Migne Reading Room

PG 49 · cols. 106–111 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:106Read from the page
σαφεστέρα. Εἰ μὲν γὰρ διὰ βιβλίων ἐπαίδευσε καὶ διὰ γραμμάτων, ὁ μὲν εἰδὼς γράμματα ἔμαθεν ἂν τὰ ἐγγεγραμμένα, ὁ δὲ οὐκ εἰδὼς ἀπῆλθεν ἂν μηδὲν ἐκεῖθεν ὠφεληθεὶς, εἰ μή τις ἐνήγαγεν ἕτερος· καὶ ὁ μὲν εὔπορος ἐπρίατο ἂν τὸ βιβλίον, ὁ δὲ πένης οὐκ ἂν ἴσχυσε κτήσασθαι· πάλιν ὁ μὲν τὴν φωνὴν ἐκείνην εἰδὼς τὴν διὰ τῶν γραμμάτων σημαινομένην ἔγνω ἂν τὰ ἐγκείμενα, ὁ δὲ Σκύθης, καὶ ὁ βάρβαρος, καὶ ὁ Ἰνδὸς, καὶ ὁ Αἰγύπτιος, καὶ πάντες οἱ τῆς γλώττης ἐκείνης ἀπεστερημένοι ἀπῆλθον ἂν μηδὲν μαθόντες· ἐπὶ δὲ τοῦ οὐρανοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν, ἀλλὰ καὶ Σκύθης, καὶ βάρβαρος, καὶ Ἰνδὸς, καὶ Αἰγύπτιος, καὶ πᾶς ἄνθρωπος ἐπὶ τῆς γῆς βαδίζων ταύτης ἀκούσεται τῆς φωνῆς· οὐ γὰρ δι' ὤτων, ἀλλὰ καὶ δι' ὄψεως εἰς τὴν διάνοιαν ἐμπίπτει τὴν ἡμετέραν. Ἡ δὲ τῶν ὁρωμένων ἀντίληψις μία τίς ἐστι, καὶ οὐ διάφορος, καθάπερ ἡ τῶν γλωσσῶν· εἰς τοῦτο καὶ ἰδιώτης καὶ σοφὸς δυνήσεται τὸ βιβλίον ὁμοίως ἰδεῖν, καὶ πένης καὶ πλούσιος, καὶ ὅπουπερ ἄν τις ἀφίκηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν ἀρκοῦσαν λήψεται διδασκαλίαν ἀπὸ τῆς θεωρίας· ὅπερ καὶ αὐτὸς ὁ προφήτης αἰνιττόμενος καὶ δεικνὺς, ὅτι φωνὴν ἡ κτίσις ἀφίησι καὶ βαρβάροις καὶ Ἕλλησι καὶ πᾶσιν ἁπλῶς ἀνθρώποις εὐσύνοπτον, οὕτως ἔλεγεν· Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐκ ἔστιν ἔθνος, οὐδὲ γλῶττα, φησὶν, ἡ μὴ δυναμένη συνιέναι τῆς φωνῆς ταύτης· ἀλλὰ τοιοῦτος αὐτῶν ἐστιν ὁ φθόγγος, ὥστε δύνασθαι ὑπὸ πάντων ἀνθρώπων ἀκούεσθαι, καὶ οὐχὶ τοῦ οὐρανοῦ μόνον, ἀλλὰ καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός. Καὶ πῶς τῆς ἡμέρας καὶ τῆς νυκτός; οὗτος μὲν γὰρ καὶ διὰ τοῦ κάλλους, καὶ διὰ τοῦ μεγέθους, καὶ διὰ τῶν ἄλλων ἁπάντων ἐκπλήττει τοὺς θεατὰς, καὶ πρὸς τὸ θαῦμα τοῦ δημιουργήσαντος αὐτὸν παραπέμπτει, ἡ δὲ ἡμέρα καὶ ἡ νὺξ τί τοιοῦτον ἂν ἔχοιεν ἡμῖν ἐπιδείξασθαι; Τοιοῦτον μὲν οὐδὲν, ἕτερα δὲ οὐκ ἐλάττονα τούτων, τὸν ῥυθμὸν, τὴν τάξιν τὴν μετ' ἀκριβείας ἁπάσης. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὸν ἐνιαυτὸν ἅπαντα διενείμαντο, καὶ καθάπερ ἐν ζυγῷ καὶ πλάστιγγι τοῦ παντὸς διαστήματος τὸ μῆκος διείλαντο, ἐκπλαγήσῃ τὸν τάξαντα. Καθάπερ γάρ τινες ἀδελφαὶ τὸν πατρῷον διανειμάμεναι κλῆρον μετὰ πολλῆς τῆς ἀγάπης, οὐδὲ τὸ τυχὸν ἀλλήλαις ἐπηρεάζουσαι· οὕτω δὴ καὶ ἡ ἡμέρα καὶ ἡ νὺξ μετὰ ἀκριβείας πάσης τὸν ἐνιαυτὸν ἐν ἰσομοιρίᾳ τοσαύτῃ διενείμαντο, καὶ τοὺς οἰκείους διατηροῦσιν ὅρους, καὶ οὐδέποτε ἑτέρα τὴν ἑτέραν ἐξώθησεν· οὐδέποτε οὖν ἐν χειμῶνι μακρὰ γέγονεν ἡ ἡμέρα, ὥσπερ οὐδέποτε ἐν θέρει μακρὰ γέγονεν ἡ νὺξ, τοσούτων παρελθουσῶν γενεῶν· ἀλλ' ἐν τοσούτῳ διαστήματι καὶ μήκει, οὐδὲ ἀκαριαῖον, οὐχ ἡμιώριον, οὐ ῥιπὴν ὀφθαλμοῦ ἡ ἑτέρα τὴν ἑτέραν ἐπλεονέκτησε.
clearer. For if He had instructed through books and through letters, he who knew letters would have learned what was written therein, whereas he who did not know them would have gone away having received no benefit thence, unless someone else had led him in; and the well-to-do man would have bought the book, whereas the poor man would not have been able to acquire it; again, he who knew that language signified through the letters would have known the contents, whereas the Scythian, and the barbarian, and the Indian, and the Egyptian, and all those deprived of that tongue would have gone away having learned nothing. Yet in the case of the heaven it is not possible to say this; nay, both the Scythian, and the barbarian, and the Indian, and the Egyptian, and every man walking upon the earth will hear this voice; for not through ears, but through sight as well, does it fall upon our mind. And the apprehension of things seen is one and unvarying, not diverse like that of tongues; upon this book both the unlearned man and the wise man will be able to look alike, both the poor man and the rich man, and wheresoever anyone may arrive, upon looking up into the heaven he will receive sufficient teaching from the contemplation of it. Intimating which very thing, and showing that creation sends forth a voice easy to take in at a glance for barbarians and Greeks and simply all men alike, the prophet himself also spoke thus: There are no speeches nor words, whose voices are not heard. And what he says is to this effect: There is no nation, nor tongue, he says, that is unable to understand this voice; but such is their utterance that it can be heard by all men—and not that of the heaven only, but also that of the day and of the night. And how that of the day and of the night? For the heaven, both through its beauty, and through its greatness, and through all its other qualities, strikes beholders with awe, and sends them on to marvel at Him Who framed it; but what thing of that sort could the day and the night have to display to us? Nothing of that sort indeed, yet other things not inferior to these: their rhythm, their order kept with all exactness. For when you consider how they have divided the entire year between them, and, as though in a balance and scale, have parted the length of the whole span, you will be astounded at Him Who ordered them. For just as certain sisters, having divided their paternal inheritance with great love, encroach upon one another not even in the slightest whit, even so have both the day and the night with all exactness divided the year in so great an equality of shares, and they preserve their own boundaries, and never has the one thrust out the other; never, therefore, in winter has the day become long, just as never in summer has the night become long, though so many generations have passed by; nay, in so great an interval and length of time, not even by a hair's breadth, not by half an hour, not by the twinkling of an eye has the one taken advantage of the other.
γʹ. Διὰ ταῦτα καὶ ὁ ψαλμῳδὸς ἐκπλαγεὶς αὐτῶν τὴν ἰσότητα, ἐβόα λέγων· Νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Ἂν ταῦτα εἰδῇς φιλοσοφεῖν, θαυμάσεις τὸν οὕτω παρὰ τὴν ἀρχὴν τάξαντα τοὺς ἀκινήτους τούτους ὅρους. Ἀκουέτωσαν τούτων οἱ πλεονέκται καὶ τῶν ἀλλοτρίων ἐφιέμενοι χρημάτων, καὶ μιμείσθωσαν ἡμέρας καὶ νυκτὸς τὴν ἰσότητα· ἀκουέτωσαν οἱ πεφυσιωμένοι καὶ μεγαλοφρονοῦντες, καὶ μὴ βουλόμενοι τῶν πρωτείων ἑτέροις παραχωρεῖν. Ἡ ἡμέρα τῇ νυκτὶ παραχωρεῖ, καὶ οὐκ ἐπιβαίνει τοῖς ἀλλοτρίοις ὅροις· σὺ δὲ ἀεὶ τιμῆς ἀπολαύων οὐκ ἀνέχῃ τοῖς ἀδελφοῖς μεταδοῦναι ταύτης; Καὶ σκόπει
3. On this account the Psalmist also, astounded at their equality, cried aloud, saying: Night unto night proclaims knowledge. If you know how to philosophize upon these things, you will marvel at Him Who thus from the beginning ordained these immovable boundaries. Let the covetous and those who lust after other men's wealth hear these things, and let them imitate the equality of day and night; let those who are puffed up and high-minded, and unwilling to yield the first place to others, hear them. The day yields to the night, and does not step across into another's boundaries; and do you, enjoying honour always, not endure to give a share of it to your brethren? And consider
PG 49:107Read from the page
μοι νομοθέτου σοφίαν. Ἐν χειμῶνι μακρὰν ἔταξεν εἶναι τὴν νύκτα, ὅτε ἁπαλώτερα τὰ σπέρματα καὶ καταψύχεσθαι δεόμενα μᾶλλον, καὶ θερμοτέρας οὐκ ἀνέχεται τῆς ἀκτῖνος· ἐπειδὰν δὲ αὐξηθῇ, συναύξεται πάλιν αὐτοῖς ἡ ἡμέρα, καὶ τότε γίνεται μακροτέρα, ὅταν ὁ καρπὸς ἀκμάζῃ λοιπόν. Οὐ τοῖς σπέρμασι δὲ τοῦτο, ἀλλὰ καὶ τοῖς σώμασιν ἐπιτήδειον. Ἐπειδὰν γὰρ τοῦ χειμῶνος καὶ ναύτης, καὶ κυβερνήτης, καὶ ὁδοιπόρος, καὶ στρατιώτης, καὶ γεωργὸς τὰ πολλὰ οἴκοι κάθηνται τῷ κρυμῷ συνδεδεμένοι, καὶ ἀργίας καιρὸς ὁ τοῦ χειμῶνός ἐστι, τὸ πλέον τοῦ χρόνου εἰς νύκτα ἀναλίσκεσθαι ἐποίησεν ὁ Θεὸς, ἵνα μὴ περιττὸν ᾖ τῆς ἡμέρας τὸ μῆκος, οὐδὲν δυναμένων ποιεῖν τῶν ἀνθρώπων. Τί ἄν τις εἴποι τῶν ὡρῶν τὴν εὐταξίαν; πῶς καὶ αὗται καθάπερ παρθένοι τινὲς χορεύουσαι ἐν κύκλῳ μετὰ πολλῆς τῆς εὐταξίας ἀλλήλας διαδέχονται, καὶ κατὰ μικρὸν καὶ ἀψοφητὶ πρὸς τὰς ἐναντίας αἱ μέσαι διαβιβάζουσαι οὐ παύονται; Διὰ τοῦτο οὔτε ἀπὸ χειμῶνος ἡμᾶς διαδέχεται θέρος, οὔτε ἐκεῖθεν χειμὼν εὐθέως, ἀλλὰ μέσον παρεμβέβληται τὸ ἔαρ, ὥστε ἠρέμα καὶ κατὰ μικρὸν διαδεχομένων ἡμῶν, πεπυκνωμένα τὰ σώματα ἀλύπως προσάγειν τῷ θέρει.
to me the lawgiver's wisdom. In winter He ordained the night to be long, when the seeds are more tender and stand rather in need of being cooled, and do not endure a warmer ray; but when they have grown, the day grows along with them in turn, and becomes longer at the time when the fruit is henceforth in its prime. And this is serviceable not for the seeds alone, but for bodies as well. For since in winter both sailor, and pilot, and wayfarer, and soldier, and husbandman for the most part sit at home bound fast by the frost, and the season of winter is a time of inaction, God caused the greater part of the time to be spent in night, lest the length of the day should be superfluous when men are able to do nothing. What might one say of the good order of the seasons: how they too, just like maidens dancing in a ring, succeed one another with great good order, and the intermediate ones never cease gently and noiselessly conducting us little by little towards their opposites? On this account neither does summer succeed winter for us, nor winter straightway after that, but spring has been set in between, so that as we receive the succession quietly and little by little, it may bring our compacted bodies harmlessly on to summer.
Ἐπειδὴ γὰρ αἱ ἀθρόαι πρὸς τὸ ἐναντίον μεταβολαὶ νόσον καὶ βλάβην τίκτουσι τὴν ἐσχάτην, ᾠκοδόμησεν ὁ Θεὸς ἀπὸ μὲν τοῦ χειμῶνος ἡμᾶς τὸ ἔαρ διαδέχεσθαι, ἀπὸ δὲ τοῦ ἔαρος τὸ θέρος, ἀπὸ δὲ τοῦ θέρους τὸ μετόπωρον, καὶ οὕτω τῷ χειμῶνι παραπέμπειν, ὥστε ἀβλαβεῖς καὶ κατὰ μικρὸν τὰς μεταβολὰς τὰς ἐκ τῶν ἐναντίων ὡρῶν διὰ τῶν μέσων ἡμῖν ἐγγίνεσθαι. Τίς οὖν οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὃς ὁρῶν μὲν οὐρανὸν, ὁρῶν δὲ θάλατταν καὶ γῆν, ὁρῶν δὲ τοσαύτην ὡρῶν εὐκρασίαν οὕτως ἀκριβῆ, καὶ ἡμέρας καὶ νυκτὸς ἀδιάπτωτον τάξιν, νομίζειν αὐτομάτως ταῦτα γενέσθαι, ἀλλὰ μὴ προσκυνεῖν τὸν ἅπαντα ταῦτα μετὰ σοφίας τῆς προσηκούσης διαταξάμενον; Ἔχω τι καὶ πλέον τούτων εἰπεῖν· οὐ γὰρ δὴ μόνον τὸ μέγεθος καὶ κάλλος, ἀλλὰ καὶ αὐτὸς ὁ τρόπος τῆς δημιουργίας ἐμφαίνει τὸν συγκροτοῦντα τὰ πάντα Θεόν. Ἐπειδὴ γὰρ κτίζοντι καὶ δημιουργοῦντι πάντα παρὰ τὴν ἀρχὴν οὐ παρῆμεν, οὐδὲ εἰ παρῆμεν, εἴδομεν ἂν πῶς ἐγένετο, τῆς ἀοράτου δυνάμεως αὐτὰ κατασκευαζούσης, αὐτὸν τὸν τρόπον τῆς δημιουργίας ἡμῖν ἄριστον ἐποίησεν ἐγγενέσθαι διδάσκαλον, ὑπὲρ φύσεως ἀκολουθίαν συνθεὶς ἅπαντα τὰ γενόμενα. Τάχα ἀσαφέστερόν ἐστιν ὅπερ εἶπον· οὐκοῦν ἀνάγκη σαφέστερον τοῦτο πάλιν εἰπεῖν· Πάντες ἂν ὁμολογήσαιεν, ὅτι φύσεώς ἐστιν ἀκολουθία τὸ ὕδωρ ὑπὲρ τὴν γῆν φέρεσθαι, ἀλλ' οὐχὶ τὴν γῆν ἐπὶ τῶν ὑδάτων· ἡ μὲν γὰρ γῆ πυκνή τις οὖσα καὶ σκληρὰ καὶ ἀντίτυπος καὶ συνεχὴς, ῥᾳδίως δύναται στέγειν τῶν ὑδάτων τὴν φύσιν· τὸ δὲ ὕδωρ ῥυτὸν ὂν καὶ χαῦνον, μαλακόν τε καὶ διαῤῥέον, καὶ τοῖς ἐμπίπτουσιν εἶκον ἅπασιν, οὐδὲν ἂν δυνηθείη σῶμα στέγειν, κἂν σφόδρα κουφότατον ᾖ· πολλάκις γοῦν ψηφῖδος μικρᾶς ἐμπεσούσης εἶξε, καὶ παρεχώρησε, καὶ πρὸς τὸ βάθος αὐτὴν παρέπεμψεν. Ὅταν οὖν ἴδῃς οὐχὶ ψηφῖδα μικρὰν, ἀλλὰ τὴν γῆν ἅπασαν ὑπεράνω τῶν ὑδάτων φερομένην καὶ μὴ καταποντιζομένην, θαύμασον τὴν δύναμιν τὴν ὑπὲρ φύσιν ταῦτα θαυματουργοῦσαν. Καὶ πόθεν τοῦτο δῆλον, ὅτι ἡ γῆ ὑπεράνω τῶν ὑδάτων φέρεται; Ὁ προφήτης τοῦτό φησιν, οὕτω λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ πάλιν, Τῷ θεμελιώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. Τί λέγεις; ψηφῖδα μικρὰν ὕδωρ ἐπὶ τῶν νώτων οὐκ ἂν δυνηθείη βαστάσαι, καὶ γῆν τοσαύτην φέρει, καὶ ὄρη, καὶ βουνοὺς, καὶ πόλεις, καὶ φυτὰ, καὶ ἀνθρώπους, καὶ ἄλογα, καὶ οὐ καταποντίζεται; τί λέγω, οὐ καταποντίζεται; πῶς κάτω-
For since sudden changes towards the opposite beget the utmost sickness and harm, God contrived that from winter spring should receive us, and from spring summer, and from summer autumn, and thus pass us on to winter, so that the changes from opposite seasons might come upon us harmlessly and little by little through the intermediate ones. Who then is so wretched and miserable as, when beholding heaven, and beholding sea and earth, and beholding so great a tempering of the seasons thus exact, and an unfailing order of day and night, to suppose that these things came to be of their own accord, and not worship Him Who ordered all these things with fitting wisdom? I have something yet more than these things to say; for indeed not greatness and beauty alone, but also the very manner of creation manifests God Who holds all things together. For since we were not present at the beginning with Him Who created and fashioned all things—nor, had we been present, would we have seen how they came into being, since the invisible power framed them—He caused the very manner of creation to become for us an excellent teacher, having put together all things that came to be above the sequence of nature. Perhaps what I have said is somewhat obscure; therefore it is necessary to state this again more clearly: all would confess that it is the sequence of nature for water to be borne above the earth, and not the earth upon the waters; for the earth, being something dense and hard and resistant and continuous, can easily support the nature of the waters; whereas water, being fluid and porous, soft and streaming away, and yielding to all things that fall into it, could support no body at all, even should it be exceedingly light; often, at any rate, when a small pebble has fallen in, it has yielded, and given way, and sent it down to the depths. When, therefore, you see not a small pebble, but the entire earth borne high above the waters and not submerged, marvel at the power that works these wonders above nature. And whence is this evident, that the earth is borne high above the waters? The prophet declares this, speaking thus: He hath founded it upon the seas, and prepared it upon the rivers. And again, To Him Who founded the earth upon the waters. What do you say? Water could not bear a small pebble upon its back, and yet it carries so vast an earth, and mountains, and hills, and cities, and plants, and human beings, and brutes, and is it not submerged? Why do I say, is it not submerged? How, from be-
PG 49:108Read from the page
θεν ὁμιλοῦντος αὐτῇ τοῦ ὕδατος τοσοῦτον χρόνον οὐ διελύθη καὶ πηλὸς γέγονε τὸ πᾶν; Εἰ γὰρ ξύλων φύσις ὕδασι βραχὺν ἐνδιατρίψασα χρόνον σήπεται καὶ διαλύεται· καὶ τί λέγω ξύλων φύσις, τί σιδήρου γένοιτ' ἂν εὐτονώτερον; ἀλλὰ καὶ οὗτος χαυνοῦται πολλάκις, ὅταν διαπαντὸς ἐν ὕδατι μένῃ· καὶ μάλα εἰκότως· καὶ γὰρ καὶ αὐτὸς ἀπὸ γῆς ἔχει τὴν ὕπαρξιν. Διὰ τοῦτο πολλοὶ τῶν δραπετευόντων οἰκετῶν, ἐπειδὰν τὰς πέδας καὶ τὰς ἁλύσεις ἐπισυρόμενοι φύγωσι, παρὰ ῥύακας ὑδάτων ἐλθόντες, καὶ δεδεμένους ἐναποθέμενοι τοὺς πόδας τοῖς ὕδασι, καὶ χαυνότερον ταύτῃ ποιήσαντες τὸν σίδηρον, ῥᾳδίως λίθῳ παίοντες διακλῶσιν. Εἶτα σίδηρος μὲν χαυνοῦται, καὶ ξύλα σήπεται, καὶ λίθοι φθείρονται ὑπὸ τῆς τῶν ὑδάτων φύσεως, γῆς δὲ ὄγκος τοσοῦτος ἐπὶ τοσοῦτον χρόνον ἐπικείμενος τοῖς ὕδασιν, οὔτε κατεποντίσθη, οὔτε διελύθη καὶ ἀπώλετο.
low, while the water has been in contact with it for so long a time, has it not been dissolved and the whole become mud? For if the nature of wood, after lingering a short time in waters, rots and is dissolved—and why do I say the nature of wood: what could be more vigorous in tension than iron? Yet even this grows porous oftentimes when it remains continually in water, and quite reasonably so, for it too has its subsistence from earth. On this account many runaway slaves, when they flee dragging their fetters and chains along, come beside streams of waters, and laying their bound feet into the waters, and thereby making the iron more porous, easily shatter it by striking it with a stone. Iron, then, grows porous, and wood rots, and stones are destroyed by the nature of the waters, whereas so great a mass of earth, resting upon the waters for so long a time, has neither been submerged, nor been dissolved and perished.
δʹ. Καὶ τίς οὐκ ἂν ἐκπλαγείη ταῦτα καὶ θαυμάσειε, καὶ θαῤῥῶν ἂν εἴποι, οὐχὶ φύσεως εἶναι ἔργα, ἀλλὰ τῆς ὑπὲρ φύσιν Προνοίας; Διὰ ταῦτά τίς φησιν· Ὁ κρεμάσας τὴν γῆν ἐπ' οὐδενός· ἄλλος δέ τις, Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· καὶ, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Καὶ δοκεῖ μὲν ἐναντία ταῦτα εἶναι, πολλὴν δὲ ἔχει τὴν συμφωνίαν. Ὁ γὰρ ειπὼν, ὅτι Ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν αὐτὴν, ταυτὸν εἶπε τῷ εἰρηκότι, ὅτι ἐπ' οὐδενὸς αὐτὴν ἐκρέμασε· τὸ γὰρ ἐπὶ ὑδάτων ἑστάναι ἴσον ἐστὶ τοῦ κρέμασθαι ἐπ' οὐδενός. Ποῦ οὖν κρέμαται καὶ ἕστηκεν; Ἄκουσον τοῦ αὐτοῦ λέγοντος· Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς· οὐχ ὅτι χεῖρας ἔχει ὁ Θεὸς, ἀλλ' ἵνα μάθῃς ὅτι ἡ δύναμις αὐτοῦ ἡ προνοοῦσα πάντων, αὕτη ἐστὶν ἡ συγκρατοῦσα καὶ διαβαστάζουσα τὸ σῶμα τῆς γῆς. Ἀλλ' οὐ πείθῃ τοῖς εἰρημένοις; Πίστευσον τοῖς ὁρωμένοις· καὶ γὰρ καὶ ἐφ' ἑτέρου στοιχείου τὴν θαυματουργίαν ταύτην ἔστιν εὑρεῖν. Τοῦ γὰρ πυρὸς ἡ φύσις ἀνωφερής τίς ἐστι καὶ πρὸς τὸ ὕψος ἀεὶ πηδᾷν καὶ ἅλλεσθαι πέφυκε, κἂν μυρία βιάσῃ καὶ καταναγκάσῃς, οὐκ ἂν ἀνάσχοιτο τῆς κάτω φορᾶς. Πολλάκις γοῦν δᾷδα καιομένην λαβόντες, καὶ κατὰ κεφαλῆς κλίναντες τοῦ πυρὸς τὴν ὁρμὴν οὐκ ἠναγκάσαμεν κάτω νεῦσαι, ἀλλὰ καὶ οὕτως ἄνω τρέχει, καὶ πρὸς τὸ ὕψος ἐπείγεται κάτωθεν· ἐπὶ δὲ τοῦ ἡλίου τοὐναντίον ἅπαν ἐποίησεν ὁ Θεός· τὰς γὰρ ἀκτῖνας αὐτοῦ πρὸς τὴν γῆν ἔτρεψε, καὶ τὸ φῶς κάτω νεύειν ἐποίησε, μονονουχὶ λέγων αὐτῷ διὰ τοῦ σχήματος· Κάτω βλέπε, φησὶ, καὶ τοῖς ἀνθρώποις φαῖνε· διὰ γὰρ ἐκείνους ἐγένου. Καὶ λύχνου μὲν φλὸξ οὐκ ἂν ἀνάσχοιτο τοῦτο παθεῖν, ἄστρον δὲ οὕτω μέγα καὶ θαυμαστὸν κάτω νεύει, καὶ πρὸς τὴν γῆν βλέπει ἀπεναντίας τῷ πυρὶ, διὰ τὴν τοῦ κελεύσαντος δύναμιν. Βούλει καὶ ἕτερον εἴπω τοιοῦτον; Τὰ νῶτα τοῦ οὐρανοῦ τοῦ φαινομένου ὕδατα περιλαμβάνει πάντοθεν, καὶ οὐ καταῤῥεῖ, οὐδὲ ἐξίσταται, καίτοι γε οὐκ ἔστι τοιαύτη τῶν ὑδάτων ἡ φύσις· ἀλλ' εἰς μὲν τὰ κοῖλα συντρέχει ῥᾳδίως· ἐπειδὰν δὲ κεκυρτωμένον ᾖ σῶμα, διολισθαίνει πάντοθεν, καὶ οὐκ ἂν αὐτοῦ οὐδὲ μικρὸν σταίη μέρος ἐπὶ τοῦ τοιούτου σχήματος. Ἀλλ' ἰδοὺ τὸ παράδοξον τοῦτο γέγονεν ἐπὶ τῶν οὐρανῶν· καὶ τοῦτο αὐτὸ πάλιν ὁ προφήτης αἰνιττόμενος λέγει· Αἰνεῖτε τὸν Κύριον, τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. Καὶ οὔτε τὸ ὕδωρ τὸν ἥλιον ἔσβεσεν, οὔτε ὁ ἥλιος ἐπὶ τοσοῦτον χρόνον βαδίζων κάτωθεν τὸ ἐπικεί-
4. And who would not behold these things with amazement and marvel, and say with confidence that they are works not of nature, but of Providence above nature? On account of these things one says: Who hath hung the earth upon nothing; and another: In His hand are the ends of the earth; and that He hath founded it upon the seas. And these statements seem indeed to be opposed, yet they possess great harmony. For he who said that He founded it upon the waters spoke the very same thing as he who had said that He hung it upon nothing; for to stand upon waters is tantamount to hanging upon nothing. Where then does it hang and stand? Hear the same one saying: In His hand are the ends of the earth—not because God has hands, but so that you may learn that His power which takes thought for all things, this it is that holds together and bears up the body of the earth. Yet are you not persuaded by the things spoken? Believe the things seen; for indeed in another element as well one may find this wonder-working. For the nature of fire is upward-borne, and by nature ever leaps and springs towards the height, and even if you apply ten thousand violences and compulsions, it would not endure downward motion. Often, at any rate, taking a burning torch and bending it headdownward, we have not forced the onrush of the fire to incline downwards, but even thus it courses upwards, and hastens from below towards the height; yet in the case of the sun God did the exact opposite: for He turned its rays towards the earth, and caused its light to incline downwards, all but saying to it through its form: Look downwards, He says, and shine for men; for on their account you came to be. And the flame of a lamp would not endure to suffer this, whereas a star so great and wondrous inclines downwards, and looks towards the earth contrary to fire, because of the power of Him Who commanded. Do you wish me to tell yet another such thing? Waters encompass on every side the back of the visible heaven, and neither pour down nor give way, although such is not the nature of waters; rather, into hollows they readily run together, whereas when a body is arched, water slips off on every side, and not even a small part of it could stand fast upon such a shape. Yet behold, this paradox has come to pass in the heavens; and hinting again at this very thing, the prophet says: Praise ye the Lord, ye waters that are above the heavens. And neither has the water quenched the sun, nor has the sun, walking beneath for so long a time, dried up the overly-
Notes, col. 108

On the reading

Printed ειπὼν, for εἰπὼν.

PG 49:109Read from the page
μενον ἀνεξήρανεν ὕδωρ. Βούλει σε πάλιν εἰς τὴν γῆν καταγάγωμεν, καὶ τὸ θαῦμα ἐπιδείξωμεν; Οὐχ ὁρᾷς ταυτηνὶ τὴν θάλατταν, τὴν κυμάτων γέμουσαν καὶ πνευμάτων βιαίων; ἀλλ' αὕτη ἡ θάλαττα ἡ εὐρύχωρος καὶ μεγάλη καὶ μαινομένη ἀσθενεῖ ψάμμῳ τειχίζεται. Καὶ σκόπει Θεοῦ σοφίαν· οὐκ ἀφῆκεν αὐτὴν ἡσυχάζειν οὐδὲ ἠρεμεῖν, ἵνα μὴ τῆς φύσεως αὐτῆς εἶναι νομίσῃς τὴν εὐταξίαν, ἀλλ' ἔνδον μένουσα βοᾷ, καὶ ταράττεται, καὶ μεγάλα ἠχεῖ, καὶ τὰ κύματα πρὸς ὕψος διανίστησιν ἄφατον· ἐπειδὰν δὲ ἔλθῃ πρὸς τοὺς αἰγιαλοὺς, καὶ τὴν ψάμμον ἴδῃ, διαλυθεῖσα πρὸς ἑαυτὴν πάλιν ἐπάνεισι, δι' ἀμφοτέρων σε τούτων διδάσκουσα, ὅτι οὐχὶ φύσεως ἔργον ἐστὶ τὸ μένειν αὐτὴν εἴσω τῶν οἰκείων ὅρων, ἀλλὰ τῆς τοῦ κατέχοντος αὐτὴν δυνάμεως. Διὰ τοῦτο γοῦν καὶ ἀσθενὲς τὸ τειχίον ἐποίησε, καὶ οὐ ξύλα καὶ λίθους οὐδὲ ὄρη τοῖς αἰγιαλοῖς περιέβαλε τούτοις, ἵνα μὴ τούτοις λογίσῃ τοῦ στοιχείου τὴν εὐταξίαν. Τοῦτο γοῦν καὶ αὐτός ποτε τοῖς Ἰουδαίοις ὀνειδίζων ἔλεγεν· Ἐμὲ οὐ φοβηθήσεσθε τὸν τάξαντα ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ οὐχ ὑπερβήσεται; Οὐ τοῦτο δὲ μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι μέγαν καὶ θαυμαστὸν τὸν κόσμον ἐποίησεν, οὐδ' ὅτι ὑπὲρ φύσεως ἀκολουθίαν αὐτὸν συνέπηξεν, ἀλλ' ὅτι καὶ ἐξ ἐναντίων αὐτὸν συνέστησε, θερμοῦ καὶ ψυχροῦ, ξηροῦ καὶ ὑγροῦ, πυρὸς καὶ ὕδατος, γῆς καὶ ἀέρος· καὶ τὰ ἐναντία ταῦτα στοιχεῖα, ἀφ' ὧν τόδε τὸ πᾶν συνέστηκεν, ἀλλήλοις μαχόμενα ὑπ' ἀλλήλων οὐκ ἀνηλώθη, οὐ τὸ πῦρ ἐπέδραμε καὶ ἀνῆψεν ἅπαντα, οὐ τὸ ὕδωρ ἐπελθὸν ἐπέκλυσε τὴν οἰκουμένην. Ἀλλ' ἐπὶ μὲν τῶν σωμάτων τῶν ἡμετέρων ταῦτα γίνεται, καὶ χολῆς αὐξανομένης τίκτεται πυρετὸς, καὶ τῷ παντὶ ζώῳ λυμαίνεται· καὶ φλέγματος πλεονάζοντος πολλὰ νοσήματα φύεται, καὶ διαφθείρει τὸ ζῶον. Ἐπὶ δὲ τοῦδε τοῦ παντὸς οὐδὲν τούτων συνέβη, ἀλλ' ἕκαστον μένει καθάπερ τινὶ χαλινῷ καὶ δεσμῷ τῷ βουλήματι τοῦ ποιήσαντος τοὺς οἰκείους διαφυλάττον ὅρους, καὶ ἡ μάχη τούτων εἰρήνης αἰτία γίνεται τῷ παντί. Ταῦτα οὐχὶ καὶ τυφλῷ δῆλα, καὶ τοῖς σφόδρα ἀνοήτοις εὐσύνοπτα, ὅτι ἐκ προνοίας τινὸς γέγονε καὶ συγκρατεῖται; Τίς γὰρ οὕτως ἄφρων καὶ ἀναίσθητος, ὃς ὁρῶν τοσοῦτον σωμάτων ὄγκον, τοσοῦτον κάλλος, τοσαύτην σύνθεσιν, τοιούτων στοιχείων μάχην διηνεκῆ καὶ ἐναντίωσιν, καὶ διαμονὴν, μὴ λογίσασθαι πρὸς ἑαυτὸν καὶ εἰπεῖν, ὅτι εἰ μὴ πρόνοιά τις ἦν ἡ τὸν ὄγκον τῶν σωμάτων διακρατοῦσα, καὶ μὴ συγχωροῦσα τὸ πᾶν διαπεσεῖν, οὐκ ἂν ἔμεινεν, οὐκ ἂν διήρκεσε; Τοσαύτη μὲν ὡρῶν εὐταξία, τοσαύτη δὲ ἡμέρας καὶ νυκτὸς συμφωνία, τοσούτων δὲ ἀλόγων ζώων γένη, καὶ φυτῶν, καὶ σπερμάτων, καὶ βοτανῶν ὁδῷ βαδίζει, καὶ οὐδὲν εἰς τὴν παροῦσαν ἡμέραν οὔτε διέπεσεν, οὔτε ἀνηλώθη καθάπαξ.
ing water. Do you wish us to lead you down again to the earth, and display the wonder? Do you not see yonder sea, teeming with waves and violent winds? Yet this spacious and vast and raging sea is walled in with weak sand. And mark the wisdom of God: He did not suffer it to rest or keep still, lest you should suppose its good order to belong to its own nature; rather, abiding within, it roars, and is troubled, and resounds loudly, and rears its waves to an unspeakable height; yet when it comes to the shores and sees the sand, it breaks up and returns again unto itself, teaching you through both of these things that its abiding within its own bounds is a work not of nature, but of the power of Him Who restrains it. On this account, at any rate, He also made its little wall weak, and cast neither timbers nor stones nor mountains around these shores, lest you should reckon the good order of the element to those things. Reproaching the Jews with this very thing once, He Himself also said: Will ye not fear Me, Who have set the sand as a bound for the sea, and it shall not pass over it? Yet not this alone is the wondrous thing, that He made the world great and wondrous, nor that He fastened it together above the sequence of nature, but that He also composed it out of opposites: hot and cold, dry and moist, fire and water, earth and air; and these opposite elements, out of which this universe has been constituted, though warring with one another, have not been consumed by one another: neither has fire overrun and set all things ablaze, nor has water come on and flooded the inhabited world. Yet in our own bodies these things do happen: when bile increases, fever is begotten and harms the entire living being; and when phlegm abounds in excess, many diseases spring up and destroy the living being. In this universe, however, none of these things has come to pass; rather, each abides guarding its own bounds by the decree of Him Who made it, just as if by some bridle and bond, and their strife becomes a cause of peace for the universe. Are not these things manifest even to a blind man, and easy to discern even for the exceedingly senseless, that by some providence it has come into being and is held together? For who is so foolish and insensible that, on beholding so great a bulk of bodies, so great a beauty, so great a composition, a perpetual strife and opposition of such elements, and yet their endurance, he would not reckon with himself and say that, had there not been some providence holding fast the bulk of bodies and not suffering the whole to fall apart, it would not have abided, it would not have lasted? So great a good order of seasons, and so great a harmony of day and night, and kinds of so many irrational animals, and plants, and seeds, and herbs proceed on their course, and down to the present day nothing has either fallen away or been utterly consumed.
εʹ. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ πολλὰ ἕτερα τούτων πλείονα καὶ βαθύτερα ἦν εἰπεῖν, καὶ περὶ αὐτῆς φιλοσοφῆσαι τῆς κτίσεως· ἀλλ' εἰς τὴν ἐπιοῦσαν ἐκεῖνα ταμιευσάμενοι, σπουδάσωμεν τὰ εἰρημένα μετὰ ἀκριβείας κατασχεῖν, καὶ εἰς ἑτέρους ἐξενεγκεῖν. Καὶ οἶδα μὲν ὅτι τὴν ἀκοὴν ὑμῶν ἐξένισε τῶν νοημάτων τὸ βάθος, ἀλλ' ἐὰν ὀλίγον νήψωμεν, καὶ ἐν τούτοις ἐθίσωμεν ἑαυτοὺς, καὶ ἑτέροις ῥᾳδίως ἐσόμεθα διδάσκαλοι. Τέως δὲ ἐκεῖνο πρὸς τὴν ὑμετέραν ἀγάπην ἀναγκαῖον εἰπεῖν· Ὥσπερ ἐδόξασεν ἡμᾶς ὁ Θεὸς διὰ τῆς τοσαύτης δημιουργίας, οὕτω δοξάσωμεν αὐτὸν καὶ ἡμεῖς διὰ τῆς πολιτείας τῆς καθαρᾶς. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, φαινόμενοι μόνον· καὶ ἡμεῖς τοίνυν διηγησώμεθα δόξαν Θεοῦ, μὴ λέγοντες
5. Yet not these things alone, but many other things also, more numerous and deeper than these, might have been spoken, and philosophized concerning creation itself; but storing those things up for the morrow, let us bestow earnestness upon holding fast with exactness the things that have been spoken, and carrying them forth to others. And I know indeed that the depth of the thoughts has struck your hearing as unfamiliar, yet if we keep sober a little and accustom ourselves to these matters, we too shall easily be teachers to others. Meanwhile, however, it is necessary to say this to your charity: just as God glorified us through so great a creation, so let us also glorify Him through a pure way of life. The heavens declare the glory of God, merely by appearing; let us also, therefore, declare the glory of God, not by speaking
PG 49:110Read from the page
μόνον, ἀλλὰ καὶ σιγῶντες, καὶ τῇ τοῦ βίου λαμπρότητι πάντας ἐκπλήττοντες. Λαμψάτω γὰρ, φησὶν, ὑμῶν τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅταν γὰρ ὁ ἄπιστος ἴδῃ σὲ τὸν πιστὸν κατεσταλμένον, σωφρονοῦντα, κόσμιον ὄντα, ἐκπλαγήσεται καὶ ἐρεῖ· Ἀληθῶς μέγας ὁ τῶν Χριστιανῶν Θεὸς, οἵους κατέστησεν ἀνθρώπους, οἵους ἐξ οἵων ἐποίησεν, ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων εἰργάσατο. Ἂν ὑβρίσῃ τις, οὐ λοιδοροῦνται· ἂν τυπτήσῃ τις, οὐκ ἀγανακτοῦσιν· ἂν ἀδικήσῃ τις, ὑπερεύχονται τοῦ λελυπηκότος· ἐχθρὸν οὐκ ἔχουσι, μνησικακεῖν οὐκ ἐπίστανται, φλυαρεῖν οὐκ ἴσασιν, οὐκ ἔμαθον ψεύδεσθαι, ἐπιορκεῖν οὐκ ἀνέχονται, μᾶλλον δὲ οὐδὲ ὀμνύειν· ἀλλὰ τὴν γλῶτταν ἐκτμηθῆναι ἂν ἕλοιντο πρότερον, ἢ ὅρκον τινὰ ἀπὸ τοῦ στόματος προέσθαι. Ταῦτα δῶμεν αὐτοῖς περὶ ἡμῶν λέγειν, καὶ τὴν πονηρὰν τῶν ὅρκων συνήθειαν ἀπελάσωμεν, καὶ τοσαύτην δῶμεν τῷ Θεῷ τιμὴν, ὅσην τοῖς ἱματίοις ἡμῶν τοῖς πολυτελεστέροις. Πῶς γὰρ οὐκ ἄτοπον ἱμάτιον μὲν ἔχοντας τῶν λοιπῶν βέλτιον μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχε; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω καταφρονῶμεν ἡμῶν τῆς σωτηρίας ἀλλὰ τὴν σπουδὴν ἣν ἐξ ἀρχῆς ἐποιησάμεθα περὶ τὴν ἐντολὴν ταύτην, εἰς τέλος ἀγάγωμεν. Καὶ γὰρ ἐγὼ διὰ τοῦτο συνεχῆ ποιοῦμαι τὴν παράκλησιν τὴν περὶ τῶν ὅρκων, οὐκ ἐπειδὴ κατέγνων ὑμῶν ῥᾳθυμίαν, ἀλλ' ἐπειδὴ τὸ πλέον κατορθωθὲν ὑμῖν εἶδον, καὶ σπεύδω καὶ ἐπείγομαι τὸ πᾶν ἀπαρτισθῆναι καὶ τέλος λαβεῖν. Οὕτω καὶ οἱ θεαταὶ ποιοῦσι, τοὺς ἐγγὺς ὄντας τῶν βραβείων διεγείρουσι μᾶλλον. Μὴ τοίνυν ἀποκάμωμεν μηδὲ ἡμεῖς, καὶ γὰρ ἐγγὺς ἑστήκαμεν τοῦ παντὸς κατορθώματος, καὶ ἡ δυσκολία παρὰ τὴν ἀρχὴν ἦν. Ὅτε δὲ τὸ πλέον τῆς συνηθείας ὑπετμήθη νῦν, καὶ μικρὸν ὑπολέλειπται λοιπὸν, οὐδὲ πόνου χρεία τινὸς, ἀλλὰ μικρᾶς παρατηρήσεως, καὶ βραχείας τινὸς ἀκριβείας δεόμεθα, ἵνα αὐτοὶ κατορθώσαντες καὶ ἑτέροις γενώμεθα διδάσκαλοι, καὶ μετὰ παῤῥησίας τὸ ἱερὸν ἴδωμεν Πάσχα, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς διπλασίονα καὶ τριπλασίονα τῆς εἰωθυίας καρπωσώμεθα τὴν εὐφροσύνην. Οὐ γὰρ οὕτω τὸ τῶν πόνων ἡμᾶς ἀπαλλαγῆναι καὶ τῶν ἱδρώτων τῆς νηστείας εὐφραίνει, ὡς τὸ μετὰ κατορθώματος καὶ στεφάνου λαμπροῦ εἰς τὴν ἱερὰν ἐκείνην ἑορτὴν ἀπαντῆσαι, στεφάνου μηδέποτε μαραινομένου. Ὥστε δὲ ταχυτέραν γενέσθαι τὴν διόρθωσιν, τοῦτο ποίησον ὃ λέγω· Γράψον ἐπὶ τὸν τοῖχον τῆς οἰκίας σου, καὶ ἐπὶ τὸν τοῖχον τῆς καρδίας σου τὴν δρεπάνην τὴν πετομένην ἐκείνην, καὶ ταύτην ἐπὶ τῆς ἀρᾶς πέτεσθαι νόμιζε, καὶ συνεχῶς αὐτὴν ἀναλογίζου· κἂν ἕτερον ὀμνύοντα ἴδῃς, ἐπίσχες, κώλυσον, καὶ τῶν οἰκετῶν ἐπιμελήθητι τῶν σῶν. Ἂν γὰρ τοῦτο σκοπήσωμεν, ὅπως μὴ μόνον αὐτοὶ κατορθώσαιμεν, ἀλλὰ καὶ ἑτέρους εἰς τοῦτο ἐναγάγοιμεν, ταχέως αὐτοὶ πρὸς τὸ πέρας ἥξομεν. Οἱ γὰρ ἑτέρους παιδεύειν καταδεξάμενοι, ἐρυθριάσομεν καὶ αισχυνούμεθα. ἃ τοῖς ἄλλοις ἐπιτάττομεν, ταῦτα ἐλλιμπάνοντες αὐτοὶ φανῆναι. Οὐδὲ χρεία πλειόνων λόγων· πολλὰ γὰρ καὶ τὰ πρώην εἰρημένα, καὶ ταῦτα δὲ ὑπομνήσεως χάριν μόνης εἴρηται. Ὁ δὲ Θεὸς, ὁ μᾶλλον ἡμῶν τῶν ἡμετέρων φειδόμενος ψυχῶν, καὶ ἐν τούτῳ καὶ ἐν παντὶ καταρτίσειεν ἡμᾶς ἀγαθῷ, ἵνα πληρώσαντες πάντα καρπὸν δικαιοσύνης,
alone, but also by keeping silence, and by striking all men with amazement through the brightness of our life. For let your light shine, He says, before men, that they may see your good works, and glorify your Father Who is in the heavens. For when the unbeliever sees you, the believer, composed, temperate, orderly, he will be struck with amazement and will say: Truly great is the God of the Christians! What men He has established! What men out of what men He has made! He has wrought them into angels out of men. If anyone insults them, they do not rail back; if anyone strikes them, they are not indignant; if anyone wrongs them, they pray on behalf of him who has grieved them; they have no enemy, they do not know how to bear malice, they do not know how to talk idly, they have not learned to lie, they do not endure to swear falsely—nay rather, not even to swear at all, but would choose to have their tongue cut out sooner than let any oath issue from their mouth. Let us grant them to say these things concerning us, and let us drive away the wicked habit of oaths, and let us give at least as much honour to God as we do to our more costly garments. For how is it not absurd that, when possessing a garment better than the rest, we do not endure to misuse it continually, yet drag the name of God about everywhere lightly and at random? Do not, I beg and entreat, do not let us thus despise our own salvation, but let us bring to completion the earnestness which we displayed from the beginning concerning this commandment. For indeed on this account I make my exhortation concerning oaths continual, not because I have condemned you of sloth, but because I have seen the greater part accomplished by you, and I hasten and press on that the whole may be completed and receive its end. Thus spectators also do: they rouse all the more those who are near the prizes. Let us not flag either, therefore; for indeed we stand near the entire accomplishment, and the difficulty was at the beginning. When, however, the greater part of the habit has now been cut away, and a small part henceforth remains, there is no need of any toil either, but we need slight watchfulness and some brief exactness, so that having rightly accomplished it ourselves we may become teachers to others also, and may behold the sacred Pasch with boldness, and with great pleasure reap joy double and triple that which is customary. For not so much does our being freed from the toils and sweatings of the fast gladden us, as meeting that sacred feast with virtuous achievement and a splendid crown, a crown that never withers. And so that the reformation may come to pass more swiftly, do this which I tell you: inscribe upon the wall of your house, and upon the wall of your heart, that flying sickle, and reckon it to fly upon the curse, and recollect it continually; and even if you see another swearing, check him, hinder him, and take care of your own household servants. For if we look to this, how not only we ourselves might accomplish it, but might also lead others on into this, we ourselves shall swiftly arrive at the goal. For once we have undertaken to discipline others, we shall blush and be ashamed to be seen falling short ourselves in those things which we enjoin upon others. Nor is there need of more words; for many are the things spoken recently as well, and these too have been spoken for the sake of remembrance alone. And may God, Who spares our souls more than we ourselves do, perfect us both in this and in every good thing, so that having fulfilled every fruit of righteousness,
Notes, col. 110

On the reading

Printed αισχυνούμεθα, for αἰσχυνούμεθα.

PG 49:111Read from the page
καταξιωθῶμεν τῆς βασιλείας τῶν οὐρανῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ
we may be counted worthy of the kingdom of the heavens, by the grace and lovingkindness of our Lord Jesus Christ, through Whom
Ἔπαινος τῶν μετὰ τὴν ἑστίασιν ἀπηντηκότων εἰς τὴν ἀκρόασιν· καὶ φυσιολογία κόσμου· καὶ κατὰ τῶν θεοποιούντων τὴν κτίσιν· καὶ περὶ τοῦ μὴ ὀμνύειν.
Praise of those who came to the hearing after taking a meal; an account of the nature of the universe; against those who deify creation; and on abstaining from oaths.
Ὁμιλία ιʹ.
Homily X.
αʹ. Χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν, ὅτι τὴν παραίνεσιν ἡμῶν, ἣν ὑπὲρ τῶν μὴ νηστευόντων καὶ διὰ τοῦτο ἀπολιμπανομένων ἐποιησάμεθα πρώην, εις ἔργον ὑμεῖς ἐξηνέγκατε. Καὶ γὰρ πολλοὺς οἶμαι τῶν ἠριστηκότων παρεῖναι τήμερον, καὶ τὸν καλὸν ἡμῖν σύλλογον τοῦτον πληροῦν· καὶ τοῦτο στοχάζομαι ἐκ τοῦ λαμπρότερον ἡμῖν τὸ θέατρον γενέσθαι καὶ πλείω τῶν ἀκροωμένων τὴν σύνοδον. Οὐ μάτην, ὡς ἔοικε, τοὺς πολλοὺς περὶ αὐτῶν πρώην ἀνηλώσαμεν λόγους, τὴν ὑμετέραν ἀγάπην παρακαλοῦντες ἕλκειν πρὸς τὴν μητέρα αὐτοὺς, καὶ πίθειν, ὡς ἔξεστι καὶ μετὰ τροφὴν σωματικὴν καὶ τροφῆς μετασχεῖν πνευματικῆς. Πότε γὰρ, εἰπέ μοι, βέλτιον πεποιήκατε, ἀγαπητοί; τῇ παρελθούσῃ συνάξει, ὅτε μετὰ τὴν τράπεζαν ἐπὶ ὕπνον ἐτρέπεσθε, ἢ νῦν, ὅτε μετὰ τὴν τράπεζαν πρὸς τὴν ἀκρόασιν τῶν θείων ἀπηντήκατε νόμων; ὅτε ἐπὶ τῆς ἀγορᾶς διετρίβετε, καὶ συνεδρίων μετείχετε οὐδὲν ἐχόντων χρηστὸν, ἢ νῦν, ὅτε μετὰ τῶν ἀδελφῶν ἑστήκατε τῶν ὑμετέρων, καὶ προφητικῶν ἀκούετε λόγων; Οὐκ ἔστιν αἰσχύνη τὸ φαγεῖν, ἀγαπητοὶ, ἀλλὰ τί; Τὸ φαγόντα μένειν οἴκοι καὶ ὑστερεῖν τῆς ἱερᾶς ταύτης ἑορτῆς. Οἴκοι μὲν γὰρ μένων ἀργότερος ἔσῃ καὶ νωθέστερος, ἐνταῦθα δὲ ἐλθὼν πάντα ὕπνον καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτινάξεις· οὐ ῥᾳθυμίαν δὲ μόνον, ἀλλὰ καὶ ἀθυμίαν ἅπασαν ἀποθέμενος, ῥᾴων καὶ εὐθυμότερος ἐν ἅπασιν ἔσῃ τοῖς συμπίπτουσι πράγμασι. Καὶ τί χρὴ τὰ ἄλλα λέγειν; Στῆθι μόνον ἐγγὺς τοῦ νηστεύοντος, καὶ μετέλαβες αὐτοῦ εὐθέως τῆς εὐωδίας· μύρον γάρ ἐστιν ὁ νηστεύων πνευματικὸν, καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς γλώττης καὶ διὰ πάντων ἐμφαίνων τὴν τῆς ψυχῆς εὐταξίαν. Ταῦτα οὐχὶ κατηγορῶν τῶν ἠριστηκότων εἶπον, ἀλλ' ἵνα δείξω τῆς νηστείας τὸ κέρδος.
1. I rejoice and share my joy with you all, because you have carried out into deed our exhortation which we made recently on behalf of those who do not fast and on that account stay away. For indeed I think that many of those who have taken their midday meal are present today and filling up this noble assembly for us; and I conjecture this from our theatre having become more splendid for us and the gathering of hearers more numerous. Not in vain, as it seems, did we spend those many words about them recently, exhorting your charity to draw them towards their mother, and to persuade them that it is permissible even after bodily nourishment to partake also of spiritual nourishment. For when, tell me, have you done better, beloved: at the past assembly, when after the table you turned to sleep, or now, when after the table you have come together to the hearing of the divine laws? When you lingered in the marketplace and shared in sittings that held nothing wholesome, or now, when you stand with your brethren and hear prophetic words? It is no shame to eat, beloved; what then is? After eating, to remain at home and fall short of this sacred feast. For remaining at home you will be more idle and more sluggish, whereas coming hither you will shake off all sleep and every sloth; and not sloth alone, but putting away all despondency as well, you will be more at ease and more cheerful in all befalling affairs. And what need is there to say the rest? Stand only near him who fasts, and straightway you have shared in his sweet fragrance; for he who fasts is a spiritual ointment, manifesting through his eyes and through his tongue and through all things the good order of his soul. These things I have said not in accusation of those who have taken their meal, but in order to show the gain of fasting.
Νηστείαν δὲ οὐ τὴν ἀποχὴν λέγω τῶν βρωμάτων μόνον, ἀλλὰ καὶ πρὸ ταύτης τὴν τῶν ἁμαρτημάτων ἀποχήν· ἐπεὶ καὶ ὁ ἑστιαθεὶς, καὶ ἐνταῦθα μετὰ τῆς προσηκούσης παραγενόμενος σωφροσύνης, οὐ πολὺ τοῦ νηστεύοντος ἀπολιμπάνεται, ὥσπερ οὖν ὁ νηστεύσας καὶ μὴ μετὰ σπουδῆς καὶ ἀκριβείας τοῖς λεγομένοις προσέχων, οὐδὲν ἀπὸ τῆς νηστείας καρπώσεται μέγα. Ὁ γὰρ ἐσθίων καὶ συνάξεως ἁγίας κοινωνῶν μετὰ τῆς προσηκούσης σπουδῆς, τοῦ μηδὲν ἐσθίοντος καὶ ἀπολιμπανομένου πολὺ βελτίων ἐστίν· οὐδὲν γὰρ τοιοῦτο τὸ μὴ φαγεῖν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ὅσα ὠφελεῖ καὶ δίδωσιν ἀγαθὰ τὸ πνευματικῆς μετασχεῖν διδασκαλίας. Ποῦ γὰρ ἑτέρωθι ταῦτα ἀκούσῃ ἅπερ ἐνταῦθα φιλοσοφεῖς; Ἂν εἰς δικαστήριον ἀπέλθῃς, ἀμφισβητήσεις ἐκεῖ καὶ μάχαι· ἂν εἰς βουλευτήριον, ἡ τῶν πολιτικῶν πραγμάτων φροντίς· ἂν εἰς οἰκίαν, τῶν ἰδιωτικῶν ἡ μέριμνα κατατρύχει πάντοθεν· ἂν εἰς συλλόγους καὶ συνέδρια τῆς ἀγορᾶς, πάντα κἀκεῖ γήινα καὶ φθαρτά·
Yet by fasting I mean not abstinence from meats alone, but even before that, abstinence from sins; since even he who has dined, and has arrived hither with fitting sobriety, does not fall far behind him who fasts, just as he who has fasted and does not attend with earnestness and exactness to the things spoken will reap nothing great from his fasting. For he who eats and shares in the holy assembly with fitting earnestness is far better than he who eats nothing and stays away; for not eating will be able to profit us nothing comparable to all the profits and good things that partaking of spiritual teaching confers and bestows. For where else will you hear these things which you ponder in philosophy here? If you go off to a law-court, disputes are there and battles; if to a council-chamber, anxiety over civic affairs; if to a house, care over private matters wears you down on every side; if to gatherings and sittings of the marketplace, all things there too are earthly and perishable:
Notes, col. 111

On the reading

Printed εις, for εἰς.

Printed πίθειν, for πείθειν.