʹ. Ἐπειδὰν ἐννοήσω τὸν παρελθόντα χειμῶνα καὶ τὴν παροῦσαν γαλήνην, οὐ παύομαι λέγων· Εὐλογητὸς ὁ Θεὸς ὁ ποιῶν πάντα, καὶ μετασκευάζων αὐτά· ὁ ποιήσας φῶς ἐκ σκότους, ὁ κατάγων εἰς πύλας ᾅδου καὶ ἀνάγων, ὁ παιδεύων καὶ μὴ θανατῶν, καὶ τοῦτο καὶ ὑμᾶς λέγειν βούλομαι διηνεκῶς, καὶ μὴ διαλιμπάνειν· εἰ γὰρ αὐτὸς τοῖς ἔργοις ἡμᾶς εὐηργέτησε, τίνος ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, μηδὲ λόγοις αὐτὸν ἀμειβόμενοι; Διὸ παρακαλῶ μηδέποτε διαλιμπάνειν εὐχαριστοῦντας αὐτῷ· ἂν γὰρ περὶ τὰ πρῶτα γενώμεθα εὐγνώμονες, εὔδηλον ὅτι καὶ ἑτέρων μειζόνων ἀπολαύσομεν. Λέγωμεν τοίνυν διηνεκῶς· Εὐλογητὸς ὁ Θεὸς, ὁ καὶ ἡμῖν δοὺς μετὰ ἀδείας τὴν εἰωθυῖαν ὑμῖν παραθεῖναι τράπεζαν, καὶ ὑμῖν παρασχὼν μετὰ τοῦ θαῤῥεῖν τῶν ἡμετέρων ἀκροᾶσθαι λόγων· εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκέτι τὸν ἔξωθεν φεύγοντες κίνδυνον, ἀλλ' ἀκροάσεως ἐπιθυμοῦντες, ἐνταῦθα συντρέχομεν, οὐκέτι μετὰ ἀγωνίας καὶ τρόμου καὶ φροντίδος ἀλλήλοις συγγινόμεθα, ἀλλὰ μετὰ ἀδείας πολλῆς ἅπαν ἀποτιναξάμενοι τὸ δέος· ὡς τάς γε ἔμπροσθεν ἡμέρας τῶν κλυδωνιζομένων ἐν μέσῳ πελάγει, καὶ ναυάγιον καθ' ἑκάστην προσδοκώντων τὴν ὥραν, οὐδὲν ἄμεινον διεκείμεθα, μυρίαις δι' ὅλης ἡμέρας σοβούμενοι φήμαις, ταραττόμενοι καὶ δονούμενοι πάντοθεν, καὶ καθ' ἑκάστην ἡμέραν περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες, τίς ἀφῖκται ἐκ τοῦ στρατοπέδου; τί δὲ ἐλθὼν ἀπήγγειλε, καὶ πότερον ἀληθὲς ἢ ψευδὲς τὸ λεγόμενον; καὶ νύκτας ἀΰπνους διατελοῦντες, καὶ τὴν πόλιν ὁρῶντες καὶ δακρύοντες ὡς αὐτίκα ἀπολουμένην. Διὰ τοῦτο καὶ ἡμεῖς τὰς ἔμπροσθεν ταύτας ἐσιγήσαμεν ἡμέρας, διὰ τὸ κεκενῶσθαι τὴν πόλιν ἡμῶν ἅπασαν, καὶ πρὸς τὰς ἐρημίας μετῳκίσθαι πάντας, καὶ διὰ τὸ τοὺς ὑπολειφθέντας ἐσκοτῶσθαι τῷ νέφει τῆς ἀθυμίας. Ψυχὴ γὰρ ἅπαξ ἀθυμίας πλησθεῖσα, πρὸς πᾶσαν ἀκρόασίν ἐστιν ἀνεπιτήδειος. Διὰ τοῦτο καὶ οἱ τοῦ Ἰὼβ φίλοι παραγενόμενοι, καὶ τὴν τραγῳδίαν τῆς οἰκίας ἐκείνης ἰδόντες, καὶ τὸν δίκαιον ἐπὶ τῆς κοπρίας καθήμενον καὶ ἡλκωμένον, διέῤῥηξάν τε τὰ ἱμάτια αὐτῶν, καὶ ἀνώμωξαν, καὶ σιγῇ παρεκάθηντο, δηλοῦντες ὅτι οὐδὲν οὕτως ἐπιτήδειον παρὰ τὴν ἀρχὴν τοῖς ὀδυνωμένοις ὡς ἡσυχία καὶ σιγή· καὶ γὰρ ἦν μεῖζον παραμυθίας τὸ πάθος. Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι
1. Whenever I reflect upon the past tempest and the present calm, I do not cease saying: Blessed be God Who makes all things, and transforms them; Who made light out of darkness, Who leads down to the gates of Hades and leads up again, Who chastens and does not put to death; and this I wish you also to say continually, and not to leave off; for if He Himself was our benefactor by deeds, of what pardon would we be worthy, if we do not requite Him even with words? Wherefore I exhort you never to leave off giving thanks to Him; for if we show ourselves grateful concerning the first favours, it is manifest that we shall enjoy other greater ones as well. Let us say, therefore, continually: Blessed be God, Who both granted to us with security to set before you the accustomed table, and afforded to you with confidence to hearken to our words; blessed be God, because no longer fleeing the danger from without, but desiring to hear, we run together hither, no longer with agony and trembling and anxiety do we meet with one another, but with great security having shaken off all dread; since in those former days we were in no better plight than men storm-tossed in mid-sea and expecting shipwreck every hour, scared all day long by ten thousand rumours, troubled and shaken from every quarter, and each day prying and busying ourselves to learn: Who has arrived from the camp? And what did he report when he came, and is what is said true or false? and passing sleepless nights, and looking upon the city and weeping over it as about to perish at once. On this account we too kept silence during these former days, because our whole city had been emptied out, and all had migrated to the deserts, and because those left behind had been darkened by the cloud of despondency. For a soul once filled with despondency is unfit for any hearing. On this account the friends of Job also, having come and seen the tragedy of that house, and the righteous man sitting upon the dunghill and covered with sores, both rent their garments, and wailed aloud, and sat beside him in silence, declaring that nothing at the outset is so suitable for those in pain as quietness and silence; for the suffering was greater than consolation. On this account the Jews also,
PG 49:120Read from the page
χάριν αἰτοῦντι μὴ δοῦναι, καὶ μάλιστα ὅταν αὐτὸς ἀπολαύειν μέλλῃ τῆς χάριτος ὁ διδούς; Ταῦτ' οὖν ἐννοήσαντες, καὶ πρὸς ἑαυτοὺς ἀναχωρήσαντες ἐντεῦθεν, λέγετε τὰ εἰρημένα ἅπαντα, καὶ τοὺς μὴ προσέχοντας παντὶ διορθοῦτε τρόπῳ, ἵνα καὶ τῶν οἰκείων καὶ τῶν ἀλλοτρίων κατορθωμάτων τὴν ἀμοιβὴν ἀπολάβωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
asking a favour not to grant it, and above all when the giver himself is to enjoy the favour? Having laid these things to heart, then, and having departed hence to your homes, repeat all that has been said, and correct in every way those who do not take heed, that we may receive the recompense both of our own right achievements and of those of others, by the grace and lovingkindness towards mankind of our Lord Jesus Christ, through Whom and with Whom be the glory to the Father together with the Holy Spirit, unto the ages of the ages. Amen.
τῷ πηλῷ καὶ τῇ πλινθείᾳ προσδεδεμένοι, Μωσέα παραγενόμενον ἰδόντες, οὐκ ἐδύναντο τοῖς λεγομένοις προσέχειν ἀπὸ τῆς ὀλιγοψυχίας καὶ τῆς θλίψεως αὐτῶν. Καὶ τί θαυμαστὸν εἰ μικρόψυχοί τινες ἄνθρωποι τοῦτο ἔπαθον, ὅπου καὶ τοὺς μαθητὰς εὑρίσκομεν τούτῳ περιπεσόντας τῷ πάθει; Μετὰ γὰρ τὸ μυστικὸν ἐκεῖνο δεῖπνον, ἐπειδὴ λαβὼν αὐτοὺς ὁ Χριστὸς κατ' ἰδίαν διελέγετο, παρὰ μὲν τὴν ἀρχὴν συνεχῶς αὐτὸν ἠρώτων οἱ μαθηταί· Ποῦ ὑπάγεις; ἐπειδὴ δὲ εἶπεν αὐτοῖς τὰ μικρὸν ὕστερον αὐτοὺς διαδεξόμενα κακὰ, τοὺς πολέμους, τὰς ἐπαναστάσεις, τὰς ἀπεχθείας τὰς παρὰ πάντων, τὰς μάστιγας, τὰ δεσμωτήρια, τὰ δικαστήρια, τὰς ἀπαγωγὰς, ὥσπερ τινὶ φορτίῳ βαρυτάτῳ τῷ φόβῳ τῶν εἰρημένων καὶ τῇ τῶν μελλόντων ἀθυμίᾳ πιεζομένη τότε αὐτῶν ἡ ψυχὴ, ἀχανὴς λοιπὸν ἔμεινε. Διὸ συγχυθέντας αὐτοὺς ἰδὼν ὁ Χριστὸς, αὐτὸ τοῦτο ὀνειδίζων ἔλεγε· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; ἀλλ' ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. Διὰ τοῦτο καὶ ἡμεῖς ἐσιγήσαμεν τὸν παρελθόντα χρόνον, τὸν παρόντα καιρὸν ἀναμένοντες. Εἰ γὰρ ὁ μέλλων δεῖσθαί τινος, κἂν εὔλογα μέλλῃ προτείνειν, ἐπιτηδειότητα ἀναμένει καιροῦ, ὅπως ἡμέρῳ καὶ εὖ διακειμένῳ τῷ μέλλοντι διδόναι τὴν αἴτησιν προσέλθοι, καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὼν συμμαχίαν ἐπιτύχοι τῆς χάριτος, πολλῷ μᾶλλον τὸν λέγοντα καιρὸν ἐπιτήδειον ζητεῖν χρὴ, ὅπως εὖ διακειμένῳ τῷ ἀκροατῇ καὶ πάσης ἀπηλλαγμένῳ φροντίδος καὶ ἀθυμίας προσαγάγῃ τοὺς λόγους· ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμεν.
bound fast to the clay and the brick-making, when they saw Moses arrived, were unable to give heed to the things spoken out of their faintheartedness and their affliction. And what wonder if certain small-souled men suffered this, seeing that we find even the disciples fallen into this affection? For after that mystical supper, when Christ took them aside and conversed with them privately, at the outset the disciples continually questioned Him: Whither goest Thou?; yet when He told them the evils that would overtake them a little later, the wars, the insurrections, the hatreds from all men, the scourges, the prisons, the law-courts, the arrests, their soul, weighed down then as by some most heavy burden with the fear of what had been said and despondency over things to come, remained speechless thereafter. Wherefore Christ, seeing them confounded, reproaching this very thing, said: I go to My Father, and none of you asks Me: Whither goest Thou? But because I have spoken these things to you, sorrow has filled your heart. On this account we too kept silence during the past time, awaiting the present season. For if one who is about to petition someone, even though he be about to put forward reasonable pleas, awaits a fitting opportunity of season, so that he may approach him who is to grant the request when gentle and well disposed, and obtaining the alliance of the season may win the favour, much more ought the speaker to seek a fitting season, so that he may address his words to the hearer when well disposed and rid of every anxiety and despondency; which very thing we too have done.
βʹ. Νῦν γοῦν ἐπειδὴ τὴν ἀθυμίαν ἀπετινάξασθε, καὶ τῶν προτέρων ὑμᾶς ἀναμνῆσαι βουλόμεθα, ὥστε σαφέστερον ὑμῖν γενέσθαι τὸν λόγον· ὃ γὰρ περὶ τῆς κτίσεως εἰρήκαμεν, ὅτι οὐχὶ καλὴν μόνον καὶ θαυμαστὴν καὶ μεγάλην αὐτὴν ἐποίησεν ὁ Θεὸς, ἀλλὰ καὶ ἀσθενῆ καὶ φθαρτὴν, καὶ τούτων αὐτῶν πάλιν πολλὰ ἐγκατέθηκε δείγματα, ἀμφότερα πρὸς τὸ χρήσιμον ἡμῖν οἰκονομῶν, καὶ διὰ μὲν τοῦ κάλλους εἰς τὸ θαῦμα τοῦ πεποιηκότος ἐνάγων, διὰ δὲ τῆς ἀσθενείας τοῦ σέβεσθαι τὴν κτίσιν ἡμᾶς ἀπάγων· τοῦτο καὶ ἐπὶ τοῦ σώματος τοῦ ἡμετέρου ἔστιν ἰδεῖν γεγενημένον. Καὶ γὰρ καὶ περὶ τούτου πολλοὶ ζητοῦσι τῶν τε τῆς ἀληθείας ἐχθρῶν τῶν τε σὺν ἡμῖν τεταγμένων, τίνος ἕνεκεν φθαρτὸν καὶ ἐπίκηρον γέγονεν.
2. Now at all events, since you have shaken off your despondency, we wish to remind you of our former words as well, so that our discourse may become clearer to you; for what we have said concerning creation, that God made it not only fair and wondrous and great, but also weak and corruptible, and again implanted many proofs of these very things, dispensing both for our advantage, and through its beauty leading us into admiration of Him Who made it, while through its weakness leading us away from worshipping creation — this one may see has come to pass in the case of our own body as well. For concerning this too many inquire, both of the enemies of the truth and of those ranged with us, on what account it has become corruptible and perishable.
PG 49:121Read from the page
Ἑλλήνων δὲ πολλοὶ καὶ αἱρετικῶν οὐδὲ γεγενῆσθαι αὐτὸ παρὰ τοῦ Θεοῦ φασιν· ἀνάξιον γὰρ αὐτὸ τῆς τοῦ Θεοῦ δημιουργίας εἶναι λέγουσι, ῥύπους καὶ ἱδρῶτας καὶ δάκρυα καὶ πόνους καὶ ταλαιπωρίας καὶ τὰ ἄλλα τοῦ σώματος ἐπιόντες ἅπαντα. Ἐγὼ δὲ, ἐπειδὰν περὶ τούτων γένηται λόγος, πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι· Μή μοι τὸν ἄνθρωπον λέγε τοῦτον τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον, τὸν καταδικασθέντα· ἀλλ' εἰ βούλει μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἡμῖν τὸ σῶμα ἔπλασεν ὁ Θεὸς, ἐπὶ τὸν παράδεισον ἔλθωμεν, καὶ τὸν ἐξ ἀρχῆς γενόμενον ἄνθρωπον ἴδωμεν. Οὐ γὰρ οὕτω τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλ' ὥσπερ τις χρυσοῦς ἀνδριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρὸν ἀποστίλβων, οὕτω πάσης φθορᾶς ἐκεῖνο τὸ σῶμα ἀπήλλακτο, καὶ οὔτε πόνος ἠνώχλει, οὔτε ἱδρὼς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐκ ἄλλο τι τῶν τοιούτων ἐλύπει παθῶν· ἐπειδὴ δὲ σωφρόνως τὴν εὐημερίαν οὐκ ἤνεγκεν, ἀλλ' ἐξύβρισεν εἰς τὸν εὐεργέτην, καὶ τὸν ἀπατεῶνα δαίμονα τοῦ κηδεμόνος Θεοῦ καὶ τιμήσαντος αὐτὸν ἐνόμισεν ἀξιοπιστότερον εἶναι, καὶ θεὸς γενέσθαι προσεδόκησε, καὶ μείζονα τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν, τότε δὴ, τότε καὶ διὰ τῶν πραγμάτων αὐτῶν σωφρονίζων αὐτὸν ὁ Θεὸς, φθαρτόν τε ἐποίησε καὶ θνητὸν, καὶ ταῖς πολλαῖς ταύταις κατέδησεν ἀνάγκαις, οὐχὶ μισῶν, οὐδὲ ἀποστρεφόμενος, ἀλλὰ κηδόμενος, καὶ τὴν πονηρὰν καὶ ὀλέθριον ἐκείνην ἀπόνοιαν ἐκ προοιμίων κωλύων, καὶ περαιτέρω προελθεῖν οὐκ ἐῶν, ἀλλὰ δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας διδάσκων αὐτὸν, ὅτι θνητός τέ ἐστι καὶ ἐπίκηρος, καὶ ταύτῃ πείθων μηδέποτε τοιαῦτα φαντάζεσθαι καὶ ὀνειροπολεῖν· καὶ γὰρ εἶπεν ὁ διάβολος· Ἔσεσθε ὡς θεοί. Πρόῤῥιζον οὖν ταύτην ἀνασπάσαι βουλόμενος τὴν ἔννοιαν, πολυπαθὲς αὐτοῦ καὶ ταλαίπωρον τὸ σῶμα πεποίηκε, δι' αὐτῆς τῆς φύσεως παιδεύων αὐτὸν, μηδέποτε τοιαύτην λαβεῖν ἔννοιαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, μάλιστα μὲν καὶ ἐκ τῶν ἐπ' ἐκείνου γεγενημένων δῆλον· μετὰ γὰρ τὴν προσδοκίαν ἐκείνην ταύτῃ κατεδικάσθη τῇ τιμωρίᾳ. Καὶ σκόπει μοι Θεοῦ σύνεσιν· οὐκ ἀφῆκεν αὐτὸν πρῶτον ἀποθανεῖν, ἀλλὰ τὸν υἱὸν τὸν ἐκείνου συνεχώρησε τοῦτο παθεῖν, ἵνα πρὸ τῶν ὀφθαλμῶν ἰδὼν τὸ σῶμα σηπόμενον καὶ φθειρόμενον, μεγάλην ἀπὸ τῆς ὄψεως ταύτης δέξηται φιλοσοφίας διδασκαλίαν, καὶ μάθῃ τί γέγονε, καὶ σωφρονισθεὶς καλῶς, οὕτως ἐντεῦθεν ἀπέλθῃ.
And many of the Greeks and of the heretics say that it did not even come into being from God; for they say that it is unworthy of God's creative work, going over all its filth and sweat and tears and toils and hardships and the rest of the things of the body. Yet for my part, whenever discourse arises concerning these things, I would first say this: Do not speak to me of this man who has stumbled, who has been dishonoured, who has been condemned; but if you wish to learn of what sort God fashioned our body from the beginning, let us go to paradise, and behold the man who came to be from the beginning. For that body was not thus corruptible and perishable, but just as some golden statue newly come forth from a smelting-furnace and gleaming brightly, so that body was free from all corruption, and neither did toil trouble it, nor sweat mar it, nor cares plot against it, nor despondencies besiege it, nor did any other of such passions grieve it; yet since he did not bear his prosperity soberly, but insolently outraged his Benefactor, and supposed the deceitful demon to be more trustworthy than the God Who cared for him and honoured him, and expected to become a god, and conceived a notion greater than his own dignity, then indeed, then God, chastening him through the facts themselves as well, made him both corruptible and mortal, and bound him fast with these many necessities, not hating him, nor turning away from him, but caring for him, and checking from the very outset that wicked and ruinous arrogance, and not suffering it to advance further, but through the very experience of facts teaching him that he is mortal and perishable, and in this way persuading him never to imagine or dream of such things; for the devil had said: You shall be as gods. Wishing therefore to pluck up this notion by the roots, He has made his body subject to many passions and wretched, instructing him through his nature itself never to conceive such a notion. And that this is true is plain above all from the things that came to pass in his case; for after that expectation he was condemned to this punishment. And mark, pray, the understanding of God: He did not suffer him to die first, but permitted his son to suffer this, so that seeing before his eyes the body rotting and decaying, he might receive from this sight a great lesson in philosophy, and learn what had come to pass, and being well chastened, might thus depart hence.
Μάλιστα μὲν οὖν, ὅπερ ἔφην, καὶ ἐκ τῶν ἤδη γεγενημένων τοῦτο δῆλον, οὐκ ἔλαττον δὲ καὶ ἐκ τῶν μετὰ ταῦτα ῥηθησομένων ἔσται φανερόν. Εἰ γὰρ ἀνάγκῃ τοιαύτῃ τοῦ σώματος ἐνδεδεμένου, καὶ πάντων ἀποθνησκόντων καὶ φθειρομένων καὶ σηπομένων ἐν ταῖς ἁπάντων ὄψεσι καὶ διαλελυμένων εἰς κόνιν, καὶ τῶν ἔξωθεν φιλοσόφων ἕνα καὶ τοῦτον ποιησαμένων συμπληρωτικὸν ὅρον τοῦ τῶν ἀνθρώπων γένους (ἐρωτηθέντες γὰρ, τί ποτε ἄνθρωπός ἐστι, ζῶον λογικὸν θνητὸν εἶπον)· εἰ τοίνυν πάντων ταῦτα ὁμολογούντων ἐτόλμησαν ἑαυτοὺς ἀπαθανατίσαι τινὲς ἐν ταῖς τῶν πολλῶν ὑπολήψεσι, καὶ τῆς ὄψεως μαρτυρούσης τὸν θάνατον, ἐφιλονείκησαν ἀναῤῥηθῆναι θεοὶ, καὶ ἐτιμήθησαν οὕτως· εἰ μὴ προὐχώρησεν ὁ θάνατος διδάσκων ἅπαντας τὸ τῆς φύσεως ἐπίκηρον καὶ φθαρτὸν, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας πολλοὶ τῶν ἀνθρώπων; Ἄκουσον τοίνυν τί φησιν ὁ προφήτης περί τινος βαρβάρου βασιλέως τοιαύτην μανέντος μανίαν·
Above all, then, as I said, this is plain from the things that have already come to pass, and no less will it be manifest from the things that shall be spoken hereafter as well. For if, when the body is bound fast by such necessity, and all die and decay and rot before the eyes of all and are dissolved into dust, and the pagan philosophers too have made this one constitutive definition of the race of men (for on being asked what in the world man is, they said: a rational, mortal living creature) — if, then, when all confess these things, certain men dared to immortalize themselves in the opinions of the many, and while sight bore witness to death, strove contentiously to be proclaimed gods, and were honoured thus: had death not come forth teaching all men the perishableness and corruptibility of our nature, to what pitch of impiety would many men not have gone forth? Hear, then, what the prophet says concerning a certain barbarian king who went mad with such a madness:
PG 49:122Read from the page
Ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω, φησὶ, τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Εἶτα καταγελῶν αὐτοῦ, καὶ τὴν τελευτὴν αὐτοῦ δηλῶν, φησίν· Ὑποκάτω σου στρώσουσι σῆψιν, καὶ τὸ κατακάλυμμά σου σκώληξ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἄνθρωπος τοιαύτην ἀναμένων τελευτὴν, τοιαῦτα φαντάζεσθαι ἐτόλμησας; Καὶ περὶ ἑτέρου πάλιν τοῦ βασιλέως, λέγω τῶν Τυρίων, τοιαῦτα κατασκευάζοντος καὶ βουλομένου νομίζεσθαι θεοῦ, φησί· Σὺ δὲ οὐκ εἶ θεὸς, ἀλλ' ἄνθρωπος, καὶ οἱ κατακεντοῦντές σε τοῦτο ἐροῦσιν. Ὥστε ἄνωθεν καὶ μεθ' ὑπερβολῆς ἀναιρῶν τῆς εἰδωλολατρείας τὴν ὑπόθεσιν, τοιοῦτον ἡμῖν τὸ σῶμα ἐποίησεν ὁ Θεός. Καὶ τί θαυμάζεις εἰ ἐπὶ τοῦ σώματος τοῦτο γέγονεν, ὅπου γε καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν τοιοῦτόν τι γεγενημένον; Θνητὴν μὲν γὰρ οὐκ ἐποίησεν, ἀλλ' ἀφῆκεν ἀθάνατον εἶναι· λήθῃ δὲ καὶ ἀγνοίᾳ καὶ ἀθυμίᾳ καὶ φροντίσιν ὑπεύθυνον αὐτὴν κατεσκεύασε· καὶ τοῦτο ἐποίησεν, ἵνα μὴ πρὸς τὴν οἰκείαν εὐγένειαν ἰδοῦσα, μείζονα τῆς οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Εἰ γὰρ καὶ τούτων ὄντων ἐτόλμησάν τινες εἰπεῖν, ὅτι τῆς οὐσίας ἐστὶ τοῦ Θεοῦ· εἰ καὶ τούτων ἀπήλλακτο τῶν παθῶν, ποῦ οὐκ ἂν ἦλθον οὗτοι μανίας; Πλὴν ἀλλ' ὅπερ ἐπὶ τῆς κτίσεως ἔλεγον, τοῦτο καὶ ἐπὶ τοῦ σώματος λέγω, ὅτι ὁμοίως δι' ἀμφότερα ταῦτα θαυμάζω τὸν Θεὸν, καὶ ὅτι φθαρτὸν αὐτὸ ἐποίησε, καὶ ὅτι ἐν τῇ φθορᾷ τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο καὶ σοφίαν. Ὅτι μὲν γὰρ βελτίονος αὐτὸ ἴσχυε ποιῆσαι ὕλης, ἔδειξεν ἐκ τοῦ οὐρανίου τε σώματος καὶ τοῦ ἡλιακοῦ. Ὁ γὰρ ἐκεῖνα τοιαῦτα ποιήσας, καὶ τοῦτο τοιοῦτον ποιῆσαι, εἴπερ ἐθέλησεν, ἴσχυσεν ἄν· ἀλλ' ἡ αἰτία τῆς ἀσθενείας ἐστὶν ἡ προειρημένη πρόφασις. Οὐ μὴν τοῦτο ὑποτέμνεται τοῦ Δημιουργοῦ τὸ θαῦμα, ἀλλὰ καὶ ἐπιτείνει πλέον. Τὸ γὰρ εὐτελὲς τῆς οὐσίας τοῦτο μάλιστα δείκνυσι τῆς τέχνης τὸ εὔπορον καὶ εὐμήχανον, ὅτι ἐν πηλῷ καὶ τέφρᾳ τοσαύτην ἐνέθηκεν ἁρμονίαν, καὶ τοιαύτας αἰσθήσεις οὕτω ποικίλας καὶ παντοδαπὰς καὶ τοιαῦτα δυναμένας φιλοσοφεῖν.
Above the stars of heaven will I set, says he, my throne, and I shall be like the Most High. Then deriding him, and declaring his end, he says: Beneath you they shall spread rottenness, and your covering shall be the worm. And what he says is of this sort: O man, awaiting such an end, did you dare to imagine such things? And again concerning another king, I mean that of the Tyrians, contriving such things and wishing to be supposed a god, he says: Yet you are not a god, but a man, and those who pierce you through shall say this. So that rooting out from of old and superabundantly the ground of idolatry, God made our body such. And why do you marvel if this has come to pass in the case of the body, seeing that even in the case of the soul one may see some such thing has come to pass? For He did not indeed make it mortal, but left it to be immortal; yet He fashioned it subject to forgetfulness and ignorance and despondency and cares; and this He did, lest looking upon its own nobility it should conceive a notion greater than its own dignity. For if even when these things are so certain men dared to say that it is of the essence of God, had it been free from these passions too, to what pitch of madness would these men not have come? However, what I was saying in the case of creation, this I say in the case of the body as well, that I marvel at God alike on account of both of these, both that He made it corruptible, and that in its corruption He displayed His own strength and wisdom. For that He had strength to make it of better matter, He showed from the heavenly body and the solar body. For He Who made those things such had strength to make this too such, if indeed He had willed; yet the cause of its weakness is the aforesaid motive. Yet this does not diminish the marvel of the Creator, but even intensifies it the more. For the paltriness of its essence shows above all the resourcefulness and ingenuity of His art, in that in clay and ashes He implanted so great a harmony, and such senses, so manifold and varied and capable of philosophizing upon such things.
γʹ. Ὥστε ὅσῳπερ ἂν κατηγορῇς τοῦ τῆς οὐσίας εὐτελοῦς, τοσούτῳ μᾶλλον θαύμασον τὸ μεγαλεῖον τῆς τέχνης. Ἐπεὶ καὶ ἀνδριαντοποιὸν οὐχ οὕτω θαυμάζω τὸν ἀπὸ χρυσοῦ καλὸν ἀνδριάντα ποιοῦντα, ὡς τὸν ἀπὸ πηλοῦ τοῦ διαπίπτοντος τῇ τῆς τέχνης εὐπορίᾳ δυνάμενον κάλλος ἐπιδεῖξαι πλάσεως θαυμαστὸν καὶ ἀμήχανον. Ἐκεῖ μὲν γὰρ καὶ συντελεῖ τι ἡ ὕλη τῷ πλάττοντι, ἐνταῦθα δὲ, γύμνὴ τῆς τέχνης ἐστὶν ἡ ἐπίδειξις.
3. So that the more you inveigh against the paltriness of the substance, the more marvel at the grandeur of the art. Since in the case of a statue-maker too, I do not so marvel at him who makes a fair statue out of gold, as at him who out of crumbling clay is able by the resourcefulness of his art to display a wondrous and inconceivable beauty of moulding. For there the matter too contributes somewhat to the moulder, whereas here the display of the art is unadorned.
Σὺ δὲ εἰ βούλει μαθεῖν πόση τοῦ δημιουργήσαντος ἡμᾶς ἐστιν ἡ σοφία, ἐννόησον τί γίνεται ἀπὸ πηλοῦ· τί δὲ ἕτερον ἀλλ' ἢ πλίνθος καὶ κέραμος; Ἀλλ' ὅμως ἴσχυσεν ὁ ἀριστοτέχνης Θεὸς ἀπὸ τῆς ὕλης ἐξ ἧς γίνεται κέραμος καὶ πλίνθος μόνον, ὀφθαλμὸν οὕτω ποιῆσαι καλὸν, ὡς ἅπαντας ἐκπλήττειν τοὺς ὁρῶντας, καὶ τοσαύτην ἐνθεῖναι τούτῳ δύναμιν, ὡς ἀέρος τοσοῦτον ὕψος καθορᾷν, καὶ μικρᾶς κόρης ἀντιλήψει τοσαῦτα περιλαμβάνειν σώματα, καὶ ὄρη, καὶ νάπας, καὶ βουνοὺς, καὶ πελάγη, καὶ οὐρανὸν δι' ἐκείνης τῆς μικρᾶς. Μὴ τοίνυν εἴπῃς μοι τὰ δάκρυα καὶ τὰς λήμας· τοῦτο γὰρ διὰ τὴν σὴν ἁμαρτίαν γέγονεν· ἀλλ' ἐννόησον αὐτοῦ τὸ κάλλος, καὶ τὴν δύναμιν τὴν ὀπτικὴν, καὶ πῶς τοσοῦτον ἐπιὼν ἀέρος μῆκος οὐ κάμνει καὶ ταλαιπωρεῖ, ἀλλὰ πόδες μὲν ὀλίγον προελθόντες πονοῦσι καὶ ἐκλύονται, ὀφθαλμὸς δὲ ὁδεύων τοσοῦτο μὲν ὕψος,
And if you wish to learn how great is the wisdom of Him Who fashioned us, consider what comes to be out of clay: what else save brick and tile? Yet nevertheless God the master-craftsman had strength, out of the matter from which tile and brick alone come to be, to make an eye so fair as to astound all who behold it, and to implant in it so great a power as to survey so great a height of air, and by the apprehension of a tiny pupil to embrace so many bodies, both mountains, and woodland glens, and hills, and seas, and heaven through that tiny pupil. Do not, then, speak to me of tears and rheum; for this has come to pass because of your sin; but consider its beauty, and its visual power, and how in traversing so great a length of air it does not weary or suffer hardship, but whereas feet advancing a little way ache and grow faint, the eye journeying through so great a height,
Notes, col. 122

On the reading

Printed γύμνὴ, for γυμνὴ.

PG 49:123Read from the page
⟨…⟩οσοῦτο δὲ εὖρος, οὐδεμιᾶς αἰσθάνεται ἀῤῥωστίας. Ἐπειδὴ ⟨…⟩ὰρ τῶν ἁπάντων μελῶν ἡμῖν ἀναγκαιότερόν ἐστι ⟨…⟩οῦτο, οὐκ ἀφῆκεν αὐτὸ πιέζεσθαι καμάτῳ, ὥστε ἀνεμ⟨…⟩όδιστον ἡμῖν αὐτοῦ τὴν διακονίαν εἶναι καὶ ἀκώλυτον. ⟨…⟩ᾶλλον δὲ ποῖος λόγος παραστῆσαι δυνήσεται τοῦ μέ⟨…⟩ους τούτου τὴν ἀρετὴν ἅπασαν; καὶ τί λέγω περὶ ⟨…⟩όρης καὶ τῆς ὀπτικῆς δυνάμεως; Ἐὰν γὰρ, ὃ πάν⟨…⟩ων εὐτελέστερον εἶναι δοκεῖ τῶν μελῶν, τοῦ ὀφθαλμοῦ ⟨…⟩ὰς βλεφαρίδας ἐξετάσῃς μόνον, καὶ ἐν ταύταις πολλὴν ⟨…⟩ψει τοῦ δημιουργοῦ Θεοῦ τὴν σοφίαν. Καθάπερ γὰρ ἐπὶ ⟨…⟩ῶν ἀσταχύων οἱ ἀνθέρικες ὥσπερ τινὰ δόρατα προβε⟨…⟩λημένοι τοὺς ὄρνιθας ἀποσοβοῦσιν, οὐκ ἐπιτρέποντες ⟨…⟩γκαθέζεσθαι τῷ καρπῷ καὶ διακλᾷν τὴν καλάμην ἀσθε⟨…⟩εστέραν οὖσαν· οὕτω δὴ καὶ ἐπὶ τῶν ὀφθαλμῶν, ὥσπερ ⟨…⟩ινὲς ἀνθέρικες καὶ δόρατα προβέβληνται αἱ τῶν βλε⟨…⟩άρων τρίχες, κόνιν καὶ κάρφη καὶ πάντα τὰ διεν⟨…⟩χλοῦντα ἔξωθεν ἀποκρουόμεναι τῶν ὀφθαλμῶν, καὶ οὐκ ἐῶσαι ἐνοχλεῖσθαι τὰ βλέφαρα. Ἴδοις ἂν καὶ ἐπὶ τῶν ὀφρύων ἑτέραν σοφίαν οὐκ ἐλάττονα ταύτης. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη τὴν θέσιν αὐτῶν; ὅτι οὔτε πέρα τοῦ μέτρου προβέβληνται, ὥστε ἐπισκοτεῖν τοῖς ὀφθαλμοῖς, οὔτε ἐνδοτέρω τοῦ δέοντος ὑφιζάνουσιν· ἀλλ' ὥσπερ οἰκίας γεῖσος, οὕτως ἐξέχουσιν ἄνωθεν, τὸν ἐκ τῆς κεφαλῆς κατιόντα ἱδρῶτα δεχόμεναι, καὶ τοὺς ⟨…⟩φθαλμοὺς λυπεῖν οὐκ ἐῶσαι. Διὰ δὴ τοῦτο καὶ τρίχες ⟨…⟩ὐταῖς εἰσιν ἐμπεφυκυῖαι, τῇ δασύτητι τὰ καταῤῥέοντα ⟨…⟩πέχουσαι, καὶ μετὰ πολλῆς στέγουσαι τῆς ἀκριβείας, ⟨…⟩αὶ πολλὴν ταῖς ὄψεσι τὴν εὐμορφίαν παρέχουσαι. Οὐ ⟨…⟩οῦτο δὲ μόνον ἄν τις θαυμάσειεν, ἀλλὰ καὶ ἕτερον οὐκ ⟨…⟩λαττον τούτου. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, αἱ μὲν τῆς ⟨…⟩εφαλῆς αὔξονται τρίχες καὶ ἀποκείρονται, αἱ δὲ τῶν ⟨…⟩φρύων οὐκ ἔτι; οὐδὲ γὰρ τοῦτο ἁπλῶς, οὐδὲ ὡς ⟨…⟩τυχεν ἡμῖν γέγονεν, ἀλλ' ὥστε μὴ χαλωμένας ἐπισκο⟨…⟩εῖν τοῖς ὀφθαλμοῖς, ὅπερ οἱ πρὸς βαθὺ γῆρας ἐλθόντες ⟨…⟩άσχουσι. Τίς δ' ἂν δυνηθείη τὴν διὰ τοῦ ἐγκεφάλου ⟨…⟩εικνυμένην σοφίαν ἅπασαν διελθεῖν; Πρῶτον μὲν γὰρ ⟨…⟩ὐτὸν ἁπαλὸν ἐποίησεν, ἐπειδὴ ταῖς αἰσθήσεσιν ἁπάσαις ⟨…⟩ὐτὸς χορηγεῖ τὰς πηγάς· εἶτα ἵνα μὴ παρὰ τὴν οἰκείαν ⟨…⟩αραβλάπτηται φύσιν, ὀστοῖς αὐτὸν πάντοθεν ἐπετεί⟨…⟩ισε· πάλιν ἵνα μὴ τῇ σκληρότητι τῶν ὀστῶν παρατρι⟨…⟩όμενος ἐνοχλῆται, ὑμένα μέσον ἐπέτεινεν, οὐχ ἕνα ⟨…⟩όνον, ἀλλὰ καὶ δεύτερον, τὸν μὲν ὑποτείνας τῷ βρέγματι ⟨…⟩άτωθεν, τὸν δὲ ἄνωθεν περιβαλὼν τῇ τοῦ ἐγκεφάλου ⟨…⟩αρκί· καὶ ἔστιν ἐκεῖνος τούτου σκληρότερος. Τοῦτο δὲ ⟨…⟩ποίησε διά τε τὴν εἰρημένην αἰτίαν, καὶ ἵνα τὰς φερο⟨…⟩ένας ἐπὶ τῆς κεφαλῆς πληγὰς μὴ πρῶτος ὁ ἐγκέφαλος ⟨…⟩έχηται, ἀλλὰ προαπαντῶσαι αἱ μήνιγγες αὗται ταῖς ⟨…⟩ολαῖς τὴν βλάβην διαλύωσιν ἅπασαν, καὶ ἀνεπηρέαστον ⟨…⟩ὐτὸν διατηρῶσι. Καὶ τὸ μὴ συνεχές τε καὶ ἓν εἶναι τὸ ⟨…⟩λύπτον αὐτὸν ὀστοῦν, ἀλλὰ πολλὰς πανταχόθεν ἔχειν ⟨…⟩φὰς, πολλῆς ἀσφαλείας αὐτῷ πάλιν ὑπόθεσις γίνεται. ⟨…⟩ῶν τε γὰρ συνεχόντων αὐτὸν ἀτμῶν εἰς τὸ ἔξω ῥᾳδία ⟨…⟩ένοιτ' ἂν ἀναπνοὴ διὰ τῶν ῥαφῶν ἐκείνων, ὥστε αὐτὸν ⟨…⟩ὴ συμπνίγεσθαι· πληγή τε εἴ τις ἐπενεχθείη ποθὲν, ⟨…⟩ὐχ ὁλοσχερὴς γίνεται ἡ βλάβη. Εἰ μὲν γὰρ ἓν καὶ συν⟨…⟩χὲς ἦν τὸ ὀστοῦν, καὶ εἰς ἓν μέρος κατενεχθεῖσα ἡ πληγὴ ⟨…⟩ πᾶν ἐλυμήνατο ἄν· τῷ δὲ εἰς πολλὰ διαιρεῖσθαι νῦν, ⟨…⟩ὐκ ἂν γένοιτο τοῦτο. Εἰ γὰρ καὶ συμβαίη τρωθῆναι ⟨…⟩έρος ἓν, τὸ κατ' ἐκεῖνο τὸ μέρος ὀστοῦν κείμενον πα⟨…⟩αβλάπτεται μόνον, τὰ δὲ λοιπὰ ἀσινῆ μένει πάντα, τοῦ ⟨…⟩υνεχοῦς τῆς πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαι-
and so great a breadth, feels no infirmity at all. For since of all our members this is the more necessary to us, He did not suffer it to be weighed down by fatigue, so that its service to us might be unhindered and unobstructed. Rather, what speech will be able to set forth all the excellence of this member? And why do I speak concerning the pupil and the visual power? For if you examine only the eyelashes of the eye, which seem to be the most paltry of all the members, in these too you will behold great wisdom of God the Creator. For just as upon ears of corn the beards, projected forward like certain spears, scare away the birds, not permitting them to perch upon the grain and snap off the stalk, which is weaker; even so in the case of the eyes as well, the hairs of the eyelids have been projected forward like certain beards and spears, warding off dust and chaff and all things that annoy from without away from the eyes, and not suffering the eyelids to be troubled. And you might see in the case of the eyebrows too another wisdom not less than this. For who would not be astounded at their position? In that they neither project beyond measure, so as to overshadow the eyes, nor sink further inward than is needful; but like the eaves of a house, so they jut out from above, receiving the sweat descending from the head, and not suffering it to vex the eyes. On this very account hairs too have grown into them, checking by their thickness the things that stream down, and sheltering them with great precision, and affording great comeliness to the countenance. And not at this alone might one marvel, but also at another thing no less than this. For on what account, tell me, do the hairs of the head grow and get shorn, whereas those of the eyebrows do so no longer? For neither has this come to pass for us simply or at random, but lest by slackening down they should overshadow the eyes, which very thing those who have come to deep old age suffer. And who could go through all the wisdom displayed through the brain? For first He made it soft, since itself supplies the springs to all the senses; next, lest contrary to its own nature it should be injured, He walled it round on every side with bones; again, lest by rubbing against the hardness of the bones it should be troubled, He stretched a middle membrane, not one alone, but also a second, understretching the one beneath the crown of the skull from below, while wrapping the other from above round the flesh of the brain; and the former is harder than the latter. And this He did both on account of the aforesaid cause, and so that the brain might not be the first to receive blows borne down upon the head, but that these meninges, meeting the strokes in advance, might dissipate all the harm, and preserve it unharmed. And the fact that the bone covering it is not continuous and one, but has many sutures on every side, becomes again a ground of great security for it. For both an easy ventilation outwards of the vapours containing it may take place through those sutures, so that it is not suffocated; and if any blow be brought upon it from anywhere, the harm does not become total. For had the bone been one and continuous, even a blow brought down upon one part would have marred the whole; whereas now, through its being divided into many parts, this could not come to pass. For even if one part should happen to be wounded, the bone lying at that part alone is injured, while all the rest remains unscathed, the continuity of the blow being interrupted by the divi-