Migne Reading Room

PG 49 · cols. 100–105 · Read from the page

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Homilies XXI on the Statues delivered to the people of Antioch. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 49:100Read from the page
γὰρ ὄφελος τῆς ἔξωθεν εὐπορίας, ὅταν ἔνδον πενία τοσαύτη ᾖ; τί δὲ βλάβος τῆς ἔξωθεν πενίας, ὅταν ἔνδον τοσοῦτος ἀποκέηται πλοῦτος; Τοιοῦτος ἦν λέων καὶ ὁ μακάριος Παῦλος· εἰσελθὼν γὰρ εἰς τὸ δεσμωτήριον καὶ βοήσας μόνον, τὰ θεμέλια πάντα ἔσεισε, τὰ δεσμὰ κατέφαγεν, οὐχ ὀδοῦσι χρησάμενος, ἀλλὰ ῥήμασι· διόπερ οὐχὶ λέοντας αὐτοὺς μόνον, ἀλλὰ καὶ ἕτερόν τι πλέον λεόντων χρὴ καλεῖν. Ὁ μὲν γὰρ λέων εἰς δίκτυα πολλάκις ἐμπεσὼν ἁλίσκεται· οἱ δὲ ἅγιοι δεθέντες, τότε ἰσχυρότεροι γίνονται· καθάπερ καὶ ὁ μακάριος οὗτος ἐπὶ τοῦ δεσμωτηρίου τότε ἐποίησε, τοὺς δεσμώτας λύσας, τοὺς τοίχους σσλεύσας, τὸν δεσμοφύλακα δήσας, καὶ τῷ τῆς εὐσεβείας χειρωσάμενος λόγῳ. Ὁ λέων φθέγγεται, καὶ τὰ θηρία φυγαδεύει πάντα· ὁ ἅγιος φθέγγεται, καὶ τοὺς δαίμονας ἀπελαύνει πάντοθεν· ὅπλα τοῦ λέοντος κόμη τριχῶν, ὀνύχων ἀκμὴ, καὶ ὀδόντες ἠκονημένοι· ὅπλα δικαίου φιλοσοφία, καρτερία, ὑπομονὴ, ὑπεροψία τῶν παρόντων ἁπάντων. Ταῦτα τὰ ὅπλα τις ἔχων, οὐκ ἀνθρώπων μόνον πονηρῶν, ἀλλὰ καὶ αὐτῶν καταγελάσεται τῶν ἀντικειμένων δυνάμεων. Φρόντισον τοίνυν τῆς κατὰ Θεὸν ζωῆς, ἄνθρωπε, καὶ οὐδεὶς περιέσεται σοῦ ποτε, ἀλλὰ κἂν ἁπάντων εὐτελέστερος εἶναι δοκῇς, πάντων δυνατώτερος ἔσῃ· ὥσπερ ἂν ἀμελήσῃς τῆς κατὰ ψυχὴν ἀρετῆς, κἂν ἁπάντων δυνατώτερος ᾖς, εὐχείρωτος ἔσῃ τοῖς ἐπιβουλεύουσιν ἅπασι. Καὶ τοῦτο ἔδειξε μὲν τὰ εἰρημένα παραδείγματα· εἰ δὲ βούλει καὶ δι' ἔργων σε διδάξαι πειράσομαι τῶν δικαίων τὸ ἀκαταγώνιστον καὶ τῶν ἁμαρτωλῶν τὸ εὐχείρωτον. Ἄκουσον γοῦν πῶς ἀμφότερα ταῦτα ὁ προφήτης ᾐνίξατο· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτω, φησὶν, ἀλλ' ἢ ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Καθάπερ γὰρ ἐκεῖνος ταῖς τῶν ἀνέμων ἐμβολαῖς πρόκειται ῥᾳδίως ἀναρῥιπιζόμενος, οὕτω δὴ καὶ ὁ ἁμαρτωλὸς ὑπὸ παντὸς πειρασμοῦ περιτρέπεται. Ὅταν γὰρ αὐτὸς ἑαυτῷ πολεμῇ, καὶ τὴν μάχην πανταχοῦ περιφέρῃ, ποία αὐτῷ σωτηρίας ἐλπὶς οἴκοθεν προδεδομένῳ, καὶ διηνεκῆ πολέμιον περιάγοντι τὸ συνειδός; Ἀλλ' οὐχ ὁ δίκαιος τοιοῦτος, ἀλλὰ ποταπός; Ἄκουσον τοῦ αὐτοῦ προφήτου λέγοντος· Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Τί ποτ' οὖν ἐστιν, Ὡς ὄρος Σιών; Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα, φησί. Καὶ γὰρ ὅσα ἂν προσενέγκῃς μηχανήματα, ὅσα ἂν ἀκοντίσῃς βέλη, ὄρος καταστρέψαι βουλόμενος, ἐκείνου μὲν οὐδέποτε περιέσῃ (πῶς γάρ;), τὰ δὲ μηχανήματα διαλύσεις ἅπαντα, καὶ τὴν σεαυτοῦ καταλύσεις ἰσχύν. Τοιοῦτός ἐστι καὶ ὁ δίκαιος· ὅσας ἂν δέξηται πληγὰς, αὐτὸς μὲν οὐδὲν ἔπαθε δεινὸν, τῶν δὲ ἐπιβουλευόντων καταλύει τὴν δύναμιν, οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ δαιμόνων αὐτῶν. Ἤκουσας γοῦν πολλάκις πόσα προσήγαγε μηχανήματα τῷ Ἰὼβ ὁ διάβολος, καὶ οὐ μόνον οὐ κατέσεισεν ἐκεῖνο τὸ ὄρος, ἀλλὰ καὶ ἐκλυθεὶς ἀνεχώρησε, τῶν βελῶν αὐτοῦ κατακλασθέντων, καὶ τῶν μηχανημάτων γενομένων ἀχρήστων ἀπὸ τῆς προσβολῆς ἐκείνης.
profit is there in outward affluence, when within there is such great poverty? And what harm is there in outward poverty, when within so great a wealth is laid up? Such a lion also was the blessed Paul; for upon entering the prison and merely crying aloud, he shook all the foundations and devoured the bonds, using not teeth, but words; wherefore one ought to call them not lions only, but also something else greater than lions. For the lion, oftentimes falling into nets, is caught; whereas the saints, when they have been bound, then become stronger—just as this blessed man also did at that time in the prison, loosing the prisoners, shaking the walls, binding the jailer, and vanquishing him by the word of godliness. The lion roars, and puts all the wild beasts to flight; the saint utters his voice, and drives away the demons from every side. The weapons of the lion are a mane of hair, sharpness of claws, and whetted teeth; the weapons of the righteous man are philosophy, fortitude, endurance, and disdain for all present things. Whoever possesses these weapons will laugh to scorn not wicked men only, but even the adversary powers themselves. Take thought, therefore, O man, for the life according to God, and no one shall ever prevail over you; nay, even if you seem to be the most insignificant of all, you shall be more powerful than all; just as, if you neglect virtue of soul, even if you be more powerful than all, you shall be an easy prey to all who plot against you. And the examples already stated have shown this; and if you wish, by deeds also I shall endeavour to teach you the invincibility of the righteous and the vulnerability of sinners. Hear, at all events, how the prophet intimated both these things: Not so the ungodly, not so, he says, but rather like dust which the wind flings forth from the face of the earth. For just as that dust lies exposed to the gusts of the winds, easily whirled aloft, even so is the sinner overturned by every temptation. For when he wages war against himself, and carries the battle about everywhere, what hope of salvation remains for him who is betrayed from within, and who leads about his conscience as a perpetual foe? Yet the righteous man is not such; of what sort, then, is he? Hear the same prophet saying: Those who trust in the Lord are as Mount Sion. What, then, pray, is As Mount Sion? He shall not be shaken for ever, he says. For however many engines you may bring up, however many darts you may hurl, wishing to overthrow a mountain, you will never prevail over it (for how could you?), but you will shatter all your engines, and destroy your own strength. Such also is the righteous man: however many blows he may receive, he himself suffers nothing dreadful, while he destroys the power of those who plot against him—not of men only, but of the very demons also. You have heard, at all events, many times how many engines the devil brought up against Job, and not only did he not shake that mountain, but he even withdrew exhausted, his darts having been shattered, and his engines rendered useless from that assault.
γʹ. Ταῦτα οὖν ἐπιστάμενοι, τῆς ζωῆς ἐπιμελώμεθα τῆς ἡμετέρας, καὶ μήτε περὶ χρήματα σπουδάσωμεν τὰ ἀπολλύμενα, μήτε περὶ δόξαν τὴν σβεννυμένην, μήτε περὶ τὸ σῶμα τὸ γηράσκον, μήτε περὶ κάλλος τὸ μαραινόμενον, μήτε περὶ τρυφὴν τὴν διαρῥέουσαν, ἀλλὰ περὶ ψυχὴν ἅπασαν ἀναλώσωμεν τὴν ἐπιμέλειαν, καὶ ταύ-
3. Knowing these things, therefore, let us care for our life, and let us be zealous neither about money that perishes, nor about glory that is extinguished, nor about the body that grows old, nor about beauty that withers away, nor about luxury that slips away, but let us expend all our care upon the soul, and in every
Notes, col. 100

On the reading

Printed σσλεύσας, for σαλεύσας.

PG 49:101Read from the page
την παντὶ θεραπεύσωμεν τρόπῳ. Σώματα μὲν γὰρ θεραπεῦσαι νενοσηκότα οὐ παντὶ ῥᾴδιον, ψυχὴν δὲ ἀρῥωστοῦσαν ἰάσασθαι ῥᾴδιον πᾶσι· καὶ ἡ μὲν τοῦ σώματος ἀρῥωστία καὶ φαρμάκων δεῖται, καὶ ἀργυρίου πρὸς θεραπείαν· ἡ δὲ τῆς ψυχῆς θεραπεία εὔωνος καὶ ἀδάπανος· καὶ τῆς μὲν σαρκὸς ἡ φύσις μετὰ πολλοῦ τοῦ πόνου τῶν ἐνοχλούντων ἀπαλλάττεται τραυμάτων· καὶ γὰρ σιδήριον ἐπαγαγεῖν ἀναγκαῖον πολλάκις, καὶ πικρὰ φάρμακα· ἐπὶ δὲ τῆς ψυχῆς οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ' ἀρκεῖ θελῆσαι καὶ βουληθῆναι μόνον, καὶ πάντα κατώρθωται. Καὶ τοῦτο τῆς τοῦ Θεοῦ προνοίας ἔργον γέγονεν· ἐπειδὴ γὰρ ἀπὸ μὲν τῆς τοῦ σώματος ἀρῥωστίας οὐ πολλὴ γένοιτ' ἂν ἡ βλάβη (κἂν γὰρ μὴ νοσήσωμεν, ἐπελθὼν ὁ θάνατος αὐτὸ φθερεῖ καὶ καταλύσει πάντως), τὸ δὲ πᾶν ἐν τῇ τῆς ψυχῆς ἡμῶν ὑγείᾳ κεῖται, τοῦ πολλῷ χρησιμωτέρου καὶ ἀναγκαιοτέρου ῥᾳδίαν ἐποίησε καὶ ἀδάπανον καὶ ἀνώδυνον τὴν θεραπείαν. Τίνα οὖν ἕξομεν ἀπολογίαν, ποίαν δὲ συγγνώμην, ὅταν σώματος μὲν νοσοῦντος, ἔνθα καὶ ἀργύριόν ἐστι καταβαλεῖν, καὶ ἰατροὺς παρακαλέσαι, καὶ ὀδύνην ὑπομεῖναι πολλὴν, τοσαύτην ποιώμεθα πρόνοιαν, καὶ ταῦτα οὐ πολλῆς ἡμῖν τῆς βλάβης ἀπὸ τῆς ἀρῥωστίας γινομένης ἐκείνης· ψυχῆς δὲ καταφρονῶμεν, καὶ ταῦτα μήτε ἀργύριον καταβάλλειν μέλλοντες, μήτε ἑτέρους διενοχλεῖν, μήτε ὀδύνας ὑφίστασθαι, ἀλλὰ χωρὶς τούτων ἁπάντων διὰ τοῦ προελέσθαι καὶ βουληθῆναι μόνον, πᾶσαν αὐτῆς δυνάμενοι ποιήσασθαι τὴν διόρθωσιν, καὶ ἀκριβῶς εἰδότες, ὡς εἰ μὴ τοῦτο ποιήσαιμεν, τὴν ἐσχάτην ὑποστησόμεθα δίκην, καὶ τὰς ἀπαραιτήτους κολάσεις καὶ τιμωρίας; Εἰπὲ γάρ μοι, εἴ τις ὑπέσχετο παιδεῦσαί σε τέχνην ἰατρικὴν ἐν βραχείᾳ καιροῦ ῥοπῇ χωρὶς ἀργυρίου καὶ πόνου, οὐκ ἂν εὐεργέτην ἐνόμισας; οὐκ ἂν κατεδέξω καὶ ποιῆσαι καὶ παθεῖν ἅπαντα ἅπερ ἐκέλευσεν ὁ ταῦτα ἐπαγγειλάμενος; Ἰδοὺ νῦν ἔξεστι χωρὶς πόνων οὐχὶ σωμάτων, ἀλλὰ τῶν τῆς ψυχῆς τραυμάτων τὰ φάρμακα εὑρεῖν, καὶ χωρὶς ὀδύνης τινὸς εἰς ὑγείαν αὐτὴν ἐπαναγαγεῖν. Μὴ τοίνυν ἀμελῶμεν. Ποία γὰρ ὀδύνη, εἰπέ μοι, ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; Ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν, καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος εὔξασθαι καὶ αἰτῆσαι μυρία ἀγαθὰ παρὰ τοῦ προθύμως διδόντος Θεοῦ; ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποία ταλαιπωρία μὴ φθέγγεσθαι αἰσχρὰ ῥήματα, μηδὲ λοιδορεῖσθαι, μηδὲ ὑβρίζειν; ποῖος κάματος μὴ ὀμνύναι; πάλιν γὰρ ἐπὶ τὴν αὐτὴν ἥξω παραίνεσιν. Πόνος μὲν οὖν μέγιστος τὸ ὀμόσαι· πολλάκις γοῦν ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθείσης, καὶ τοῦ θυμοῦ χαλασθέντος, βουληθέντες καταλλαγῆναι, καὶ ὑπὸ τῆς ἀνάγκης κατεχόμενοι τῶν ὅρκων, ἠλγήσαμεν ὥσπερ τινὶ παγίδι κατεχόμενοι, καὶ δεσμοῖς ἀλύτοις συνδεδεμένοι. Ὅπερ καὶ ὁ διάβολος εἰδὼς, καὶ ἀκριβῶς ἐπιστάμενος ὅτι πῦρ ἐστιν ὁ θυμὸς, καὶ ῥᾳδίως σβέννυται, καὶ τοῦ θυμοῦ σβεσθέντος, καταλλαγὴ γίνεται καὶ φιλία, βουλόμενος τὸ πῦρ τοῦτο μένειν ἄσβεστον, ὅρκῳ πολλάκις ἡμᾶς κατέδησεν, ἵνα, κἂν ἡ ὀργὴ λήξῃ, ἡ ἀνάγκη τοῦ ὅρκου μένουσα δια-
way let us heal it. For to heal diseased bodies is not easy for everyone, whereas to cure an ailing soul is easy for all; and the ailment of the body requires both medicines and money for its healing, whereas the healing of the soul is inexpensive and without outlay; and the nature of the flesh is freed from the wounds that trouble it only with much pain—for oftentimes it is necessary to apply the surgeon's knife and bitter medicines—whereas in the case of the soul there is nothing of the sort, but it suffices merely to will and to desire, and all has been set right. And this has come to pass as a work of God's providence: for since from bodily ailment no great harm could arise (for even if we should not fall sick, death, coming upon it, will destroy and dissolve it altogether), whereas everything depends upon the health of our soul, He made the healing of the far more useful and more necessary part easy, free of expense, and free of pain. What defence, therefore, shall we have, and what pardon, when, if the body is sick—where one must pay down money, summon physicians, and endure great pain—we take such great care, even though no great harm arises for us from that ailment; yet we despise the soul, even though we are neither about to pay down money, nor to trouble others, nor to undergo pains, but apart from all these things, through choosing and willing alone, are able to accomplish its entire amendment, and know precisely that unless we do this, we shall undergo the uttermost penalty and inexorable chastisements and retributions? For tell me, if someone promised to teach you the art of medicine in a brief moment of time without money and labour, would you not have regarded him as a benefactor? Would you not have consented both to do and to suffer all things whatsoever he who promised these things commanded? Behold, it is now possible without labours to find the medicines not for bodies, but for the wounds of the soul, and without any pain to restore it to health. Let us not, therefore, be negligent. For what pain is it, tell me, to remit anger to him who has grieved you? Nay, rather, it is a pain to bear malice and not to be reconciled. What labour is it to pray and to ask ten thousand good things from God Who willingly gives? What labour is it to speak evil of no one? What difficulty is it to be rid of envy and jealousy? What toil is it to love one's neighbour? What hardship is it not to utter shameful words, nor to revile, nor to insult? What fatigue is it not to swear?—for I shall come back again to the same exhortation. Nay, rather, the greatest labour is to swear; many times, at all events, when held fast by wrath and anger, we have sworn never to be reconciled with those who grieved us, and then, when our anger was quenched and our wrath had subsided, wishing to be reconciled, yet held fast by the necessity of our oaths, we suffered pain as though held fast in some snare, and bound together with indissoluble bonds. Knowing which very thing, the devil also—and understanding precisely that wrath is a fire and is easily quenched, and that when wrath has been quenched reconciliation and friendship arise—wishing this fire to remain unquenchable, has many times bound us by an oath, so that, even if our anger should cease, the necessity of the oath, remaining, may pre-
PG 49:102Read from the page
τηρῇ τὴν πυρὰν ἐν ἡμῖν, καὶ δυοῖν θάτερον γένηται, ⟨…⟩ καταλλαγέντες ἐπιορκήσωμεν, ἢ μὴ καταλλαγέντες τοῖ⟨…⟩ τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς κατ⟨…⟩στήσωμεν.
serve the blazing fire in us, and one of two things may come to pass: either, having been reconciled, we commit perjury, or, not having been reconciled, we render ourselves liable to the penalties of bearing malice.
δʹ. Ταῦτα οὖν εἰδότες φεύγωμεν τοὺς ὅρκους, καὶ μελ⟨…⟩τάτω τὸ στόμα ἡμῶν λέγειν συνεχῶς· Πίστευσον· καὶ ἔσται τοῦτο πάσης εὐλαβείας ὑπόθεσις ἡμῖν. Γλῶττα γὰρ παιδευθεῖσα τοῦτο λέγειν τὸ ἓν ῥῆμα, αἰσχύνεται κα⟨…⟩ ἐρυθριᾷ ῥήματα ἐξενεγκεῖν αἰσχρὰ καὶ ἄτοπα· κἂν ἀπ⟨…⟩ συνηθείας προαχθῇ ποτε, πολλοὺς ἔχουσα τοὺς κατηγ⟨…⟩ρους ἀνασταλήσεται. Ὅταν γάρ τις ἴδῃ τὸν μὴ ὀμνύν⟨…⟩ αἰσχρὰ φθεγγόμενον, ἐπεμβήσεται ῥᾳδίως αὐτῷ καὶ κα⟨…⟩ταγελάσεται, καὶ κωμῳδῶν ἐρεῖ· Σὺ ὁ τὸ, Πίστευσον, ἐπὶ πᾶσι λέγων, οὐκ ἀνέχῃ ὅρκον προέσθαι, καὶ ῥήμ⟨…⟩σιν αἰσχροῖς καταισχύνεις σου τὴν γλῶτταν; Ὥστε καὶ ἄκοντες, ὑπὸ τῶν παρόντων συνελαυνόμενοι, πρὸς εὐλ⟨…⟩βειαν ἐπανήξομεν. Τί οὖν, ἐὰν ἀνάγκη, φησὶν, ὀμόσαι⟨…⟩ Ὅπου νόμου παράβασίς ἐστιν, οὐκ ἔστιν ἀνάγκη. Καὶ δυνατὸν, φησὶ, καθόλου μὴ ὀμνύναι; Τί λέγεις; ὁ Θεὸς ἐκέλευσε, καὶ τολμᾷς ἐρωτῆσαι εἰ δυνατὸν φυλάξαι τὸν νόμον; Ἀδύνατον μὲν οὖν τὸ μὴ φυλάξαι· καὶ τοῦτ⟨…⟩ ἀπὸ τῶν παρόντων ὑμᾶς πεῖσαι βούλομαι, ὅτι οὐ τὸ μ⟨…⟩ ὀμνύναι, ἀλλὰ τὸ ὀμνύναι ἀδύνατον. Ἰδοὺ γοῦν χρυσί⟨…⟩ ἐκελεύσθησαν εἰσενεγκεῖν οἱ τὴν πόλιν οἰκοῦντες δοκοῦ⟨…⟩ τὴν τῶν πολλῶν ὑπερβαίνειν δύναμιν, καὶ, τὸ πλέονεἰσ⟨…⟩ήνεκται, καὶ τῶν ἀπαιτούντων ἔστιν ἀκοῦσαι λεγόντω⟨…⟩ Τί μέλλεις, ἄνθρωπε; τί δὲ ἡμέραν ἐξ ἡμέρας ἀναβάλλ⟨…⟩ ἡμᾶς; μὴ γὰρ δυνατὸν ἐκφυγεῖν; βασιλέως νόμος ἐστ⟨…⟩ μελλήσεως οὐκ ἀνεχόμενος. Τί λέγεις, εἰπέ μοι; βασ⟨…⟩λεὺς ἐκέλιυσε χρήματα εἰσενεγκείν, καὶ ἀδύνατον μ⟨…⟩ εἰσενεγκεῖν· ὁ Θεὸς ἐκέλευσε φεύγειν τοὺς ὅρκους, κα⟨…⟩ λέγεις ὅτι ἀδύνατον φεύγειν τοὺς ὅρκους; Ἕκτην ἔχ⟨…⟩ ταύτην ἡμέραν περὶ ταύτης ὑμῖν παραινῶν τῆς ἐντολῆς⟨…⟩ λοιπὸν ὑμῖν συντάξασθαι βούλομαι ὡς ἀφιστάμενος, ἵν⟨…⟩ ἀσφαλίζησθε. Οὐκ ἔτι ἀπολογία τις ὑμῖν ἔσται, οὐδ⟨…⟩ συγγνώμη· μάλιστα μὲν γὰρ εἰ καὶ μηδὲν εἴρητο, πα⟨…⟩ ὑμῶν αὐτῶν ἔδει διορθωθῆναι τοῦτο· οὐδὲ γὰρ ποικίλ⟨…⟩ ἐστὶν, οὐδὲ πολλῆς δεόμενον κατασκευῆς. Ὅταν δὲ κα⟨…⟩ τοσαύτης ἦτε παραινέσεως καὶ συμβουλῆς ἀπολελαυκό⟨…⟩τες, τίνα ἀπολογίαν εἰπεῖν ἕξετε ἐγκαλούμενοι, καὶ ἐπ⟨…⟩ τοῦ βήματος ἑστῶτες τοῦ φοβεροῦ, καὶ εὐθύνας ἀπαιτο⟨…⟩μενοι τῆς παρανομίας ταύτης; Οὐκ ἔστιν οὐδεμίαν ε⟨…⟩πεῖν ἀπολογίαν, ἀλλ' ἀνάγκη, ἢ κατορθώσαντας ἀπελθεῖ⟨…⟩ ἢ μὴ κατορθώσαντας κολάζεσθαι, καὶ τὴν ἐσχάτην ὑπ⟨…⟩μένειν δίκην. Ταῦτα οὖν ἐννοήσαντες ἅπαντα, καὶ μετ⟨…⟩ πολλῆς ἐντεῦθεν ἀναχωρήσαντες τῆς φροντίδος, ἀλλή⟨…⟩λους παρακελεύεσθε τὰ ἐν τοσαύταις ἡμέραις εἰρημέ⟨…⟩ μετὰ πάσης τηρῆσαι τῆς φυλακῆς ἐπὶ τῆς διανοίας τῆ⟨…⟩ ὑμετέρας, ἵνα καὶ ἡμῶν σιγώντων ἀλλήλους παιδεύοντε⟨…⟩ οἰκοδομοῦντες, παρακαλοῦντες, πολλὴν ἐπιδείξησθε τὴ⟨…⟩ ἐπίδοσιν, καὶ τοὺς λοιποὺς ἅπαντας ἐκπληρώσαντες ν⟨…⟩μους, ἀπολαύσητε τῶν αἰωνίων στεφάνων, ὧν γένοι⟨…⟩ πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ το⟨…⟩ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πα⟨…⟩τρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνα⟨…⟩ τῶν αἰώνων. Ἀμήν.
4. Knowing these things, therefore, let us flee oaths, and let our mouth practise saying continually: Believe me; and this shall be for us the foundation of all reverence. For a tongue trained to utter this one saying is ashamed and blushes to bring forth shameful and unseemly words; and even if it should ever be carried away by habit, having many accusers it will be checked. For when someone sees the man who does not swear uttering shameful words, he will easily set upon him and laugh him to scorn, and taunting him will say: Do you, who upon every occasion say Believe me, not endure to let slip an oath, and yet dishonour your tongue with shameful words? So that even unwillingly, driven together by those present, we shall return to reverence. What then, he says, if there be a necessity to swear? Where there is transgression of the law, there is no necessity. And is it possible, he says, not to swear at all? What are you saying? God commanded it, and do you dare to ask whether it is possible to keep the law? Nay, rather, it is impossible not to keep it; and from present circumstances I wish to persuade you of this, that not to abstain from swearing, but to swear, is impossible. Behold, at all events, the inhabitants of the city were commanded to contribute gold that seemed to surpass the ability of the many, and, for the greater part, it has been contributed; and one may hear the exactors saying: Why do you delay, O man? And why do you put us off from day to day? For is it possible to escape? It is the emperor's law, brooking no delay. What are you saying, tell me? An emperor commanded you to contribute money, and it is impossible not to contribute; God commanded you to flee oaths, and you say that it is impossible to flee oaths? This is the sixth day that I have been exhorting you concerning this commandment; henceforth I wish to take leave of you as one stepping aside from the subject, so that you may make yourselves secure. No longer shall there be any defence for you, nor pardon; for most of all, even if nothing had been said, this ought to have been set right by you yourselves, for neither is it intricate nor in need of much elaboration. But when you have also enjoyed so much exhortation and counsel, what defence shall you be able to utter when accused, and standing before the dreadful tribunal, and being demanded an account of this transgression of the law? It is not possible to utter a single defence, but of necessity one must either depart having achieved amendment, or, not having achieved it, be chastised and undergo the uttermost penalty. Bearing all these things in mind, therefore, and departing hence with great solicitude, exhort one another to guard with all vigilance in your mind the things spoken during so many days, so that even when we are silent, instructing, edifying, and encouraging one another, you may display great progress, and, having fulfilled all the remaining laws, may enjoy the eternal crowns; which may it be granted to us all to attain, by the grace and loving-kindness of our Lord Jesus Christ, through Whom and with Whom to the Father be glory together with the Holy Spirit, unto the ages of ages. Amen.
Notes, col. 102

On the reading

Printed ἐκέλιυσε, for ἐκέλευσε.

Printed εἰσενεγκείν, for εἰσενεγκεῖν.

PG 49:103Read from the page
Ἔπαινος τῶν κατωρθωκότων τὸ μὴ ὀμνύειν· καὶ ὅτι οὐκ ὀφείλει τις διακρίνεσθαι μετὰ ἑστίασιν ἀκροᾶσθαι θείων λογίων ἐν ἐκκλησίᾳ· καὶ διὰ τί μετὰ χρόνον πολὺν ἐδόθησαν αἱ ἅγιαι Γραφαί· καὶ εἰς τὸ, Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· καὶ φυσιολογία κόσμου, καὶ πρὸς τῷ τέλει, περὶ τοῦ μὴ ὀμνύειν.
Commendation of those who had succeeded in abstaining from oaths; and that no one ought to hesitate after a meal to listen to the divine oracles in church; and why the holy Scriptures were given after a long time; and on the saying, The heavens declare the glory of God; an account of the natural order of the world; and near the close, concerning not swearing.
Ὁμιλία θʹ.
Homily IX.
αʹ. Καὶ πρώην πρὸς ὑμᾶς, καὶ νῦν πρὸς ὑμᾶς λέγω· εἴθε δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, μᾶλλον δὲ καὶ ἀεὶ μεθ' ὑμῶν, εἰ καὶ μὴ σώματος παρουσίᾳ, ἀλλ' ἀγάπης δυνάμει· οὐδὲ γὰρ ἕτερός μοι βίος τίς ἐστιν, ἀλλ' ἢ ὑμεῖς καὶ τῆς ὑμετέρας σωτηρίας ἡ φροντίς. Ὥσπερ γὰρ ὁ γεωργὸς οὐδὲν ἕτερον μεριμνᾷ, ἀλλ' ἢ τὰ σπέρματα καὶ τὰ λήϊα, καὶ ὁ κυβερνήτης τὰ κύματα καὶ τοὺς λιμένας· οὕτω καὶ ὁ λέγων τοὺς ἀκούοντας καὶ τὴν ἐκείνων προκοπὴν, καθάπερ καὶ ἐγὼ νῦν. Διὸ καὶ πάντας ὑμᾶς ἐπὶ τῆς διανοίας περιφέρω τῆς ἐμαυτοῦ, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ οἴκοι. Εἰ γὰρ καὶ πολὺς ὁ δῆμος, καὶ βραχὺ τῆς ἐμῆς καρδίας τὸ μέτρον, ἀλλ' εὐρεῖα ἡ ἀγάπη, καὶ Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· τὸ δὲ ἑξῆς οὐκ ἔτι λοιπὸν ἐρῶ· οὐδὲ γὰρ ἡμεῖς στενοχωρούμεθα παρ' ὑμῖν. Πόθεν τοῦτο δῆλον; Ἔγνων πολλῶν ἀπαγγειλάντων, ὅτι Τὸ ἐπιταχθὲν ἐποιήσαμεν, νόμους ἀλλήλοις θέντες, καὶ καταδίκας ὁρίσαντες τοῖς ὀμνύουσι, καὶ τιμωρίας ἐπαγαγόντες τοῖς τὸν νόμον παραβαίνουσι, τιμωρίαν τὴν ὑμῖν πρέπουσαν, ὅπερ μεγίστης ἀγάπης τεκμήριον. Οὐδὲ γὰρ αἰσχύνομαι πολυπραγμονῶν ταῦτα, ἐπειδὴ μὴ περιεργίας ἐστὶν, ἀλλὰ κηδεμονίας αὕτη ἡ φιλοπραγμοσύνη. Εἰ γὰρ οὐκ ἔστιν ὄνειδος τῷ ἰατρῷ πυνθάνεσθαι περὶ τοῦ κάμνοντος, οὐδὲ ἡμῖν ἔγκλημα περὶ τῆς ὑμετέρας ἐξετάζειν σωτηρίας ἀεί· οὕτω γὰρ μαθόντες τί μὲν ὑμῖν ἀπήρτισται, τί δὲ ἐλλέλειπται, μετὰ τῆς προσηκούσης ἐπιστήμης τὰ λοιπὰ ἐπιθήσομεν φάρμακα.
1. Both recently I spoke to you, and now I speak to you; and would that I were always with you—nay, rather, I am always with you, even if not by bodily presence, yet by the power of love; for I have no other life whatsoever save you and the care for your salvation. For just as the husbandman cares for nothing else save the seeds and the standing crops, and the pilot for the waves and the harbours, so also does the speaker care for his hearers and for their progress, just as I also do now. Therefore I also carry all of you about in my own mind, not here only, but also at home. For even if the people is numerous and the measure of my heart is brief, yet love is wide, and You are not straitened in us; what follows, however, I shall not go on to say, for neither are we straitened among you. Whence is this manifest? I have learned from many who reported it that you said: We have done what was enjoined, laying down laws for one another, and appointing penalties for those who swear, and bringing retributions upon those who transgress the law—a retribution befitting you, which is a token of the greatest love. For I am not ashamed to busy myself with these things, since this inquisitiveness belongs not to meddlesomeness, but to solicitous care. For if it is no reproach to the physician to inquire about the sick man, neither is it a charge against us to examine always into your salvation; for, having learned in this way what has been brought to completion by you and what has been left undone, with fitting skill we shall apply the remaining medicines.
Ἔγνωμεν τοίνυν ταῦτα περιεργασάμενοι, καὶ ηὐχαριστήσαμεν τῷ Θεῷ, ὅτι οὐκ εἰς πέτρας ἐσπείραμεν, οὐδὲ εἰς ἀκάνθας κατεβάλομεν τὰ σπέρματα, οὐδὲ πολλοῦ χρόνου καὶ πολλῆς ἐδεήθημεν ἀναβολῆς, ὥστε θερίσαι τὰ λήϊα. Διὰ ταῦτα ὑμᾶς ἐπὶ τῆς καρδίας ἔχω συνεχῶς τῆς ἐμαυτοῦ, διὰ ταῦτα οὐκ αἰσθάνομαι τοῦ πόνου τῆς διδασκαλίας, τῷ τῆς ἀκροάσεως κουφιζόμενος κέρδει. Ἱκανὸς γὰρ ἡμᾶς οὗτος ὁ μισθὸς ἀνακτήσασθαι καὶ πτερῶσαι καὶ μεταρσίους ποιῆσαι, καὶ πεῖσαι πάντα ὑπὲρ ὑμῶν ὑπημένειν πόνον. Ἐπεὶ οὖν πολλὴν τὴν εὐγνωμοσύνην ὑμεῖς ἐπεδείξασθε, φέρε δὴ καὶ ἡμεῖς τὸ χρέος καταβάλωμεν τὸ λοιπὸν, ὅπερ ὑπεσχόμεθα πρώην· καίτοι γε οὐχ ὁρῶ παρόντας ἅπαντας τοὺς ἡνίκα ἐποιούμην τὴν ὑπόσχεσιν παραγενομένους ἐνταῦθα. Τί ποτε ἄρα τὸ αἴτιον; τί τῆς ἡμετέρας τραπέζης αὐτοὺς ἀπεσόβησεν; Ὁ τραπέζης, ὡς ἔοικε, μετασχὼν αἰσθητῆς, ἐνόμισεν ἀνάξιον εἶναι μετὰ τροφὴν αἰσθητὴν ἐπὶ θείων λογίων ἀκρόασιν ἐλθεῖν· ἀλλ' οὐ δικαίως τοῦτο νομίζουσιν· οὐδὲ γὰρ ἂν, εἰ τοῦτο ἦν ἄτοπον, τοὺς μακροὺς καὶ πολλοὺς ἀνήλωσεν ὁ Χριστὸς λόγους μετὰ τὸ δεῖπνον ἐκεῖνο τὸ μυστικόν· οὐκ ἂν, εἰ τοῦτο ἀπρεπὲς ἦν, ἑστιάσας πολλάκις τὸ πλῆθος ἐπὶ τῆς ἐρήμου, καὶ λόγων αὐτοῖς μετέδωκεν ἂν μετὰ τὴν τράπεζαν. Εἰ γὰρ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τότε μὲν οὖν χρησιμωτάτη ἡ τῶν θείων λογίων ἀκρόασις. Ὅταν γὰρ ᾖς σαυτὸν πεπεικὼς, ὅτι
Having enquired curiously into these things, therefore, we learned them, and we gave thanks to God that we did not sow upon rocks, nor cast our seeds among thorns, nor stand in need of much time and long delay in order to reap the crops. On this account I hold you continually upon my own heart; on this account I do not feel the toil of teaching, being lightened by the profit of your hearing. For this reward is sufficient to refresh us, to give us wings, to lift us aloft, and to persuade us to endure every labour on your behalf. Since, therefore, you have displayed great gratitude, come now, let us also pay down for the rest the debt which we promised recently; and yet I do not see present all those who were here when I made the promise. What ever, then, can be the cause? What has scared them away from our table? He who has partaken, as it seems, of a material table has supposed it unworthy, after material nourishment, to come to the hearing of divine oracles; yet not justly do they suppose this. For neither, if this had been out of place, would Christ have spent those long and many discourses after that mystical supper; nor, if this had been unseemly, after feasting the multitude many times in the wilderness, would He also have imparted discourses to them after the table. For if one must even utter something marvellous, then indeed is the hearing of the divine oracles most useful. For when you have persuaded yourself that
Notes, col. 103

On the reading

Printed ὑπημένειν, for ὑπομένειν.

PG 49:104Read from the page
μετὰ τὸ φαγεῖν καὶ πιεῖν ἀνάγκη καὶ πρὸς σύναξιν ἀπαντῆσαι, πάντως καὶ ἄκων πολλάκις ἐπιμελήσῃ τῆς σωφροσύνης, καὶ οὔτε εἰς μέθην, οὔτε εἰς ἀδηφαγίαν κατενεχθήσῃ ποτέ· ἡ γὰρ φροντὶς καὶ ἡ προσδοκία τῆς εἰς τὴν ἐκκλησίαν ἀφίξεως παιδεύει μετὰ τῆς προσηκούσης εὐκοσμίας, καὶ τροφῆς καὶ ποτοῦ μεταλαμβάνειν, ἵνα μὴ εἰσελθὼν καὶ τοῖς ἀδελφοῖς ἀναμιχθεὶς, εἶτα ἀποπνέων οἴνου καὶ ἐρευγόμενος ἀτάκτως, καταγελασθῇς παρὰ τῶν παρόντων ἁπάντων. Ταῦτα οὐ πρὸς ὑμᾶς λέγω νῦν, ἀλλὰ πρὸς τοὺς ἀπολειφθέντας ὑμῶν, ἵνα δι' ὑμῶν ταῦτα μάθωσιν. Οὐ γὰρ τὸ φαγεῖν κώλυμα ἀκροάσεως, ἀλλὰ τὸ ῥᾳθυμεῖν· σὺ δὲ κατάγνωσιν εἶναι νομίζων τὸ μὴ νηστεῦσαι, καὶ ἕτερον προστίθης ἔγκλημα πολλῷ μεῖζον καὶ χαλεπώτερον, τὸ μὴ τῆς ἱερᾶς ταύτης μετασχεῖν τραπέζης, καὶ θρέψας σου τὸ σῶμα, κατατήκεις λιμῷ τὴν ψυχήν· καὶ ποίαν ἕξεις ἀπολογίαν; Ἐπὶ μὲν γὰρ τῆς νηστείας ἴσως ἔχεις σώματος ἀσθένειαν προβαλέσθαι· ἐπὶ δὲ ἀκροάσεως τί ἂν ἔχοις εἰπεῖν; οὐ γὰρ δὴ σώματος ἀσθένεια κωλύει τῶν θείων λογίων μετασχεῖν. Εἰ μὲν γὰρ ἔλεγον· Μηδεὶς ἠριστηκὼς συμμιγέσθω, μηδεὶς φαγὼν ἀκροάσθω, εἶχές τινα συγγνώμην· νυνὶ δὲ ὅταν ἡμεῖς ἕλκωμεν, καὶ ἐπισπώμεθα, καὶ πρὸς ἑαυτοὺς καλῶμεν, ποίαν ἕξετε ἀπολογίαν ἀποπηδῶντες; Καὶ γὰρ ἀνεπιτήδειος ὁ ἀκροατὴς ἐκεῖνος ἂν γένοιτο, οὐχ ὁ φαγὼν καὶ πιὼν, ἀλλ' ὁ μὴ προσέχων τοῖς λεγομένοις, ὁ χασμώμενος καὶ ἐκλελυμένος, καὶ τὸ μὲν σῶμα ἐνταῦθα ἔχων, τὴν δὲ διάνοιαν ἀλλαχοῦ πλανωμένην· οὗτος κἂν νηστεύῃ, πρὸς ἀκρόασίν ἐστιν ἄχρηστος· ὁ μέντοι διεγηγερμένος καὶ νήφων καὶ συντείνων ἑαυτοῦ τὴν διάνοιαν, κἂν φαγὼν καὶ πεπωκὼς ᾖ, πάντων ἐπιτηδειότατος ἀκροατὴς ἂν ἡμῖν γένοιτο. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν δικαστηρίων καὶ βουλευτηρίων εἰκότως ὁ νόμος οὗτος ἐκράτησεν· οὐδὲ γὰρ ἴσασι φιλοσοφεῖν· διὸ οὐδὲ ἐσθίουσιν ὥστε τραφῆναι, ἀλλ' ὥστε διαρῥαγῆναι· πίνουσι γὰρ ὑπὲρ κόρον πολλάκις· διὰ τοῦτο ἑαυτοὺς ἀχρήστους πρὸς τὴν τῶν πραγμάτων οἰκονομίαν καθιστῶντες, καὶ δικαστήρια καὶ βουλευτήρια ἀποκλείουσι δείλης καὶ μεσημβρίας. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· μὴ γένοιτο· ἀλλ' ὁ φαγὼν τῷ νηστεύοντι κατὰ τὴν τῆς ψυχῆς σωφροσύνην ἐφάμιλλος ἔσται· οὐ γὰρ ὥστε διαρῥῆξαι τὴν γαστέρα, οὐδὲ ὥστε σκοτῶσαι τὸν λογισμὸν ἐσθίει καὶ πίνει, ἀλλ' ὥστε τὸ σῶμα ἠσθενηκὸς ἀνακτήσασθαι.
after eating and drinking it is necessary also to present yourself at the assembly, by all means even unwillingly you will oftentimes take care for sobriety, and you will never be carried down either into drunkenness or into gluttony; for the care and expectation of coming to church trains one to partake both of food and of drink with befitting decency, lest, upon entering and mingling with the brethren, smelling of wine and belching disorderly, you be laughed to scorn by all present. I speak these things now not to you, but to those of you who stayed behind, so that through you they may learn them. For it is not eating that is a hindrance to hearing, but indolence; whereas you, supposing it a matter of condemnation not to have fasted, add another charge far greater and more grievous—not to partake of this sacred table—and while nourishing your body, you waste your soul away with famine; and what defence shall you have? For in the case of fasting, perhaps you have bodily weakness to put forward as a plea; but in the case of hearing, what could you have to say? For certainly bodily weakness does not hinder one from partaking of the divine oracles. For if I were saying: Let no one who has breakfasted mingle with us, let no one who has eaten listen, you would have had some pardon; but as it is, when we draw you, and pull you towards us, and call you to ourselves, what defence shall you have when you leap away? For that hearer would become unfit—not the one who has eaten and drunk, but the one who pays no heed to what is spoken, the one who yawns and is slack, keeping his body here while his mind wanders elsewhere; such a man, even if he fasts, is useless for hearing; whereas he who is wide awake and sober and keeps his mind on the stretch, even if he has eaten and drunk, would prove for us the fittest hearer of all. For in the case of secular law-courts and council-chambers, reasonably has this law prevailed; for they do not even know how to practise true philosophy, wherefore neither do they eat in order to be nourished, but in order to burst; for oftentimes they drink beyond satiety, and on this account, rendering themselves useless for the administration of affairs, they shut up law-courts and council-chambers in the afternoon and at midday. Here, however, there is nothing of the sort—far be it!—but he who has eaten shall rival him who fasts in sobriety of soul; for he eats and drinks not in order to burst his belly, nor in order to darken his reason, but in order to restore his weakened body.
βʹ. Ἀλλὰ τῆς μὲν παραινέσεως ταύτης ἅλις, ὥρα δὲ λοιπὸν τῆς ὑποθέσεως ἅψασθαι· καίτοι γε ἀναδύεται καὶ ὀκνεῖ πρὸς τὴν διδασκαλίαν ταύτην ἡμῖν ὁ λογισμὸς διὰ τοὺς μὴ παραγενομένους. Καὶ καθάπερ μήτηρ φιλόστοργος τράπεζαν ἔχουσα παραθεῖναι, τῶν παίδων μὴ παρόντων ἁπάντων ἀλγεῖ καὶ ὀδυνᾶται· τοῦτο δὴ κἀγὼ πάσχω νῦν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων ἐννοῶν τὴν ἀπουσίαν, ἀναδύομαι πρὸς τὴν ἔκτισιν· ἀλλ' ὑμεῖς κύριοι τὸν ὄκνον τοῦτον ἐκβαλεῖν. Εἰ γὰρ ὑπόσχοισθέ μοι μετὰ ἀκριβείας ἅπαντα πρὸς ἐκείνους διαπορθμεύσειν,
2. But enough of this exhortation, and it is time henceforth to set hand to our subject; although our mind shrinks back and hesitates before this teaching on account of those who did not attend. And just as a tender-hearted mother, having a table to set forth, grieves and sorrows when not all her children are present, this very thing I also suffer now, and, thinking upon the absence of our brethren, I shrink back from paying the debt; yet it rests in your power to cast out this hesitation. For if you should promise me to convey all things across to them with exactness,
PG 49:105Read from the page
μετὰ προθυμίας ἡμεῖς ἅπαντα κάταβαλοῦμεν ὑμῖν· οὕτω γὰρ ἐκείνοις τε ἔσται τῆς ἀπουσίας παραμυθία τῆς ὑμετέρας ἀγάπης ἡ διδασκαλία, ὑμεῖς τε προσεκτικώτερον ἡμῶν ἀκούσεσθε, εἰδότες ὅτι καὶ πρὸς ἑτέρους ὑμῖν ἀπαγγεῖλαι ταῦτα ἀνάγκη. Ἵνα οὖν σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄνωθεν ἀναλαβόντες αὐτὸν εἴπωμεν.
with eagerness we shall pay down all things to you; for in this way both the teaching of your love shall be a consolation to them for their absence, and you will listen to us more attentively, knowing that it is necessary for you to report these things to others also. So that our discourse may become clearer to us, therefore, let us take it up from the beginning and speak it.
Ἐζητοῦμεν τοίνυν πρώην τίνος ἕνεκεν μετὰ ἔτη τοσαῦτα ἐδόθησαν αἱ Γραφαί· οὐ γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὐδὲ ἐπὶ τοῦ Νῶε, καὶ τοῦ Ἀβραὰμ, ἀλλὰ ἐπὶ τοῦ Μωϋσέως ἐδόθη τοῦτο τὸ βιβλίον· καὶ πολλῶν ἀκούω λεγόντων, ὅτι, εἰ χρήσιμον ἦν, ἐξ ἀρχῆς ἔδει δοθῆναι· εἰ δὲ ἄχρηστον ἦν, οὐδὲ μετὰ ταῦτα δοθῆναι ἐχρῆν. Ἀλλ' ἕωλος οὗτος ὁ λογισμός· οὐ γὰρ δὴ πάντως, εἴ τι χρήσιμον μετὰ ταῦτα, ἐξ ἀρχῆς ὀφείλει δίδοσθαι· οὐδὲ εἴ τι παρὰ τὴν ἀρχὴν ἐδόθη, τοῦτο πάντως ὀφείλει καὶ μετὰ ταῦτα μένειν. Ἐπεὶ καὶ τὸ γάλα χρήσιμον, ἀλλ' οὐ διηνεκῶς δίδοται, ἀλλὰ παισὶν οὖσιν ἡμῖν δίδοται μόνον· καὶ ἡ στερεὰ τροφὴ χρήσιμος, ἀλλ' οὐδεὶς ἡμῖν ἐν ἀρχῇ μεταδίδωσιν αὐτῆς, ἀλλ' ἐπειδὰν τὴν παιδικὴν ἐξέλθωμεν ἡλικίαν· πάλιν τὸ θέρος χρήσιμον, ἀλλ' οὐ διαπαντὸς φαίνεται· καὶ ὁ χειμὼν ἐπιτήδειος, ἀλλὰ καὶ οὗτος ὑπεξίσταται. Τί οὖν; αἱ Γραφαὶ, φησὶν, οὐκ εἰσὶ χρήσιμοι; Χρησιμώταται μὲν οὖν καὶ ἀναγκαιόταται. Τίνος οὖν ἕνεκεν, φησὶν, ἐξ ἀρχῆς ἡμῖν οὐκ ἐδόθησαν; Ὅτι οὐ διὰ γραμμάτων, ἀλλὰ διὰ πραγμάτων, ἠβούλετο παιδεύειν τῶν ἀνθρώπων τὴν φύσιν ὁ Θεός. Τί ποτέ ἐστι διὰ πραγμάτων; Διὰ τῆς κτίσεως αὐτῆς. Εἰς τοῦτο γοῦν τὸ κεφάλαιον ἐμπεσὼν ὁ Ἀπόστολος, καὶ πρὸς Ἕλληνας ἀποτεινόμενος τοὺς λέγοντας, ὅτι Οὐκ ἐμάθομεν ἐξ ἀρχῆς παρὰ τῶν Γραφῶν θεογνωσίαν, ὅρα πῶς ἀπελογήσατο. Εἰπὼν γὰρ, ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, ἐπειδὴ εἶδεν ἀντίθεσιν ἀντιπίπτουσαν αὐτῷ, καὶ πολλοὺς ἀντερωτῶντας, ὅτι Καὶ πόθεν ᾔδεσαν Ἕλληνες τὴν ἀλήθειαν τοῦ Θεοῦ; ἐπήγαγε λέγων· Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. Καὶ πῶς φανερόν ἐστιν ἐν αὐτοῖς; πῶς δὲ ἠδύναντο εἰδέναι Θεὸν, καὶ τίς ἔδειξεν; εἰπέ. Ὁ γὰρ Θεὸς ἐφανέρωσεν αὐτοῖς, φησί. Ποίῳ τρόπῳ; ποῖον προφήτην πέμψας; τίνα εὐαγγελιστήν; ποῖον διδάσκαλον, εἰ αἱ Γραφαὶ μηδέπω ἦσαν; Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα κάθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὴν κτίσιν εἰς μέσον προέθηκε πρὸ τῶν ὀφθαλμῶν πάντων, ἵνα ἀπὸ τῶν ἔργων τὸν δημιουργὸν στοχάζωνται· ὅπερ οὖν καὶ ἕτερος ἔλεγεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν καθορᾶται. Εἶδες τὸ μέγεθος; θαύμασον τὴν δύναμιν τοῦ ποιήσαντος. Εἶδες τὸ κάλλος; ἐκπλάγηθι τὴν σοφίαν τοῦ κοσμήσαντος· ὅπερ οὖν καὶ ὁ προφήτης ἐμφαίνων ἔλεγεν· Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ. Πῶς, εἰπέ μοι, διηγοῦνται; φωνὴν οὐκ ἔχουσι, στόμα οὐ κέκτηνται, γλῶττα παρ' αὐτοῖς οὐκ ἔστι, πῶς οὖν διηγοῦνται; Διὰ τῆς ὄψεως αὐτῆς· ὅταν γὰρ ἴδῃς τὸ κάλλος, τὸ μέγεθος, τὸ ὕψος, τὴν θέσιν, τὸ σχῆμα, τὸ πρὸς τοσοῦτον χρόνον διαρκὲς, ὥσπερ φωνῆς ἀκούων, καὶ διδασκόμενος διὰ τῆς ὄψεως, προσκυνεῖς τὸν ποιήσαντα σῶμα καλὸν οὕτω καὶ παράδοξον. Σιγᾷ ὁ οὐρανὸς, ἀλλ' ἡ ὄψις αὐτοῦ φωνὴν σάλπιγγος λαμπροτέραν ἀφίησι, δι' ὀφθαλμῶν ἡμᾶς, οὐ δι' ἀκοῆς παιδεύουσα· καὶ γὰρ πέφυκεν αὕτη ἐκείνης ἡ αἴσθησις καὶ πιστοτέρα εἶναι καὶ
Recently, therefore, we were inquiring on what account the Scriptures were given after so many years; for not in the time of Adam, nor in the time of Noah and of Abraham, but in the time of Moses was this book given; and I hear many saying that, if it was useful, it ought to have been given from the beginning; whereas if it was useless, it ought not to have been given afterwards either. Yet stale is this reasoning; for certainly it is not at all the case that, if anything is useful afterwards, it ought to be given from the beginning; nor, if anything was given at the beginning, ought this by all means to remain afterwards also. Since milk also is useful, yet it is not given perpetually, but is given to us only while we are children; and solid food is useful, yet no one imparts it to us at the beginning, but only after we have passed out of childhood; again, summer is useful, yet it does not appear continually; and winter is serviceable, yet this also gives way in turn. What then? Are the Scriptures, he says, not useful? Nay, rather, most useful and most necessary. On what account, then, he says, were they not given to us from the beginning? Because God wished to instruct the nature of men not through letters, but through things themselves. What ever is meant by through things themselves? Through creation itself. Falling, at all events, upon this very topic, and addressing himself to the Greeks who say, We did not learn the knowledge of God from the Scriptures from the beginning, see how the Apostle made his defence. For after saying that The wrath of God is revealed from heaven against all ungodliness and unrighteousness of men who hold fast the truth in unrighteousness, since he saw an objection confronting him, and many asking in return, And whence did the Greeks know the truth of God? he brought in the words: Because that which may be known of God is manifest among them. And how is it manifest among them? And how were they able to know God, and who showed Him? Tell me. For God made it manifest to them, he says. In what way? By sending what sort of prophet? What evangelist? What sort of teacher, if the Scriptures did not yet exist? For His invisible things, he says, from the creation of the world are clearly seen, being understood by the things that are made, even His everlasting power and divinity. And what he says is to this effect: He set creation forth in the midst before the eyes of all, so that from the works they might infer the Creator—which very thing another also said: For from the greatness and beauty of created things, by analogy their Author is contemplated. Have you seen the greatness? Marvel at the power of Him Who made it. Have you seen the beauty? Be astounded at the wisdom of Him Who adorned it—which very thing the prophet also, setting it forth, said: The heavens declare the glory of God. How, tell me, do they declare it? They have no voice, they possess no mouth, there is no tongue with them; how, then, do they declare it? Through the very sight of them: for when you behold the beauty, the greatness, the height, the position, the form, the endurance for so long a time, as though hearing a voice and being instructed through sight, you worship Him Who made a body so fair and wondrous. The heaven is silent, yet the sight of it sends forth a voice clearer than a trumpet, instructing us through our eyes, not through our hearing; for by nature this sense is both more trustworthy than that one and
Notes, col. 105

On the reading

Printed κάταβαλοῦμεν, for καταβαλοῦμεν.

Printed κάθορᾶται, for καθορᾶται.