Migne Reading Room

PG 48 · cols. 933–938 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:933Read from the page
ρώτερόν σε οὗτος ἐργάσεται. Ὁ γὰρ ἐξαγαγὼν τίμιον, φησὶν, ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Τί τούτου γένοιτ' ἂν ἴσον ; Ὅπερ οὐδὲ νηστεία, οὐδὲ χαμευνία, οὐδὲ παννυχίδες, οὐκ ἄλλο τι δύναται ἐργάσασθαι, τοῦτο ἡ τοῦ ἀδελφοῦ σωτηρία ποιεῖ. Ἐννόησόν σου τὸ στόμα πόσα πολλάκις ἥμαρτε, πόσα ἐφθέγξατο αἰσχρὰ ῥήματα, πόσας βλασφημίας, πόσας λοιδορίας ἐξέβαλε, καὶ πάντως ἀντιλήψῃ τῆς τοῦ πεπτωκότος προνοίας· διὰ γὰρ ἑνὸς τούτου τοῦ κατορθώματος πᾶσαν ἐκκαθᾶραι δυνήσῃ τὴν κηλῖδα ἐκείνην. Καὶ τί λέγω ἐκκαθᾶραι ; ὡς στόμα τοῦ Θεοῦ ποιήσεις σου τὸ στόμα. Τί ταύτης γένοιτ' ἂν ἴσον τῆς τιμῆς ; Μὴ γὰρ ἐγὼ ταῦτα ἐπαγγέλλομαι ; αὐτὸς ὁ Θεὸς τοῦτο εἶπεν, ὅτι Κἂν ἕνα τινὰ ἐξαγάγῃς, φησὶν, ὡς στόμα μου, ἔσται τὸ στόμα σου καθαρὸν, ἅγιον. Μὴ τοίνυν ἀμελῶμεν τῶν ἀδελφῶν, μηδὲ περιιόντες λέγωμεν, Πόσοι ἐνήστευσαν, πόσοι παρεσύρησαν ; ἀλλ' ἐπιμελώμεθα αὐτῶν. Κἂν πολλοὶ ὦσιν οἱ νηστεύσαντες, σὺ μὴ ἐκπομπεύσῃς, ἀγαπητὲ, μηδὲ παραδειγματίσῃς τῆς Ἐκκλησίας τὴν συμφορὰν, ἀλλὰ θεράπευσον. Κἂν εἴπῃ τις, ὅτι Πολλοὶ ἐνήστευσαν, ἐπιστόμισον, ὥστε μὴ γενέσθαι δήλην τὴν φήμην, καὶ εἰπὲ πρὸς αὐτόν· Ἐγὼ μὲν οὐδένα οἶδα· ἠπάτησαι, ἄνθρωπε, καὶ ψεύδῃ· ἂν δύο καὶ τρεῖς ἴδῃς παρασυρέντας, πολλοὺς αὐτοὺς εἶναι λέγεις. Καὶ τὸν μὲν κατηγοροῦντα ἐπιστόμισον, τῶν δὲ παρασυρέντων μὴ ἀμελήσῃς, ἵνα ἑκατέρωθεν πολλὴ τῇ Ἐκκλησίᾳ ἀσφάλεια γένηται, ἀπό τε τοῦ τὴν φήμην μὴ ἐκπομπεύεσθαι, ἀπό τε τοῦ τοὺς παρασυρέντας αὐτοὺς πρὸς τὴν ἱερὰν ἀγέλην ἄγεσθαι πάλιν.
will this man render thee. For he who brings forth the precious from the unworthy, He says, shall be as My mouth (Jer. 15:19). What could be equal to this? What neither fasting, nor sleeping on the ground, nor all-night vigils, nor anything else can accomplish, this the salvation of thy brother effects. Consider how many sins thy mouth has often committed, how many base words it has uttered, how many blasphemies, how many revilings it has cast forth, and by all means thou wilt lay hold of provident care for him who has fallen; for through this one right action thou wilt be able to cleanse out all that stain. And why do I say cleanse out? Thou wilt make thy mouth as the mouth of God. What could be equal to this honour? For is it I who promise these things? God Himself said this: Even if thou bringest forth some single one, He says, as My mouth, thy mouth shall be pure, holy. Let us not, therefore, neglect the brethren, nor go about saying, How many fasted, how many were swept away? Rather, let us take care of them. Even if those who fasted be many, do thou not parade it abroad, beloved, nor make a public spectacle of the calamity of the Church, but heal it. And even if anyone says, Many fasted, stop his mouth, so that the rumour may not become manifest, and say to him: I, for my part, know no one; thou hast been deceived, O man, and speakest falsely; if thou seeest two or three swept away, thou sayest they are many. Both stop the mouth of the accuser, and neglect not those who were swept away, so that from both sides great security may accrue to the Church, both from the rumour not being paraded abroad, and from those very ones who were swept away being led back again to the sacred flock.
Μὴ τοίνυν περιιόντες λέγωμεν, Τίνες ἥμαρτον ; ἀλλὰ σπουδάσωμεν, ὅπως διορθώσωμεν τοὺς ἡμαρτηκότας μόνον. Καὶ γὰρ δεινὸν ἔθος, δεινὸν τὸ κατηγορεῖν τῶν ἀδελφῶν μόνον, ἀλλὰ μὴ ἐπιμελεῖσθαι· τὸ ἐκπομπεύειν τὰ κακὰ τῶν ἀσθενούντων, ἀλλὰ μὴ θεραπεύειν. Ἀνέλωμεν τοίνυν τοῦτο τὸ πονηρὸν ἔθος, ἀγαπητοί· οὐδὲ γὰρ μικρὰν λύμην τοῦτο ἐργάζεται· καὶ πῶς, ἐγὼ λέγω. Ἤκουσέ τις παρὰ σοῦ λέγοντος, ὅτι πολλοὶ ἐνήστευσαν μετὰ Ἰουδαίων καὶ μηδὲν ἐξετάσας εἰς ἕτερον τὸ ῥῆμα ἐξήνεγκε· πάλιν ἐκεῖνος μηδὲν πολυπραγμονήσας, ἑτέρῳ τοῦτο ἐξεῖπεν· εἶτα κατὰ μικρὸν τῆς πονηρᾶς ταύτης αὐξανομένης φήμης πολὺ μὲν τῇ Ἐκκλησίᾳ ὄνειδος κατασκεδάννυται, τοῖς δὲ ἀπολωλόσιν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ βλάβος καὶ τούτοις καὶ ἑτέροις πολλοῖς. Κἄν τε γὰρ ὀλίγοι ὦσιν, ἡμεῖς αὐτοὺς ταῖς φήμαις ταῖς πολλαῖς πολλοὺς ποιοῦμεν, καὶ τοὺς ἑστῶτας ἀσθενεστέρους ἐργαζόμεθα, καὶ τοὺς μέλλοντας πίπτειν ὠθοῦμεν. Ὁ γὰρ ἀδελφὸς ἀκούσας, ὅτι πολλοὶ ἐνήστευσαν, καὶ αὐτὸς ῥᾳθυμότερος ἔσται, καὶ ταῦτα πάλιν ὁ ἀσθενὴς ἀκούσας, δραμεῖται ἐπὶ τὸ πλῆθος τῶν πεπτωκότων. Μὴ τοίνυν μηδὲ ἐπὶ τούτῳ, μηδὲ ἐπ' ἄλλῳ πονηρεύματι συγχαίρωμεν, κἂν πολλοὶ ὦσιν οἱ ἁμαρτάνοντες, ὥστε ἐκπομπεύειν αὐτοὺς καὶ λέγειν, ὅτι πολλοὶ, ἀλλ' ἐπιστομίζωμεν [680] καὶ κατέχωμεν. Μή μοι λέγε, ὅτι πολλοὶ ἐνήστευσαν, ἀλλὰ διόρθωσαι τοὺς πολλούς. Οὐ διὰ τοῦτο τοσούτους ἀνήλωσα λόγους, ἵνα κατηγορήσῃς τῶν πολλῶν, ἀλλ' ἵνα τοὺς πολλοὺς ποιήσῃς ὀλίγους, μᾶλλον δὲ μηδὲ ὀλίγους, ἀλλὰ καὶ αὐτοὺς διασώσῃς. Μὴ τοίνυν ἐκπόμπευε
Let us not, therefore, go about saying, Who have sinned? Rather, let us be zealous only that we may set right those who have sinned. For it is a dreadful habit, dreadful only to accuse the brethren, and not to take care of them; to parade abroad the evils of the weak, and not to heal them. Let us do away with this evil habit, therefore, beloved; for it works no small ruin; and how, I tell you. Someone heard from thee saying that many fasted with the Jews, and without examining anything carried the word out to another; again that man, without inquiring at all, reported this to another; then, as this evil rumour grows little by little, great reproach is poured down upon the Church, while no profit comes to those who are lost, but even harm both to these and to many others. For even if they be few, by our many rumours we make them many, and we render those who stand weaker, and we push those who are about to fall. For a brother, hearing that many fasted, will himself also be more lax, and a weak man again, hearing these things, will run to the multitude of the fallen. Let us not, therefore, rejoice together either over this or over any other wicked deed, even if those who sin be many, so as to parade them abroad and say that they are many, but let us stop mouths [680] and restrain them. Say not to me that many fasted, but set right the many. Not on this account have I spent so many words, that thou shouldst accuse the many, but that thou shouldst make the many few, or rather not even few, by saving them too. Parade not abroad, therefore,
PG 48:934Read from the page
τὰ ἁμαρτήματα, ἀλλὰ θεράπευε. Ὥσπερ γὰρ οἱ ἐκπομπεύοντες, καὶ εἰς τοῦτο μόνον ἐσχολακότες, κἂν ὀλίγοι ὦσιν οἱ ἡμαρτηκότες, πολλοὺς αὐτοὺς νομίζεσθαι ποιοῦσιν· οὕτως οἱ συστέλλοντες, καὶ τοὺς ἐκπομπεύοντας ἐπιστομίζοντες, καὶ τῶν πεπτωκότων ἐπιμελούμενοι, κἂν πολλοὶ ὦσιν, αὐτούς τε ἐκείνους διορθοῦνται ῥᾳδίως, καὶ οὐδένα ἕτερον ἐκ τῆς τούτων ἀφιᾶσι παραβλαβῆναι φήμης. Οὐκ ἤκουσας ὅτι θρηνῶν τὸν Σαοὺλ ὁ Δαυῒδ ἔλεγε· Πῶς ἔπεσον δυνατοί ; Μὴ ἀναγγείλητε εἰς Γὲθ, μηδὲ εὐαγγελίσησθε ἐν ταῖς ὁδοῖς Ἀσκάλωνος, ὅπως μὴ εὐφρανθῶσι θυγατέρες ἀλλοφύλων, μηδὲ γαυριάσωσι θυγατέρες ἀπεριτμήτων. Εἰ δὲ πρᾶγμα φανερὸν οὐκ ἐβούλετο ἐκπομπεύεσθαι, ὥστε μὴ γενέσθαι τοῖς ἐναντίοις ἡδονὴν, πόσῳ μᾶλλον ταῦτα οὐ δεῖ ἐκφέρειν εἰς τὰς ἔξωθεν ἀκοὰς, μᾶλλον δὲ οὐδὲ εἰς τὰς παρ' ἡμῖν, ἵνα μήτε οἱ ἐχθροὶ ἀκούοντες χαίρωσι, μήτε οἱ οἰκεῖοι μανθάνοντες καταπίπτωσιν, ἀλλὰ συστέλλειν καὶ περιφράσσειν πανταχόθεν. Μή μοι λέγε, ὅτι Τῷ δεῖνι εἶπον· παρὰ σαυτῷ κάτεχε τὸ ῥῆμα. Ὥσπερ γὰρ σὺ οὐκ ἐκαρτέρησας σιγῆσαι, οὕτως οὐδὲ ἐκεῖνος ἀνέξεται.
the sins, but heal them. For just as those who parade them abroad and devote their time to this alone cause those who have sinned, even if they be few, to be thought many, so those who curtail it, and stop the mouths of those who parade it abroad, and take care of the fallen, even if they be many, both set those men themselves right with ease, and suffer no one else to be harmed by the rumour concerning them. Didst thou not hear that David, lamenting Saul, said: How are the mighty fallen! Report it not in Geth, nor proclaim it as glad tidings in the streets of Ascalon, lest the daughters of the foreigners rejoice, lest the daughters of the uncircumcised exult (2 Sam. 1:19-20)? Now if he did not wish a manifest fact to be paraded abroad, lest pleasure arise for the adversaries, how much more ought one not to carry these things out to outside ears—or rather not even to those among us, lest either our enemies rejoice on hearing, or our own people sink down on learning of it—but curtail and fence them round on every side! Say not to me, I told so-and-so; keep the word with thyself. For just as thou didst not endure to keep silence, so neither will that man restrain himself.
εʹ. Ταῦτα οὐ περὶ τῆς παρούσης νηστείας λέγω μόνον, ἀλλὰ καὶ περὶ ἄλλων μυρίων ἁμαρτημάτων. Μὴ τοῦτο σκοπῶμεν μόνον, εἰ πολλοὶ οἱ παρασυρόμενοι, ἀλλὰ ἐκεῖνο σκοπήσωμεν, ὅπως αὐτοὺς ἀπαγάγωμεν. Μὴ ἐπαίρωμεν τὰ τῶν πολεμίων, καὶ τὰ ἡμέτερα καθαιρῶμεν· μὴ ἰσχυροὺς ἐκείνους ἀποφαίνωμεν, τὰ δὲ ἡμέτερα ἀσθενῆ· ἀλλὰ τοὐναντίον ἅπαν ἐργασώμεθα. Οἶδε καὶ φήμη πολλάκις καθελεῖν καὶ ἀναστῆσαι ψυχὴν, καὶ τὴν οὐκ οὖσαν προθυμίαν ἐμβαλεῖν, καὶ τὴν οὖσαν καταλῦσαι πάλιν. Διὰ τοῦτο παραινῶ τὰς φήμας αὔξειν ἐκείνας, αἳ τὰ ἡμέτερα αἴρουσι πράγματα, καὶ μεγάλα ποιοῦσι φαίνεσθαι· ἀλλὰ μὴ ἐκείνας, αἳ τοῦ κοινοῦ τῶν ἀδελφῶν καταχέουσιν ὄνειδος. Κἂν μὲν ἀκούσωμέν τι χρηστὸν, εἰς πάντας ἐκφέρωμεν· ἂν δέ τι φαῦλον καὶ πονηρὸν, παρ' ἑαυτοῖς κατακρύψωμεν, καὶ ὅπως ἀνέλωμεν αὐτὸ πάντα ποιήσωμεν. Καὶ νῦν τοίνυν περιέλθωμεν, πολυπραγμονήσωμεν, ἴδωμεν τοὺς πεσόντας, κἂν εἰς οἰκίαν δέῃ εἰσελθεῖν, μὴ κατοκνήσωμεν. Εἰ δὲ ἄγνωστος εἴη, καὶ μηδαμόθεν σοι προσήκων ὁ πεπτωκὼς, περιέργασαι καὶ πολυπραγμόνησον, τίνα ἔχει φίλον καὶ ἐπιτήδειον, καὶ τίνι μάλιστα πείθεται, κἀκεῖνον λαβὼν, εἴσελθε εἰς τὴν οἰκίαν· μὴ αἰσχυνθῇς, μηδὲ ἐρυθριάσῃς. Εἰ μὲν γὰρ χρήματα εἰσῄεις αἰτήσων, ἢ χάριν τινὰ ληψόμενος παρ' αὐτοῦ, εἰκὸς ἦν αἰσχύνεσθαι· εἰ δὲ ὑπὲρ τῆς ἐκείνου σωτηρίας τρέχεις, ἡ τῆς εἰσόδου πρόφασις ἁπάντων ἀπαλάττει σε τῶν ἐγκλημάτων. Παρακάθισον δὴ, καὶ εἰπὲ πρὸς αὐτὸν, ἑτέρωθεν ποιησάμενος τὴν ἀρχὴν, ὥστε ἀνύποπτον γενέσθαι τὴν διόρθωσιν. Ἐπαινεῖς, εἰπέ μοι, τοὺς Ἰουδαίους, ὅτι τὸν Χριστὸν ἐσταύρωσαν, καὶ βλασφημοῦσιν εἰς αὐτὸν νῦν, καὶ παράνομον αὐτὸν καλοῦσι ; Πάντως οὐκ ἀνέξεται, [681] ἐὰν ᾖ Χριστιανὸς, κἂν μυριάκις Ιουδαῗζῃ, οὐκ ἀνέξεται εἰπεῖν ὅτι Ἐπαινῶ· ἀλλ' ἐμφράξει τὴν ἀκοὴν καὶ ἐρεῖ πρὸς σὲ, Μὴ γένοιτο, εὐφήμει, ἄνθρωπε. Εἶτα ὅταν αὐτοῦ λάβῃς τὴν συγκατάθεσιν, πάλιν ἐπανάλαβε, καὶ εἰπέ· Πῶς οὖν αὐτοῖς κοινωνεῖς, εἰπέ μοι ; πῶς μετέχεις τῆς ἑορτῆς, πῶς μετ' ἐκείνων νηστεύεις ; Εἶτα κατηγόρησον αὐτῶν τῆς ἀγνωμοσύνης· εἰπὲ τὴν παρανομίαν ἅπασαν ἣν ἐν ταῖς ἔμπροσθεν ἡμέραις διῆλθον πρὸς τὴν ὑμετέραν ἀγάπην, τὴν ἀπὸ τοῦ τόπου, τὴν ἀπὸ τοῦ και-
5. These things I say not concerning the present fast alone, but also concerning countless other sins. Let us not look to this alone, whether those swept away be many, but let us look to this: how we may lead them back. Let us not exalt the affairs of the enemy and pull down our own; let us not show them strong and our own side weak, but let us work the very opposite in all things. Rumour too often knows how to cast down and to raise up a soul, and to instil an eagerness that was not there, and again to undo one that was there. On this account I exhort you to increase those rumours which elevate our affairs and make them appear great, and not those which pour down reproach upon the common body of the brethren. And if we hear anything good, let us carry it out to all; if anything base and evil, let us hide it away among ourselves, and do everything that we may do away with it. Now too, therefore, let us go about, let us make detailed inquiry, let us see those who have fallen; even if it be necessary to enter a house, let us not shrink back. And if he who has fallen be unknown and in no way related to thee on any side, pry and inquire busily what friend and intimate he has, and by whom he is most persuaded, and taking that man, enter the house; be not ashamed, nor blush. For hadst thou been entering to ask for money or to receive some favour from him, there would be reason to feel shame; but if thou runnest on behalf of his salvation, the pretext of thy entrance rids thee of all charges. Sit down beside him, then, and speak to him, making thy beginning from another quarter, so that thy correction may be free from suspicion: Dost thou praise the Jews, tell me, because they crucified Christ, and blaspheme against Him now, and call Him a lawbreaker? By no means will he endure it, [681] if he be a Christian, even if he Judaize ten thousand times; he will not endure to say, I praise them, but will stop his ears and say to thee, Far be it! Speak fair words, O man! Then, once thou hast obtained his assent, take it up again and say: How then dost thou hold fellowship with them, tell me? How dost thou partake of the feast, how dost thou fast with them? Then accuse their ingratitude; tell all the transgression which in the preceding days I recounted to your charity—that from the place, that from the sea-
Notes, col. 934

On the reading

Printed ἀπαλάττει, for ἀπαλλάττει.

Printed Ιουδαῗζῃ, for Ἰουδαΐζῃ.

PG 48:935Read from the page
ροῦ, τὴν ἀπὸ τοῦ ἱεροῦ, τὴν ἀπὸ τῆς προῤῥήσεως τῶν προφητῶν ἐλεγχομένην· δεῖξον πῶς εἰκῆ καὶ μάτην ἅπαντα πράττουσι, καὶ οὐδέποτε ἐπὶ τὴν προτέραν ἐπανήξουσι πολιτείαν, καὶ ὅτι οὐ θέμις αὐτοῖς ἔξω τῶν Ἱεροσολύμων οὐδὲν τοιοῦτον ἐπιτελεῖν. Καὶ πρὸς τούτοις ἀνάμνησον τῆς γεέννης, τοῦ φοβεροῦ βήματος τοῦ Κυρίου, τῶν εὐθυνῶν τῶν ἐκεῖ, καὶ ὅτι τούτων ἁπάντων δώσομεν λόγον, καὶ τιμωρία τις οὐ μικρὰ κεῖται τοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀνάμνησον καὶ Παύλου λέγοντος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε· καὶ πάλιν ἀπειλοῦντος· Ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Καὶ εἰπὲ ὅτι καθάπερ περιτομὴ, οὕτω καὶ νηστεία Ἰουδαϊκὴ τῶν οὐρανῶν ἐκβάλλει τὸν νηστεύοντα, κἂν μυρία ἕτερα κατορθώματα ἔχῃ· εἰπὲ ὅτι Χριστιανοὶ διὰ τοῦτο καὶ καλούμεθα καὶ ἐσμὲν, ἵνα τῷ Χριστῷ πειθώμεθα, οὐχ ἵνα πρὸς τοὺς ἐχθροὺς ἐκείνους τρέχωμεν. Ἂν δέ τινας θεραπείας προτείνηται, καὶ λέγῃ πρὸς σὲ, ὅτι Ὑπισχνοῦνται θεραπεύειν, καὶ διὰ τοῦτο πρὸς αὐτοὺς τρέχω, ἀνακάλυψον αὐτῶν τὰς μαγγανείας, τὰς ἐπῳδὰς, τὰ περιάμματα, τὰς φαρμακείας. Οὐδὲ γὰρ ἄλλῳ τινὶ τρόπῳ δοκοῦσι θεραπεύειν, οὐδὲ γὰρ θεραπεύουσι κατὰ ἀλήθειαν, μὴ γένοιτο ! Ἐγὼ δὲ ὑπερβολὴν ποιοῦμαι πολλὴν, καὶ ἐκεῖνο λέγω, ὅτι εἰ καὶ θεραπεύουσιν ἀληθῶς, βέλτιον ἀποθανεῖν, ἢ τοῖς ἐχθροῖς τοῦ Θεοῦ προσδραμεῖν, καὶ τοῦτον θεραπευθῆναι τὸν τρόπον. Τί γὰρ ὄφελος, σῶμα θεραπεύεσθαι τῆς ψυχῆς ἀπολλυμένης ; τί δὲ κέρδος, ἐνταῦθά τινος τυγχάνειν παραμυθίας, μέλλοντας εἰς τὸ ἀθάνατον παραπέμπεσθαι πῦρ ; Ἵνα γὰρ μὴ λέγωσι ταῦτα, ἄκουσον τί φησιν ὁ Θεός· Ἐὰν ἀναστῇ προφήτης ἐν σοὶ, ἢ ἐνυπνιαζόμενος ἐνύπνιον, καὶ δῷ σημεῖον καὶ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον καὶ τὸ τέρας, ὃ ἐλάλησε, καὶ εἴπῃ· Πορευθῶμεν καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὐκ ἀκούσεσθε τοῦ προφήτου ἐκείνου, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς, εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐὰν εἴπῃ τις προφήτης, φησὶν, ὅτι Δύναμαι νεκρὸν ἐγεῖραι, ἢ τυφλὸν θεραπεῦσαι, ἀλλὰ πεισθῆτέ μοι, καὶ προσκυνήσωμεν τοῖς δαίμοσιν, ἢ εἰδωλολατρήσωμεν· εἶτα ὁ ταῦτα λέγων, δυνηθῇ θεραπεῦσαι τὸν τυφλὸν, ἢ τὸν νεκρὸν ἐγεῖραι, μηδὲ οὕτω πεισθῇς, φησί· διὰ τί ; Ὅτι πειράζων σε ὁ Θεὸς, συνεχώρησεν ἐκείνῳ δυνηθῆναι τοῦτο, οὐκ ἐπειδὴ αὐτὸς ἠγνόει σου τὴν γνώμην, ἀλλ' ἵνα σοι δοκιμὴν παράσχῃ εἰ φιλεῖς τὸν Θεὸν ὄντως. Φιλοῦντος δέ ἐστι, τὸ κἂν νεκροὺς παρέχωσιν ἀνισταμένους οἱ σπουδάζοντες ἡμᾶς ἀφελκύσαι τοῦ φιλουμένου, μηδ' οὕτως ἀφίστασθαι. Εἰ δὲ Ἰουδαίοις ταῦτα ἔλεγε, πολλῷ μᾶλλον ἡμῖν, οὓς ἐπὶ μείζονα φιλοσοφίαν ἤγαγεν, οἷς τὴν περὶ τῆς ἀναστάσεως ἤνοιξε θύραν, οἷς κελεύει, μὴ τοῖς παροῦσιν ἐμφιλοχωρεῖν, [682] ἀλλὰ τὰς ἐλπίδας ἁπάσας πρὸς τὴν μέλλουσαν ζωὴν ἔχειν.
son, that from the temple, that reproved by the prediction of the prophets; show how in vain and to no purpose they do everything, and will never return to their former polity, and that it is not lawful for them outside Jerusalem to accomplish anything of the sort. And besides these things, remind him of Gehenna, of the fearful tribunal of the Lord, of the accountings there, and that we shall render an account for all these things, and no small punishment lies in store for those who dare such things; remind him also of Paul saying: You who are justified in the law have fallen from grace (Gal. 5:4); and again threatening: If you be circumcised, Christ will profit you nothing (Gal. 5:2). And say that just as circumcision does, so also a Jewish fast casts out from the heavens him who fasts, even if he have countless other right actions; say that on this account we both are called and are Christians, that we may obey Christ, not that we may run to those enemies. And if he puts forward certain cures, and says to thee, They promise to heal, and on this account I run to them, uncover their sorceries, their incantations, their amulets, their potions. For in no other way at all do they seem to heal—for neither do they heal in truth, far be it! And I go much further still, and say this: even if they do truly heal, it is better to die than to run to the enemies of God and be healed in this way. For what profit is it that the body be healed while the soul perishes? And what gain is it to obtain some consolation here, when about to be sent off into the undying fire? For lest they say these things, hear what God says: If there arise a prophet among thee, or a dreamer of a dream, and give a sign and a wonder, and the sign and the wonder come to pass whereof he spoke, and he say: Let us go and serve other gods, you shall not hearken to that prophet; for the Lord your God tries you, whether you love the Lord your God from your whole heart and from your whole soul (Deut. 13:1-3). And what He says is to this effect: If some prophet says, He declares, I am able to raise a dead man or heal a blind man, only obey me, and let us worship demons or commit idolatry; and then he who says these things is able to heal the blind man or raise the dead man, not even so be thou persuaded, He says; wherefore? Because God, trying thee, permitted him to have power for this—not because He Himself was ignorant of thy purpose, but that He might afford thee a proof whether thou truly lovest God. And it is the mark of one who loves that even if those who are eager to draw us away from the Beloved bring forward dead men rising, not even so do we fall away. Now if He said these things to Jews, much more to us, whom He led to a greater philosophy, to whom He opened the door concerning the resurrection, whom He commands not to linger fondly among things present, [682] but to have all our hopes towards the life to come.
ςʹ. Ἀλλὰ τί λέγεις ; ὅτι θλίβει σε καὶ πιέζει τοῦ σώματος ἡ νόσος ; Ἀλλ' οὔπω τοσαῦτα πέπονθας, ὅσα ὁ μακάριος Ἰὼβ, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος ἐκείνου. Μετὰ γὰρ τὴν ἀθρόαν τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἄλλων ἁπάντων ἀπώλειαν, ἡρπάσθη καὶ τῶν παίδων ὁλόκληρος ὁ χορός· καὶ πάντα ἐν ἡμέρᾳ μιᾷ ἐγένετο, ἵνα μὴ ἡ φύσις τῶν πειρασμῶν μόνον, ἀλλὰ καὶ ἡ συνέχεια καταβάλῃ τὸν ἀθλητήν. Μετ' ἐκεῖνα πάντα καιρίαν ἐν τῷ σώματι δε-
6. But what dost thou say? That bodily sickness afflicts and oppresses thee? Yet thou hast not suffered so many things as the blessed Job, or rather not even the smallest fraction of his sufferings. For after the wholesale ruin of his flocks and herds and all things else, the entire choir of his children too was snatched away; and all things came to pass in a single day, so that not only the nature of the trials, but also their continuous succession might cast down the athlete. After all those things, receiving a mortal blow in his body
PG 48:936Read from the page
ξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Καὶ οὐδὲ μέχρι τούτων ἔστη τὰ δεινά· ἀλλ' ὀδύναι μεθημεριναὶ καὶ νυκτεριναὶ, καὶ λιμός τις αὐτὸν ἐπολιόρκει ξένος καὶ παράδοξος. Βρῶμον γὰρ, φησὶν, ὁρῶ τὰ σῖτά μου, ὀνείδη καθημερινὰ, χλευασίαι, σκώμματα, γέλως. Οἱ οἰκέται γάρ μου, φησὶ, καὶ οἱ υἱοὶ τῶν παλλακίδων μου ἐπανέστησάν μοι, ἐν ἐνυπνίοις φόβοι, ζάλη τις λογισμῶν διηνεκής. Ἀλλ' ὅμως τούτων ἁπάντων ἀπαλλαγὴν ἐπηγγέλλετο ἡ γυνὴ λέγουσα οὕτως, Εἰπόν τι ῥῆμα πρὸς τὸν Κύριον, καὶ τελεύτα. Βλασφήμησον, φησὶ, καὶ ἀπαλλαγήσῃ τῶν ἐπικειμένων πόνων. Τί οὖν; παρέτρεψε τὸν ἅγιον ἐκεῖνον ἡ συμβουλή; Τοὐναντίον μὲν οὖν καὶ ἐποίησε, καὶ ἐπέρῥωσε μειζόνως αὐτὸν, ὡς καὶ ἐπιτιμῆσαι τῇ γυναικί. ᾑρεῖτο γὰρ μᾶλλον ὀδυνᾶσθαι καὶ ταλαιπωρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ μετὰ βλασφημίας ἀπαλλαγήν τινα τῶν τοσούτων εὑρέσθαι κακῶν. Οὕτω καὶ ὁ τριακονταοκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ καθ' ἕκαστον ἐνιαυτὸν ἔτρεχεν ἐπὶ τὴν κολυμβήθραν, καὶ καθ' ἕκαστον ἐξεκρούετο, καὶ θεραπείας οὐκ ἐτύγχανεν· ἀλλ' ἑτέρους μὲν ἑώρα καθ' ἕκαστον ἐνιαυτὸν ἀπαλλαττομένους διὰ τὸ πολλοὺς ἔχειν τοὺς θεραπεύοντας, αὐτόν τε διὰ τὴν ἐρημίαν τῶν προστησομένων ἐν διηνεκεῖ μένοντα παρέσει. Καὶ οὐδὲ οὕτως ἔδραμεν ἐπὶ μάντεις, οὐκ ἦλθε πρὸς ἐπαοιδοὺς, οὐκ ἐπέδησε περίαπτα, ἀλλ' ἀνέμενε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν· διὰ τοῦτο πρὸς τῷ τέλει θαυμαστῆς τινος καὶ παραδόξου θεραπείας ἔτυχεν. Ὁ δὲ Λάζαρος λιμῷ καὶ νόσῳ καὶ ἐρημίᾳ πάντα τὸν χρόνον ἐπάλαισεν, οὐ τριακονταοκτὼ ἔτη ἔχων μόνον, ἀλλὰ πᾶσαν τὴν ζωήν· οὕτω γοῦν καὶ ἐξέπνευσεν ἐν τῷ πυλῶνι κείμενος τοῦ πλουσίου, καταφρονούμενος, χλευαζόμενος, λιμώττων, τοῖς κυσὶ βορὰ προκείμενος. Οὕτω γὰρ αὐτοῦ τὸ σῶμα παρεῖτο, ὡς μηδὲ ἀποσοβεῖν δύνασθαι τοὺς κύνας ἐπιόντας καὶ τὰ τραύματα αὐτοῦ λιχμωμένους. Ἀλλ' ὅμως οὐκ ἐπαοιδὸν ἐζήτησεν, οὐ πέταλα περιῆψεν, οὐ μαγγανείας ἐκίνησεν, οὐ γόητας πρὸς ἑαυτὸν ἐκάλεσεν, οὐκ ἄλλο τι τῶν κεκωλυμένων ἐποίησεν, ἀλλ' εἵλετο μᾶλλον τοῖς κακοῖς ἐναποθανεῖν ἐκείνοις, ἢ τῆς εὐσεβείας μικρόν τι προδοῦναι μέρος. Τίνα οὖν ἕξομεν συγγνώμην ἡμεῖς, εἰ τοσαῦτα πασχόντων ἐκείνων καὶ καρτερούντων ἢ διὰ πυρετὸν ἢ διὰ τραύματα, τρέχομεν ἐπὶ συναγωγὰς, καὶ τοὺς φαρμακοὺς καὶ γόητας εἰς τὰς οἰκίας καλοῦμεν τὰς ἑαυτῶν; Οὐκ ἤκουσας τί φησιν ἡ Γραφή; Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον· ἐν νόσῳ καὶ πενίᾳ ἐπ' αὐτῷ πεποιθὼς γίνου. Ὥσπερ γὰρ ἐν πυρὶ δοκιμάζεται χρυσίον, οὕτως ἄνθρωπος δεκτὸς ἐν καμίνῳ ταπεινώσεως. Ἄν σὺ τὸν οἰκέτην μαστίξῃς τὸν σὸν, εἶτα ἐκεῖνος τριάκοντα ἢ πεντήκοντα λαβὼν πληγὰς, εὐθέως ἐλευθερίαν ἀναβοήσῃ, ἢ καταλίπῃ σου τὴν δεσποτείαν, καὶ πρὸς ἑτέρους τινὰς ἀπέλθῃ τῶν μισούντων σε, καὶ παροξύνῃ· ἆρα δυνήσεται συγγνώμης τυχεῖν, εἰπέ μοι; ἆρα δυνήσεται ἀπολογήσασθαί τις ὑπὲρ αὐτοῦ; Οὐδαμῶς. Τί δήποτε; Ὅτι προσῆκον δεσπότῃ
receiving the stroke, he beheld worms teeming on every side from his body, and sat naked upon the dunghill, a common spectacle of calamity to those present—the righteous, the true, the God-fearing man, who abstained from every evil deed. And not even at these did his terrors halt; but pains by day and by night, and a strange and unaccountable famine besieged him. For I behold my food as stench, he says (Job 6:7), daily reproaches, mockeries, jeers, laughter. For my household servants, he says, and the sons of my concubines rose up against me (Job 19:15-17), terrors in dreams, a ceaseless tempest of thoughts. Yet of all these things his wife promised deliverance, speaking thus: Speak some word against the Lord, and die (Job 2:9). Blaspheme, she says, and you shall be rid of the labours pressing upon you. What then? Did her counsel turn that holy man aside? Nay, on the contrary, it strengthened him all the more, so that he even rebuked his wife. For he chose rather to suffer pain and endure hardship and undergo ten thousand dreadful things than with blasphemy to find any release from so many ills. So too the man who had spent thirty-eight years in his infirmity ran each year to the pool, and each year was thrust aside and obtained no healing; yet while he saw others delivered each year because they had many to tend them, and himself abiding in perpetual paralysis through lack of anyone to stand by him, not even thus did he run to diviners, nor go to enchanters, nor bind on amulets, but awaited the help that comes from God; wherefore towards the end he obtained a marvellous and wondrous cure. And Lazarus wrestled all his time with famine and disease and desolation, not for thirty-eight years only, but his whole life long; thus indeed he breathed his last lying at the rich man's gate, despised, mocked, starving, set forth as prey for the dogs. For so paralysed was his body that he could not even drive off the dogs as they came up and licked his sores. Yet he sought no enchanter, bound on no metal plates, stirred up no sorceries, summoned no wizards to himself, nor did anything else of what is forbidden, but chose rather to die amidst those ills than to betray even a small part of godliness. What pardon then shall we have if, while those men suffered such things and endured steadfastly, we run to synagogues on account of fever or sores, and summon sorcerers and wizards into our own houses? Have you not heard what Scripture says? My child, if you come forward to serve the Lord, prepare your soul for temptation; set your heart straight, and endure (Sir. 2:1-2); in sickness and poverty abide trusting in Him (cf. Sir. 2:4). For just as gold is tested in fire, so are acceptable men in the furnace of humiliation (Sir. 2:5). If you scourge your own household servant, and then after receiving thirty or fifty stripes he straightway cries out for freedom, or forsakes your mastership and goes off to others who hate you and stirs them up—tell me, will he be able to obtain pardon? Will anyone be able to make defence on his behalf? By no means. Why ever so? Because it befits a master
PG 48:937Read from the page
κολάζειν οἰκέτην. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι, εἰ καταφυγεῖν ἐχρῆν, οὐχὶ πρὸς τοὺς ἐχθροὺς, οὐδὲ πρὸς τοὺς μισοῦντας, ἀλλὰ πρὸς τοὺς φίλους τοὺς γνησίους ἔδει.
to chastise a household servant. And not only on this account, but because, if he had to flee for refuge, he ought to have fled not to enemies nor to those who hate his master, but to true friends.
ζʹ. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεόν σε κολάζοντα, μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ εὐηρεστηκότας αὐτῷ καὶ πολλὴν ἔχοντας πρὸς αὐτὸν παῤῥησίαν. Καὶ τί λέγω περὶ οἰκετῶν καὶ δεσποτῶν; υἱὸς οὐ δυνήσεται τοῦτο ποιῆσαι διὰ τὰς παρὰ τοῦ πατρὸς μάστιγας, οὐδὲ ἀρνήσασθαι τὴν πρὸς ἐκεῖνον συγγένειαν. Καὶ γὰρ οἱ τῆς φύσεως καὶ οἱ παρὰ τῶν ἀνθρώπων τεθέντες νόμοι, κἂν μαστίζῃ, κἂν τραπέζης εἴργῃ, κἂν ἐκβάλλῃ τῆς οἰκίας, κἂν παντὶ κολάζῃ τρόπῳ, κελεύουσιν ἅπαντα φέρειν γενναίως, κἂν μὴ πείθηται μηδὲ ἀνέχηται, οὐδεμίαν οὐδεὶς αὐτῷ δίδωσι συγγνώμην· ἀλλὰ κἂν μυρία ἀποδύρηται μαστιχθεὶς ὁ παῖς, ταῦτα πρὸς αὐτὸν ἅπαντες λέγουσι τὰ ῥήματα, ὅτι πατήρ ἐστιν ὁ μαστίξας καὶ κύριος, καὶ ἐξουσίαν ἔχων πᾶν ὁτιοῦν ἐργάσασθαι καὶ ποιῆσαι, καὶ δεῖ πάντα πράως φέρειν. Εἶτα οἰκέται μὲν ἀνέχονται δεσποτῶν, καὶ υἱοὶ πατέρων, πολλάκις οὐδὲ δεόντως κολαζόντων αὐτοὺς ἐκείνων· σὺ δὲ οὐκ ἀνέξῃ τοῦ Θεοῦ παιδεύοντός σε, τοῦ καὶ δεσποτῶν ὄντος κυριωτέρου, καὶ πατέρων μᾶλλόν σε φιλοῦντος, καὶ πρὸς ὀργὴν μὲν οὐδὲν, πάντα δὲ πρὸς τὸ συμφέρον πραγματευομένου καὶ ποιοῦντος; ἀλλ' ἂν μικρά τις γένηται νόσος, εὐθέως ἀποπηδᾷς αὐτοῦ τῆς δεσποτείας, καὶ ἐπὶ τοὺς δαίμονας τρέχεις, καὶ πρὸς τὰς συναγωγὰς αὐτομολεῖς; Καὶ ποίας τεύξῃ συγγνώμης λοιπόν; πῶς δὲ δυνήσῃ αὐτὸν παρακαλέσαι πάλιν; Μᾶλλον δὲ τίς ἕτερος, κἂν τὴν Μωσέως σχῇ παῤῥησίαν, δυνήσεται περὶ σοῦ δεηθῆναι; Οὐκ ἔστιν οὐδείς. Ἢ οὐκ ἀκούεις, τί περὶ Ἰουδαίων ὁ Θεός φησι πρὸς τὸν Ἱερεμίαν; Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματά τινα πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ οὐ δυνάμενα ἀπολογίας τυχεῖν. Μὴ τοίνυν τοσαύτην ἐπισπασώμεθα καθ' ἑαυτῶν ὀργήν. Κἂν γὰρ δόξωσι παραμυθεῖσθαι τὸν πυρετὸν ταῖς ἐπῳδαῖς, οὐ γὰρ δὴ παραμυθοῦνται, ἀλλὰ χαλεπώτερον ἕτερον εἰς τὸ συνειδὸς ἄγουσι πυρετὸν, τοῦ λογισμοῦ σε καθ' ἑκάστην κεντοῦντος τὴν ἡμέραν, τοῦ συνειδότος μαστίζοντος καὶ λέγοντος· Ἠσέβησας, ἠνόμησας, παρέβης τὰς συνθήκας τὰς πρὸς τὸν Χριστὸν, διὰ μικρὰν ἀῤῥωστίαν τὴν εὐσέβειαν προέδωκας. Μὴ γὰρ σὺ μόνος ταῦτα πέπονθας; οὐχὶ πολλῷ σου χαλεπώτερα πεπόνθασιν ἕτεροι; Ἀλλ' ὅμως οὐδεὶς ἐκείνων τοιοῦτον οὐδὲν ἐτόλμησε· σὺ δὲ ὁ χαῦνος καὶ διαλελυμένος τὴν ψυχήν σου κατέθυσας. Πῶς ἀπολογήσῃ τῷ Χριστῷ; πῶς αὐτὸν καλέσεις ἐν ταῖς εὐχαῖς; ποίῳ συνειδότι λοιπὸν ἐπιβήσῃ τῆς ἐκκλησίας; ποίοις ὀφθαλμοῖς λοιπὸν ὄψει τὸν ἱερέα; ποίᾳ χειρὶ τῆς ἱερᾶς ἅψῃ τραπέζης; ποίαις ἀκοαῖς ἀκούσῃ τῶν ἀναγινωσκομένων ἐκεῖ Γραφῶν;
7. And you therefore, when you see God chastising you, do not flee for refuge to His enemies the Jews, lest you provoke Him all the more, but to His friends, the martyrs, the saints, who have been well-pleasing to Him and possess great boldness of speech before Him. And why do I speak of household servants and masters? A son will not be able to do this on account of stripes from his father, nor renounce his kinship with him. For both the laws of nature and those enacted by men, even if a father scourge him, even if he bar him from his table, even if he cast him out of the house, even if he punish him in every way, command him to bear all things nobly; and even if he will not obey nor endure, no one grants him any pardon; nay, even if the boy after being scourged utters ten thousand lamentations, all speak these words to him: that he who scourged him is his father and lord, having authority to work and do whatsoever he will, and one must bear all things meekly. Then household servants indeed put up with masters, and sons with fathers, often when those men do not even chastise them rightly; yet will you not endure God when He disciplines you—He Who is more sovereign than masters, Who loves you more than fathers, and Who plans and does nothing out of wrath, but all things for your advantage? Nay, if some slight sickness befalls you, do you straightway leap away from His sovereignty, run to the demons, and desert to the synagogues? And what pardon will you obtain hereafter? How will you be able to entreat Him again? Rather, what other man, even should he possess the boldness of Moses, will be able to pray on your behalf? There is no one. Or do you not hear what God says concerning the Jews to Jeremiah? Do not pray for this people, for even if Moses and Samuel stand before Me, I shall not hearken to them (Jer. 7:16; 15:1). Thus there are certain sins that surpass all pardon and are unable to obtain any defence. Let us not therefore draw down so great a wrath upon ourselves. For even if they seem to assuage the fever with their incantations—for in truth they do not assuage it—they bring in another more grievous fever into the conscience, while reason pricks you every day and conscience scourges you and says: You have acted ungodlily, you have transgressed the law, you have violated your covenants with Christ; on account of a slight ailment you have betrayed godliness. Have you alone suffered these things? Have not others suffered things far more grievous than yours? Yet none of them dared anything of the sort; whereas you, slack and dissolute as you are, have sacrificed your own soul. How will you make your defence to Christ? How will you call upon Him in your prayers? With what conscience hereafter will you set foot in the church? With what eyes hereafter will you behold the priest? With what hand will you touch the sacred table? With what ears will you hear the Scriptures read aloud there?
Ταῦτα, καθ' ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμὸς, καὶ τὸ συνειδὸς μαστίζων ἐρεῖ. Ποία οὖν αὕτη ὑγίεια, ὅταν ἔνδον τοιούτους ἔχωμεν κατηγόρους; Ἄν μέντοι καρτερήσῃς μικρὸν, καὶ τοὺς βουλομένους ἢ
These things, every day, will reason say as it pricks, and conscience as it scourges. What sort of health then is this, when we have such accusers within? Yet if you endure a little while, and those who wish either
PG 48:938Read from the page
ἐπᾶσαί τινα ἐπῳδὴν, ἢ περιάψαι τι τῷ σώματι περίαπτον ἀτιμάσῃς, καὶ μετὰ πολλῆς ἐξαγάγῃς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, εὐθέως ἔλαβες δρόσον ἀπὸ τοῦ συνειδότος. Κἂν μυριάκις ὁ πυρετὸς καταφλέγῃ, ἡ ψυχή σου πάσης δρόσου καὶ πάσης νοτίδος παραμυθίαν εἰσάγει σοι βελτίω καὶ λυσιτελεστέραν. Ὥσπερ γὰρ μετὰ τὸ δέξασθαι τὴν ἐπῳδὴν, κἂν ὑγιαίνῃς, τῶν πυρεττόντων ἀθλιώτερον διάκεισαι, τὴν ἁμαρτίαν λογιζόμενος· οὕτω καὶ νῦν, κἂν πυρέττῃς, κἂν μυρία πάσχῃς δεινὰ, διακρουσάμενος τοὺς μιαροὺς ἐκείνους, ὑγιαίνοντος παντὸς ἄμεινον διακείσῃ, τοῦ λογισμοῦ γαυρουμένου, τῆς ψυχῆς χαιρούσης καὶ εὐφραινομένης, τοῦ συνειδότος ἐπαινοῦντός σε, καὶ ἀποδεχομένου, καὶ λέγοντος· Εὖγε, εὖγε, ὦ ἄνθρωπε, ὁ Χριστοῦ δοῦλος, ὁ πιστὸς ἀνὴρ, ὁ ἀθλητὴς τῆς εὐσεβείας, ὁ τοῖς δεινοῖς αἱρούμενος ἐναποθανεῖν μᾶλλον, ἢ προδοῦναι τὴν ἐγχειρισθεῖσαν εὐσέβειαν, μετὰ τῶν μαρτύρων στήσῃ κατ' ἐκείνην τὴν ἡμέραν. Καθάπερ γὰρ ἐκεῖνοι μαστίζεσθαι καὶ βασανίζεσθαι εἵλοντο, ἵνα τιμηθῶσιν· οὕτω καὶ σὺ σήμερον εἵλου μαστίζεσθαι καὶ βασανίζεσθαι παρὰ τοῦ πυρετοῦ καὶ τῶν τραυμάτων, ὥστε μὴ προσίεσθαι ἀσεβεῖς ἐπῳδὰς μηδὲ περίαπτα, καὶ ταῖς ἐλπίσι ταύταις τρεφόμενος, οὐδὲ αἰσθήσῃ τῶν ἀντικειμένων δεινῶν. Κἂν γὰρ μὴ οὗτός σε ἀπενέγκῃ ὁ πυρετὸς, ἕτερος ἀποίσει πάντως, κἂν μὴ νῦν ἀποθάνωμεν, μετὰ ταῦτα ἀποθανούμεθα. Φθαρτὸν ἐλάχομεν τὸ σῶμα, οὐχ ἵνα διὰ τὰ πάθη αὐτοῦ τὴν ἀσέβειαν ἐπισπασώμεθα, ἀλλὰ ἵνα τοῖς πάθεσιν αὐτοῦ πρὸς εὐσέβειαν ἀποχρησώμεθα. Αὕτη γὰρ ἡ φθορὰ, καὶ αὐτὸ τὸ θνητὸν εἶναι τὸ σῶμα, ἐὰν νήφωμεν, ὑπόθεσις εὐδοκιμήσεως ἡμῖν γενήσεται, καὶ πολλὴν ἡμῖν κατ' ἐκείνην τὴν ἡμέραν δώσει τὴν παῤῥησίαν, οὐ κατ' ἐκείνην δὲ μόνον, ἀλλὰ καὶ κατὰ τὴν παροῦσαν ζωήν. Ὅταν γὰρ ἐκβάλῃς τοὺς ἐπῳδοὺς μετὰ πολλῆς τῆς ὕβρεως ἐκ τῆς οἰκίας, πάντες ἀκούσαντες ἐπαινέσονται καὶ θαυμάσονται, καὶ πρὸς ἀλλήλους ἐροῦσιν· Ὁ δεῖνα ἀῤῥωστῶν καὶ κάμνων, μυρία παρακαλούντων τινῶν καὶ παραινούντων καὶ συμβουλευόντων ἐπῳδαῖς χρήσασθαι μαγικαῖς τισιν, οὐ προσήκατο, ἀλλ' εἶπε· Βέλτιον ἀποθανεῖν οὕτως, ἢ προδοῦναι τὴν εὐσέβειαν. Ἐπὶ τούτοις ἕψονται κρότοι πολλοὶ παρὰ τῶν ἀκουόντων, πάντων ἐκπληττομένων, τὸν Θεὸν δοξαζόντων. Πόσων οὖν ἔσται σοι τοῦτο ἀνδριάντων τιμιώτερον, πόσων εἰκόνων λαμπρότερον, πόσης τιμῆς ἐπισημότερον; Ἅπαντες ἐπαινέσονται καὶ μακαριοῦσι καὶ στεφανώσουσι, καὶ αὐτοὶ βελτίους ἔσονται, καὶ ζηλώσουσι πάλιν καὶ μιμήσονταί σου τὴν ἀνδρείαν, κἂν ἕτερος ἐργάσηταί τι τοιοῦτον, σὺ τὸν μισθὸν ἕξεις, ὁ τὴν ἀρχὴν παρασχὼν τῷ ζήλῳ. Οὐκ ἔπαινοι δὲ μόνον ἔσονταί σου τῶν κατορθωμάτων, ἀλλὰ καὶ λύσις ταχίστη τῆς νόσου, αὐτῆς τε τῆς γενναίας σου προαιρέσεως ἐπισπωμένης τὸν Θεὸν εἰς πλείονα εὔνοιαν, καὶ τῶν ἁγίων πάντων συνηδομένων σου τῇ προθυμίᾳ, καὶ ἐκ τοῦ βάθους τῆς καρδίας τὰς ὑπὲρ σοῦ ποιουμένων εὐχάς. Εἰ δὲ ἐνταῦθα τοιαῦτα τὰ ἔπαθλα τῆς ἀνδρείας ταύτης, ἐννόησον πηλίκους ἐκεῖ λήψῃ στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ· Οὗτος ὁ ἄνθρωπος πυρε-
to chant some incantation or to bind some amulet upon your body you treat with dishonour, and drive out of your house with great indignity, you straightway receive refreshing dew from your conscience. Even if the fever burns ten thousand times over, your soul brings in to you a comfort better and more profitable than all dew and all moisture. For just as after accepting the incantation, even should you recover health, you are in a more wretched state than those suffering from fever as you reckon up your sin; so now too, even if you burn with fever, even if you suffer ten thousand dreadful ills, having beaten off those polluted wretches, you will be in a better state than anyone in health, while your reason exults, your soul rejoices and makes merry, and your conscience praises you, welcomes you, and says: Well done, well done, O man, servant of Christ, faithful man, athlete of godliness, who choose rather to die amidst terrors than to betray the godliness entrusted to you—you shall stand with the martyrs on that day! For just as they chose to be scourged and tortured so that they might be honoured, so you too today chose to be scourged and tortured by fever and sores so as not to admit ungodly incantations or amulets; and nourished by these hopes, you will not even feel the adverse ills. For even if this fever does not carry you off, another will assuredly carry you away; and even if we do not die now, we shall die hereafter. We have received a corruptible body, not that through its passions we should draw ungodliness upon ourselves, but that we should make full use of its sufferings unto godliness. For this very corruption and the very mortality of the body, if we keep watchful, will become for us a ground of approval, and will grant us great boldness of speech on that day—and not on that day only, but also during the present life. For when you cast the enchanters out of your house with great indignity, all who hear of it will praise and marvel, and will say to one another: So-and-so, when sick and labouring, though certain people urged and exhorted and counselled him ten thousand times to make use of magical incantations, did not admit them, but said: It is better to die thus than to betray godliness. Upon these words much applause will follow from the hearers, all being amazed and glorifying God. Than how many statues then will this be more precious to you, than how many portraits more splendid, than how great an honour more distinguished? All will praise you and call you blessed and crown you, and will themselves become better, and in turn will emulate and imitate your courage; and even if another accomplishes some such deed, you will have the reward, as having furnished the beginning for that zeal. Nor will praises of your righteous deeds alone be yours, but also a most swift release from your disease, while your own noble resolve draws God to greater goodwill, and all the saints rejoice together in your readiness and pour forth prayers on your behalf from the depths of their heart. And if such are the prizes of this courage here, consider how great the crowns you will receive there, when in the presence of the angels and of all the archangels Christ comes forward, takes you by the hand, leads you round into the midst of that theatre, and while all hear says: This man, with fe-
Notes, col. 938

On the reading

Printed ἐπᾶσαί, for ἐπᾷσαί.