Migne Reading Room

PG 48 · cols. 1017–1022 · Read from the page

Seven sermons on Lazarus

Seven sermons on Lazarus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1017Read from the page
ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν Ἀβραάμ.
ON THE SAYING OF THE APOSTLE: But concerning those who are asleep, I do not wish you to be ignorant, brethren, lest you grieve; and on Job and Abraham.
αʹ. Ἡμέρας τέσσαρας ἀνηλώσαμεν τὴν κατὰ τὸν Λάζαρον παραβολὴν ὑμῖν ἐξηγούμενοι, τὸν θησαυρὸν ἐξαντλοῦντες, ὃν εὑρήκαμεν ἐν ἡλκωμένῳ κείμενον σώματι· θησαυρὸν οὐχὶ χρυσίον καὶ ἀργύριον καὶ λίθους ἔχοντα πολυτελεῖς, ἀλλὰ φιλοσοφίαν, καὶ ἀνδρείαν, καὶ ὑπομονὴν, καὶ καρτερίαν πολλήν. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν θησαυρῶν τούτων συμβαίνει, τὴν μὲν ἐπιφάνειαν ἀκάνθας ἔχειν καὶ τριβόλους ἁπλῶς καὶ γῆν τραχυτέραν, εἰ δέ τις κάτω διασκάψειε, πολὺς ὁ πλοῦτος φαίνεται· οὕτω δὴ καὶ ἐπὶ τοῦ Λαζάρου συνέβαινεν· ἄνωθεν τραύματα, καὶ κάτωθεν πλοῦτος ἄφατος· παρειμένον τὸ σῶμα, ἀλλὰ γενναία καὶ ἐγρηγορυῖα ψυχὴ, καὶ τὸ ἀποστολικὸν ἦν ἰδεῖν ἐκεῖνο πληρούμενον ἐπὶ τούτου· Ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινοῦται.
1. Four days have we spent expounding to you the parable concerning Lazarus, drawing forth the treasure that we have found lying in an ulcerated body—a treasure holding not gold and silver and costly stones, but philosophy, and bravery, and endurance, and great steadfastness. For just as happens with these perceptible treasures, that the surface simply bears thorns and thistles and rougher earth, whereas if anyone digs through down below, abundant wealth appears, so indeed did it happen with Lazarus also: above, wounds, and below, unspeakable wealth; the body palsied, yet a noble and watchful soul, and one could see that apostolic saying being fulfilled in his case: Insomuch as the outward man decays, by so much is the inward man renewed.
Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας· ἀλλ' ἵνα μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, τούτους εἰς ἕτερον ταμιευσάμενοι καιρὸν τοὺς ἀγῶνας, φέρε, πρὸς ἄλλην ὑπόθεσιν τὸν λόγον ἀγάγωμεν· ἐπεὶ καὶ τράπεζα μονοειδὴς μὲν οὖσα κόρον ἐντίθησιν, αἱ δὲ ποικίλαι τῇ συνεχείᾳ διεγείρουσι τὴν ὄρεξιν. Ἵν' οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν· καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικὸν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα. Ἠκούσατε τοίνυν τοῦ Παύλου σήμερον βοῶντος καὶ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐκείνη εὐαγγελικὴ νευρὰ ἡ τοῦ Λαζάρου, οὗτος ἀποστολικὸς ὁ φθόγγος, ἀλλὰ μία ἡ συμφωνία. Καὶ γὰρ καὶ ἐν ἐκείνῃ τῇ παραβολῇ πολλὰ περὶ ἀναστάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἐφιλοσοφήσαμεν, καὶ νῦν εἰς τὴν αὐτὴν ἡμᾶς ὑπόθεσιν ὁ λόγος ἤγαγε πάλιν. Ὥστε εἰ καὶ ἀποστολικὸν ἀνορύττομεν χωρίον, ἀλλὰ τὸν αὐτὸν καὶ ἐνταῦθα θησαυρὸν εὑρήσομεν. Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ' ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν. Ταῦτα καὶ ὁ
And it was indeed possible today also to speak upon the same parable, and to do battle against the heretics who slander the Old Testament, who accuse the patriarchs, who have whetted their tongue against God the Creator of the universe; yet lest our discourse become cloying to you, laying up these contests in store for another season, come, let us lead our discourse to another subject—since a table that is of a single kind produces satiety, whereas varied tables stir up the appetite by their succession. In order, therefore, that this may take place in listening as well, let us return today after a long time to the blessed Paul; for indeed the apostolic passage was read to us opportunely today, and the things about to be spoken will be in harmony with what was said of late. You heard Paul, then, crying out today and saying: But concerning those who have fallen asleep I do not wish you to be ignorant, lest you grieve, even as the rest who have no hope. That string of Lazarus was evangelical, this note is apostolic, yet the harmony is one. For indeed in that parable also we philosophized much concerning the resurrection and the tribunals there, and now our discourse has led us back again to the same subject. Consequently, even though we are digging up an apostolic field, nevertheless here too we shall find the selfsame treasure. For at that time also our whole discourse was eager to train our hearers in this: to deem the splendid things of the present life to be nothing at all, but to advance further onward in our hopes, and each day to ponder the verdicts there, and the dread judgement-seat, and the unbeguiled Judge. These things too
Notes, col. 1017

On the reading

Printed ἀδελφοι, for ἀδελφοὶ.

Printed εις, for εἰς.

PG 48:1018Read from the page
Παῦλος διὰ τῶν ἀνεγνωσμένων ἡμῖν συμβουλεύει τήμερον. Ἀλλὰ προσέχετε· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
Paul counsels us today through the passage read aloud. But give heed: But concerning those who have fallen asleep I do not wish you to be ignorant, brethren, lest you grieve, even as the rest who have no hope. For if we believe that Jesus died and rose again, even so through Jesus will God bring with Him those who have fallen asleep.
Τοῦτο πρῶτον ἄξιον ἐπιστήσαντας ἐξετάσαι, τί δήποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον· ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει. Οὐ γὰρ εἶπε, Περὶ δὲ τῶν ἀποθανόντων, ἀλλὰ τί; Περὶ δὲ τῶν κεκοιμημένων. Καὶ πάλιν· Οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ· καὶ οὐκ εἶπε, Τοὺς ἀποθανόντας. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ οὐδὲ ἐνταῦθα εἶπε τοὺς ἀποθανόντας, ἀλλὰ τρίτον μνημονεύσας, τὸ τρίτον κοίμησιν τὸν θάνατον αὐτῶν ὠνόμασε. Περὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε. Καὶ οὐκ εἶπεν, Εκοιμήθη, ἀλλὰ, Ἀπέθανε. Τίνος οὖν ἕνεκεν τὸν μὲν τοῦ Χριστοῦ θάνατον ἐκάλεσε, τὸν δὲ ἡμέτερον κοίμησιν; Οὐ γὰρ ἁπλῶς, οὐδὲ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζων. Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ θάνατον ἐκάλεσεν, ἵνα τὸ πάθος πιστώσηται· ἐπὶ δὲ ἡμῶν κοίμησιν ἐκάλεσεν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαῤῥῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἐστὶ τὸ πρᾶγμα, κοίμησιν καλεῖ, καὶ δι' αὐτῆς παραμυθούμενος τῆς προσηγορίας ἡμᾶς, καὶ χρηστὰς ὑποτείνων ἐλπίδας. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, καὶ οὐδὲν ἕτερόν ἐστι θάνατος, ἀλλ' ἢ ὕπνος μακρός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὔτε ἀκούει, οὔτε φθέγγεται, οὔτε ὁρᾷ, οὔτε αἰσθάνεται ὁ τετελευτηκώς· οὐδὲ γὰρ ὁ καθεύδων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τοῦ μὲν καθεύδοντος καὶ ἡ ψυχή πως καθεύδει· τοῦ δὲ τελευτήσαντος οὐχ οὕτως, ἀλλ' ἐγρήγορεν. Ἀλλ' ὁ τελευτήσας σήπεται καὶ διαφθείρεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Καὶ τί τοῦτο, ἀγαπητέ; δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν, καὶ ἀνοικοδομεῖ λαμπροτέραν.
First it is worthy to pause and examine this: why ever, when he converses concerning Christ, he calls His death death, whereas when he speaks concerning our end, he names it a falling asleep and not death. For he did not say: But concerning those who have died; rather, what? But concerning those who have fallen asleep. And again: Even so through Jesus will God bring with Him those also who have fallen asleep; and he did not say: Those who have died. And again: We who are living, who remain unto the coming of the Lord, shall by no means precede those who have fallen asleep. And neither here did he say those who have died, but making mention a third time, a third time he named their death a falling asleep. Yet concerning Christ not thus, but how? For if we believe that Jesus died. And he did not say, He fell asleep, but, He died. For what sake, then, did he call Christ's end death, yet ours a falling asleep? For not simply, nor casually, has he employed this observance of words, but rather in establishing something wise and great. For in the case of Christ he called it death so that he might confirm the Passion; whereas in our case he called it a falling asleep so that he might console our pain. For where the resurrection had already gone before, with confidence he calls it death; whereas where the matter rests in hopes, he calls it a falling asleep, both consoling us through the appellation itself and holding out good hopes before us. For he who sleeps will assuredly rise again, and death is nothing other than a long sleep. For do not tell me this, that the one who has died neither hears, nor utters a sound, nor sees, nor perceives; for neither does he who sleeps. And if one must say something marvellous as well, in the case of the one who sleeps, the soul too sleeps in a way; whereas in the case of the one who has died it is not so, but it is awake. Yet the one who has died rots and decays, says one, and becomes dust and ashes. And what is that, beloved? On this very account most of all one ought to rejoice. For indeed when anyone is about to rebuild a house that has grown rotten and old, having first sent out its inhabitants, he thus pulls down the house and builds it up again more splendid.
Notes, col. 1018

On the reading

Printed Εκοιμήθη, for Ἐκοιμήθη.

PG 48:1019Read from the page
Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ, ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖν μέλλων καταλύει ἡμῶν τὸ σῶμα, καὶ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος αὐτὴν δόξης εισαγάγῃ πάλιν. Μὴ τοίνυν τῇ καθαιρέσει προσέχωμεν, ἀλλὰ τῇ μελλούσῃ λαμπρότητι.
And what takes place does not grieve those who have been cast out, but rather gladdens them all the more; for they pay no heed to the demolition that is seen, but picture in mind the future building that is not seen. Just so God also, intending to do this, dissolves our body, and first brings forth the soul dwelling within it, as if from some house, so that having rebuilt it more splendidly, He may bring it back inside again with greater glory. Let us not, therefore, pay heed to the demolition, but to the coming splendour.
βʹ. Πάλιν ἀνδριάντα τις ἔχων ἰῷ καὶ χρόνῳ διεφθαρμένον, καὶ πολλὰ τῶν μερῶν ἀποτεθλασμένον, συντρίψας αὐτὸν εἰς χωνευτήριον ἐμβάλλει, καὶ τήξας αὐτὸν ἀκριβῶς, οὕτω λαμπρότερον ἀποδίδωσιν. Ὥσπερ οὖν ἡ ἐν τῷ χωνευτηρίῳ σύντριβὴ οὐκ ἀφανισμὸς, ἀλλὰ ἀνακαινισμός τίς ἐστι τοῦ ἀνδριάντος ἐκείνου· οὕτω καὶ τῶν ἡμετέρων σωμάτων ὁ θάνατος οὐκ ἀπώλειά τίς ἐστιν, ἀλλὰ ἀνανέωσις. Ὅταν τοίνυν ἴδῃς, καθάπερ ἐν χωνευτηρίῳ, καταρῥέουσαν ἡμῶν τὴν σάρκα καὶ σηπομένην, μὴ στῇς μέχρι τῆς ὄψεως ταύτης, ἀλλὰ τὴν ἀναχώνευσιν ἀνάμενε· καὶ μηδὲ τῷ μέτρῳ τοῦ παραδείγματος ἀρκεσθῇς τούτῳ, ἀλλ' ἐπὶ τὸ πρότερον πρόελθε τῷ λόγῳ. Ὁ μὲν γὰρ ἀνδριαντοποιὸς χαλκοῦν ἐμβαλὼν σῶμα, οὐ χρυσοῦν καὶ ἀθάνατόν σοι ἀποδίδωσι τὸν ἀνδριάντα, ἀλλὰ χαλκοῦν ἐργάζεται πάλιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ πήλινον καὶ θνητὸν ἐμβαλὼν σῶμα, χρυσοῦν καὶ ἀθάνατον ἀποδίδωσί σοι τὸν ἀνδριάντα· φθαρτὸν γὰρ ἡ γῆ δεξαμένη τὸ σῶμα καὶ ἐπίκηρον, ἄφθαρτον καὶ ἀκήρατον ἀποδίδωσι τὸ αὐτό. Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄρῥητον καὶ φρικώδη καὶ θαυμαστὴν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς. Ἀλλὰ συνήθειαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπαν, ει μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν· ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐδὲ συνδούλου τινὸς, ἀλλ' αὐτοῦ τοῦ Δεσπότου λαβόντος τὸν προσήκοντα, ἀλγεῖν καὶ ὀδύρεσθαι;
2. Again, when someone has a statue ruined by rust and time, and battered away in many of its parts, he crushes it up and casts it into a smelting-furnace, and having melted it down thoroughly, so renders it more splendid. Just as, then, the crushing in the smelting-furnace is not annihilation, but a renewal of that statue, so also the death of our bodies is not a destruction, but a renovation. When, therefore, you see our flesh wasting away and decaying, as though in a smelting-furnace, do not stop at this sight, but await the recasting; and do not be satisfied even with the measure of this example, but advance further in your reasoning to what precedes it. For the statue-maker, having cast in a bronze body, does not render back to you a golden and immortal statue, but works bronze again; God, however, acts not so, but having cast in a body of clay and mortal, renders back to you the statue golden and immortal; for the earth, having received the body corruptible and perishable, renders the same back incorruptible and undecaying. Do not, then, look upon him who has closed his eyes, who lies speechless, but upon him who rises again, who receives ineffable and awesome and wondrous glory, and transfer your thoughts from the present sight to the future hope. Yet do you seek his company, and on this account lament and wail? And how is it not absurd, if you gave your little daughter to a bridegroom, and then he took her and departed to a distant land, and continued prospering well, that you should deem what has happened nothing dreadful, and console the grief of her absence with the report of his prosperity; yet here, when not a man, nor some fellow-servant, but the Master Himself has taken your kinsman, you feel pain and lament?
Καὶ πῶς οἷόν τε, φησὶ, μὴ ἀλγεῖν ἄνθρωπον ὄντα; Οὐδὲ ἐγὼ τοῦτο λέγω· οὐδὲ τὴν ἀθυμίαν, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ· τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεως, τὸ δὲ πέρα τοῦ μέτρου τοῦτο ποιεῖν μανίας καὶ παραφροσύνης καὶ γυναικώδους ψυχῆς. Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς· εὐχαρίστησον τῷ λαμβάνοντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ ταῦτα αὐτῷ συμπέμψῃ ἐντάφια. Ἂν μὲν γὰρ δυσχεράνῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σαυτὸν κατέβλαψας· ἂν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σαυτὸν ὠφέλησας. Δάκρυσον ὡς ὁ Δεσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν καὶ κανόνας καὶ ὅρους ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπε· Περὶ δὲ τῶν κεκοιμημένων, φησὶν, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποι οἱ μὴ ἔχοντες ἐλπίδα. Λυποῦ, φησὶν, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων ἀναστάσεως, ὁ ἀπελπίζων τὴν μέλλουσαν ζωὴν
And how is it possible, says one, being human, not to feel pain? Neither do I say this; nor do I do away with sorrow, but with the excess of sorrow; for to sorrow belongs to nature, whereas to do this beyond measure belongs to madness and derangement and a womanish soul. Feel pain, shed tears, yet do not grow impatient, do not chafe, do not be indignant; give thanks to Him Who takes, so that you may adorn the departed, and send forth with him these splendid funeral offerings. For if you chafe, you both insult him, and provoke Him Who took him, and injure yourself; but if you give thanks, you both adorn him, and glorify Him Who took him, and benefit yourself. Shed tears as your Master shed tears over Lazarus, setting for us measures and rules and bounds of sorrow, which one must not overstep. Thus Paul also spoke: Concerning those who have fallen asleep, he says, I do not wish you to be ignorant, lest you grieve, even as the rest also who have no hope. Grieve, he says, yet not like a Greek who despairs of resurrection, who has no hope of the life to come
Notes, col. 1019

On the reading

Printed εισαγάγῃ, for εἰσαγάγῃ.

Printed σύντριβὴ, for συντριβὴ.

Printed ἄτοπαν, for ἄτοπον.

Printed ει, for εἰ.

Printed λοιποι, for λοιποὶ.

PG 48:1020Read from the page
Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, διὰ τῆς ἀγορᾶς χοροὺς γυναικῶν ὁρῶν ἀσχημονοῦντας, τρίχας τιλλομένας, βραχίονας τεμνομένας, παρειὰς σπαραττομένας, ὑπὸ τοῖς ὀφθαλμοῖς τῶν Ἑλλήνων ταῦτα γινόμενα. Τί γὰρ οὐκ ἐροῦσιν ἐκεῖνοι; τί δὲ οὐ φθέγξονται περὶ ἡμῶν; Οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες; Πάνυ γε. Οὐ γὰρ συμβαίνει τοῖς δόγμασι τὰ γινόμενα· ἐν ῥήμασι τὰ περὶ ἀναστάσεως φιλοσοφοῦσι, καὶ ἐν τοῖς πράγμασι τὰ τῶν ἀπεγνωκότων ποιοῦσιν· εἰ ἐθάρῥουν οὗτοι, ὅτι ἀνάστασίς ἐστιν, οὐκ ἂν ταῦτα ἐποίησαν· εἰ πεπεικότες ἦσαν ἑαυτοὺς, ὅτι πρὸς βελτίονα λῆξιν ἀπῆλθεν οὗτος, οὐκ ἂν ἐθρήνησαν. Ταῦτα καὶ πλείονα τούτων λέγουσιν οἱ ἄπιστοι τῶν θρήνων ἐκείνων ἀκούοντες. Αἰσχυνώμεθα τοίνυν, καὶ σοφρωνῶμεν, καὶ μὴ τοσαύτην καὶ ἑαυτοῖς καὶ τοῖς ὁρῶσι προξενῶμεν τὴν βλάβην. Τίνος γὰρ ἕνεκεν, ειπέ μοι, δακρύεις οὕτω τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς καὶ ἐπιεικής; Καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ τῇ κακίᾳ ἀλλάξῃ σύνεσιν, καὶ ἀπῆλθεν εἰς χωρίον ἔνθα ἐπ' ἀσφαλείας λοιπὸν ἕστηκε, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαί τινα. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο δόξασον τὸν λαβόντα, ὅτι ταχέως αὐτὸν πρὸς τὴν βελτίονα λῆξιν ἐκάλεσεν. Ἀλλὰ γεγηρακώς; Καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Αἰσχύνθητι τὸ σχῆμα τῆς ἐκφορᾶς· ψαλμῳδίαι, καὶ εὐχαὶ, καὶ πατέρων σύλλογος, καὶ πλῆθος ἀδελφῶν τοσοῦτον, οὐχ ἵνα κλαίῃς καὶ ὀδύρῃ καὶ ἀποδυσπετῇς, ἀλλ' ἵνα εὐχαριστῇς τῷ λαβόντι. Καθάπερ γὰρ τοὺς ἐπ' ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας.
I am ashamed, believe me, and I blush, when I behold bands of women acting unseemlily through the market-place, hair being plucked out, arms lacerated, cheeks torn, and these things taking place before the eyes of the Greeks. For what will those men not say? What will they not utter about us? Are these the people who philosophize about resurrection? Quite so! For what takes place does not agree with their doctrines: in words they philosophize about resurrection, and in deeds they do the works of those who despair; if these people were confident that there is a resurrection, they would not have done these things; if they had persuaded themselves that this man departed to a better lot, they would not have lamented. These things and more than these the unbelievers say when they hear those dirges. Let us therefore be ashamed, and be sober-minded, and not procure so great harm both for ourselves and for those who look on. For on what account, tell me, do you weep thus over him who has departed? Because he was wicked? Why then, on this account one ought to give thanks, because the things of his wickedness were cut short for him. Or was he upright and gentle? On this account too one ought to rejoice, because he was swiftly snatched away, before wickedness could alter his understanding, and he departed to a place where he henceforth stands in safety, and it is impossible to suspect any change. Or was he young? On this account also glorify Him Who took him, because He swiftly called him to the better lot. Or had he grown old? On this account also give thanks, and glorify again Him Who took him. Be ashamed before the form of the funeral procession: psalm-singings, and prayers, and the gathering of fathers, and so great a multitude of brethren, are not that you may weep and wail and grow impatient, but that you may give thanks to Him Who took him. For just as many escort with acclamations those called to high office, so also all escort with abundant acclamation those of the saints who depart, inasmuch as they have been called to greater honour.
Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή. Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, ἀλλὰ κατανύγηθι, πρὸς σεαυτὸν ἐπάνελθε, τὸ συνειδὴς ἐξέτασον, σκόπησον ὅτι καὶ σὲ μικρὸν ὕστερον τοῦτο μένει τὸ τέλος. Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥᾳθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα, διόρθωσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν. Τούτῳ διεστήκαμεν τῶν ἀπίστων, τῷ κρίσεις ἑτέρας περὶ τῶν πραγμάτων ἔχειν. Ὁρᾷ τὸν οὐραιὸν ὁ ἄπιστος, καὶ προσκυνεῖ· θεὸν γὰρ εἶναι νομίζει· ὁρᾷ τὴν γῆν, καὶ θεραπεύει, καὶ πρὸς τὰ αἰσθητὰ κέχηνεν. Ἀλλ' ἡμεῖς οὐχ οὕτως· ἀλλ' ὁρῶμεν τὸν οὐρανὸν, καὶ τὸν πεποιηκότα αὐτὸν θαυμάζομεν· οὐ γὰρ θεὸν αὐτὸν, ἀλλ' ἔργον εἶναι Θεοῦ πεπιστεύκαμεν. Ὁρῶ τὴν κτίσιν ἅπασαν, καὶ δι' αὐτῆς χειραγωγοῦμαι πρὸς τὸν δημιουργόν. Ὁρᾷ πλοῦτον ἐκεῖνος, καὶ κέχηνε καὶ ἐκπέπληκται· ὁρῶ πλοῦτον ἐγὼ, καὶ καταγελῶ. Ὁρᾷ πενίαν ἐκεῖνος, καὶ ὀδύρεται· ὁρῶ πενίαν ἐγὼ, καὶ ἀγάλλομαι. Ἑτέρως ἐγὼ βλέπω τὰ πράγματα, καὶ ἑτέρως ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ θανάτου ποιοῦμεν· ὁρᾷ νεκρὸν ἐκεῖνος, καὶ νομίζει νεκρὸν εἶναι· ὁρῶ νεκρὸν ἐγὼ, καὶ ὕπνον ἀντὶ θανάτου βλέπω. Καὶ καθάπερ ἐπὶ τῶν γραμμάτων τοῖς μὲν αὐτοῖς ὁρῶμεν αὐτὰ ὀφθαλμοῖς οἵ τε ειδότες, οἵ τε ἀγνοοῦντες τὰ γράμματα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ, ἀλλ' οἱ μὲν οὐκ εἰδότες γράμματα, ἁπλῶς εἶναι νομίζουσι τὰ βλεπόμενα, οἱ δὲ ἐπιστάμενοι μετὰ πολλῆς τέχνης τὸν ἐναποκείμενον
Death is rest, a deliverance from the sweat and cares of life. When, therefore, you see someone of your kinsfolk departed hence, do not chafe, but be pierced with compunction, return to yourself, examine your conscience, consider that a little later this end awaits you also. Become more sober-minded and receive fear from another's decease, and cut away all laziness, reckon up what has been done, set right your sins, make the best change. By this we are separated from the unbelievers, by having different judgements concerning affairs. The unbeliever beholds the heaven, and worships it; for he deems it to be a god; he beholds the earth, and serves it, and gapes after things perceived by the senses. Yet we act not so; rather, we behold the heaven, and marvel at Him Who made it; for we have believed it not to be a god, but a work of God. I behold all creation, and through it I am led by the hand to the Creator. That man beholds wealth, and gapes and is astounded; I behold wealth, and laugh it to scorn. That man beholds poverty, and laments; I behold poverty, and exult. In one way do I look at affairs, and in another way does that man. Thus also do we act in the case of death: that man beholds a corpse, and supposes it to be a corpse; I behold a corpse, and I see sleep instead of death. And just as in the case of letters we behold them with the same eyes, both those who know and those who are ignorant of letters, yet not with the same understanding, for those who do not know letters suppose the things seen to be merely what appears, whereas those who understand, with great skill, the indwelling
Notes, col. 1020

On the reading

Printed σοφρωνῶμεν, for σωφρονῶμεν.

Printed ειπέ, for εἰπέ.

Printed συνειδὴς, for συνειδὸς.

Printed οὐραιὸν, for οὐρανὸν.

Printed ειδότες, for εἰδότες.

PG 48:1021Read from the page
νοῦν ἀναλέγονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων τοῖς μὲν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τὰ συμβαίνοντα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ καὶ γνώμῃ. Οἱ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων διεστηκότες αὐτῶν, ἐν ταῖς περὶ τοῦ θανάτου συμπέσωμεν ψήφοις;
meaning they gather up; just so in the case of events also, with the same eyes we behold what happens, yet not with the same understanding and judgement. Shall we, then, who stand apart from them in all other matters, concur with them in our votes concerning death?
γʹ. Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν· ἔνθα Παῦλός ἐστιν, ἔνθα Πέτρος, ἔνθα τῶν ἁγίων ὁ χορὸς ἅπας· ἐννόησον πῶς ἀναστήσεται, μεθ' ὅσης δόξης καὶ λαμπρότητος· ἐννόησον ὅτι πενθῶν καὶ ὀδυρόμενος οὔτε τὸ γεγενημένον δυνήσῃ διορθώσασθαι τοῖς ὀδυρμοῖς, καὶ σαυτὸν καταβλάψεις τὰ ἔσχατα· ἐννόησον τίνας μιμῇ τοῦτο ποιῶν, καὶ φεῦγε τὴν κοινωνίαν τῆς ἁμαρτίας. Τίνας οὖν μιμῇ καὶ ζηλοῖς; Τοὺς ἀπίστους, τοὺς οὐκ ἔχοντας ἐλπίδα, καθάπερ καὶ ὁ Παῦλος εἶπεν· Ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πρόσεχε τῇ τοῦ ῥήματος ἀκριβείᾳ· οὐ γὰρ εἶπεν, Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἀλλ' ἁπλῶς, Οἱ μὴ ἔχοντες ἐλπίδα. Ὁ γὰρ ἐλπίδα τῆς ἐκεῖ κρίσεως μὴ ἔχων, οὐδεμίαν ἐλπίδα ἔχει, οὐδ' ὅτι Θεός ἐστιν οἶδεν, οὐδ' ὅτι προνοεῖται τῶν παρόντων πραγμάτων, οὐδ' ὅτι τὰ πάντα θεία τις ἐφορᾷ δίκη. Ὁ ταῦτα δὲ οὐκ εἰδὼς οὐδὲ νομίζων, θηρίου παντός ἐστιν ἀλογώτερος, καὶ νόμους καὶ δικαστήρια καὶ θεσμοὺς καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀπὸ τῆς οἰκείας ἐξορίσας ψυχῆς· ὁ γὰρ μὴ προσδοκῶν εὐθύνας ὑφέξειν τῶν πεπραγμένων, πάσης μὲν ἀρετῆς ἀφέξεται, πάσης δὲ κακίας ἀνθέξεται. Ταῦτ' οὖν ἐννοήσαντες, καὶ τὴν ἄνοιαν καὶ τὴν παραπληξίαν τῶν Ἑλλήνων, οἷς κοινωνοῦμεν διὰ τῶν θρήνων, λογισάμενοι, φεύγωμεν τὴν πρὸς αὐτοὺς συμφωνίαν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτῶν ἀνεμνήσθη, ἵνα τὴν ἀτιμίαν ἐννοήσας πρὸς ἣν καταπίπτεις, ἐκ τῆς πρὸς ἐκείνους συμφωνίας ἀνανήψῃς, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθῃς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ πολλαχοῦ τοῦτο ποιεῖ καὶ συνεχῶς ὁ μακάριος Παῦλος. Ὅταν γὰρ ἀπαγαγεῖν τῶν ἁμαρτημάτων βούληται, δείκνυσι τίσι κοινωνοῦμεν διὰ τῶν ἁμαρτημάτων, ἵνα τῇ ποιότητι τοῦ προσώπου δηχθεὶς, τὴν κοινωνίαν φύγῃς. Θεσσαλονικεῦσι γοῦν γράφων, οὕτως ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σῶμα κτᾶσθε ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἀτιμίας, καθάπερ ἔθνη τὰ μὴ ειδότα Θεόν. Καὶ πάλιν· Μὴ καθὼς τὰ λοιπὰ ἔθνη περιπατεῖτε ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Οὕτω δὴ καὶ ἐνταῦθα· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοι, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν· οὐχ ὁ θάνατος τοῦ ἀπελθόντος, ἀλλ' ἡ ἀσθένεια τῶν θρηνούντων. Τὸν γοῦν πιστὸν οὐδὲν τῶν παρόντων λυπῆσαι δυνήσεται, ἀλλὰ πρὸ τῶν μελλόντων ἀγαθῶν καὶ ἐν τῷ παρόντι διέστηκε τῶν ἀπίστων, οὐ μικρὰ ἀπολαμβάνων ἐκ τῆς κατὰ Χριστὸν φιλοσοφίας ἀγαθὰ, καὶ μεγίστην ἐκ τούτου καρπούμενος εὐθυμίαν καὶ διηνεκῆ χαράν. Διὸ καὶ ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβὴν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς. Ὥσπερ οὖν ἑκατέρωθεν ἡμεῖς κερδαίνομεν, οὕτως ὁ ἄπιστος ἑκατέρωθεν κα-
3. Consider to whom he has departed, and receive consolation: where Paul is, where Peter is, where the whole choir of the saints is; consider how he will rise again, with how great glory and splendour; consider that by mourning and lamenting you will neither be able to set right what has happened by your lamentations, and you will harm yourself to the uttermost; consider whom you imitate in doing this, and flee the fellowship of sin. Whom, then, do you imitate and emulate? The unbelievers, those who have no hope, even as Paul also spoke: Lest you grieve, even as the rest also who have no hope. And attend to the exactness of the expression; for he did not say, Those who have no hope of resurrection, but simply, Those who have no hope. For he who has no hope of the judgement there has no hope at all, nor does he know that God exists, nor that He exercises providence over present affairs, nor that some divine justice watches over all things. And he who neither knows nor deems these things to be so is more irrational than any wild beast, having banished laws and courts of justice and ordinances and simply all good things from his own soul; for he who does not expect to render an account for what has been done will abstain from every virtue, and will cling to every vice. Having considered these things, therefore, and having reckoned up the folly and madness of the Greeks, with whom we share fellowship through dirges, let us flee agreement with them. For on this account Paul also made mention of them, so that having considered the dishonour into which you fall, you may recover sobriety out of your agreement with them, and return to your own nobility. And not here alone, but in many places and continually does blessed Paul do this. For whenever he wishes to lead us away from sins, he points out with whom we share fellowship through our sins, so that stung by the character of the person, you may flee the fellowship. Writing to the Thessalonians, at any rate, he spoke thus: Let each of you possess his own body in sanctification and honour, not in passion of dishonour, even as the Gentiles who do not know God. And again: Walk not even as the rest of the Gentiles in the vanity of their mind. Just so here also: Now I do not wish you to be ignorant, brethren, concerning those who have fallen asleep, lest you grieve, even as the rest also who have no hope. For not the nature of affairs, but our own choice is wont to grieve us; not the death of the departed, but the weakness of those who lament. Nothing of present things, at any rate, will be able to grieve the believer, but before the good things to come, even in the present life he stands apart from the unbelievers, receiving no small good things from the philosophy according to Christ, and reaping from this the greatest cheerfulness and continual joy. Wherefore Paul also says: Rejoice in the Lord always; again I will say, rejoice. So that even before the resurrection we received this no small recompense, by not sinking down at any of the calamities that befall us, but enjoying abundant consolation through the hope of things to come. Just as, then, we gain on both sides, so the unbeliever on both sides suffers-
Notes, col. 1021

On the reading

Printed ειδότα, for εἰδότα.

Printed ἀδελφοι, for ἀδελφοὶ.

PG 48:1022Read from the page
ταβλάπτεται, καὶ τῷ κολάζεσθαι ὕστερον διὰ τὴν τῆς ἀναστάσεως ἀπιστίαν, καὶ τῷ καταπίπτειν ἐπὶ τοῖς παροῦσι πράγμασι, διὰ τὸ μηδὲν προσδοκᾷν μετὰ ταῦτα χρηστόν. Οὐ τοίνυν διὰ τὴν ἀνάστασιν μόνον ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἣ καὶ τὴν ὀδυνωμένην δύναται παραμυθήσασθαι ψυχὴν, καὶ πεῖσαι περὶ τῶν ἀπελθόντων θαρῥεῖν, ὡς ἀναστησομένων πάλιν καὶ συνεσομένων ἡμῖν. Εἰ γὰρ ἀλγεῖν χρὴ καὶ πενθεῖν, τοὺς ἐν ἁμαρτίαις ζῶντας πενθεῖν δεῖ καὶ ὀδύρεσθαι, οὐ τοὺς ἀπελθόντας μετ' ἀρετῆς. Οὕτω καὶ Παῦλος ποιεῖ· Κορινθίοις γὰρ ἐπιστέλλων φησί· Μή πως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλούς. Οὐκ εἶπε τῶν ἀποθανόντων, ἀλλὰ τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· τούτους δεῖ πενθεῖν. Οὕτω καὶ ἄλλος παραινεῖ λέγων· Κλαῦσον ἐπὶ νεκρῷ, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. Ὀλίγον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀναπέπαυται, τοῦ δὲ μωροῦ ὑπὲρ τὸν θάνατον ἡ ζωὴ πονηρά. Εἰ δὲ ὁ συνέσεως ἀπεστερημένος διαπαντὸς ἄξιος ἂν εἴη θρηνεῖσθαι, πολλῷ μᾶλλον ὁ δικαιοσύνης ἔρημος, καὶ τῆς κατὰ Θεὸν ἐλπίδος ἐκπεπτωκώς. Τούτους οὖν πενθῶμεν ἡμεῖς· τοῦτο μὲν γὰρ ἔχει κέρδος τὸ πένθος. Πολλάκις γοῦν τοὺς τοιούτους θρηνοῦντες διωρθωσάμεθα.
harm, both by being punished afterwards on account of his unbelief in the resurrection, and by sinking down at present affairs, on account of expecting nothing good after these things. Not alone on account of the resurrection, therefore, ought we to give thanks to God, but also on account of the hope of the resurrection, which is able both to console the sorrowing soul, and to persuade us to take courage concerning those who have departed, inasmuch as they will rise again and be with us. For if one must feel pain and mourn, one ought to mourn and lament those who live in sins, not those who have departed with virtue. Thus Paul also acts; for in writing to the Corinthians he says: Lest when I come to you my God humble me, and I mourn many. He did not say of those who have died, but of those who have sinned before, and have not repented over the licentiousness and uncleanness which they practised; these one ought to mourn. Thus another also exhorts, saying: Weep over the dead, for light has failed; and weep over the fool, for understanding has failed. Weep a little over the dead, because he is at rest, but the life of the fool is worse than death. Now if he who is deprived of understanding would continually be worthy to be lamented, much more he who is destitute of righteousness, and has fallen away from the hope that is according to God. Let us, therefore, mourn these men; for this mourning holds gain. Often, at any rate, by lamenting such men we have set them right.
Τὸ δὲ ἐπὶ τοῖς ἀπελθοῦσιν, ἀνόνητον ὁμοῦ καὶ βλαβερόν. Μὴ τοίνυν ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλ' ἁμαρτίαν θρηνῶμεν μόνον· τὰ δὲ ἄλλα πάντα, κἂν πενία, κἂν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν. Ὑπόθεσις γὰρ ἡμῖν τὰ δεινὰ ταῦτα στεφάνων εἰσὶ πλειόνων, ἂν νήφωμεν.
Mourning over the departed, however, is at once useless and harmful. Let us not, therefore, invert the order, but let us lament sin alone; and all other things, even if poverty, even if sickness, even if untimely death, even if despiteful treatment, even if slander, even if whatsoever of human ills befall us, let us bear all things nobly. For these calamities are for us the material of more crowns, if we are watchful.
ϛʹ. Καὶ πῶς ἔστιν ἄνθρωπον ὄντα, φησὶ, μὴ ἀλγεῖν; Τοὐναντίον μὲν οὖν λέγω· πῶς ἔστιν ἄνθρωπον ὄντα ἀλγεῖν, λόγῳ τιμηθέντα καὶ λογισμῷ, καὶ ταῖς περὶ τῶν μελλόντων ἐλπίσι; Καὶ τίς ἐστιν, ὃς οὐχ ἑάλω τῷ πάθει τούτῳ; φησί. Πολλοὶ καὶ πολλαχοῦ, καὶ ἐφ' ἡμῶν, καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων. Ὁ γοῦν Ἰὼβ, ὁλοκλήρου τοῦ χοροῦ τῶν παίδων ἀπελθόντος, ἄκουσον τί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἁπλῶς ἀκουόμενα· ἂν δὲ καὶ μετ' ἀκριβείας ἐξετάσῃς αὐτὰ, τότε μειζόνως ὄψει τὸ θαῦμα. Ἐννόησον γὰρ, ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν· ἀλλὰ ὁλόκληρον ἐτρύγησε τὸν καρπὸν, καὶ τὸ δένδρον οὐ κατέβαλε· πᾶσαν ἐπήγαγε τὴν θάλατταν μετὰ τῶν κυμάτων, καὶ τὸ σκάφος οὐ κατεπόντισεν· ὅλην τὴν δύναμιν ἐκένωσε, καὶ τὸν πύργον οὐκ ἔσεισε.
4. And how is it possible, says one, being human, not to feel pain? Nay, on the contrary I say: how is it possible, being human, to feel pain, when honoured with reason and thought, and with the hopes concerning things to come? And who is there, says one, who was not captured by this passion? Many, and in many places, both in our time and in that of our forefathers. Job, at any rate, when the whole choir of his children had departed, hear what he says: The Lord gave, the Lord hath taken away; as it seemed good to the Lord, so also has it come to pass. Wondrous, then, are these words even when simply heard; yet if you also examine them with exactness, then you will see the wonder more greatly. For consider that the devil did not take half of them and leave half of them, nor did he take the greater number and leave the fewer; but he harvested the whole fruit, and did not cast down the tree; he brought on the whole sea with its waves, and did not sink the vessel; he emptied out all his power, and did not shake the tower.
Ἀλλὰ εἰστήκει πάντοθεν βαλλόμενος, καὶ ἀκλινὴς μένων, καὶ νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο· μᾶλλον δὲ ἐπέμποντο μὲν, οὐκ ἐτίτρωσκον δέ. Ἐννόησον ὅσον ἐστὶ, τοσούτους παῖδας ἰδεῖν ἀπολωλότας. Τί γὰρ οὐκ ἦν ἱκακὸν δάκνειν; τὸ πάντας ἀναρπασθῆναι, τὸ πάντας ἀθρόον καὶ ἐν ἡμέρᾳ μιᾷ, τὸ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, τὸ πολλὴν ἀρετὴν ἐπιδεδειγμένους, τὸ τρόπῳ τοιούτῳ τιμωρίας καταλῦσαι τὸν βίον, τὸ μετὰ τοσαύτας πληγὰς ἐσχάτην ἐπενεχθῆναι ταύτην, τὸ φιλόστοργον εἶναι τὸν γεγεννηκότα, τὸ ποθεινοὺς εἶναι τοὺς ἀπελθόντας;
Yet he stood fast, pelted from every side, and remaining unswerving, and snow-showers of darts were borne against him, and he was not struck; or rather, they were discharged indeed, yet did not wound him. Consider how great a thing it is to see so many children perished. For what was not sufficient to sting him? That all were snatched away, that all were snatched away at once and in a single day, that it was in the very flower of youth, that they had displayed abundant virtue, that they ended their life by such a manner of punishment, that after so many blows this last one was brought upon him, that he who had begotten them was tenderly affectionate, that those who had departed were dearly beloved?
Notes, col. 1022

On the reading

Printed ϛʹ, for δʹ.

Printed εἰστήκει, for εἱστήκει.

Printed ἱκακὸν, for ἱκανὸν.