Migne Reading Room

PG 49 · cols. 112–117 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:112Read from the page
καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
and with Whom to the Father be the glory, together with the Holy Spirit, unto the ages of the ages. Amen.
ἢ γὰρ περὶ τῶν ὠνίων, ἢ περὶ τῶν εἰσφορῶν, ἢ περὶ τραπέζης πολυτελοῦς, ἢ περὶ χωρίων πράσεως, ἢ περὶ συμβολαίων ἑτέρων, ἢ περὶ διαθηκῶν, ἢ περὶ κληρονομιῶν, ἢ περὶ ἑτέρων τινῶν τοιούτων ἅπαντες τοῖς ἐκεῖ συλλεγομένοις οἱ λόγοι γίνονται. Κἂν εἰς αὐτὰς δὲ εἰσέλθῃς τὰς βασιλικὰς αὐλὰς, καὶ ἐκεῖ πάλιν τὰ αὐτὰ ἀκούσῃ διαλεγομένων ἀπάντων περὶ χρημάτων, περὶ δυναστείας, περὶ δόξης τῆς ἐνταῦθα τιμωμένης, πνευματικὸν δὲ οὐδέν· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, περὶ τοῦ οὐρανοῦ καὶ τῶν ἐν οὐρανῷ πραγμάτων, περὶ ψυχῆς, περὶ ζωῆς τῆς ἡμετέρας, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ διὰ τί τοσοῦτον διατρίβομεν ἐνταῦθα χρόνον, καὶ ἐπὶ τίσιν ἀποδημοῦμεν ἐντεῦθεν, καὶ τί μετὰ ταῦτα ἡμᾶς διαδέξεται, καὶ τίνος ἕνεκεν τὸ σῶμα ἡμῖν πήλινον, καὶ τίς ἡ τοῦ θανάτου φύσις, καὶ τί ποτέ ἐστιν ἡ παροῦσα ζωὴ, καὶ τίς ἡ μέλλουσα, καὶ οὐδὲν ἁπλῶς γήινον, ἀλλὰ πάντες περὶ πνευματικῶν ἡμῖν οἱ λόγοι γίνονται· καὶ μεγάλα τῆς σωτηρίας ἡμῶν λαβόντες ἐφόδια, οὕτως ἐντεῦθεν ἀπελευσόμεθα μετὰ χρηστῆς τῆς ἐλπίδος.
for all the discourses among those gathered there turn either upon wares for sale, or upon tributes, or upon a sumptuous table, or upon the sale of estates, or upon other contracts, or upon wills, or upon inheritances, or upon certain other such matters. And even if you enter into the royal courts themselves, there too again you will hear the very same things as one and all converse about money, about domination, about the glory prized here, and nothing spiritual at all; whereas here it is the exact opposite: about heaven and the things in heaven, about the soul, about our life, and for what sake we have come into being, and why we tarry here for so long a time, and upon what terms we depart hence, and what will receive us after these things, and for what sake our body is of clay, and what the nature of death is, and what this present life ever is, and what the life to come, and nothing earthly at all, but all our discourses turn upon spiritual things; and having received great provisions for our salvation, thus we shall depart hence with good hope.
βʹ. Ἐπεὶ οὖν οὐκ εἰκῆ τὰ σπέρματα κατεβάλομεν, ἀλλ' ὥσπερ ὑμᾶς παρεκάλεσα πάντας ἐθηρεύσατε τοὺς ἀπολειφθέντας ὑμῶν, φέρε καὶ ἡμεῖς ὑμᾶς ἀμειψώμεθα, καὶ μικρὰ τῶν πρότερον εἰρημένων ὑμᾶς ἀναμνήσαντες, τὰ λειπόμενα ἀποδῶμεν πάλιν. Τίνα οὖν ἦν τὰ πρώην εἰρημένα; Ἐζητοῦμεν πῶς καὶ τίνι τρόπῳ πρὸ τῆς τῶν Γραφῶν δόσεως τὰ καθ' ἡμᾶς ᾠκονόμησεν ὁ Θεὸς, καὶ ἐλέγομεν, ὅτι διὰ τῆς κτίσεως ἐπαίδευσεν ἡμῶν τὸ γένος, οὐρανὸν ἐκτείνας καὶ εἰς τὸ μέσον προθεὶς, βιβλίον μέγιστον, καὶ ἰδιώταις καὶ σοφοῖς, καὶ πένησι καὶ πλουσίοις, καὶ Σκύθαις καὶ βαρβάροις, καὶ πᾶσιν ἁπλῶς τοῖς τὴν γῆν οἰκοῦσι χρήσιμον, βιβλίον πολὺ μεῖζον τοῦ πλήθους τῶν διδασκομένων ὄν. Πολλὰ καὶ περὶ νυκτὸς καὶ ἡμέρας, καὶ τῆς τούτων εὐταξίας, καὶ τοῦ ῥυθμοῦ τοῦ μετὰ ἀκριβείας ὑπ' αὐτῶν φυλαττομένου διελέχθημεν· πολλὰ καὶ περὶ τοῦ χοροῦ τῶν ὡρῶν τοῦ ἔτους, καὶ τῆς τούτων ἰσότητος. Καθάπερ γὰρ ἡ ἡμέρα τῆς νυκτὸς οὐδὲ ἡμιώριον πλεονεκτεῖ κατὰ πάντα τὸν ἐνιαυτόν· οὕτω καὶ αὗται πρὸς ἀλλήλας ἐξ ἴσης τὰς ἡμέρας διενείμαντο πάσας. Ἀλλ' ὅπερ καὶ ἔμπροσθεν ἔλεγον, ὅτι οὐ τὸ μέγεθος καὶ τὸ κάλλος τῆς κτίσεως δείκνυσι τὸν Δημιουργὸν μόνον, ἀλλὰ καὶ ὁ τρόπος αὐτὸς τῆς συμπήξεως, καὶ τὸ ὑπὲρ φύσεως ἀκολουθίαν εἶναι τῆς δημιουργίας τὸν τρόπον. Φύσεως μὲν γὰρ ἀκολουθία ἦν, τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι· νῦν δὲ τοὐναντίον ὁρῶμεν, τὴν γῆν ὑπὸ τῶν ὑδάτων βασταζομένην. Φύσεως ἦν ἀκολουθία, τὸ πῦρ ἄνω τρέχειν· νῦν δὲ τὸ ἐναντίον βλέπομεν κάτω πρὸς τὴν γῆν τετραμμένας τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τὰ ὕδατα ὑπεράνω τῶν οὐρανῶν ὄντα, καὶ οὐ διολισθαίνοντα, καὶ τὸν ἥλιον κάτωθεν τρέχοντα, καὶ οὐδὲ σβεννύμενον ὑπὸ τῶν ὑδάτων, οὔτε ἀφανίζοντα τὴν νοτίδα ἐκείνην. Πρὸς τούτοις εἰρήκαμεν, ὅτι ἐκ τεττάρων στοιχείων τόδε τὸ πᾶν συνέστηκεν ἐναντίων ἀλλήλοις καὶ μαχομένων, καὶ θάτερον τὸ ἕτερον οὐ κατηνάλωσε,
2. Since, therefore, we did not cast our seeds in vain, but just as I exhorted you, you have hunted down all those of your number who had been left behind, come, let us too requite you, and having reminded you of a few of the things spoken previously, let us pay back in turn what remains. What then were the things spoken recently? We were inquiring how and in what manner, before the giving of the Scriptures, God ordered our affairs, and we were saying that through creation He educated our race, stretching out heaven and setting it forth in the midst as a vast book, serviceable both to the unlearned and to the wise, both to the poor and to the rich, both to Scythians and to barbarians, and simply to all who inhabit the earth—a book far greater than the multitude of those who are taught. Many things also we discoursed concerning night and day, and their good order, and the rhythm preserved by them with exactness; many things also concerning the chorus of the seasons of the year, and their equality. For just as day does not gain even half an hour over night throughout the entire year, so these too have distributed all the days among one another on equal terms. Yet, as I was also saying before, not the greatness and the beauty of creation alone point out the Creator, but also the very manner of its framing, and the fact that the manner of creation is above the sequence of nature. For it was the sequence of nature for water to be borne above the earth; yet now we see the opposite, the earth borne up by the waters. It was the sequence of nature for fire to course upwards; yet now we behold the opposite: the rays of the sun turned downwards towards the earth, and the waters being high above the heavens and not slipping off, and the sun coursing beneath and neither quenched by the waters nor making that moisture vanish. In addition to these things we have said that this universe has been constituted out of four elements opposed to one another and warring, and the one has not consumed the other,
PG 49:113Read from the page
καίτοιγε ἀλλήλων ὄντα ἀναλωτικά. Ὅθεν δῆλον, ὅτι δύναμίς τις ἀόρατος αὐτὰ χαλινοῖ, καὶ δεσμὸς γίνεται ἡ τοῦ Θεοῦ βούλησις. Τούτῳ πλέον ἐνδιατρίψαι σήμερον βούλομαι τῷ λόγῳ· ἀλλὰ διανάστητε, καὶ προσέχετε μετ' ἀκριβείας ἡμῖν. Ὥστε δὲ σαφέστερον γενέσθαι τὸ θαῦμα, ἀπὸ τοῦ σώματος τοῦ ἡμετέρου τὴν διδασκαλίαν τὴν περὶ τούτων ποιήσομαι. Καὶ γὰρ τὸ σῶμα τὸ ἡμέτερον τὸ βραχὺ τοῦτο καὶ μικρὸν ἐκ τεττάρων συνέστηκε στοιχείων, θερμοῦ μὲν τοῦ αἵματος, ξηροῦ δὲ τῆς χολῆς τῆς ξανθῆς· καὶ ὑγροῦ μὲν τοῦ φλέγματος, ψυχροῦ δὲ τῆς μελαίνης χολῆς. Καὶ μή τις ἀλλότριον ἡμῶν εἶναι νομιζέτω τοῦτον τὸν λόγον· Ὁ γὰρ πνευματικὸς ἀνακρίνει μὲν τὰ πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Οὕτω καὶ Παῦλος γεωργικῶν ἥψατο θεωρημάτων, περὶ ἀναστάσεως ἡμῖν διαλεγόμενος, καί φησιν· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ. Εἰ δὲ ὁ μακάριος ἐκεῖνος τοὺς τῆς γεωβγίας ἐκίνει λόγους, οὐδὲ ἡμῖν μέμψοιτό τις ἰατρικῶν ἁπτομένοις νοημάτων· περὶ γὰρ δημιουργίας Θεοῦ νῦν ἡμῖν ὁ λόγος· καὶ ἀναγκαία γένοιτ' ἂν ἡμῖν αὕτη τῶν νοημάτων ἡ ὑπόθεσις. Ὅπερ οὖν ἔφθην εἰπὼν, ἐκ τεττάρων ἡμῖν στοιχείων τοῦτο τὸ σῶμα συνέστηκε, κἂν τὸ ἕτερον στασιάσῃ μέχρι παντὸς, θάνατος ἀπὸ τῆς στάσεως γίνεται ταύτης· οἷον τῆς χολῆς πλεοναζούσης, τίκτεται πυρετὸς, κἂν ἐπικρατήσῃ πέρα τοῦ μέτρου, ταχίστην ἐπάγει τὴν τελευτήν· πάλιν τοῦ ψυχροῦ πλεονάζοντος, παρέσεις καὶ τρόμοι καὶ ἀποπληξίαι καὶ μυρία ἕτερα νοσήματα τίκτεται· καὶ ὅλως ἑκάστη νοσημάτων ἰδέα ἀπὸ τῆς πλεονεξίας τῶν στοιχείων γίνεται τούτων, ὅταν τὸ ἕτερον τοὺς οἰκείους ὑπερβὰν ὅρους νατὰ τῶν λοιπῶν τυραννῇ, καὶ τὴν συμμετρίαν λυμήνηται πᾶσαν.
although they are destructive of one another. Whence it is manifest that some invisible power bridles them, and the will of God becomes their bond. Upon this discourse I wish to dwell further today; so rise up and attend to us with exactness. And so that the wonder may become clearer, I shall draw the teaching concerning these things from our own body. For indeed this brief and small body of ours has been constituted out of four elements: of hot, which is blood, and of dry, which is yellow bile; and of moist, which is phlegm, and of cold, which is black bile. And let no one suppose this discourse to be foreign to us; for the spiritual man examines all things, yet he himself is examined by no one. Thus Paul too touched upon observations of husbandry when discoursing to us concerning the resurrection, and says: Thou fool, that which thou sowest is not quickened, except it die. Now if that blessed man stirred up discourses of husbandry, neither would anyone blame us when we touch upon medical conceptions; for our discourse is now concerning the creation of God, and this theme of thoughts will prove necessary for us. As I was just saying, therefore, this body has been constituted for us out of four elements, and if one of them falls into faction to the uttermost, death arises from this faction: as, for instance, when bile abounds in excess, fever is begotten, and if it prevails beyond measure, it brings on a most swift end; again, when the cold abounds in excess, palsies and tremors and apoplexies and ten thousand other diseases are begotten; and in general every form of diseases arises from the encroachment of these elements, when one of them, overstepping its own bounds, plays the tyrant against the rest and mars the entire symmetry.
Ἐρώτησον τοίνυν τὸν λέγοντα αὐτόματα εἶναι τὰ πάντα, καὶ ἀφ' ἑαυτῶν συνεστάναι. Εἰ τὸ βραχὺ τοῦτο σῶμα καὶ μικρὸν, καὶ φαρμάκων ἀπολαῦον καὶ ἰατρικῆς ἐπιστήμης, καὶ τῆς διοικούσης αὐτὸ ψυχῆς ἔνδον, καὶ φιλοσοφίας πολλῆς, καὶ μυρίων ἑτέρων βοηθημάτων, οὐκ ἰσχύει διαπαντὸς ἐν εὐταξίᾳ μένειν, ἀλλ' ἀπόλλυται καὶ διαφθείρεται πολλάκις, ἐν αὐτῷ ταραχῆς γενομένης· πῶς ἂν ὁ τοσοῦτος κόσμος τοσούτους ὄγκους σωμάτων ἔχων, καὶ ἐκ τῶν αὐτῶν συγκείμενος στοιχείων, εἰ μὴ πολλῆς ἀπήλαυσε προνοίας, ἔμεινεν ἂν ἐπὶ τοσοῦτον χρόνον ἀτάραχος; Οὐδὲ γὰρ ἂν ἔχοι λόγον, τὸ μὲν προνοίας ἀπολαῦον ἡμῶν σῶμα καὶ τῆς ἔξωθεν καὶ τῆς ἔνδοθεν, μόλις διαρκεῖν πρὸς τὴν ἑαυτοῦ σύστασιν· τὸν δὲ τοσοῦτον κόσμον, μηδεμιᾶς ἀπολαύοντα προνοίας, ἐπὶ τοσαῦτα ἔτη μηδὲν τοιοῦτον παθεῖν, οἷον τὸ σῶμα τὸ ἡμέτερον. Πῶς γὰρ οὐδὲ ἓν τῶν στοιχείων τούτων, εἰπέ μοι, τοὺς οἰκείους ὑπερέβη ὅρους, καὶ τὰ λοιπὰ κατηνάλωσεν ἅπαντα; τίς δὲ αὐτὰ συνήγαγεν ἀπ' ἀρχῆς; τίς ἔδησε, τίς ἐχαλίνωσε, τίς ἐπὶ τοσοῦτον διακρατεῖ χρόνον; Καὶ γὰρ εἰ μὲν ἁπλοῦν καὶ μονοειδὲς ἦν τοῦ κόσμου τὸ σῶμα, οὐχ οὕτως ἀδύνατον ἦν τὸ λεγόμενον· ὅταν δὲ μάχη τοσαύτη τῶν στοιχείων ἐξ ἀρχῆς ᾖ, τίς οὕτως ἀνόητος ὡς ἐννοῆσαι, ὅτι χωρὶς τοῦ συνάγοντος συνῆλθε ταῦτα αὐτόματα, καὶ συνελθόντα ἔμεινεν; Εἰ γὰρ ἡμεῖς οὐχὶ φύσει, ἀλλὰ προαιρέσει πρὸς ἀλλήλους ἐχθρωδῶς ἔχοντες οὐκ ἂν αὐτόματοι συμβαίημεν, ἕως ἂν ἐχθροὶ μένωμεν καὶ πρὸς ἀλλήλους ἔχωμεν ἀηδῶς, ἀλλ' ἑτέρου δεόμεθα τοῦ συνάγοντος ἡμᾶς, καὶ μετὰ τὸ συναγαγεῖν ἐπισφίγγοντος, καὶ πείθοντος μένειν ἐπὶ τῆς καταλλαγῆς, καὶ μὴ πά-
Ask, therefore, him who says that all things are spontaneous and subsist of themselves: if this brief and small body, even while enjoying medicines and medical science, and the soul governing it within, and much philosophy, and ten thousand other aids, does not have strength to remain continually in good order, but perishes and is destroyed oftentimes when disturbance arises in it, how could so vast a world, possessing such great bulks of bodies and composed out of the very same elements, had it not enjoyed great providence, have remained untroubled for so long a time? For neither could it stand to reason that our body, though enjoying providence both from without and from within, should scarcely hold out for its own preservation, whereas so vast a world, enjoying no providence at all, should over so many years suffer nothing such as our body does. For how, tell me, did not even one of these elements overstep its own bounds and consume all the rest? And who brought them together from the beginning? Who bound them, who bridled them, who holds them fast for so long a time? For indeed had the body of the world been simple and uniform, what is alleged would not have been so impossible; when, however, there is so great a strife of the elements from the beginning, who is so senseless as to suppose that apart from One bringing them together these things came together of their own accord, and having come together remained? For if we, when hostilely disposed towards one another not by nature but by choice, would not come to terms of our own accord so long as we remain enemies and are unpleasantly disposed towards one another, but stand in need of another to bring us together, and after bringing us together to bind us fast, and persuade us to abide in reconciliation, and not a-
Notes, col. 113

On the reading

Printed γεωβγίας, for γεωργίας.

Printed νατὰ, for κατὰ.

PG 49:114Read from the page
λιν ἀποπηδᾷν· πῶς ἂν τὰ μήτε λογισμοῦ μήτε αἰσθήσεώς τινος μετέχοντα στοιχεῖα, καὶ φύσει πολέμια ἀλλήλοις ὄντα καὶ ἐχθρὰ συνῆλθε καὶ συνέβη, καὶ μετ' ἀλλήλων ἔμεινεν, εἰ μὴ δύναμίς τις ἦν ἄῤῥητος, ἡ καὶ συνάγουσα, καὶ μετὰ τὸ συναγαγεῖν διαπαντὸς μετὰ τοῦ δεσμοῦ τούτου κατέχουσα;
gain spring apart: how could elements that partake neither of reason nor of any perception, and are by nature at war with and hostile to one another, have come together and come to terms and remained with one another, had there not been some ineffable power both bringing them together and, after bringing them together, continually holding them fast with this bond?
γʹ. Οὐχ ὁρᾷς πῶς τοῦτο τὸ σῶμα τῆς ψυχῆς ἀποστάσης διαῤῥεῖ, καὶ μαραίνεται, καὶ ἀπόλλυται, καὶ πρὸς τὴν οἰκείαν ἕκαστον τῶν στοιχείων ἐπανέρχεται λῆξιν; Τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ τοῦδε ἐγένετο ἂν τοῦ κόσμου, εἰ κατέλιπεν αὐτὸν ἔρημον τῆς οἰκείας προνοίας ἡ διαπαντὸς αὐτὸν κυβερνῶσα δύναμις. Εἰ γὰρ πλοῖον ἄνευ κυβερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως, ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον μηδενὸς αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν εἴπω πλέον, νόμισον εἶναι πλοῖον τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστία τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέλαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτου χρόνου ναυάγιον οὐκ ἐγένετο; ἔασον γοῦν πλοῖον μίαν ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει καταποντιζόμενον εὐθέως· ἀλλ' ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔτη ἔχων. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συναιρεθέντος ἀφῆκεν ἔρημον, καὶ οὐδὲ δύο πολλάκις ἡμέρας διαμένει, ἀλλὰ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν σταίη χωρὶς τοῦ προνοοῦντος, δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, καὶ νόμοι νυκτὸς καὶ ἡμέρας, καὶ ὡρῶν ἐνηλλαγμέναι χορεῖαι, καὶ φύσεως δρόμος ποικίλος τις καὶ παντοδαπὸς ἐν γῇ καὶ θαλάττῃ, καὶ ἀέρι, καὶ οὐρανῷ, καὶ φυτοῖς, καὶ ζώοις πετομένοις, νηχομένοις, βαδίζουσιν, ἕρπουσι, καὶ ἐν τῷ πάντων ἐκείνων κυριωτέρῳ τῶν ἀνθρώπων γένει, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτος χρόνον χωρὶς προνοίας τινός; Μετὰ γὰρ τῶν εἰρημένων ἐπελθέ μοι τοὺς λειμῶνας τῷ λόγῳ, τοὺς παραδείσους, τὰ γένη τῶν ἀνθῶν, τὰς βοτάνας ἁπάσας, τὰς χρείας αὐτῶν, τὴν εὐωδίαν, τὰ σχήματα, τὴν θέσιν, τὰ ὀνόματα μόνον· τὰ δένδρα τὰ ἔγκαρπα, τὰ ἄκαρπα· τῶν μετάλλων τὴν φύσιν· τῶν ζώων τῶν ἐν θαλάττῃ, τῶν ἐν τῇ γῇ, τῶν νηκτῶν, τῶν ἀεροπόρων· τὰ ὄρη, τὰς νάπας, τοὺς δρυμοὺς, τὸν κάτω λειμῶνα, τὸν ἄνω λειμῶνα (καὶ γὰρ ἐν τῇ γῇ λειμὼν καὶ ἐν τῷ οὐρανῷ λειμών), τὰ ποικίλα τῶν ἄστρων ἄνθη, κάτω ῥόδα, ἄνω ἶρις. Βούλει καὶ ἐπὶ τῶν ὀρνίθων σοι δείξω λειμῶνα; κατάμαθε τοῦ ταὼ τὸ σῶμα τὸ ποικίλον καὶ πᾶσαν ὑπερβαῖνον βαφὴν, τοὺς πορφυρίζοντας στρουθούς. Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ πόσον ἔχει χρόνον καὶ οὐκ ἠμαυρώθη, ἀλλ' ὥσπερ σήμερον κατασκευασθεὶς, οὕτως ἐστὶν ἀποστίλβων καὶ λαμπρός· τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ τοσοῦτον τίκτουσα χρόνον. Ἐννόησόν μοι τὰς πηγὰς πῶς ἀναβλύζουσι, καὶ οὐκ ἐπέλιπον ἐξ οὗ γεγόνασι διηνεκῶς βρύουσαι καὶ ἡμέραν καὶ νύκτα πᾶσαν· ἐννόησόν μοι τὴν θάλατταν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον. Ἀλλὰ μέχρι τίνος διώκομεν ἀκίχητα; Ἄξιον ἐφ' ἑκάστῳ τῶν εἰρημένων λέγειν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἀλλὰ τίς ὁ σοφὸς τῶν ἀπίστων λόγος, ὅταν ἅπαντα ταῦτα διέλθωμεν πρὸς αὐτοὺς, τὸ μέγεθος, τὸ κάλλος τῆς κτίσεως, τὴν δαψίλειαν, τὴν ἀφθονίαν τὴν ἐν ἅπασιν; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστά ἐστιν ἔγκλημα, φησὶν, ὅτι οὕτω
3. Do you not see how this body, when the soul has departed, streams away, and withers, and perishes, and each of the elements returns to its own allotted sphere? This very same thing would also have come to pass in this world, had the power that continually pilots it left it destitute of its own providence. For if a ship does not hold together without a pilot, but is easily submerged, how could the world have held together for so long a time with no one piloting it? And not to say anything further, suppose the world to be a ship, the earth to lie beneath as keel, heaven to be the sails, human beings the passengers, the underlying abyss the ocean: how then over so long a time has shipwreck not occurred? Leave a ship for one day, at any rate, apart from pilot and sailors, and straightway you will see it submerged; yet the world has suffered nothing of the sort, though now counting five thousand and far more years. And why do I say a ship? Someone has knocked together a small hut among the vines, and once the fruit has been gathered in has left it deserted, and oftentimes it does not hold out for even two days, but falls apart and collapses swiftly. Could a hut, then, not stand apart from one taking care of it, and yet could so vast a handiwork, so fair and wondrous, and laws of night and day, and alternating choric dances of seasons, and a varied and manifold course of nature on earth and sea, and in air, and in heaven, and in plants, and in living beings that fly, swim, walk, creep, and in the race of human beings more sovereign than all those, have endured unerring for so long a time apart from any providence? For along with the things spoken, traverse for me in thought the meadows, the gardens, the kinds of flowers, all the herbs, their uses, their sweet fragrance, their shapes, their position, their bare names; the trees that bear fruit, those without fruit; the nature of metals; that of the living beings in the sea, of those on the land, of those that swim, of those that traverse the air; the mountains, the glens, the thickets, the meadow below, the meadow above (for there is both a meadow on the earth and a meadow in heaven), the variegated flowers of the stars: roses below, a rainbow above. Do you wish me to show you a meadow among the birds as well? Observe closely the variegated body of the peacock surpassing every dye, and the purple-gleaming birds. Consider for me the beauty of heaven, how long a time it has counted and has not been dimmed, but just as if fashioned today, so it is glistening and bright; the power of the earth, how its womb has not grown faint though bringing forth for so long a time. Consider for me the springs, how they gush up and have not failed since they came into being, teeming continually all day and night; consider for me the sea, how many rivers it receives and yet has not overstepped its measure. Yet up to what point do we pursue things unattainable? Over each of the things spoken it is worthy to say: How magnified are Thy works, O Lord! In wisdom hast Thou made them all. Yet what is the clever plea of the unbelievers when we go through all these things to them: the greatness, the beauty of creation, the lavishness, the abundance in all things? Why, this very thing above all is the charge, says he, that so
PG 49:115Read from the page
⟨…⟩αλὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν ὁ Θεός· ει μὴ γὰρ ⟨…⟩ὐτὸν καλὸν καὶ μέγαν ἐποίησεν ὁ Θεός, οὐκ ἂν αὐτὸν ⟨…⟩θεοποιήσαμεν· νῦν δὲ ἐκπλαγέντες αὐτοῦ τὸ μέγεθος, ⟨…⟩αὶ θαυμάσαντες αὐτοῦ τὸ κάλλος, ἐνομίσαμεν αὐτὸν ⟨…⟩ἶναι θεόν. Ἀλλ' ἕωλος οὗτος ὁ λόγος ἐστίν. Ὅτι γὰρ οὔτε ⟨…⟩ὸ μέγεθος οὔτε τὸ κάλλος τῆς ἀσεβείας αἴτιον, ἀλλ' ἡ ⟨…⟩κείνων ἄνοια, δείκνυμεν ἡμεῖς οἱ μηδὲν τοιοῦτον πα-⟨…⟩όντες ποτέ. Τίνος γὰρ ἕνεκεν αὐτὸν οὐκ ἐθεοποιήσαμεν; ⟨…⟩ὐ τοῖς αὐτοῖς ὀφθαλμοῖς αὐτὸν βλέπομεν; οὐ τὰ ⟨…⟩ὐτὰ τῆς κτίσεως ἀπολαύομεν ἅπερ καὶ ἐκεῖνοι; οὐ τὴν ⟨…⟩ὐτὴν ψυχὴν κεκτήμεθα; οὐ τὸ αὐτὸ σῶμα ἔχομεν, οὐ τὴν αὐτὴν πατοῦμεν γῆν; πῶς ἡμᾶς οὐκ ἔπεισε τὸ κάλ-⟨…⟩ος καὶ τὸ μέγεθος τὰ αὐτὰ νοῆσαι ἐκείνοις; Οὐκ ἐν-⟨…⟩εῦθεν δὲ τοῦτο ἔσται δῆλον μόνον, ἀλλὰ καὶ ἑτέρωθεν. Ὅτι γὰρ οὐ διὰ τὸ κάλλος αὐτὸν ἐθεοποίησαν, ἀλλὰ διὰ τὴν οἰκείαν ἄνοιαν, τὸν πίθηκον τίνος ἕνεκεν προσεκύνησαν, τὸν κροκόδειλον, τὴν κύνα, τὰ εὐτελέστατα τῶν ζώων; Ὄντως Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν. Πλὴν ἀλλ' οὐκ ἀπὸ τούτων ἀπολογησόμεθα μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐροῦμεν.
fair and great did God make the cosmos; for had God not made it fair and great, we would not have deified it; yet now, astounded at its magnitude and marvelling at its beauty, we supposed it to be a god. Yet this plea is stale. For that neither its magnitude nor its beauty is the cause of their impiety, but their own folly, we ourselves demonstrate, who have never suffered any such thing. For on what account did we not deify it? Do we not behold it with the same eyes? Do we not enjoy the same things of creation as they also do? Do we not possess the same soul; do we not have the same body, do we not tread the same earth? How did its beauty and its magnitude not persuade us to conceive the same notions as they? And not from this alone will this be plain, but from elsewhere as well. For to see that they deified it not because of its beauty, but because of their own folly, on what account did they worship the ape, the crocodile, the hound, the most paltry of living creatures? Truly, They became vain in their reasonings, and their senseless heart was darkened; for professing to be wise, they became fools. However, we shall not make our defence from these points alone, but shall also state something further besides.
δʹ. Ταῦτα γὰρ ἄνωθεν ὁ Θεὸς προειδὼς, καὶ ταύτην αὐτῶν ἀνεῖλε τὴν πρόφασιν κατὰ τὴν αὐτοῦ σοφίαν· διὰ τοῦτο οὐ μόνον θαυμαστὸν καὶ μέγαν τὸν κόσμον ἐποίησεν, ἀλλὰ καὶ φθαρτὸν καὶ ἐπίκηρον, καὶ τῆς ἀσθενείας αὐτοῦ πολλὰ δείγματα ἐγκατέθετο, καὶ ὅπερ ἐπὶ τῶν ἀποστόλων ἐποίησε, τοῦτο καὶ ἐπὶ τοῦ κόσμου παντός. Τί δὲ ἐπὶ τῶν ἀποστόλων ἐποίησεν; Ἐπειδὴ πολλὰ σημεῖα καὶ θαύματα ἐποίουν καὶ μεγάλα καὶ παράδοξα, εἴασεν αὐτοὺς συνεχῶς μαστίζεσθαι, ἐλαύνεσθαι, δεσμωτήριον οἰκεῖν, ἀσθενείαις περιπίπτειν σωματικαῖς, ἐν διηνεκέσιν εἶναι θλίψεσιν, ἵνα μὴ τῶν σημείων τὸ μέγεθος θεοὺς αὐτοὺς παρὰ τοῖς ἀνθρώποις νομίζεσθαι ποιήσῃ· διὰ τοῦτο, τοσαύτην δοὺς χάριν, τὸ σῶμα ἀφῆκεν εἶναι θνητὸν, πολλοῖς δὲ καὶ ἐπίνοσον, καὶ οὐ μετέβαλεν αὐτῶν τὴν ἀσθένειαν, ἵνα ἐγγυήσηται τὴν φύσιν. Καὶ οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ' αὐτοῦ τοῦ Παύλου οὕτω λέγοντος· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· φείδομαι δὲ, μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει, ἢ ἀκούει τι ἐξ ἐμοῦ· καὶ πάλιν· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι. Τί δέ ἐστιν, Ἐν ὀστρακίνοις σκεύεσιν; Ἐν τῷ σώματι τούτῳ, φησὶ, τῷ θνητῷ καὶ ἐπικήρῳ. Καθάπερ γὰρ τὸ ὄστρακον ἐκ πηλοῦ καὶ πυρὸς γίνεται, οὕτω δὴ καὶ τὸ σῶμα τῶν ἁγίων ἐκείνων πήλινον ὂν, καὶ τοῦ πνευματικοῦ πυρὸς δεξάμενον τὴν ἐνέργειαν, γέγονεν ὄστρακον. Καὶ τίνος ἕνεκεν τοῦτο γεγένηται, καὶ θησαυρὸν τοσοῦτον καὶ χαρισμάτων δαψίλειαν θνητῷ καὶ φθαρτῷ σώματι ἐναπέθετο; Ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ, καὶ μὴ ἐξ ἡμῶν. Ὅταν γὰρ ἴδῃς τοὺς ἀποστόλους νεκροὺς μὲν ἀνιστῶντας, αὐτοὺς δὲ ἀσθενοῦντας καὶ μὴ δυναμένους ἀπαλλαγῆναι τῆς ἀῤῥωστίας, εἴσῃ σαφῶς ὅτι ἡ τοῦ νεκροῦ ἀνάστασις οὐ τῆς δυνάμεως τοῦ ἀναστήσαντος, ἀλλὰ τῆς ἐνεργείας τῆς τοῦ Πνεύματος γέγονεν. Ὅτι γὰρ ἠῤῥώστουν συνεχῶς, ἄκουσον τί φησιν ὁ Παῦλος περὶ Τιμοθέου· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα· καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγεν, ὅτι Ἐπαφρόδιτος ἠσθένησε πα-
4. For God, foreseeing these things from of old, took away even this pretext of theirs according to His wisdom; therefore He made the cosmos not only wondrous and great, but also corruptible and perishable, and implanted many proofs of its weakness, and the very thing He did in the case of the apostles, this He did also in the case of the whole cosmos. And what did He do in the case of the apostles? Since they wrought many signs and wonders, both great and marvellous, He suffered them continually to be scourged, to be driven out, to inhabit prison, to fall into bodily infirmities, to be in perpetual afflictions, lest the magnitude of the signs should cause them to be supposed gods among men; therefore, having given so great grace, He left their body mortal, and for many sickly as well, and did not alter their weakness, that He might vouch for their nature. And this word is not mine, but that of Paul himself speaking thus: For though I should wish to boast, I shall not be a fool; yet I forbear, lest anyone should reckon of me above what he sees, or hears anything from me; and again: But we have this treasure in earthen vessels. And what is, In earthen vessels? In this body, he says, mortal and perishable. For just as pottery comes to be out of clay and fire, even so the body of those saints, being of clay, and having received the operation of the spiritual fire, has become an earthen vessel. And on what account has this come to pass, and why did He deposit so great a treasure and an abundance of spiritual gifts in a mortal and corruptible body? That the exceeding greatness of the power may be of God, and not from us. For when you see the apostles raising the dead, yet themselves ailing and unable to be rid of their sickness, you will know clearly that the raising of the dead came to pass not by the power of him who raised him, but by the operation of the Spirit. For that they were continually sickly, hear what Paul says concerning Timothy: Use a little wine for your stomach's sake and your frequent infirmities; and again concerning another: But Trophimus I left at Miletus sick; and writing to the Philippians he said that Epaphroditus fell sick nigh
Notes, col. 115

On the reading

Printed ει, for εἰ.

PG 49:116Read from the page
ραπλήσιον θανάτῳ. Εἰ γὰρ καὶ τούτων ὄντων θεοὺς αὐτοὺς εἶναι ἐνόμισαν, καὶ θύειν ἐπεχείρησαν, λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς, εἰ μὴ ταῦτα ἐγένετο, ποῦ οὐκ ἂν ἐξέβησαν ἀσεβείας, τὰ θαύματα τότε ὁρῶντες; Ὥσπερ οὖν ἐνταῦθα διὰ τὸ μέγεθος τῶν σημείων καὶ τὴν φύσιν ἀφῆκεν ἐν ἀσθενείᾳ μένειν, καὶ τοὺς ἐπαλλήλους συνεχώρησε πειρασμοὺς, ἵνα μὴ νομισθῶσιν εἶναι θεοὶ, οὕτω καὶ ἐπὶ τῆς κτίσεως παραπλήσιόν τι τούτοις ἐποίησε. Καὶ γὰρ καλὴν αὐτὴν καὶ μεγάλην, καὶ φθαρτὴν πάλιν κατεσκεύασε. Καὶ ἀμφότερα ταῦτα αἱ Γραφαὶ φιλοσοφοῦσιν· ὁ μὲν γὰρ τὸ κάλλος τῶν οὐρανῶν διηγούμενος, οὕτω φησίν· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ πάλιν· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν, καὶ διατείνας αὐτὸν ὡς σκηνὴν ἐπὶ τῆς γῆς· καὶ πάλιν· Ὁ κατέχων τὸν γῦρον τοῦ οὐρανοῦ. Ἕτερος δὲ δεικνὺς ὅτι εἰ καὶ καλὸς καὶ μέγας, ἀλλὰ φθαρτός ἐστιν, οὕτω φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Καὶ πάλιν περὶ τοῦ ἡλίου φησὶν ὁ Δαυῒδ, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν. Εἶδες τὸ κάλλος τοῦ ἄστρου καὶ τὸ μέγεθος πῶς σοι παρέστησε; Καθάπερ γὰρ ἐκ παστάδος τινὸς νυμφίος φανεὶς, οὕτως ὁ ἥλιος ὑπὸ τὴν ἕω τὰς ἀκτῖνας ἀφίησι, καὶ ὥσπερ τινὶ κροκωτῷ παραπετάσματι τὸν οὐρανὸν καλλωπίζων, καὶ ῥοδοειδεῖς ποιῶν τὰς νεφέλας, καὶ ἀνεμποδίστως τρέχων πᾶσαν τὴν ἡμέραν, οὐδενὶ διακόπτεται πρὸς τὸν δρόμον κωλύματι. Εἶδες τοίνυν τὸ κάλλος αὐτοῦ, εἶδες αὐτοῦ τὸ μέγεθος; βλέπε καὶ τῆς ἀσθενείας αὐτοῦ τὸ δεῖγμα. Καὶ γὰρ καὶ τοῦτο δηλῶν σοφός τις ἔλεγε· Τί φωτεινότερον ἡλίου; φησὶ, καὶ τοῦτο ἐκλείπει. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν ἀσθένειαν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν ταῖς τῶν νεφελῶν συνδρομαῖς. Νέφους γοῦν ὑποδραμόντος πολλάκις τὰς ἀκτῖνας ἀφεὶς, καὶ φιλονεικήσας διαῤῥῆξαι τὸ νέφος οὐκ ἴσχυσε, παχυτέρας τῆς νεφέλης οὔσης καὶ οὐκ ἀνασχομένης αὐτῷ διασχεῖν. Ἀλλὰ τὰ σπέρματα τρέφει, φησί· καὶ μὴν οὐκ αὐτὸς τρέφει μόνος, ἀλλὰ καὶ γῆς δεῖται, καὶ δρόσου, καὶ ὑετῶν, καὶ ἀνέμων, καὶ τῆς τῶν ὡρῶν εὐμοιρίας· κἂν μὴ ταῦτα ἅπαντα συνδράμῃ, περιττὴ ἡ τοῦ ἡλίου γίνεται χρεία.
unto death. For if even when these things were so they supposed them to be gods, and attempted to sacrifice, saying, The gods, having become like men, have come down to us, had these things not happened, to what pitch of impiety would they not have gone forth on beholding the wonders then? Just as here, then, because of the magnitude of the signs He both left their nature to remain in weakness and permitted successive trials, lest they should be supposed to be gods, so also in the case of creation He wrought something akin to these. For He fashioned it fair and great, and again corruptible. And the Scriptures expound both of these truths; for one, recounting the beauty of the heavens, speaks thus: The heavens declare the glory of God; and again: Who set the heaven as a vault, and stretched it out as a tent upon the earth; and again: Who holds fast the circle of the heaven. And another, showing that although it is fair and great, yet it is corruptible, speaks thus: In the beginning Thou, O Lord, didst lay the foundation of the earth, and the heavens are the works of Thy hands; they shall perish, but Thou remainest; and they all shall wax old like a garment, and like a mantle shalt Thou roll them up, and they shall be changed. And again concerning the sun David says that He is as a bridegroom coming forth from his chamber; he shall rejoice as a giant to run his course. Did you see how he set before you the beauty of the star and its magnitude? For just as a bridegroom appearing from some bridal chamber, so the sun at dawn sends forth its rays, both adorning the heaven as with some saffron curtain, and making the clouds rose-hue, and running unhindered all the day long, it is interrupted by no obstacle in its course. Did you see, then, its beauty, did you see its magnitude? Look also at the proof of its weakness. For indicating this too a certain wise man said: What is brighter than the sun? he says, and yet this suffers eclipse. And not from this alone may one see its weakness, but also in the gatherings of the clouds. At all events, when a cloud has slipped beneath, oftentimes though sending forth its rays and striving to cleave the cloud it has not prevailed, the cloud being thicker and not suffering itself to be pierced by it. Yet it nourishes the seeds, says one; nay, it does not nourish them alone, but needs earth as well, and dew, and rains, and winds, and the good temperature of the seasons; and unless all these concur, the service of the sun becomes superfluous.
Τοῦτο δὲ οὐκ ἂν εἴη Θεοῦ, τὸ δεῖσθαι ἑτέρων πρὸς ἅπερ ἂν βούληται ποιεῖν· Θεοῦ γὰρ ἴδιον μάλιστα τὸ ἀνενδεές. Αὐτὸς γοῦν οὐχ οὕτω τὰ σπέρματα ἐξήγαγεν ἀπὸ τῆς γῆς, ἀλλ' ἐκέλευσε μόνον, καὶ πάντα ἐβλάστησε. Καὶ πάλιν, ἵνα μάθῃς ὅτι οὐχ ἡ τῶν στοιχείων φύσις, ἀλλὰ τὸ πρόσταγμα αὐτοῦ πάντα ποιεῖ, αὐτά τε τὰ στοιχεῖα οὐκ ὄντα παρήγαγε, καὶ ἐπὶ τῶν Ἰουδαίων, οὐδενὸς δεηθεὶς, τὸ μάννα κατήγαγεν· Ἄρτον γὰρ, φησὶν, οὐρανοῦ ἔδωκεν αὐτοῖς. Καὶ τί λέγω, πρὸς τὴν τῶν καρπῶν ἀκμὴν ὅτι ἑτέρων δεῖται στοιχείων πρὸς τὴν αὐτῶν σύστασιν, ὅπου γε καὶ αὐτὸς πολλῶν χρήζει πρὸς σύστασιν, καὶ οὐκ ἂν αὐτὸς ἀρκέσειεν ἑαυτῷ; Καὶ γὰρ ἵνα βαδίζῃ, τοῦ οὐρανοῦ δεῖται καθάπερ ἐδάφους τινὸς ὑποκειμένου, καὶ ἵνα φαίνηται, τῆς τοῦ ἀέρος καθαρότητος καὶ λεπτότητος, ὥστε ἂν πυκνωθῇ πέρα τοῦ μέτρου καὶ οὗτος, οὐκ ἰσχύει δεῖξαι τὸ ἑαυτοῦ φῶς ἐκεῖνος,
Now this would not belong to God, to stand in need of others for whatever He may wish to do; for to be without need is above all proper to God. He Himself, at all events, did not thus bring forth the seeds from the earth, but only commanded, and all things sprang up. And again, that you may learn that it is not the nature of the elements, but His command that makes all things, He both brought forth the elements themselves when they did not exist, and in the case of the Jews, needing nothing, He brought down the manna; For bread of heaven, it says, He gave them. And why do I say, with regard to the ripening of fruits, that it needs other elements for their constitution, seeing that itself also requires many things for its constitution, and could not itself suffice for itself? For in order to walk, it needs the heaven like some underlying pavement, and in order to shine, the purity and thinness of the air, so that if this too becomes dense beyond measure, that sun has not strength to display its own light,
PG 49:117Read from the page
καὶ ἵνα μὴ πᾶσιν ἀφόρητος ᾖ, μηδὲ κατακαύσῃ πάντα, ψυχρότητος δεῖται πάλιν καὶ δρόσου. Ὅταν οὖν καὶ περιγίνηται αὐτοῦ στοιχεῖα ἕτερα, καὶ τὴν ἀσθένειαν αὐτοῦ διορθῶται (περιγίνεται μὲν ὡς νεφέλαι καὶ τοῖχοι, καὶ ἄλλα τινὰ σώματα ἀποκρύπτοντα αὐτοῦ τὸ φῶς· διορθοῦται δὲ αὐτοῦ τὴν ἀμετρίαν ὡς δρόσοι, καὶ πηγαὶ, καὶ ψυχρότης ἀέρος), πῶς ἂν οὗτος εἴη Θεός; Τὸν γὰρ Θεὸν ἀνενδεῆ εἶναι χρὴ, καὶ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν ἁπάντων αἴτιον εἶναι τῶν καλῶν, καὶ παρὰ μηδενὸς κωλύεσθαι· καθάπερ οὖν καὶ περὶ τοῦ Θεοῦ φησιν ὁ Παῦλος καὶ ὁ προφήτης Ἠσαΐας, ὁ μὲν οὕτω λέγων ἐκ προσώπου αὐτοῦ· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος· καὶ πάλιν· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ὁ Δαυῒδ· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ὁ δὲ Παῦλος τὸ ἀνενδεὲς αὐτοῦ δηλῶν, καὶ δεικνὺς ὅτι ἀμφότερα ταῦτα μάλιστά ἐστι Θεοῦ, τὸ μηδενὸς δεῖσθαι, καὶ πᾶσιν αὐτὸν ἅπαντα χορηγεῖν, οὕτω πώς φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, οὐ προσδεόμενός τινος αὐτὸς, διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα.
and lest it be unbearable to all, or burn up all things, it stands in need again of coldness and of dew. When therefore other elements both prevail over it and correct its weakness (for they prevail over it, as do clouds and walls, and certain other bodies that hide away its light; and they correct its excess, as do dews, and springs, and the coldness of the air), how could this be God? For God must be without need, and stand in want of nothing, and be to all the author of all good things, and be hindered by none; even as both Paul and the prophet Isaiah say concerning God, the one speaking thus in His person: Do not I fill heaven and earth? says the Lord; and again: I am a God drawing near, and not a God from afar; and again David: I said to the Lord: Thou art my Lord, for Thou hast no need of my goods. And Paul, declaring His freedom from need, and showing that both of these belong above all to God, to need nothing and Himself to supply all things to all, speaks somewhat thus: The God Who made the heaven and the earth and the sea, Himself needing nothing besides, giving to all life and breath and all things.
εʹ. Ἐνῆν μὲν οὖν καὶ τὰ λοιπὰ στοιχεῖα ἐπελθεῖν, τὸν οὐρανὸν, τὸν ἀέρα, τὴν γῆν, τὴν θάλατταν, καὶ δεῖξαι αὐτῶν τὴν ἀσθένειαν, καὶ πῶς ἕκαστον τοῦ πλησίον δεῖται, καὶ τούτου χωρὶς ἀπόλλυται καὶ διαφθείρεται. Καὶ γὰρ καὶ ἡ γῆ, ἐὰν ἀπολίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάττης καὶ τῶν ποταμῶν ἐνσπειρομένη νοτὶς, καταφρυγεῖσα ταχέως ἀπόλλυται· καὶ τὰ λοιπὰ δὲ στοιχεῖα ἄλλων δεῖται, καὶ ἀὴρ ἡλίου, ὥσπερ ἥλιος ἀέρος· ἀλλ' ἵνα μὴ μακρότερον ποιῶμεν τὸν λόγον, ἐκ τῶν εἰρημένων ἱκανὰς τοῖς βουλομένοις ἀφορμὰς δόντες ἀρκεσθησόμεθα. Εἰ γὰρ ὁ πάσης τῆς κτίσεως θαυμαστότερος ἥλιος οὕτως ἀσθενὴς ὢν καὶ ἐνδεὴς ὤφθη, πολλῷ μᾶλλον τὰ λοιπὰ τοῦ κόσμου μέρη· ὅπερ οὖν εἶπον τοῖς φιλοπόνοις ἐκεῖνα δοὺς ἀναλέγεσθαι, αὐτὸς ἀπὸ τῶν Γραφῶν ὑμῖν διαλέξομαι πάλιν, δεικνὺς ὅτι οὐχ ὁ ἥλιος μόνος, ἀλλὰ καὶ ἅπας φθαρτός ἐστιν οὗτος ὁ κόσμος. Ὅταν γὰρ ἀλλήλων ἀναλωτικὰ τὰ στοιχεῖα ᾖ, καὶ κολάζῃ μὲν τοῦ ἡλίου τὴν δύναμιν ψυχρότης ἐπιγινομένη πλέον, ἀναλίσκῃ δὲ ταύτην τὸ θερμὸν πάλιν ἐπικρατῆσαν, καὶ τὰς ἐναντίας ποιότητάς τε καὶ διαθέσεις ἐν ἀλλήλοις ποιῇ καὶ πάσχῃ τὰ στοιχεῖα, εὔδηλον ὅτι μεγάλης φθορᾶς ταῦτα ἀπόδειξις, καὶ τοῦ σῶμα εἶναι πάντα τὰ ὁρώμενα. Ἀλλ' ἐπειδὴ τῆς ἀφελείας τῆς ἡμετέρας ὑψηλότερος ὁ λόγος οὗτος, φέρε ἐπὶ τὴν γλυκεῖαν ὑμᾶς τῶν Γραφῶν ἀγαγόντες πηγὴν, τὴν ἀκοὴν ὑμῶν ἀναπαύσωμεν. Οὐ γὰρ δὴ περὶ οὐρανοῦ καὶ γῆς κατὰ μέρος ὑμῖν ἐροῦμεν, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς κτίσεως τοῦτο αὐτὸ τὸν Ἀπόστολον ἡμῖν ἀποφαινόμενον δείξομεν, καὶ λέγοντα σαφῶς οὕτως, ὅτι πᾶσα ἡ κτίσις φθορᾷ δουλεύει νῦν, καὶ διὰ τί δουλεύει, καὶ πότε αὐτῆς ἀπαλλαγήσεται, καὶ εἰς ποίαν μεταβήσεται λῆξιν. Εἰπὼν γὰρ, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ἐπήγαγεν· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· Φθαρτὴ, φησὶν, ἡ κτίσις ἐγένετο· τοῦτο γάρ ἐστι τὸ, Τῇ ματαιότητι ὑπετάγη· φθαρτὴ δὲ ἐγένετο τοῦ Θεοῦ κελεύ-
5. It would indeed have been possible to go through the remaining elements as well, the heaven, the air, the earth, the sea, and to demonstrate their weakness, and how each stands in need of its neighbour, and apart from this perishes and is destroyed. For the earth too, if the springs and the moisture sown in it from the sea and the rivers forsake it, being parched up quickly perishes; and the remaining elements likewise need others, and air needs sun, just as sun needs air; yet lest we make our discourse too long, having given from what has been said sufficient starting-points to those who wish, we shall be content. For if the sun, more wondrous than all creation, was seen to be so weak and needy, much more the remaining parts of the cosmos; giving those things, then, as I said, to the industrious to gather up, I myself shall converse with you again from the Scriptures, showing that not the sun alone, but also this entire cosmos is corruptible. For when the elements are destructive of one another, and coldness supervening in greater degree checks the power of the sun, while heat again prevailing consumes this, and the elements work and suffer contrary qualities and dispositions in one another, it is manifest that these things are a proof of great corruption, and of all things that are seen being body. Yet since this argument is loftier than our simplicity, come, leading you to the sweet fountain of the Scriptures, let us give rest to your hearing. For we shall not speak to you piecemeal concerning heaven and earth, but concerning all creation together we shall show the Apostle declaring this very thing to us, and saying clearly thus, that all creation is in bondage to corruption now, and why it is in bondage, and when it shall be rid of it, and into what lot it shall pass. For having said that The sufferings of this present time are not worthy to be compared with the glory that is to be revealed towards us, he added: For the eager expectation of the creation awaits the revelation of the sons of God. For the creation was subjected to vanity, not willingly, but because of Him Who subjected it in hope. And what he says is of this sort: Creation, he says, became corruptible; for this is what, It was subjected to vanity, means; and it became corruptible at God's command-