Migne Reading Room

PG 48 · cols. 939–944 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:939Read from the page
τῷ ποτε ληφθεὶς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τῆς νόσου, διὰ τὸ ὄνομα τὸ ἐμὸν, καὶ τὸν φόβον τὸν εἰς ἐμὲ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε τοὺς ὑπισχνουμένους αὐτὸν θεραπεύειν ἐκείνῳ τῷ τρόπῳ, καὶ εἵλετο μᾶλλον ἐναποθανεῖν τῷ νοσήματι, ἢ προδοῦναι τὴν εἰς ἐμὲ εὔνοιαν. Εἰ γὰρ τοὺς ποτίσαντας αὐτὸν καὶ ἐνδύσαντας καὶ θρέψαντας εἰς μέσον παράγει, πολλῷ μᾶλλον τοὺς δι' αὐτὸν ἑλομένους ἀνέχεσθαι πυρετῶν. Οὐ γάρ ἐστιν ἴσον, ἄρτον δοῦναι καὶ ἱμάτιον, καὶ νόσον μακρὰν ὑπομένειν, ἀλλὰ πολλῷ μεῖζον τοῦτο ἐκείνου· ὅσῳ δὲ μείζων ὁ πόνος, τοσούτῳ καὶ ὁ στέφανος ἔσται λαμπρότερος.
ver once seized, though ten thousand men exhorted him to rid himself of the disease, for My name's sake and out of fear towards Me, lest he give offence in anything, thrust aside and dishonoured those who promised to heal him in that manner, and chose rather to die in his illness than to betray his goodwill towards Me. For if He brings forward into the midst those who gave Him to drink and clothed Him and fed Him (cf. Matt. 25:35), how much more those who for His sake chose to endure fevers! For it is not an equal thing to give bread and a garment, and to undergo a long disease, but this is far greater than that; and the greater the labour, the more splendid also will be the crown.
Ταῦτα καὶ ὑγιαίνοντες μελετῶμεν καὶ κάμνοντες, καὶ πρὸς ἑτέρους λέγωμεν· κἂν ἴδωμεν ἑαυτούς ποτε ἐν πυρετῷ γενομένους ἀφορήτῳ, ἐκεῖνο πρὸς ἑαυτοὺς εἴπωμεν· Τί δαὶ, εἴ ποθεν ἐπενεχθείσης ἡμῖν κατηγορίας, εἰς δικαστήριον εἰσηνέχθημεν, εἶτα ἀναρτηθέντες κατεξαινόμεθα τὰς πλευρὰς, οὐκ ἀνάγκη ἦν ὑπομεῖναι πάντως καὶ ἀκερδῶς καὶ χωρὶς μισθοῦ τινος; Τοῦτο καὶ νῦν λογιζώμεθα· προσκείσθω τοίνυν καὶ τῆς ὑπομονῆς ὁ μισθὸς, ἱκανὸς ὢν ἀλεῖψαι τὴν πεπτωκυῖαν διάνοιαν. Ἀλλὰ χαλεπὸς ὁ πυρετός. Ἀλλ' ἀντίστησον τῷ πυρετῷ τὸ τῆς γεέννης πῦρ, ὃ διαφεύξῃ πάντως, ἐὰν ἕλῃ τοῦτον μεθ' ὑπομονῆς ἁπάσης ἐνεγκεῖν· ἀναμνήσθητι τῶν ἀποστόλων, ὅσα ἔπασχον· ἀναμνήσθητι τῶν δικαίων, ὅτι διαπαντὸς ἦσαν ἐν θλίψεσιν· ἀναμνήσθητι τοῦ μακαρίου Τιμοθέου, ὅτι οὐδέποτε ἐκ τῆς ἀῤῥωστίας ἀνέπνευσεν, ἀλλὰ σύντροφος ἦν νοσήματι διηνεκεῖ. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Εἰ δὲ ὁ δίκαιος ἐκεῖνος καὶ ἅγιος, καὶ τὴν τῆς οἰκουμένης προστασίαν ἐγκεχειρισμένος, καὶ νεκροὺς ἐγείρων, καὶ δαίμονας ἐλαύνων, καὶ μυρία νοσήματα διορθούμενος ἐν ἑτέροις, τοσαῦτα ἔπασχε δεινὰ, τίνα ἕξεις ἀπολογίαν σὺ ὁ θορυβούμενος καὶ ἀσχάλλων ἐπὶ προσκαίροις νοσήμασιν; Οὐκ ἤκουσας τῆς Γραφῆς λεγούσης, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται; Πόσοι ποσάκις ἐπεθύμησαν μαρτυρίου στέφανον λαβεῖν; Τοῦτο ἀπηρτισμένος ἐστὶ μαρτυρίου στέφανος. Οὐ γὰρ τὸ κελευσθῆναι θῦσαι, εἶτα ἑλέσθαι μᾶλλον ἀποθανεῖν ἢ θῦσαι, ποιεῖ μάρτυρα μόνον, ἀλλὰ καὶ τὸ ὁτιοῦν φυλάττοντα μένον δυνάμενον θάνατον ἐπισπάσασθαι, μαρτύριόν ἐστι σαφές.
Let us meditate upon these things both when in health and when labouring, and speak of them to others; and if we ever see ourselves fallen into an unbearable fever, let us say this to ourselves: Why now, if an accusation had been brought against us from some quarter and we had been haled into a law-court, and then hung up and had our flanks torn to shreds, would we not by all means have had to endure it unprofitably and without any reward? Let us reckon this now too; let there be added, therefore, the reward of endurance as well, which is sufficient to anoint a fallen mind. Yet the fever is grievous. Nay, set over against the fever the fire of Gehenna, which you will by all means escape if you choose to bear this fever with all endurance; call to mind the apostles, how great things they suffered; call to mind the righteous, that they were continually in afflictions; call to mind the blessed Timothy, that he never had respite from his ailment, but lived side by side with perpetual sickness. And declaring this, Paul used to say: Use a little wine on account of your stomach and your frequent infirmities (1 Tim. 5:23). And if that righteous and holy man, entrusted with the superintendence of the inhabited world, who raised the dead, drove out demons, and set right ten thousand diseases in others, suffered such dreadful ills, what defence will you have, who are troubled and vexed over temporary diseases? Have you not heard Scripture saying that Whom the Lord loves He disciplines, and scourges every son whom He receives (Heb. 12:6; Prov. 3:12)? How many men have how many times desired to receive a martyr's crown? This is a perfected crown of martyrdom. For it is not only being commanded to sacrifice and then choosing rather to die than to sacrifice that makes a martyr, but also keeping whatsoever precept abides capable of drawing down death is manifest martyrdom.
ηʹ. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητι πῶς μὲν ὁ Ἰωάννης ἀπέθανε, καὶ τίνος ἕνεκεν καὶ διὰ τί, πῶς δὲ ὁ Ἄβελ. Οὐδέτερος γὰρ τούτων οὐ βωμὸν εἶδε καιόμενον, οὐ ξόανον ἑστηκὸς, οὐ θῦσαι ἐπετάγη δαίμοσιν· ἀλλ' ὁ μὲν, ἐπειδὴ μόνον ἤλεγξε τὸν Ἡρώδην, ἀπετμήθη τὴν κεφαλὴν, ὁ δὲ ἐπειδὴ τὸν Θεὸν ἐτίμησε θυσίᾳ πλείονι τοῦ ἀδελφοῦ, κατεσφάττετο. Ἆρ' οὖν ἀπεστέρηνται τῶν τοῦ μαρτυρίου στεφάνων; καὶ τίς ἂν τοῦτο τολμήσειεν εἰπεῖν; Μάλιστα μὲν γὰρ καὶ αὐτὸς ὁ τοῦ θανάτου τρόπος ἱκανὸς ἅπαντας πεῖσαι, ὅτι εἰς τοὺς πρώτους τῶν μαρτύρων τελοῦσιν. Εἰ δὲ καὶ ψῆφον ζητεῖς θείαν ὑπὲρ τούτων ἐξενηνεγμένην ἰδεῖν, ἄκουσον τί φησιν ὁ Παῦλος· ἃ γὰρ ἐκεῖνος φθέγγεται, δῆλον ὅτι τοῦ Πνεύματός ἐστι· Δοκῶ γὰρ, φησὶ, κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί
8. And that you may learn that this is true, call to mind how John died, and for what sake and wherefore, and how Abel died. For neither of these saw an altar burning, nor a carved image standing, nor was commanded to sacrifice to demons; but the one, only because he reproved Herod, had his head cut off, while the other, because he honoured God with a greater sacrifice than his brother's, was slaughtered. Have they then been deprived of the crowns of martyrdom? And who would dare to say this? For above all, the very manner of their death is sufficient to persuade everyone that they rank among the first of the martyrs. And if you also seek to see a divine verdict pronounced on their behalf, hear what Paul says; for the things that he utters are manifestly of the Spirit: For I think, he says, that I also have the Spirit of God (1 Cor. 7:40). What
PG 48:940Read from the page
οὖν οὗτός φησιν; Ἀρξάμενος ἀπὸ τοῦ Ἄβελ, καὶ εἰπὼν, ὅτι πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ, καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ· εἶτα καταβὰς εἰς τοὺς προφήτας, καὶ διελθὼν εἰς τὴν Ἰωάννην, καὶ εἰπών· Ἐν φόνῳ μαχαίρας ἀπέθανον, ἕτεροι δὲ ἐτυμπανίσθησαν· καὶ πολλοὺς καὶ διαφόρους διηγησάμενος θανάτους, ἐπήγαγεν οὕτω· Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα, δι' ὑπομονῆς τρέχωμεν. Ὁρᾷς, ὅτι καὶ τὸν Ἄβελ μάρτυρα ἐκάλεσε, καὶ τὸν Νῶε, καὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακώβ. Οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπέθανον διὰ τὸν Θεόν· ὥσπερ οὖν καὶ Παῦλός φησι, Καθ' ἡμέραν ἀποθνήσκω· καίτοι οὐκ ἀποθνήσκων, ἀλλὰ τῇ προθέσει μόνον ὑπομένων τοῦτο. Οὕτω καὶ σὺ, ἂν διακρούσῃ τὰς ἐπῳδὰς καὶ τὰς φαρμακείας καὶ τὰς μαγγανείας, καὶ ἀποθάνῃς τῇ νόσῳ, μάρτυς ἀπηρτισμένος εἶ, ὅτι ἀπαλλαγὴν μετὰ ἀσεβείας ἐπαγγελλομένων ἑτέρων εἵλου θάνατον μετ' εὐσεβείας μᾶλλον. Καὶ ταῦτα μὲν ἡμῖν εἴρηται πρὸς τοὺς κομπάζοντας καὶ λέγοντας, ὅτι θεραπεύουσι δαίμονες· ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησιν ὁ Χριστὸς περὶ τοῦ διαβόλου· Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Ὁ Θεὸς λέγει, ἀνθρωποκτόνος, καὶ σὺ ὡς πρὸς ἰατρὸν τρέχεις; Καὶ τίνα ἕξεις λόγον εἰπεῖν ἐγκαλούμενος, εἰπέ μοι, τῆς ἀποφάσεως τοῦ Χριστοῦ τὰς γοητείας τούτων ἀξιοπιστοτέρας εἶναι νομίζων; Ὅταν γὰρ ὁ μὲν Θεὸς λέγῃ, ὅτι ἀνθρωποκτόνος ἐστὶν, οὗτοι δὲ ὅτι νοσήματα δύναται λύειν λέγωσιν, ἀπεναντίας τῇ θείᾳ ψήφῳ, σὺ δὲ καταδέχῃ τὰς μαγγανείας τούτων καὶ τὰς ἐπῳδὰς, οὐδὲν ἕτερον ἀλλ' ἢ τούτους ἀξιοπιστοτέρους ἐκείνου νομίζεις εἶναι δι' ὧν ποιεῖς, κἂν μὴ λέγῃς τοῦτο τοῖς ῥήμασιν. Εἰ δὲ ὁ διάβολος ἀνθρωποκτόνος, εὔδηλον ὅτι καὶ οἱ διακονοῦντες αὐτῷ δαίμονες. Καὶ τοῦτό σε δι' αὐτῶν τῶν ἔργων ἐπαίδευσεν ὁ Χριστός· ὅτε γοῦν αὐτοὺς ἀφῆκεν ἐμπεσεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, κατεπόντισαν εἰς τὸν κρημνὸν ἅπασαν τὴν ἀγέλην ἐκείνην, ἵνα μάθῃς, ὅτι καὶ τοὺς ἀνθρώπους ταῦτα ἂν εἰργάσαντο, καὶ ἀπέπνιξαν εὐθέως, εἰ συνεχώρησεν αὐτοῖς ὁ Θεός. Νυνὶ δὲ αὐτὸς αὐτοὺς κατεῖχε καὶ ἐκώλυσε, καὶ οὐδὲν ἠφίει τοιοῦτον ἐργάσασθαι· καὶ τοῦτο ἐξουσίαν λαβόντες κατὰ τῶν χοίρων ἐδήλωσαν. Εἰ γὰρ χοίρων οὐκ ἐφείσαντο, πολλῷ μᾶλλον ἡμῶν οὐκ ἂν ἀπέσχοντο. Μὴ τοίνυν, ἀγαπητὲ, ταῖς ἐκείνων ἀπάταις παρασύρου, ἀλλ' ἔσο ἐστηριγμένος ἐν τῷ φόβῳ τοῦ Θεοῦ.
then does he say? Beginning from Abel, and saying that Abel offered to God a greater sacrifice than Cain, and through it, though dead, still speaks (Heb. 11:4); then coming down to the prophets, and going through up to John, and saying: They died by slaughter of the sword, while others were beaten to death on the wheel (Heb. 11:37, 35); and after recounting many and diverse deaths, he added thus: Wherefore we also, having so great a cloud of martyrs surrounding us, laying aside every weight, let us run through endurance (Heb. 12:1). You see that he called Abel a martyr too, and Noah, and Abraham, and Isaac, and Jacob. For some of them died thus for God's sake—just as Paul also says, I die daily (1 Cor. 15:31), although not dying, yet enduring this by resolve alone. So you also, if you beat off incantations and potions and sorceries, and die of your disease, are a perfected martyr, because when others promised deliverance with ungodliness you chose death with godliness rather. And these things have been said by us against those who boast and say that demons heal; and that you may learn that not even this is true, hear what Christ says concerning the devil: He was a man-slayer from the beginning (John 8:44). God says, a man-slayer, and do you run to him as to a physician? And what word will you have to say when called to account, tell me, when you deem the juggleries of these men more trustworthy than the verdict of Christ? For when God says that he is a man-slayer, and these men say, contrary to the divine decree, that he is able to loose diseases, and you welcome their sorceries and their incantations, you deem them none other than more trustworthy than Him by what you do, even if you do not say this in words. And if the devil is a man-slayer, it is plain that the demons who minister to him are so too. And Christ taught you this through the very deeds themselves: when at any rate He permitted them to fall upon the herd of swine, they plunged that whole herd down the cliff into the sea (cf. Matt. 8:32; Luke 8:32-33), so that you might learn that they would have wrought these things upon men also, and choked them straightway, had God allowed them. But as it is, He Himself restrained and hindered them, and suffered them to work nothing of the sort; and this they showed when they received authority against the swine. For if they did not spare swine, much less would they have refrained from us. Be not swept away, therefore, beloved, by their deceits, but stand fast in the fear of God.
Πῶς δὲ καὶ εἰσελεύσῃ εἰς τὴν συναγωγήν; Ἂν μὲν σφραγίσῃς τὸ πρόσωπον, εὐθέως ἀπεπήδησεν ἡ πονηρὰ δύναμις ἡ τὴν συναγωγὴν οἰκοῦσα· ἂν δὲ μὴ σφραγίσῃς, ἀπὸ τῶν θυρῶν εὐθέως τὸ ὅπλον ἔῤῥιψας· εἶτα γυμνὸν καὶ ἄοπλόν σε λαβὼν ὁ διάβολος, μυρία διαθήσει δεινά. Καὶ τί χρὴ λέγεσθαι ταῦτα παρ' ἡμῶν; Ὅτι γὰρ καὶ αὐτὸς σὺ μεγίστην ἁμαρτίαν εἶναι νομίζεις τὸ δραμεῖν εἰς τὸ πονηρὸν ἐκεῖνο χωρίον, δῆλον ἀπὸ τοῦ τρόπου τῆς ἀφίξεως. Καὶ γὰρ λαθεῖν σπουδάζεις ἀφικνούμενος ἐκεῖσε, καὶ οἰκέταις καὶ φίλοις καὶ γείτοσι παρακελεύῃ, μὴ κατειπεῖν σου πρὸς τοὺς ἱερέας, κἂν διαβάλῃ τις, ἀγανακτεῖς. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας, ἀνθρώπους πειρᾶσθαι λανθάνειν,
And how will you even enter into the synagogue? If you seal your face with the cross, straightway the evil power dwelling in the synagogue leaps away; but if you do not seal it, straightway at the doors you have flung away your weapon; and then the devil, taking you stripped and unarmed, will inflict ten thousand dreadful ills upon you. And what need is there for these things to be spoken by us? For that you yourself also deem it a most grievous sin to run off to that wicked place is plain from the manner of your going there. For indeed you strive to go there unnoticed, and charge household servants and friends and neighbours not to inform against you to the priests, and if anyone denounces you, you are indignant. Of how great folly, then, would it not be to try to escape the notice of men,
Notes, col. 940

On the reading

Printed τὴν, for τὸν.

PG 48:941Read from the page
τοῦ δὲ Θεοῦ ὁρῶντος, τοῦ πανταχοῦ παρόντος, ἀναισχύντως τὴν παρανομίαν ταύτην τολμᾷν; Ἀλλ' οὐ δέδοικας τὸν Θεόν; Οὐκοῦν κἂν αὐτοὺς αἰδέσθητι τοὺς Ἰουδαίους. Ποίοις γὰρ αὐτοὺς ὀφθαλμοῖς ὄψει; καὶ ποίῳ διαλέξῃ στόματι, Χριστιανὸς μὲν εἶναι ὁμολογῶν, πρὸς δὲ τὰς ἐκείνων τρέχων συναγωγὰς, καὶ τῆς παρ' ἐκείνων δεόμενος βοηθείας; Οὐκ ἐννοεῖς, ὅσον σου καταχέουσι γέλωτα, ὅσα σκώμματα, ὅσην χλευασίαν, ὅσην αἰσχύνην, ὅσον ὄνειδος, εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν;
yet while God sees, Who is everywhere present, shamelessly to dare this transgression? Nay, do you not fear God? Well then, feel shame at least before the Jews themselves! For with what eyes will you look upon them, and with what mouth will you converse with them, when you profess to be a Christian, yet run to their synagogues and beg for help from them? Do you not reflect how much laughter they pour down upon you, how many jeers, how great mockery, how great disgrace, how great reproach—if not openly, yet within their own conscience?
θʹ. Ταῦτ' οὖν, εἰπέ μοι, φορητὰ ἢ ἀνεκτά; Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ; Ταῦτα λέγω, οὐχ ἵνα αὺτοὶ ἀκούητε μόνον, ἀλλ' ἵνα τοὺς τὰ τοιαῦτα νοσοῦντας θεραπεύητε. Ὥσπερ γὰρ ἐκείνοις ἐγκαλοῦμεν, ὅτι ἀσθενοῦσι περὶ τὴν πίστιν, οὕτως ὑμῖν ἐγκαλοῦμεν, ὅτι τοὺς ἀσθενοῦντας διορθοῦν οὐ βούλεσθε. Μὴ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον, ἀγαπητὲ, ἵνα ἐνταῦθα εἰσιὼν ἀκούσῃς τὰ λεγόμενα; τοῦτο μὲν οὖν καὶ κρῖμά ἐστιν, ὅταν μὴ προσῇ τῇ τῶν λόγων ἀκροάσει καὶ ἔργον. Διὰ τοῦτο Χριστιανὸς εἶ, ἵνα τὸν Χριστὸν μιμῇ, καὶ τοῖς ἐκείνου πείθῃ νόμοις. Τί δαὶ ἐκεῖνος ἐποίησεν; Οὐκ ἐν Ἱεροσολύμοις καθήμενος ἐκάλει πρὸς ἑαυτὸν τοὺς ἀῤῥώστους, ἀλλὰ περιῄει πόλεις καὶ κώμας, ἑκατέρων τὴν ἀῤῥωστίαν θεραπεύων, καὶ τὴν τοῦ σώματας, καὶ τὴν τῆς ψυχῆς. Καίτοι γε ἐδύνατο ἐν ἑνὶ καθήμενος τόπῳ πάντας ἑλκύσαι πρὸς ἑαυτόν· ἀλλ' οὐκ ἐποίησε τοῦτο, ἡμῖν διδοὺς ὑπόδειγμα εἰς τὸ περιιέναι καὶ ζητεῖν τοὺς ἀπολλυμένους. Πάλιν καὶ διὰ τῆς κατὰ τὸν ποιμένα παραβολῆς τοῦτο ᾐνίξατο. Καὶ γὰρ οὐκ ἐκάθισε μετὰ τῶν ἐνενηκονταεννέα προβάτων, καὶ ἀνέμεινε τὸ πλανώμενον ἐλθεῖν πρὸς αὐτὸν, ἀλλ' αὐτὸς ἀπῆλθε, καὶ εὗρε, καὶ εὑρὼν καὶ ἐβάστασεν ἐπὶ τῶν ὤμων, καὶ ἀπεκόμισεν. Οὐχ ὁρᾷς καὶ τοὺς ἰατροὺς αἰτὸ τοῦτο ποιοῦντας; οὐκ ἀναγκάζουσι τοὺς ἀῤῥώστους ἐπὶ τῶν κλινιδίων κατακειμένους εἰς τὰς οἰκίας αὐτῶν φέρεσθαι, ἀλλ' αὐτοὶ τρέχουσι πρὸς ἐκείνους. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, εἰδὼς ὅτι βραχὺς ὁ παρὼν βίος, κἂν μὴ ταῦτα κερδάνωμεν τὰ κέρδη, οὐδεμίαν ἕξομεν ἐκεῖ σωτηρίαν. Δύναται πολλάκις μία κερδηθεῖσα ψυχὴ μυρίων ὄγκον ἁμαρτημάτων ἀφανίσαι, καὶ γενέσθαι ἡμῖν ἀντίψυχον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἐννόησον διὰ τί προφῆται, διὰ τί ἀπόστολοι, διὰ τί δίκαιοι, διὰ τί ἄγγελοι πολλάκις ἐπέμφθησαν, διὰ τί αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο· οὐχ ἵνα ἀνθρώπους διασώσῃ; οὐχ ἵνα πεπλανημένους
9. Are these things then, tell me, bearable or endurable? For even if one had to die ten thousand deaths, even if one had to suffer irremediable ills, was it not far better to undergo all hardships than to become the laughing-stock and mockery of those polluted wretches, and to live with an evil conscience? I say these things not only that you yourselves may hear, but that you may heal those who are sick in such ways. For just as we find fault with them because they are weak concerning the faith, so we find fault with you because you are unwilling to set right those who are weak. For is this what is sought, beloved, that you should come in here and hear what is said? Nay, this very thing is a judgement when deed is not added to the hearing of the words. On this account you are a Christian, that you may imitate Christ and obey His laws. Why now, what did He do? He did not sit in Jerusalem summoning the sick to Himself, but went about cities and villages healing the ailment of both—that of the body and that of the soul. And yet He was able, sitting in one place, to draw all to Himself; but He did not do this, giving us an example for going about and seeking out those who are perishing. Again, through the parable of the shepherd also He riddled this truth. For He did not sit down with the ninety-nine sheep and wait for the straying one to come to Him, but He Himself went off and found it, and having found it, both carried it upon His shoulders and brought it back (cf. Luke 15:4-6). Do you not see physicians also doing this very thing? They do not compel the sick lying on their pallets to be carried to their own houses, but they themselves run to them. Do you also do this, beloved, knowing that the present life is brief, and unless we gain these gains we shall have no salvation there. Often a single soul gained can blot out a mass of ten thousand sins, and become a ransom for our life on that day. Consider why prophets, why apostles, why righteous men, why angels were often sent, why the only-begotten Son of God Himself came to be present: was it not that He might save men thoroughly? Was it not that those gone astray
Notes, col. 941

On the reading

Printed αὺτοὶ, for αὐτοὶ.

Printed σώματας, for σώματος.

Printed αἰτὸ, for αὐτὸ.

PG 48:942Read from the page
ἐπαναγάγῃ; Τοῦτο καὶ σὺ ποίησον κατὰ δύναμιν τὴν σὴν, καὶ πᾶσαν σπουδὴν ἐπίδειξαι καὶ πρόνοιαν εἰς τὴν τῶν πεπλανημένων ἐπάνοδον. Ταῦτα καθ' ἑκάστην ὑμῖν παραινῶν σύναξιν οὐ διαλιμπάνω, κἂν προσέχητε, κἂν μὴ προσέχητε, ἐγὼ λέγων οὐ παύσομαι. Τοῦτο γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ νόμος, ἄν τε ἀκούσῃ τις, ἄν τε μὴ ἀκούσῃ, τὴν διακονίαν ταύτην πληροῦν. Ἀλλ' ἐὰν μὲν ἀκούσητε καὶ ποιήσητε τὰ λεγόμενα, μετὰ πολλῆς αὐτὸ τοῦτο ἐργασόμεθα τῆς ἡδονῆς· ἂν δὲ ἀμελήσητε καὶ ῥᾳθυμήσητε, μετὰ πολλῆς τῆς ἀθυμίας. Ἡμῖν μὲν γὰρ ἐκ τῆς ὑμετέρας παρακοῆς οὐδεὶς ἔσται λοιπὸν κίνδυνος· τὸ γὰρ ἡμέτερον ἅπαν ἐπληρώσαμεν· πλὴν ἀλλὰ κἂν μὴ κινδυνεύωμεν τῷ πεπληρωκέναι τὰ παρ' ἑαυτῶν ἅπαντα, ἀλγοῦμεν ὑμῶν ἐγκαλουμένων κατὰ τὴν ἡμέραν ἐκείνην. Οὐ γὰρ ἀκίνδυνος ὑμῖν ἔσται ἡ ἀκρόασις, ὅταν ἡ διὰ τῶν ἔργων προσθήκη μὴ γένηται. Ἄκουσον γοῦν πῶς τοῖς διδασκάλοις ἐγκαλῶν τοῖς ἀποκρύπτουσι τὸν λόγον ὁ Χριστὸς, καὶ τοὺς μαθητευομένους ἐφόβησεν. Εἰπὼν γὰρ, Ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας· καὶ ἐπαγαγὼν, ὅτι Κἀγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτὸ, ἔδειξεν, ὅτι μετὰ τὴν ἀκρόασιν (τοῦτο γάρ ἐστιν ἡ τοῦ ἀργυρίου καταβολὴ), τοὺς ὑποδεξαμένους τὴν διδασκαλίαν τόκον ἐργάζεσθαι χρή. Τόκος δὲ διδασκαλίας οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Ἐπεὶ οὖν καὶ ἡμεῖς κατεβάλομεν τὸ ἀργύριον εἰς τὴν ἀκοὴν τὴν ὑμετέραν, ἀνάγκη λοιπὸν, ὑμᾶς ἀποδοῦναι τὸν τόκον τῷ δεσπότῃ, τουτέστι, τὴν σωτηρίαν τῶν ἀδελφῶν τῶν ὑμετέρων. Ὥστε εἰ μένοιτε ταῦτα κατέχοντες τὰ εἰρημένα μόνον, καὶ μηδὲν ἐν ἑαυτοῖς ἐργαζόμενοι, δέδοικα μὴ τὴν αὐτὴν τῷ τὸ τάλαντον κατορύξαντι δῶτε δίκην. Καὶ γὰρ ἐκεῖνος διὰ τοῦτο τοὺς πόδας καὶ τὰς χεῖρας δεθεὶς, εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον, ὅτι οὐκ ἐξήνεγκεν εἰς ἑτέρους ἅπερ ἤκουσεν. Ἵν' οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, τὸν τὰ πέντε δεξάμενον, καὶ τὸν τὰ δύο τάλαντα, μιμησώμεθα· κἄν τε λόγον, κἄν τε χρήματα, κἄν τε σώματος πόνον, κἂν εὐχὴν, κἂν ἄλλ' ὁτιοῦν εἰς τὴν τοῦ πλησίον σωτηρίαν ἀναλῶσαι δεήσῃ, μὴ ὀκνήσωμεν, ἵνα πανταχόθεν τὸ παρὰ τοῦ Θεοῦ δοθὲν ἡμῖν τάλαντον ἀναλόγως ἕκαστοι πολυπλασιάσαντες δυνηθῶμεν τῆς μακαρίας ἐκείνης ἀκοῦσαι φωνῆς, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
He might lead back? Do you also do this according to your strength, and display all earnestness and forethought for the return of those gone astray. I do not leave off exhorting you to these things at every assembly; whether you pay heed or do not pay heed, I shall not cease speaking. For this is a law laid upon us from God, whether anyone hears or does not hear, to fulfil this ministry. Yet if you hear and do what is spoken, we shall accomplish this very work with great pleasure; whereas if you are neglectful and slothful, with great despondency. For to us indeed no danger will remain hereafter from your disobedience, since we have fulfilled our whole part; nevertheless, even though we incur no danger because we have fulfilled all that lies with us, we grieve when you are called to account on that day. For hearing will not be free of danger for you when the addition that comes through deeds does not take place. Hear at any rate how Christ, in finding fault with teachers who hide away the word, struck fear into those being instructed as well. For by saying, You ought to have put My silver down with the money-changers, and adding that On coming I would have demanded it back with interest (Matt. 25:27), He showed that after hearing (for this is the putting down of the silver), those who have received the teaching must earn interest. And the interest of teaching is nothing other than its display through deeds. Since therefore we also have put down the silver into your hearing, it is necessary hereafter that you render the interest to the Master—that is, the salvation of your brethren. So that if you abide holding fast only to these things that have been spoken, and working nothing within yourselves, I fear lest you pay the same penalty as he who buried the talent in the earth. For he too on this account, bound hand and foot, was led out into the outer darkness (cf. Matt. 25:30; 22:13), because he did not bring forth unto others the things that he had heard. Lest we also suffer the same fate, therefore, let us imitate him who received the five talents and him who received the two (cf. Matt. 25:16-17); and whether it be speech, or money, or bodily labour, or prayer, or anything else whatsoever that must be expended for our neighbour's salvation, let us not shrink back, so that each of us, having multiplied proportionately in every way the talent given us by God, may be able to hear that blessed voice: Well done, good and faithful servant; over a few things you were faithful, over many things I will set you; enter into the joy of your Lord (Matt. 25:21). Which may it befall us all to attain, by the grace and love towards mankind of our Lord Jesus Christ, through Whom and with Whom to the Father be the glory and the dominion, together with the Holy Spirit, unto the ages of the ages. Amen.
PG 48:943Read from the page
IN HOMILIAM DE NON ANATHEMATIZANDIS VIVIS ATQUE DEFUNCTIS MONITUM.
Admonition on the Homily that the Living and the Dead Ought Not to Be Anathematized.
Quo tempore hanc habuerit homiliam Chrysostomus, initio declarat ipse cum ait: Nuper vobis de incomprehensibilis cognitione Dei disserens, multa verba feci, ac tum Scripturarum vocibus, tum naturalibus ratiociniis demonstravi, etiam ipsis invisibilibus virtutibus inaccessam prorsus esse Numinis comprehensionem; illis scilicet, quae materiae expertem et beatam vitam agunt: nosque tamen, qui in omni mollitie atque ignavia vitam degimus... rem invisibilibus substantiis penitus ignotam assequi conari, etc. Haec vero maxime pertractat concione tertia de incomprehensibili: quare vel post illam vel post aliquam ex sequentibus hanc habuerit homiliam, vertente nimirum anno 386. Verum licet haec temporis nota nulli difficultati obnoxia videatur, contra eam tamen multas movet quaestiones Tillemontius, qui in adversam abit sententiam. Nam, inquit, homiliae hujus exordium non cohaeret cum sequentibus verbis hisce, φέρε δὴ καὶ περὶ ἀναθέματος, ubi suum de anathemate argumentum tractare incipit Chrysostomus: quare intermedia multa desint oportet, quando maxime longe brevior homilia est quam soleant Chrysostomi esse. Neque vero hic gradum sistit, sed putat totum exordium aliunde advectum et assutum fuisse: quae autem de anathemate subjunguntur, post mortem Paulini Antiocheni, quae anno 388 accidit, edita fuisse arguit ex Chrysostomi verbis, quae sic ipse refert: Patres damnarunt eum quem ego anathematizo, maximeque Paulinum ejus magistrum. Hic populares Antiochenos loquentes inducit Chrysostomus, eos scilicet qui suae communionis erant, quorum verba, inquit Tillemontius, Paulinum jam defunctum fuisse arguunt; quandoquidem non tam Paulinum quam ejus discipulos impetere videntur: at si Paulinus vixisset, in eum maxime, ut auctorem mali, anathema proferendum videbatur. Haec ille, quae ne minimum quidem nos a priore sententia dimovent, quam item sententiam secuti sunt Baronius et Hermantius. Quod enim ait, exordium aliunde advectum, mancam homiliam, eamque breviorem esse quam soleant Chrysostomi conciones: haec, inquam, omnia gratis dicuntur. Siquidem exordium omnino cohaeret cum iis, quae de anathemate subjunguntur: ordiendi modus Chrysostomo est admodum familiaris. Quid enim frequentius, quam sanctum doctorem videre sic conciones suas in-
At what time Chrysostom delivered this homily he himself declares at the beginning when he says: Of late, in discoursing to you on the knowledge of the incomprehensible God, I spoke at great length, and demonstrated both from the utterances of the Scriptures and from natural reasonings that the comprehension of the Godhead is altogether inaccessible even to the invisible powers themselves—those, namely, that lead a blessed life free of matter; and yet that we, who pass our life in every softness and sloth... endeavour to attain a thing utterly unknown to the invisible substances, and so forth. Now he treats of these matters above all in his third discourse On the Incomprehensible; wherefore he delivered this homily either after that one or after one of those that follow it, in the course, namely, of the year 386. Yet although this mark of time seems liable to no difficulty, Tillemont nevertheless raises many questions against it and departs to the opposite opinion. For, says he, the exordium of this homily does not cohere with the following words, Come now, concerning anathema also, where Chrysostom begins to treat his theme concerning anathema; wherefore many intervening passages must be missing, especially since the homily is far shorter than Chrysostom's are wont to be. Nor indeed does he halt his step here, but supposes that the entire exordium was brought in from elsewhere and stitched on; while what is subjoined concerning anathema he argues was published after the death of Paulinus of Antioch, which took place in the year 388, from Chrysostom's own words, which he reports thus: The Fathers condemned him whom I anathematize, and above all Paulinus his master. Here Chrysostom introduces people of Antioch speaking—those, namely, who were of his own communion—whose words, says Tillemont, prove that Paulinus was already dead, since they seem to attack not so much Paulinus as his disciples; whereas had Paulinus been alive, it would have seemed fitting to pronounce anathema against him above all, as the author of the mischief. So says he; yet these arguments do not budge us in the slightest from our former opinion, which opinion Baronius and Hermant likewise followed. For as to what he says—that the exordium was brought in from elsewhere, that the homily is mutilated, and that it is shorter than Chrysostom's discourses are wont to be—all these things, I say, are asserted gratuitously. Since indeed the exordium coheres entirely with what is subjoined concerning anathema: this manner of beginning is thoroughly familiar to Chrysostom. For what is more frequent than to see the holy doctor thus be-
PG 48:944Read from the page
cipientem? Nuper vobis de incomprehensibilis cognitione Dei disserens, multa verba feci, ac tum Scripturarum vocibus, tum naturalibus ratiociniis demonstravi, etiam ipsis invisibilibus virtutibus inaccessam prorsus esse Numinis comprehensionem... Age nunc postquam de anathemate vobis quantum convenit disseruerimus, vimque mali hujus, quod pro nihilo reputatur, ostenderimus, hinc freni impatientia ora cohibeamus, etc. Sic praefari solet Chrysostomus. Hic nulla hiatus, lacunae cujuspiam nulla suspicio haberi potest. Nec plus subsidii referet Tillemontius ex homiliae brevitate, nam, ut sunt multae Chrysostomi conciones hac prolixiores, ita plusquam viginti possumus hac longe breviores proferre, in quas tamen nulla vel νοθείας vel hiatus suspicio cadat: estque haec aliunde talis, ut argumento nihil deficiat, sitque omnibus suis et numeris et partibus absoluta. Locus autem ille, quem quasi ex hac homilia excerptum affert Tillemontius, ut probet Paulinum jam obiisse cum haec Chrysostomus concionaretur, nempe, Patres damnaverunt eum quem ego anathematizo, maximeque Paulinum ejus magistrum; locus, inquam, ille, etiamsi Chrysostomi esset, non video qua ratione probaret jam defunctum fuisse Paulinum, nec puto quempiam fore tam Lynceum ut hic Paulini obitum perspiciat. Verum longe aliter se habet apud Chrysostomum ille locus, ut mox ipsis verbis in medium adductis palam erit.
ginning his discourses? Of late, in discoursing to you on the knowledge of the incomprehensible God, I spoke at great length, and demonstrated both from the utterances of the Scriptures and from natural reasonings that the comprehension of the Godhead is altogether inaccessible even to the invisible powers themselves... Come now, after we have discoursed to you concerning anathema as much as is fitting, and have shown the force of this evil, which is reckoned as nothing, let us henceforth curb mouths impatient of the bridle, and so forth. Thus Chrysostom is wont to preface his speeches. Here no suspicion of a hiatus, none of any lacuna whatsoever, can be entertained. Nor will Tillemont derive any more support from the brevity of the homily; for just as there are many discourses of Chrysostom longer than this one, so we can adduce more than twenty far shorter than this, upon which nevertheless no suspicion either of spuriousness or of a hiatus could fall; and besides, this homily is such that nothing is wanting to its argument, and it is complete in all its measures and parts. As for that passage which Tillemont adduces as though excerpted from this homily, in order to prove that Paulinus had already died when Chrysostom preached these words—namely, The Fathers condemned him whom I anathematize, and above all Paulinus his master—that passage, I say, even if it were Chrysostom's, I do not see by what reasoning it would prove that Paulinus was already dead, nor do I think anyone will be so lynx-eyed as to discern here the death of Paulinus. Yet that passage stands far otherwise in Chrysostom, as will presently be plain when the very words themselves are brought forward.
Ut autem quo in statu tunc esset Ecclesia Antiochena intelligatur, quod sane ad propositam quaestionem solvendam multum confert, res est altius repetenda. Eustathius episcopus Antiochenus, vir sanctus et Catholicus, ideoque Arianis invisus, ipsorum opera et calumniis depositus in exsiliumque actus fuerat anno circiter 330, in ejusque locum substitutus est alius episcopus Arianus, deincepsque continuata successione ejusdem sectae episcopi Antiochenam tenuere sedem, Catholicis interim cum Eustathiano clero seorsim collectas agentibus, donec Ariani Meletium, quem haeresi suae addictum putabant, in episcopum adlegerunt. At ubi postea comperissent illum catholicae rei vindicem Arianisque infestum esse, virum in exsilium pelli curant, in ejusque locum Euzoium Arianum substituunt. Tunc vero tres in partes distracta civitas fuit: prima erat Eustathianorum, sive
Now in order that it may be understood in what state the Church of Antioch then stood—which assuredly contributes much towards resolving the question proposed—the matter must be traced from further back. Eustathius, bishop of Antioch, a holy and Catholic man and therefore hated by the Arians, had through their efforts and calumnies been deposed and driven into exile about the year 330, and in his place another Arian bishop was substituted, and thereafter in unbroken succession bishops of the same sect held the see of Antioch, while in the meantime the Catholics held their assemblies apart with the Eustathian clergy, until the Arians chose Meletius, whom they supposed devoted to their heresy, as bishop. Yet when they afterwards discovered that he was a champion of the Catholic cause and hostile to the Arians, they saw to it that the man was driven into exile, and substituted Euzoius the Arian in his place. Then indeed the city was torn into three parties: the first was that of the Eustathians, or