βʹ. Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀδελφοὶ, μηδὲ ἐκλυθῶμεν, μηδὲ ἀναπέσωμεν, μηδέ μοι τὰ ῥήματα ἐκεῖνά τις λεγέτω, ὅτι πρὸ τῆς νηστείας ἀσφαλίσασθαι ἀναγκαῖον ἦν, καὶ πάντα ποιῆσαι, νῦν δὲ μετὰ τὸ νηστεῦσαι, μετὰ τὸ γενέσθαι τὴν ἁμαρτίαν, μετὰ τὸ πληρωθῆναι τὴν ἀνομίαν, τί τὸ ὄφελος λοιπόν ;
2. But let us not grow weary, brethren, nor lose heart, nor sink back, nor let anyone say those words to me, that before the fast it was necessary to safeguard them and do everything, whereas now, after they have fasted, after the sin has taken place, after the iniquity has been fulfilled, what profit remains?
Εἰ γάρ τις οἶδε, τί ποτέ ἐστι πρόνοια ἀδελφῶν, οἶδε καὶ τοῦτο, ὅτι νῦν μάλιστα ἐπιθέσθαι δεῖ, καὶ πᾶσαν σπουδὴν ἐπιδείξασθαι. Οὐ γὰρ δὴ μόνον πρὸ τῆς ἁμαρτίας ἀσφαλίσασθαι χρὴ, ἀλλὰ καὶ μετὰ τὰ πτώματα χεῖρα ὀρέγειν. Καὶ γὰρ ὁ Θεὸς, εἰ τοῦτο ἐξ ἀρχῆς ἐποίει, καὶ πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο μόνον, μετὰ δὲ τὴν ἁμαρτίαν ἀπεγίνωσκε καὶ ἠφίει κεῖσθαι ἐν τῷ πτώματι διηνεκῶς, οὐδεὶς ἂν οὐδὲ ἡμῶν ἐσώθη ποτέ. Ἀλλ' οὐ ποιεῖ τοῦτο, φιλάνθρωπος ὢν καὶ ἥμερος, καὶ τῆς σωτηρίας μάλιστα ἐφιέμενος τῆς ἡμετέρας, ἀλλὰ καὶ μετὰ τὰ ἁμαρτήματα πολλὴν ἐπιδείκνυται πρόνοιαν· ἐπεὶ καὶ τὸν Ἀδὰμ ἠσφαλίσατο μὲν καὶ πρὸ τῆς ἁμαρτίας, καὶ εἶπε πρὸς αὐτόν· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Ἰδοὺ καὶ τῇ εὐκολίᾳ τοῦ νόμου, καὶ τῇ δαψιλείᾳ τῶν συγκεχωρημένων, καὶ τῇ τιμωρίᾳ τῆς μελλούσης κολάσεως, καὶ τῷ τάχει τῆς ἐπαγωγῆς (οὐ γὰρ εἶπε μετὰ μίαν, καὶ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλ' ἐν σὐτῇ τῇ ἡμέρᾳ, ᾗ ἂν φάγητε, θανάτῳ ἀποθανεῖσθε), καὶ παντὶ τρόπῳ, ᾧπερ ἐχρῆν ἀσφαλίσασθαι τὸν ἄνθρωπον, ἠσφαλίζετο. Ἀλλ' ὅμως ἐπειδὴ μετὰ τοσαύτην πρόνοιαν καὶ διδασκαλίαν καὶ παραίνεσιν καὶ εὐεργεσίαν κατέπεσε, καὶ οὐκ ἤκουσε τῶν ἐπιταγμάτων, οὐκ εἶπε [τοῦτο] ὁ Θεὸς, Τί λοιπὸν τὸ πλέον, τί τὸ ὄφελος ; ἔφαγεν, ἔπεσε, παρέβη τὸν νόμον, ἐπίστευσε τῷ διαβόλῳ, ἠτίμωσέ μου τὴν ἐντολὴν, ἐδέξατο τὴν πληγὴν, νεκρὸς ἐγένετο, παρεδόθη τῷ θανάτῳ, ὑπὸ τὴν ἀπόφασιν ἦλθε, τί δεῖ λοιπὸν αὐτῷ διαλέγεσθαι ; Οὐδὲν τούτων εἶπεν, ἀλλὰ καὶ ἦλθε πρὸς αὐτὸν εὐθέως, καὶ διελέχθη, καὶ παρεμυθήσατο, καὶ πάλιν ἕτερον ἐπέθηκε φάρμακον, τὸ τῶν πόνων καὶ τῶν ἱδρώτων, καὶ οὐ πρότερον ἀπέστη πάντα ποιῶν καὶ πραγματευόμενος, ἕως τὴν φύσιν τὴν πεσοῦσαν ἀνέστησε, καὶ ἀπήλλαξε τοῦ θανάτου, καὶ πρὸς τὸν οὐρανὸν ἐχειραγώγησε, καὶ μείζονα τῶν ἀπολωλότων ἔδωκεν ἀγαθὰ, διὰ τῶν ἔργων αὐτῶν τὸν διάβολον διδάξας, ὅτι οὐδὲν αὐτῷ πλέον ἐγένετο ἐκ τῆς ἐπιβουλῆς ταύτης· ἀλλ' ἐκβαλὼν τοῦ παραδείσου τοὺς ἀνθρώπους, ὄψεται αὐτοὺς μικρὸν ὕστερον ἐν τοῖς οὐρανοῖς ἀναμεμιγμένους τοῖς ἀγγέλοις. Τοῦτο καὶ ἐπὶ τοῦ Κάϊν ἐποίησε· καὶ γὰρ καὶ ἐκεῖνον πρὸ τῆς ἁμαρτίας ἠσφαλίζετο, καὶ προδιηγόρευε, λέγων, Ἥμαρτες, ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ὅρα σοφίαν καὶ σύνεσιν. Διὰ τοῦτο δέδοικας, φησὶ, μή σε τῆς προεδρίας τῶν πρωτοτόκων ἀφέληται διὰ τὴν παρ' ἐμοῦ τιμὴν, μὴ τὴν ἀρχὴν ἁρπάσῃ τήν σοι προσήκουσαν· τοὺς γὰρ πρωτοτόκους τῶν δευτεροτόκων σεμνοτέρους εἶναι ἐχρῆν. Θάρρει, φησὶ, καὶ μὴ φοβοῦ, μηδὲ ἀγωνία περὶ τούτου· Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ
For if anyone knows what provident care for brethren truly is, he knows this too, that now most of all one must set hand to the work and display all zeal. For one ought not only to safeguard them before the sin, but also to stretch out a hand after falls. For if God had done this from the beginning, and had only safeguarded man before the sin, while after the sin He had despaired of him and left him to lie perpetually in his fall, not one even of us would ever have been saved. But He does not do this, being loving towards mankind and gentle, and desiring above all our salvation; rather, even after sins He displays great provident care; since Adam too He safeguarded indeed before the sin as well, and said to him: From every tree that is in paradise thou shalt eat for food, but from the tree of knowing good and evil you shall not eat from it; and on whatever day you eat, by death you shall die (Gen. 2:16-17). Behold, both by the easiness of the law, and by the abundance of the things granted, and by the punishment of the coming chastisement, and by the swiftness of its infliction (for He did not say after one, and two, and three days, but on that very day on which you eat, by death you shall die), and in every way whereby man ought to have been safeguarded, He safeguarded him. Yet nevertheless, when after so great providence and teaching and exhortation and beneficence he fell, and did not hearken to the commands, God did not say [this]: What advantage remains, what profit? He ate, he fell, he transgressed the law, he believed the devil, he dishonoured My commandment, he received the wound, he became a corpse, he was handed over to death, he came under the sentence; what need remains to converse with him? He said none of these things, but came to him straightway, and conversed with him, and consoled him, and again applied another medicine, that of toils and sweat (Gen. 3:19), and did not desist from doing and devising all things until He raised up the fallen nature, and delivered it from death, and led it by the hand towards heaven, and gave greater good things than those that had been lost, teaching the devil by the very deeds that he gained nothing from this plot; rather, having cast men out of paradise, he will see them a little later in the heavens mingled with the angels. This He also did in the case of Cain; for him too He safeguarded before the sin, and forewarned him, saying, Thou hast sinned; be still; unto thee shall be his recourse, and thou shalt rule over him (Gen. 4:7). See His wisdom and understanding. On this account thou fearest, He says, lest he strip thee of the precedence of the firstborn because of the honour from Me, lest he seize the rule befitting thee; for the firstborn ought to be more honoured than the second-born. Take courage, He says, and fear not, nor be anxious about this: Unto thee shall be his recourse, and thou