Migne Reading Room

PG 48 · cols. 1023–1028 · Read from the page

Seven sermons on Lazarus

Seven sermons on Lazarus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:1023Read from the page
Ὅταν γὰρ πονηροὺς ἀποβάλῃ τις παῖδας, δάκνεται μὲν τῷ πάθει, πλὴν ἀλλ' οὐ μετὰ πολλῆς τῆς σφοδρότητος· ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν ὀδύνην· ὅταν δὲ καὶ ἐνάρετοι ὦσι, μόνιμον τὸ τραῦμα γίνεται, ἄληστος ἡ μνήμη, ἀπαραμύθητον τὸ κακὸν, διπλοῦν τὸ κέντρον, τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τῆς ἀρετῆς τῶν ἀπελθόντων. Ὅτι δὲ ἦσαν ἐνάρετοι, δῆλον ἐκεῖθεν· Πολλὴν αὐτῶν ὁ πατὴρ ἐποιεῖτο τὴν ἐπιμέλειαν, καὶ ἀνιστάμενος θυσίας προσέφερεν ὑπὲρ αὐτῶν, καὶ ὑπὲρ τῶν ἀδήλων ἁμαρτημάτων δεδοικὼς, καὶ οὐδὲν αὐτῷ τούτου προτιμότερον ἦν. Τοῦτο δὲ οὐ τῶν παίδων τὴν ἀρετὴν δείκνυσι μόνον, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστηργίαν. Ὅταν οὖν καὶ πατὴρ ἦν, καὶ οὕτω φιλόστοργος, μὴ τὸν ἀπὸ τῆς φύσεως πόθον ἐνδεικνύμενος μόνον, ἀλλὰ καὶ τὸν ἀπὸ τῆς εὐλαβείας, ἀλλὰ καὶ οι ἀπελθόντες οὕτως ἐνάρετοι, τριπλῆ γίνεται τῆς ἀθυμίας ἡ πυρά. Πάλιν, ὅταν κατὰ μέρος ἀναρπάζωνται, ἔχει τινὰ παραμυθίαν τὸ πάθος· οἱ γὰρ ἐπιλειπόμενοι τὴν ἐπὶ τοῖς ἀπελθοῦσι συσκιάζουσιν ἀθυμίαν· ὅταν δὲ ὁλόκληρος ὁ χορὸς ἀπέλθῃ, πρὸς τίνα δυνήσεται ἰδεῖν ὁ πολύπαις ἀθρόον ἄπαις γενόμενος; Μετὰ τούτων πάλιν ἔστι καὶ πέμπτην εἰπεῖν πληγήν. Ποίαν δὴ ταύτην; τὸ ἀθρόον αὐτοὺς ἀναρπασθῆναι πάντας. Εἰ γὰρ ἐν τρισὶν, ἢ πέντε ἡμέραις ἀπελθόντων τινῶν, αἱ γυναῖκες καὶ οἱ προσήκοντες ἅπαντες τοῦτο μάλιστα πάντων ὀλοφύρονται, ὅτι ταχέως καὶ ἐξαίφνης ἀνηρπάγη τῆς ἐκείνων ὄψεως ὁ τετελευτηκώς· πολλῷ μᾶλλον οὗτος ἂν ἤλγησεν οὐκ ἐν ἡμέραις τρισὶ καὶ δυσὶ καὶ μιᾷ, ἀλλ' ἐν ὥρᾳ μιᾷ πάντας οὕτως ἀφαιρεθείς. Τὸ μὲν γὰρ μελετηθὲν τῷ χρόνῳ δεινὸν, κἂν σφόδρα ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ κοῦφον ἂν γένοιτο ῥᾳδίως· τὸ δὲ παρ' ἐλπίδα συμβὰν καὶ ἐξαίφνης ἀφόρητον γίνεται. Ὅταν οὖν τι καθ' ἑαυτὸ χαλεπὸν ᾖ, καὶ τὴν ἐκ τοῦ παρ' ἐλπίδα συμβῆναι λαμβάνῃ προσθήκην, ἐννόησον πῶς ἀφόρητον γίνεται, καὶ πάντα ὑπερβαίνει λόγον. Βούλει καὶ ἕκτην ἀκοῦσαι πληγήν; Ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει πάντας ἀπώλεσεν. Ἴστε δὲ ὅπως οἱ ἄωροι δάκνουσι θάνατοι, καὶ ποικίλον ποιοῦσι τὸ πένθος. Οὗτος δὲ οὐχ ἄωρος μόνον ἦν, ἀλλὰ καὶ βίαιος, ὡς εἶναι καὶ ταύτην ἑβδόμην πληγήν· οὐ γὰρ ἐπὶ κλίνης εἶδεν αὐτοὺς ἀποπνέοντας καὶ ψυχορῥαγοῦντας, ἀλλὰ τῇ οἰκίᾳ καταχωσθέντας ἅπαντας. Ἐννόησον τοίνυν, τίς ἦν ἀνορύττων ἐκεῖνο τὸ χῶμα, καὶ νῦν μὲν λίθον, νῦν δὲ μέλος ἀνέλκων παιδίου, καὶ χεῖρα ὁρῶν ἔτι φιάλην κατέχουσαν, καὶ δεξιὰν ἑτέραν ἐπικειμένην τῷ πίνακι, καὶ αὐτὸν τοῦ σώματος διεφθαρμένον τὸν τύπον, ῥινὸς συντριβείσης, κεφαλῆς διαθλασθείσης, ὀφθαλμῶν ἀφανισθέντων, ἐγκεφάλου διεσπαρμένου, πάσης ἁπλῶς τῆς μορφῆς διεφθαρμένης, καὶ τῆς τῶν τραυμάτων ποικιλίας οὐκ ἀφιείσης τὸν πατέρα τῶν ποθουμένων ὄψεων ἐπιγνῶναι τὸν τύπον. Συνεχύθητε ταῦτα ἀκούοντες, καὶ δακρύετε· ἐννοήσατε τοίνυν, τίς ἦν ἐκεῖνος ταῦτα ὁρῶν. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον χρόνον οὐ δυνάμεθα ἀδακρυτὶ τῆς τραγῳδίας ἐκείνης τὴν ἀκοὴν ἐνεγκεῖν, καὶ ταῦτα ἀλλοτρίας ἀκούοντες συμφορὰς, τίς ἦν ὁ ἀδάμας ἐκεῖνος θέᾳ ταῦτα παραλαμβάνων, οὐκ ἐν ἀλλοτρίοις, ἀλλ' ἐν οἰκείοις φιλοσοφῶν κακοῖς; Οὐδὲ γὰρ ἀπεδυσπέτησεν, οὐδὲ τοιοῦτον οὐδὲν εἶπε· Τί ποτε τοῦτό ἐστιν; αὕτη μοι τῆς φιλοφροσύνης ἡ ἀμοιβή; διὰ
For when someone loses wicked children, he is stung indeed by the passion, yet not with great vehemence; for the wickedness of those who have departed does not allow the pain to become more piercing; but when they are also virtuous, the wound becomes lasting, the memory unforgettable, the calamity inconsolable, the sting twofold, the one from nature, the other from the virtue of those who have departed. And that they were virtuous is manifest from this: their father exercised abundant care for them, and rising up offered sacrifices on their behalf, fearing even for their unknown sins, and nothing was more precious to him than this. And this shows not alone the virtue of the children, but also the tender affection of the father. When, therefore, he was both a father and so tenderly affectionate, displaying not alone the longing that comes from nature, but also that which comes from piety, and those who had departed were also so virtuous, threefold becomes the pyre of sorrow. Again, when they are snatched away in part, the passion holds some consolation; for those left behind overshadow the sorrow over the departed; but when the whole choir departs, to whom will he be able to look who from having many children has all at once become childless? Along with these, again, one may also speak of a fifth blow. What, then, is this? That they were all snatched away at once. For if when some depart within three or five days, the women and all the kinsfolk bewail this most of all, that the deceased was swiftly and suddenly snatched from their sight, much more would this man have felt pain when deprived thus of all, not in three days or two or one, but in a single hour. For a dreadful thing meditated upon over time, even if it be exceedingly unbearable, might easily become light through expectation; whereas what happens contrary to expectation and suddenly becomes unbearable. When, therefore, something is grievous in itself, and receives the addition of happening contrary to expectation, consider how unbearable it becomes, and surpasses all speech. Do you wish to hear a sixth blow also? In the very flower of youth he lost them all. And you know how untimely deaths sting, and render mourning manifold. Yet this death was not untimely alone, but also violent, so that this too was a seventh blow; for he did not see them breathing their last and gasping out their souls upon a bed, but all buried beneath the house. Consider, therefore, what manner of man he was, digging up that mound, and now drawing up a stone, now a child's limb, and beholding a hand still holding a cup, and another right hand resting upon a platter, and the very form of the body marred, nose crushed, head shattered, eyes blotted out, brain scattered, simply the whole shape destroyed, and the variety of the wounds not permitting the father to recognize the features of the beloved faces. You have been confounded on hearing these things, and you weep; consider, therefore, what manner of man that one was on beholding these things. For if we after so great a time cannot endure without tears the hearing of that tragedy, and that too while hearing of another's calamities, who was that man of adamant receiving these things by sight, philosophizing not amid another's ills, but amid his own? For neither did he grow impatient, nor did he utter any such thing as: What in the world is this? Is this the recompense for my hospitality? On
Notes, col. 1023

On the reading

Printed φιλοστηργίαν, for φιλοστοργίαν.

Printed οι, for οἱ.

Printed οὐχ, for οὐκ.

PG 48:1024Read from the page
τοῦτο τοῖς ξένοις ἀνέῳξα τὴν οικίαν, ἵνα τάφον τῶν παίδων γινομένην αὐτὴν ἐπίδω; διὰ τοῦτο πᾶσαν περὶ αὐτοὺς ἀρετὴν ἐπεδειξάμην, ἵνα τοιοῦτον ὑπομείνωσι θάνατον; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ' ἔφερε πάντα γενναίως καὶ μετὰ τοσαύτην ἐπιμέλειαν αὐτῶν ἀφαιρεθείς. Καθάπερ γὰρ ἄριστος ἀδριαντοποιὸς χρυσοῦς διαπλάττων ἀνδριάντας, μετὰ πολλῆς καλλωπίζει τῆς ἀκριβείας· οὕτω καὶ αὐτὸς τὰς ἐκείνων ἐρῥύθμιζε ψυχὰς διαπλάττων, κατακοσμῶν. Καὶ καθάπερ τις γεωργὸς φιλόπονος στελέχη φοινίκων ἢ ἐλαιῶν ἄρδων, τειχίζων, περιφράττων, παντὶ θεραπεύων τρόπῳ διατελεῖ· οὕτω καὶ οὗτος οὐ διελίμπανε, καθάπερ ἐλαίαν τινὰ κατάκαρπον, τὴν ἑκάστου ψυχὴν εἰς πλείονα ἀρετῆς αὔξων ἐπίδοσιν. Ἀλλ' εἶδε στελέχη τῇ τοῦ πονηροῦ πνεύματος προσβολῇ ἀνασπασθέντα, καὶ ἐπὶ γῆς ἐκταθέντα, καὶ τὸν ἐλεεινὸν τῆς τελευτῆς ὑπομείναντα τρόπον, καὶ οὐδὲν βλάσφημον ἐφθέγξατο, ἀλλὰ καὶ εὐχαρίστησε, καιρίαν δοὺς τῷ διαβόλῳ τὴν πληγήν.
this account did I open my house to strangers, that I might look upon it becoming my children's tomb? On this account did I display all virtue towards them, that they might endure such a death? None of these things did he say, nor conceive in mind; but he bore all things nobly even when deprived of them after so great care. For just as a most excellent statue-maker, moulding golden statues, embellishes them with abundant exactness, so also did he himself fashion their souls, moulding and adorning them. And just as some industrious husbandman continues watering, walling round, fencing about, and tending in every way trunks of date-palms or olives, so also this man did not leave off increasing the soul of each one, like some fruit-laden olive tree, unto greater advancement in virtue. Yet he saw the trunks torn up by the onslaught of the evil spirit, and stretched out upon the earth, having endured a pitiful manner of death, and he uttered nothing blasphemous, but rather gave thanks, dealing the devil a mortal blow.
εʹ. Εἰ δὲ λέγοις, ὅτι πολλοὺς εἶχεν οὗτος υἱοὺς, ἄλλος δὲ πολλάκις ἕνα μονογενῆ ἔχων ἀπώλεσε, καὶ οὐκ ἴσον τὸ πένθος, καλῶς λέγεις, κἀγώ σοί φημι ὅτι οὐκ ἴσον τὸ πένθος, ἀλλὰ πολλῷ μεῖζον τὸ τοῦ Ἰώβ. Τί γὰρ αὐτῷ τῆς πολυπαιδίας ὄφελος; Τρανοτέραν αὐτῷ τὴν συμφορὰν ἐποίησε καὶ πικροτέραν τὴν ὀδύνην τὸ ἐν πλείοσι σώμασι τὸ τραῦμα δέξασθαι.
5. And if you should say that this man had many sons, whereas another often, having an only-begotten one, has lost him, and the mourning is not equal, you speak well, and I too tell you that the mourning is not equal, but that of Job was far greater. For what profit was there to him from his abundance of children? Receiving the wound in more bodies rendered the calamity more vivid for him and the pain more bitter.
Εἰ δὲ βούλει καὶ ἕτερον ἰδεῖν ἅγιον μονογενῆ παῖδα ἔχοντα, καὶ τὴν αὐτὴν ἢ καὶ πλείονα ἀνδρείαν ἐπιδειξάμενον, ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ', ὃ πολλῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο, καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον· Διὰ τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἀπεργάσῃ; βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα τοιούτῳ τρόπῳ αὐτὸν ἀφελέσθαι. Βούλει λαβεῖν; τίνος ἕνεκεν κἀμὲ κατασφάξαι κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; Οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου; πῶς οὖν τοὺς καρποὺς δίδως τὴν ῥίζαν ἀναιρῶν; πῶς δὲ ἀπογόνους ἐπαγγέλλῃ τὴν υἱὸν κατασφάττειν κελεύων; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν; Ἠπάτημαι, παρελογίσθην. Οὐδὲν τοιοῦτο οὐκ εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύσαντι, οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ ἀκούσας· Λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνάγαγε αὐτὸν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι. Καὶ γὰρ τὸ γύναιον ἔκρυψε, καὶ τοὺς παῖδας ἔλαθε κάτω μένειν ἀφεὶς, καὶ μόνον τὸ ιερεῖον λαβὼν ἀνῄει· οὕτως οὐκ ἄκων, ἀλλὰ μετὰ προθυμίας πολλῆς τὸ κελευσθὲν ἔπραττεν. Ἐννόησον τοίνυν ἡλίκον ἦν, μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ, μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διαθερμαίνεται, καὶ σφοδρότερον τὸ φίλτρον γίνεται, καὶ τοῦτο οὐκ ἐν μιᾷ ἢ δυσὶν, ἀλλὰ καὶ ἐν πλείοσιν ἡμέραις. Τὸ μὲν γὰρ ταχέως ποιῆσαι τὸ ἐπιταχθὲν, θαυμαστὸν καὶ μέγα, ἀλλ' οὐχ οὕτω θαυμαστὸν ὡς
And if you wish to see another saint also who had an only-begotten child, and displayed the same or even greater courage, call to mind the patriarch Abraham, who did not see Isaac dead, but, what was far more bitter and more painful, was himself commanded to slay him, and he did not gainsay the command, nor did he chafe, nor did he utter anything of this sort: On this account didst Thou make me a father, that Thou mightest render me a child-slayer? It were better not to have given him at the outset, than having given him to take him away in such a manner. Dost Thou wish to take him? On what account dost Thou bid me also slay him, and defile my own right hand? Didst Thou not promise me from this child to fill the inhabited world with descendants? How, then, dost Thou give the fruits while destroying the root? And how dost Thou promise descendants while bidding me slay my son? Who has seen these things, who has heard these things? I have been deceived, I have been beguiled. Nothing of this sort did he say, nor conceive in mind, nor did he gainsay Him Who commanded, nor demand an account; but on hearing: Take thy beloved son, whom thou hast loved, Isaac, and offer him up upon one of the mountains of which I shall tell thee, with such eagerness did he fulfil the command as to do even more than was commanded. For he hid it from his wife, and escaped the notice of the servants, leaving them to remain below, and taking only the victim went up; thus not unwillingly, but with abundant eagerness did he perform what was bidden. Consider, therefore, how great a thing it was to converse alone with the child alone, with no one present, when the bowels of affection grow warmer, and tender love becomes more vehement, and this not on one or two, but even over several days. For to do swiftly what was commanded is wondrous and great, yet not so wondrous as
Notes, col. 1024

On the reading

Printed οικίαν, for οἰκίαν.

Printed ἀδριαντοποιὸς, for ἀνδριαντοποιὸς.

Printed τὴν, for τὸν.

Printed ιερεῖον, for ἱερεῖον.

PG 48:1025Read from the page
τὸ διὰ πολλῶν ἡμερῶν βασανιζομένης αὐτοῦ καὶ γυμναζομένης τῆς ψυχῆς μηδὲν παθεῖν πρὸς τὸ παιδίον ἀνθρώπινον. Διὰ γὰρ τοῦτο αὐτὸ καὶ μακρότερα σκάμματα ἐπέθηκεν ὁ Θεὸς, καὶ τὸ στάδιον ἐξέτεινεν, ἵνα ἀκριβέστερον ἴδῃς τὸν ἀθλητήν. Καὶ γὰρ ἦν ἀθλητὴς ὄντως, οὐκ ἀνθρώπῳ παλαίων, ἀλλ' αὐτῇ τῇ τῆς φύσεως τυραννίδι. Ποῖος λόγος παραστῆσαι δυνήσεται τὴν ἀνδρείαν; Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ ποίῳ τρόπῳ, οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται, πῶς οὐκ ἐνάρκησεν ἡ χεὶρ, πῶς οὐκ ἐλύθη τῶν νεύρων ὁ τόνος, πῶς οὐ συνέχεεν αὐτὸν ἡ ποθουμένη τοῦ παιδίου ὄψις. Ἄξιον ἐνταῦθα θαυμάσαι καὶ τὸν Ἰσαάκ. Ὥσπερ γὰρ ἐκεῖνος τῷ Θεῷ, οὕτω καὶ οὗτος ἐπείθετο τῷ πατρί· καθάπερ ἐκεῖνος, τοῦ Θεοῦ κελεύοντος θῦσαι, οὐκ ἀπῄτησεν εὐθύνας· οὕτω καὶ οὗτος, τοῦ πατρὸς δεσμεύοντος καὶ ἀνάγοντος ἐπὶ τὸν βωμὸν, οὐκ εἶπε· Τίνος ἕνεκεν ταῦτα ποιεῖς; ἀλλ' ὑπέκειτο τῇ χειρὶ τῇ πατρικῇ. Καὶ ἦν ἰδεῖν πατέρα καὶ ιερέα γινόμενον τὸν αὐτὸν, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρὸς, θανάτου καὶ ἀναστάσεως τύπον ἐπὶ τοῦ βωμοῦ γινόμενον. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν, καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε χειρὶ, ἀλλὰ τῇ προθυμίᾳ. Ἐπεὶ καὶ ὁ Θεὸς διὰ τοῦτο ἐκέλευσεν, οὐχ αἵματος χύσιν βουλόμενος ἰδεῖν, ἀλλὰ προαίρεσίν σοι δεῖξαι θέλων, καὶ τὸν γενναῖον ἐκεῖνον ἐν μέσῳ τῆς οἰκουμένης ἀνακηρῦξαι πάσης, καὶ παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παίδων, καὶ φύσεως, καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τοῦ Θεοῦ τὰ προστάγματα προτιμᾷν χρή. Κατῄει τοίνυν ζῶντα λαβὼν μάρτυρα τὸν Ἰσαάκ. Τίνα οὖν ἕξομεν συγγνώμην, εἰπέ μοι, ποίαν δὲ ἀπολογίαν, ει τὸν γενναῖον ἐκεῖνον μετὰ τοσαύτης εἴδομεν προθυμίας τῷ Θεῷ πειθόμενον, καὶ πάντων αὐτῷ παραχωροῦντα, καὶ ἡμεῖς δυσχεραίνομεν; Μὴ δή μοι τὸ πένθος εἴπῃς, μηδὲ τὸ τῆς συμφορᾶς ἀφόρητον, ἀλλ' ἐκεῖνο σκόπησον, ὅτι καὶ τοῦ πένθους χαλεποῦ ὄντος ἀνώτερος ἦν. Ἱκανὸν ἦν τὸ ἐπιταχθὲν θορυβῆσαι αὐτοῦ τὸν λογισμὸν, καὶ εις ἀπορίαν αὐτὸν ἐμβαλεῖν, καὶ τὴν πίστιν ὑπορύξαι τὴν ἐν τοῖς παρελθοῦσι. Τίς γὰρ τῶν πολλῶν οὐκ ἂν ἐνόμιζεν ἀπάτην εἶναι τὰ εἰρημένα περὶ τοῦ πλήθους τῶν ἐγγόνων, ὧν αὐτῷ
that while his soul was tortured and exercised over many days, he suffered nothing humanly weak towards the child. For on this very account God also set before him longer lists, and stretched out the race-course, so that you might behold the athlete more exactly. For he was truly an athlete, wrestling not with a man, but with the very tyranny of nature. What speech will be able to present his courage? He led up the child, bound his feet, laid him upon the wood, snatched up the knife, was about to bring down the blow. How I should say it and in what manner, I have not the power; He alone knows Who wrought these things; for no speech will be able to present how his hand did not grow numb, how the tension of his sinews was not loosened, how the beloved sight of the child did not confound him. It is worthy here to marvel at Isaac also. For just as that man obeyed God, so also did this one obey his father; just as that man, when God commanded him to sacrifice, did not demand an account, so also this one, when his father bound him and led him up upon the altar, did not say: On what account art thou doing these things? but lay submissive beneath his father's hand. And one might see the same man becoming father and priest, and a sacrifice offered up without blood, a whole burnt-offering without fire, a type of death and resurrection taking place upon the altar. For he both slew his son, and did not slay him; he did not slay him with his hand, but with his eagerness. Since God also commanded it on this account, not wishing to see the shedding of blood, but wishing to show you his choice, and to proclaim that noble man in the midst of the whole inhabited world, and to instruct all who come afterwards that one must honour the commands of God above children, and nature, and all things that are, and one's very soul. He went down, therefore, having received Isaac alive as a martyr. What pardon, then, shall we have, tell me, and what defence, if we saw that noble man obeying God with so great eagerness, and yielding all things to Him, while we chafe? Do not speak to me of mourning, nor of the unbearableness of the calamity, but consider that point: that even though the mourning was grievous, he was above it. What was commanded was sufficient to trouble his reasoning, and to cast him into perplexity, and to undermine his faith in things past. For who among the many would not have deemed to be deception the things spoken concerning the multitude of grandchildren, which to him
Notes, col. 1025

On the reading

Printed ιερέα, for ἱερέα.

Printed ει, for εἰ.

Printed εις, for εἰς.

PG 48:1026Read from the page
ἐπηγγείλατο; Ἀλλ' οὐχ ὁ Ἀβραάμ. Καὶ τὸν Ἰὼβ δὲ τῆς ἐπὶ τῇ συμφορᾷ φιλοσοφίας οὐχ ἧττον, καὶ ὑπὲρ τούτου μάλιστα αὐτὸν θαυμάζειν χρὴ, ὅτι μετὰ τοσαύτην ἀρετὴν, μετὰ ἐλεημοσύνας καὶ φιλανθρωπίας, μετὰ τὸ μηδὲν μήτε ἑαυτῷ, μήτε τοῖς παισὶ συνειδέναι πονηρὸν, τοσοῦτον πένθος ἰδὼν οὕτω καινὸν καὶ παράδοξον καὶ μηδενὶ τῶν τὰ ἔσχατα τετολμηκότων συμβεβηκὸς, οὐκ ἔπαθε τὰ τῶν πολλῶν, οὐδὲ ἐνόμισεν ἀνόνητον εἶναι τὴν ἀρετὴν, οὐδὲ κακῶς βεβουλεῦσθαι τοῖς παρελθοῦσιν. Ὥστε δι' ἀμφότερα αὐτοὺς ταῦτα οὐ θαυμάζειν χρὴ μόνον, ἀλλὰ καὶ ζηλοῦν καὶ μιμεῖσθαι τὴν ἀρετήν. Καὶ μὴ λεγέτω τις, ὅτι ἐκεῖνοι θαυμαστοί τινες ἦσαν. Θαυμαστοὶ μὲν γὰρ ἦσαν καὶ μεγάλοι· ἀλλ' ἡμεῖς τανῦν πλείονα ἐκείνων ἀπαιτούμεθα φιλοσοφίαν καὶ τῶν ἐν τῇ Παλαιᾷ βεβιωκότων ἁπάντων. Ἐὰν γὰρ μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, φησὶν, οὐ μὴ εισέλθητε εις τὴν βασιλείαν τῶν οὐρανῶν. Πάντοθεν τοίνυν σωφρονισθέντες, καὶ ταῦτα συλλέξαντες, καὶ τὰ περὶ ἀναστάσεως ἡμῖν εἰρημένα, καὶ τὰ περὶ τῶν ἁγίων τούτων, συνεχῶς ἐπᾴδωμεν ταῖς ψυχαῖς, μὴ μόνον κατὰ τὸν καιρὸν τοῦ πένθους, ἀλλὰ καὶ ἡνίκα ἂν καθαρεύωμεν ὀδύνης. Διὰ γὰρ τοῦτο καὶ ἐγὼ, καίτοι μηδενὸς ὄντος ἐν ἀθυμίᾳ, νῦν τούτους ἐκίνησα τοὺς λόγους, ἵν', ὅταν ἐμπέσωμεν εἴς τινα τοιαύτην συμφορὰν, μεμνημένοι τῶν εἰρημένων, ἱκανῆς ἀπολαύωμεν παραμυθίας· ἐπεὶ καὶ στρατιῶται, εἰρήνης οὔσης, τὰ τοῦ πολέμου μελετῶσιν, ἵνα τῆς μάχης ἐπιστάσης, καὶ τοῦ καιροῦ τὴν ἐμπειρίαν ἀπαιτοῦντος, εὐκαίρως ἐπιδείξωνται τὴν τέχνην, ἣν ἐν τῇ εἰρήνῃ κατώρθωσαν. Καὶ ἡμεῖς τοίνυν καὶ ὅπλα καὶ φάρμακα κατασκευάσωμεν ἑαυτοῖς ἐν τῷ καιρῷ τῆς ειρήνης, ἵνα, εἴ ποτε πόλεμος ἐπιστῇ παθῶν ἀλόγων, ἢ πένθους, ἢ ὀδύνης, ἢ ἄλλου ὁτουοῦν τοιούτου, καθωπλισμένοι καλῶς καὶ πεφραγμένοι πάντοθεν, τὰς τοῦ Πονηροῦ προσβολὰς μετὰ πολλῆς ἀποκρουσώμεθα τῆς ἐμπειρίας, καὶ λογισμοῖς ὀρθοῖς, καὶ ταῖς ἀποφάσεσι τοῦ Θεοῦ, καὶ τοῖς ὑποδείγμασι τῶν ἀγαθῶν ἀνδρῶν, καὶ παντὶ τρόπῳ πάντοθεν ἑαυτοὺς τειχίσωμεν. Οὕτω γὰρ δυνησόμεθα καὶ τὴν παροῦσαν ζωὴν μετὰ εὐθυμίας διενεγκεῖν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εις τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
had been promised by Him? Yet not Abraham. And no less ought one to marvel at Job also for his philosophy in calamity, and above all on this account ought one to marvel at him, that after so great virtue, after almsgivings and loving-kindness, after being conscious of nothing wicked either in himself or in his children, on beholding so great a mourning, so strange and paradoxical and such as had befallen none of those who had dared the uttermost crimes, he did not suffer what the many suffer, nor deem virtue to be useless, nor suppose that he had taken bad counsel in things past. So that on both these accounts we ought not alone to marvel at them, but also to emulate and imitate their virtue. And let no one say that those men were certain wondrous persons. For wondrous indeed they were and great; yet from us now is demanded greater philosophy than from them and from all who lived in the Old Testament. For unless your righteousness abound more than that of the scribes and Pharisees, He says, you shall in no wise enter into the kingdom of the heavens. Chastened from every quarter, therefore, and having gathered these things together, both the things spoken by us concerning resurrection and those concerning these saints, let us continually chant them to our souls, not alone in the time of mourning, but also whenever we are pure of pain. For on this account I also, although no one is in sorrow, have now stirred up these discourses, so that whenever we fall into some such calamity, remembering what has been spoken, we may enjoy sufficient consolation; since soldiers also, when there is peace, practise the things of war, so that when battle comes on, and the occasion demands experience, they may seasonably display the art which they brought to perfection in peace. Let us also, therefore, prepare both arms and remedies for ourselves in the time of peace, so that if ever war of irrational passions should come upon us, or of mourning, or of pain, or of any other such thing whatsoever, being well armed and fenced round on every side, we may beat back the onslaughts of the Evil One with abundant experience, and wall ourselves round on every side in every way, both with upright thoughts, and with the declarations of God, and with the examples of good men. For thus we shall be able both to pass through the present life with cheerfulness, and to attain the kingdom of the heavens, in Christ Jesus, to Whom be the glory and the dominion together with the Father and the Holy Spirit, unto the ages of the ages. Amen.
Notes, col. 1026

On the reading

Printed εισέλθητε, for εἰσέλθητε.

Printed εις, for εἰς.

Printed ειρήνης, for εἰρήνης.

Printed εις, for εἰς.

PG 48:1027Read from the page
AD HOMILIAM IN TERRAE MOTUM, ET DIVITEM ET LAZARUM.
ON THE HOMILY ON THE EARTHQUAKE, AND ON THE RICH MAN AND LAZARUS.
Hanc concionem antehac mutilam, ingentique quatuor paginarum hiatu labefactatam, nunc integram, et ad duorum manuscriptorum fidem sarcitam damus. Eam vero non consequenter post alias, sed aliquantulo interposito tempore Chrysostomus habuit ; ita tamen ut recens adhuc memoria eorum , quae de Lazaro et de divite non ita pridem dicta fuerant, auditorum animis haereret, ut testificatur ipse num. 4. Occasione autem ingentis terrae motus, qui triduo urbem succusserat , haec concionatus est Chrysostomus. Qui sit vero ille terrae motus, et quo contigerit anno, non ita facile est augurari, quandoquidem frequenter Antiochiae terrae motus accidere solebant. Memorantur terrae motus Antiochiae ante statuarum eversionem, anno 387, et quidem jam frequentes accidisse, Homilia 3 in statuas, num. 7, Καὶ γὰρ σεισμῶν πολλάκις καταλαβόντων, καὶ λιμοῦ καὶ αὐχμοῦ, τρεῖς καὶ τέσσαρας
We now present whole, and mended on the authority of two manuscripts, this discourse hitherto mutilated and marred by a vast gap of four pages. Chrysostom delivered it not immediately after the others, but with a short interval of time interposed; yet in such a way that the memory of those things which had been spoken not so long before concerning Lazarus and the rich man still clung in the minds of the hearers, as he himself testifies in no. 4. Moreover, Chrysostom preached these things on the occasion of a great earthquake which had shaken the city for three days. What that earthquake was, however, and in what year it befell, is not so easy to conjecture, inasmuch as earthquakes were wont to happen frequently at Antioch. Earthquakes are recorded to have happened at Antioch before the overthrow of the statues, in the year 387, and indeed already frequently, in Homily 3 on the Statues, no. 7: For when earthquakes had often overtaken us, and famine and drought, for three and four
IN TERRAE MOTUM, ET IN DIVITEM ET LAZARUM, ATQUE UNDE SERVITUS ORTA SIT (a).
ON THE EARTHQUAKE, AND ON THE RICH MAN AND LAZARUS, AND WHENCE SERVITUDE AROSE (a).
1. Cur terrae motus fieri permittat Deus. — Vidistis Dei potentiam, vidistis Dei benignitatem? potentiam, quod orbem terrae concusserit; benignitatem, quod eum cadentem firmaverit: imo vero in utroque potentiam et benignitatem. Nam et commovisse potentiae fuit, et composuisse benignitatis; quod terram commoverit et firmaverit orbem terrae, quod concussum et jamjam ruiturum erexerit. At enim terrae motus quidem praeteriit, metus autem maneat: transiit illa tempestas, sed timor non transeat: supplicationes spatio trium dierum obiimus, verumtamen studium non restinguamus: ob hoc enim terrae motus accidit, ob nostram socordiam: socordes fuimus, et terrae motum accersivimus; studium ac diligentiam adhibuimus, et iram repulimus; ne socordes iterum simus, ut iram ac supplicium iterum non accersamus. Non enim mortem peccatoris vult Deus, sicut eum converti ac vivere (Ezech. 33. 11). Vidistis quam fragile sit et caducum genus humanum? Cum fieret terrae motus, sic ego apud me cogitabam: ubi nunc rapinae? ubi fraudationes? ubi imperia injusta? ubi fastus? ubi principatus? ubi oppressiones? ubi spoliatores egenorum? ubi divitum superba fastidia? ubi principum imperia? ubi minae? ubi timores? Unum temporis momentum facilius quam aranearum telas omnia diripuit, omnia destruxit: et audiebatur civitatis ejulatus, omnesque ad Ecclesiam currebant. Cogitate, si cuncta pessumdare Deo visum esset, quid fecissemus. Haec autem dico, ut eorum, quae acciderunt, perpetuo vigeat in vobis metus, omniumque mentem corroboret. Concussit, at non prostravit. Si enim prosternere voluisset, minime profecto concussisset: sed quoniam id nolebat, praecessit tanquam praeco terrae motus, iram Dei omnibus ante denuntians, ut timore meliores effecti, supplicium reipsa inferendum repellamus; ita quoque cum barbaris egit: Adhuc tres dies, et Ninive subvertetur (Jon. 3. 4).
1. Why God permits earthquakes to occur. — Have you seen the power of God, have you seen the kindness of God? His power, in that He shook the habitable world; His kindness, in that He made it firm as it was falling—nay rather, in both acts both His power and His kindness. For to shake it belonged to His power, and to settle it belonged to His kindness: that He shook the earth and steadied the habitable world, that when it was shaken and on the very point of collapsing He raised it up. Now the earthquake indeed has passed by, yet let fear abide; that tempest has passed away, yet let dread not pass away: we have performed supplications for the space of three days, yet let us not quench our zeal; for on this account the earthquake befell us, on account of our sloth: we were slothful, and we drew down the earthquake upon ourselves; we applied zeal and diligence, and we drove back wrath; let us not be slothful again, lest we draw down wrath and punishment once more. For God wills not the death of the sinner, so much as that he should turn and live (Ezek. 33:11). Have you seen how frail and fleeting the human race is? When the earthquake took place, I reflected thus within myself: where now are rapines? where defraudings? where unjust dominions? where haughtiness? where sovereignties? where oppressions? where the despoilers of the needy? where the proud disdain of the rich? where the commands of rulers? where threats? where terrors? A single moment of time tore all things apart more easily than spiders' webs, destroyed all things; and the wailing of the city was heard, and everyone ran to the Church. Consider what we would have done had it seemed good to God to bring everything to utter ruin. I say these things so that fear of what has happened may ever remain vigorous within you and strengthen the mind of all. He shook it, yet He did not lay it low; for had He wished to lay it low, He would certainly not have shook it first; but because He did not wish that, the earthquake went before like a herald, proclaiming God's wrath to all beforehand, so that, made better through fear, we might ward off the punishment that would else be inflicted in very deed; thus too did He deal with the barbarians: Yet three days, and Nineveh shall be overthrown (Jonah 3:4).
Notes, col. 1027

On the reading

Printed SITA, for SIT.

PG 48:1028Read from the page
ἡμέρας σωφρονισθέντες, καὶ ἐπιεικέστεροι γενόμενοι, Etenim terrae motibus saepius accidentibus, et fame atque siccitate, ad tres vel quatuor dies moderati et mansuetiores effecti, etc. Haec de terrae motibus, qui ante Quadragesimam anni 387 jam frequentes acciderant. Aliis item subsequentibus annis crebros iterum accidisse non dubium videtur. In quadam enim homilia, a Combefisio edita, de alio terrae motu, qui biduo urbem subagitaverat, multa praeclare loquitur, ac frequentes accidere terrae motus indicat his verbis : Εἶπον καὶ χθὲς ὅτι οὐ μικρὸς καρπὸς ἀπὸ τῶν σεισμῶν, Dicebam etiam heri, non parvum fructum ex terrae motibus derivari. Memoratur autem in Chronico Marcellini terrae motus ingens ad annum 394, sed qui aliquot tantum Europae regiones concussit. Alius eodem in Chronico annotatur terrae motus ad annum 396, qui totum orbem commovisse fertur. Hunc vero
days having been chastened and having become more gentle, For when earthquakes happened more often, and famine and drought, having for three or four days been rendered moderate and meeker, etc. So much concerning the earthquakes which had already happened frequently before Lent of the year 387. Likewise in other subsequent years it seems beyond doubt that frequent ones happened again. For in a certain homily, edited by Combefis, concerning another earthquake which had shaken the city for two days, he speaks many things nobly, and indicates that earthquakes happen frequently in these words: I said yesterday also that no small fruit comes from earthquakes, I said yesterday also that no small fruit is derived from earthquakes. Moreover, in the Chronicle of Marcellinus a vast earthquake is recorded at the year 394, but one which shook only some regions of Europe. Another earthquake is noted in the same Chronicle at the year 396, which is reported to have moved the whole world. This
Quare vero non subvertis? Minaris te subversurum; quin igitur subvertis? Quia nolo subvertere, idcirco minor. Cur ergo dicis? Ne faciam ea, quae dico: praecedat sermo, et opus impediatur: Adhuc tres dies, et Ninive subvertetur. Tum temporis dicebat propheta: hodie muri vocem mittunt. Haec vero dico, neque dicere desistam, cum ad pauperes tum ad divites: cogitate quanta Dei sit ira, et quo pacto facilia sint illi cuncta et proclivia, tandemque ab improbitate desistamus: perbrevi temporis momento mentem (1) animumque uniuscujusque nostrum infregit, et cordis fundamenta concussit.
Why then dost Thou not overthrow it? Thou threatenest to overthrow it; why then dost Thou not overthrow it? Because I do not wish to overthrow it, therefore do I threaten. Why then dost Thou speak? Lest I do the things that I speak: let the word go before, and let the deed be stayed: Yet three days, and Nineveh shall be overthrown. At that time the prophet spoke; today the walls send forth a voice. And these things I say, nor will I cease to say them, both to the poor and to the rich: reflect how great is the wrath of God, and how easy and ready all things are for Him, and let us at length desist from wickedness; in one brief moment of time He has shattered the mind (1) and spirit of each one of us, and shaken the foundations of the heart.
Dies judicii quam tremendus. — Cogitate die illo tremendo, cum non unum temporis momentum erit, sed infinita saecula, et ignis fluvii, ac minaces irae, atque ad judicium pertrahentes virtutes, tremendum tribunal, judicium incorruptum, et quae gessit unusquisque versabuntur ob oculos, nec ullus erit qui succurrat, non vicinus, non orator, non propinquus, non frater, non pater, non mater, non peregrinus, non alius ullus, quid tum quaeso faciemus? Metum infero, ut salutem perficiam: doctrinam ferro penetrabiliorem fabricatus sum, ut vestrum quisque, cui fuerit ulcus, illud abjiciat. Nonne semper dicebam et nunc dico, et dicere non desistam: quousque tandem rebus saeculi hujus affixi estis? Ad omnes quidem est mihi sermo, sed ad eos praecipue, qui morbo laborant, nec ad ea quae dicuntur, attendunt. Imo vero perutilis est utrique sermo: illi quidem qui morbo laborat, ut sanitatem recuperet: ei vero qui sanus est, ne morbo laboret. Quousque tandem pecuniae? quousque divitiae? quousque aedificiorum magnificentia? quousque rabidus eorum furor, qui bruto voluptatum amori dediti sunt? Ecce venit terrae motus: quid profuerunt opes? Labor utrorumque sublatus est; periit una cum possessione possessor, domicilium cum eo qui construxerat: omnium commune sepulcrum facta est civitas, sepulcrum ex tempore structum, non ab artificum manibus, sed a calamitate fabricatum.
How dreadful the day of judgement. — Consider what we shall do, I ask, on that dreadful day, when there will be not a single moment of time, but endless ages, and rivers of fire, and menacing wraths, and powers haling men to judgement, a dread tribunal, an incorrupt judgement, and what each man has done will be set before his eyes, and there will be none to succour—no neighbour, no advocate, no kinsman, no brother, no father, no mother, no stranger, nor anyone else at all? I bring in fear that I may work salvation; I have forged teaching more piercing than iron, so that whoever amongst you has a festering sore may cast it away. Was I not always saying, and do I not say now, and shall I not never cease saying: how long will you remain nailed to the things of this world? My speech is addressed to all indeed, yet above all to those who labour under disease and pay no heed to what is spoken. Nay rather, the discourse is most profitable to both: to him who labours under disease, that he may recover health, and to him who is sound, lest he fall sick. How long moneys? how long riches? how long the magnificence of buildings? how long the raving frenzy of those given over to the brutish love of pleasures? Behold, the earthquake came: what did wealth avail? The labour of both has been swept away; the possessor perished together with his possession, the dwelling with him who had built it: the city became a common sepulchre for all, an improvised sepulchre reared not by the hands of craftsmen, but wrought by calamity.
Notes, col. 1028

On the reading

Printed CONOTANTINOP., for CONSTANTINOP..