δρὸς ἐφέστηκεν ἡμῖν κατήγορος, καὶ μάλιστα μετὰ τὸ γενέσθαι. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες οὐχ οὕτως αἰσθανόμεθα· ἐπειδὰν δὲ γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα, τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς μετανοίας ἐπεισέρχεται κέντρον ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν. Ἐπ' ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου πολὺς καὶ ἀφόρητος ὁ πόνος καὶ ὠδῖνες δριμεῖαι διακόπτουσαι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα βουλεύματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. Διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ δεξόμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα. Εἰ δὲ καὶ μέχρι τούτου ῥᾳθυμήσαιμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν ἀποκτείνειν πάλιν δι' ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατηγορεῖν ἑαυτῶν. Οὐδὲν γὰρ οὕτως ὀλέθριον τῇ ἁμαρτίᾳ, ὡς κατηγορία καὶ κατάγνωσις σὺν μετανοίᾳ καὶ δάκρυσι. Κατέγνως σου τὴν ἁμαρτίαν; ἀπέθου τὸ φορτίον. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ δικάζων Θεός. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίνος γὰρ ἕνεκεν αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, τὰ ἁμαρτήματα εἰπεῖν; μὴ γὰρ ἀνθρώπῳ λέγεις, ἵνα ὀνειδίσῃ σε; μὴ γὰρ τῷ συνδούλῳ ὁμολογεῖς, ἵνα ἐκπομπεύσῃ; Τῷ Δεσπότῃ, τῷ κηδεμόνι, τῷ φιλανθρώπῳ, τῷ ἰατρῷ τὸ τραῦμα ἐπιδεικνύεις.
ment accuser stands over us, and most of all after it has come to pass. For in the act of committing the sin, being drunk with pleasure, we do not perceive it in the same way; but once it has come to pass and reached its end, then most of all, when all the pleasure has been quenched, the bitter sting of repentance enters in, contrary to women in travail. For in their case, before childbirth the pain is great and unbearable and sharp pangs pierce them through with agonies; whereas after childbirth comes relief, the pain having gone out together with the babe; but here it is not so: rather, so long as we are in travail and conceiving corrupted designs, we make merry and rejoice; yet once we have brought forth the wicked child, sin, then, beholding the shamefulness of what was born, we are in pain, then we are pierced through more grievously than women in travail. Wherefore I exhort you, above all, not to admit a corrupted desire at the outset; or if we do admit it, to choke the seeds within. And if we should grow lax even up to this point, once the sin has gone forth into deed, to slay it in turn through confession and tears, through accusing ourselves. For nothing is so destructive to sin as accusation and self-condemnation joined with repentance and tears. Have you condemned your sin? You have laid aside the burden. And who says these things? God Himself, Who judges: Tell your sins first, that you may be justified. For on what account are you ashamed and blushing, tell me, to state your sins? Do you tell them to a human being, that he may reproach you? Do you confess to your fellow servant, that he may parade them in public? To the Master, to the Guardian, to the Lover of mankind, to the Physician you display the wound.
Μὴ γὰρ, κἂν σὺ μὴ εἴπῃς, ἐκεῖνος οὐκ οἶδεν, ὅς γε καὶ πρὸ τοῦ πραχθῆναι ἠπίστατο; τίνος οὖν ἕνεκεν οὐ λέγεις; μὴ γὰρ ἐκ τῆς σῆς κατηγορίας φορτικώτερον γίνεται τὸ ἁμάρτημα; Ἡμερώτερον μὲν οὖν καὶ κουφότερον. Καὶ διὰ τοῦτο βούλεταί σε εἰπεῖν, οὐχ ἵνα κολάσῃ, ἀλλ' ἵνα συγχωρήσῃ· οὐχ ἵνα αὐτὸς μάθῃ τὴν ἁμαρτίαν· πῶς γὰρ, ὁ εἰδώς; ἀλλ' ἵνα σὺ μάθῃς πόσον σοι συγχωρεῖ χρέος. Βούλεται δέ σε μαθεῖν τῆς χάριτος τὸ μέγεθος, ἵνα εὐχαριστῶν διατελῇς, ἵνα ὀκνηρότερος πρὸς ἁμαρτίαν ᾖς, ἵνα προθυμότερος εἰς ἀρετήν. Ἂν μὴ εἴπῃς τοῦ χρέους τὸ μέγεθος, οὐκ ἐπιγινώσκεις τῆς χάριτος τὴν ὑπερβολήν. Οὐκ ἀναγκάζω, φησὶν, εἰς μέσον ἐλθεῖν σε θέατρον, καὶ μάρτυρας περιστῆσαι πολλούς· ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ' ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης. Διὰ τοῦτο τὸ συνειδὸς ἡμῖν ἐγκατέθηκε καὶ πατρὸς φιλοστοργότερον. Πατὴρ μὲν γὰρ ἅπαξ, ἢ δεύτερον, ἢ καὶ τρίτον, ἢ καὶ δεκάκις ἐπιτιμήσας τῷ παιδὶ, ἐπειδὰν ἴδῃ μένοντα ἀδιόρθωτον, ἀπαγορεύσας ἀποκηρύττει, καὶ τῆς οἰκίας ἐκβάλλει, καὶ τῆς συγγενείας διακόπτει· ἀλλ' οὐ τὸ συνειδός· ἀλλὰ, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀμφόδοις, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ὁδοῖς, πολλάκις δὲ καὶ ἐν ὀνείροις αὐ-
For is it that, even if you do not speak, He does not know—He Who knew it even before it was done? For what sake, then, do you not speak? Does the offence become more burdensome from your accusation? Nay, rather milder and lighter. And on this account He wills you to speak, not that He may punish, but that He may pardon; not that He Himself may learn the sin—for how so, He Who knows it?—but that you may learn how great a debt He pardons you. And He wills you to learn the magnitude of His grace, that you may continue giving thanks, that you may be more reluctant towards sin, that you may be more eager for virtue. Unless you state the magnitude of the debt, you do not recognize the surpassing abundance of the grace. I do not compel you, says He, to come into the midst of a theatre and set many witnesses around you; tell the offence to Me alone in private, that I may heal the ulcer and rid you of the pain. On this account He implanted conscience within us, even more tenderly loving than a father. For a father, after rebuking his child once, or a second time, or even a third time, or even ten times, once he sees him remaining incorrigible, gives up, disowns him, casts him out of the house, and severs him from kinship; yet conscience does not act thus: rather, even if it speaks once, even if a second time, even if a third time, even if ten thousand times, and you turn a deaf ear, it will speak again, and does not stand aloof until one's last breath; and at home, and in the streets, and at table, and in the market-place, and on the roads, and oftentimes even in dreams—in those very dreams—