Migne Reading Room

PG 48 · cols. 921–926 · Read from the page

Eight orations against the Jews

Eight orations against the Jews

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 48:921Read from the page
αἵματος πλήρεις. Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορία, ἀλλὰ τῆς τῶν προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ Δαυῒδ εἰπὼν, ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους, ἐπήγαγε λέγων· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ τοῦ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. Τὸ στόμα σου ἐπλεόνασε ἀδικίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. Ὅθεν δῆλον ὅτι οὐχ ἁπλῶς ἐνταῦθα παρῃτήσατο τὰς θυσίας, ἀλλ' ἐπειδὴ ἐμοίχευον, ἐπειδὴ ἔκλεπτον, ἐπειδὴ τοῖς ἀδελφοῖς ἐπεβούλευον. Καὶ ἕκαστος δὲ, φησὶ, τῶν προφητῶν, κατηγορῶν τῶν προσαγόντων τὰς θυσίας, οὕτως αὐτὰς τὸν Θεὸν παραιτεῖσθαι λέγει.
are full of blood. Now this is not an accusation against the sacrifices, but a charge against the wickedness of those who bring them, and on this account He did not receive the sacrifices, since they brought them with defiled hands. Again, David, having said, I will not accept calves from your house, nor he-goats from your flocks, added, saying: But to the sinner God said: Why do you declare My statutes, and take up My covenant through your mouth? Yet you hated discipline, and cast My words behind you. If you beheld a thief, you ran with him, and with adulterers you set your portion. Your mouth multiplied unrighteousness, and your tongue wove deceits. Sitting down you spoke against your brother, and against the son of your mother you placed a stumbling-block. Whence it is clear that He did not simply decline the sacrifices here, but since they committed adultery, since they stole, since they plotted against their brethren. And each of the prophets too, says one, accusing those who bring the sacrifices, says that God thus declines them.
δʹ. Ταῦτα οἱ ἀντιλέγοντες ἡμῖν λέγουσιν· ἀλλ' ἀρκοῦσαν ἔδωκεν αὐτοῖς πληγὴν ὁ Παῦλος, καὶ ἱκανῶς αὐτῶν ἐπεστόμισε τὴν ἀναισχυντίαν διὰ τῆς μαρτυρίας ταύτης. Βουλόμενος γὰρ δεῖξαι ὅτι αὐτὴν τὴν πολιτείαν ὡς ἀτελεστέραν ἀπώσατο ὁ Θεὸς καὶ ἀργεῖν ἐποίησε, ταύτης ἐπελάβετο τῆς μαρτυρίας, ἐν ᾗ κατηγορία μὲν τῶν προσαγόντων οὐκ ἔστι, τὸ δὲ ἀτελὲς αὐτῆς γυμνὸν αὐτὸ καθ' ἑαυτὸ φαίνεται. Ὁ γὰρ προφήτης οὐδὲν κατηγορήσας τῶν Ἰουδαίων, ἁπλῶς οὕτω φησίν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα καὶ περὶ τῆς ἁμαρτίας οὐκ ηὐδόκησας. Καὶ ἑρμηνεύων τοῦτο ὁ Παῦλος ἔλεγεν· Ἀναιρεῖ τὸ πρῶτον, ἵνα τὸ δεύτερον στήσῃ. Εἰ μὲν γὰρ εἶπε, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, καὶ ἐσίγησεν, εἶχεν ἄν τινα χώραν εἰς ἀπολογίαν ὁ λόγος· νῦν δὲ εἰπὼν, Σῶμα δὲ κατηρτίσω μοι, καὶ δείξας ἑτέραν εἰσενηνεχθεῖσαν θυσίαν, οὐδεμίαν λοιπὸν ἐλπίδα ἔδωκε τοῦ πάλιν ἐκείνην ἐπανελθεῖν. Καὶ αὐτὸ τοῦτο ἑρμηνεύων ὁ Παῦλος ἔλεγεν, ὅτι Διὰ τῆς προσφορᾶς ταύτης ἡγιασμένοι ἐσμὲν ἐν τῷ θελήματι τοῦ Χριστοῦ. Εἰ γὰρ αἷμα ταύρων καὶ τράγων, φησὶ, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος ἁγίου προσήνεγκεν ἑαυτὸν ἄμωμον, καθαριεῖ τὴν συνείδησιν ἡμῶν ἀπὸ νεκρῶν ἔργων; Ὅτι μὲν οὖν ἐκεῖνα πέπαυται, καὶ ἕτερα ἀντεισενήνεκται, καὶ οὐκ ἔτι λοιπὸν ἀναστήσεται, ἱκανῶς ἐντεῦθεν ἀποδέδεικται. Φέρε δὴ λοιπὸν, ὃ πάλαι ἐσπουδάζομεν δεῖξαι, ὅτι καὶ τῆς ἱερωσύνης ὁ τρόπος ἐκεῖνος οὐκ ἔτι φαίνεται, οὐδὲ ἐπανήξει πάλιν, ῥητῶς τοῦτο καὶ σαφῶς ἀπὸ τῶν Γραφῶν αὐτῶν ποιήσωμεν φανερὸν, ὀλίγα πρότερον ὑμῖν προειπόντες, ὥστε σαφεστέραν γενέσθαι τῶν λεγομένων τὴν ἑρμηνείαν. Ἀβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Περσίδος ἐγέννησε τὸν Ἰσαὰκ, εἶτα ἐκεῖνος τὸν ⟨Ἰ⟩ακὼβ, ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, ἐξ ὧν ἐγένοντο δέκα καὶ δύο φυλαὶ, μᾶλλον δὲ τρισκαίδεκα·
4. Those who gainsay us speak these things; yet Paul gave them a sufficient blow, and adequately stopped their shamelessness through this testimony. For wishing to show that God thrust away the polity itself as more imperfect and made it cease, he laid hold of this testimony, in which there is no accusation against those who bring them, whereas its imperfection appears naked in and of itself. For the prophet, having accused the Jews of nothing, speaks simply thus: Sacrifice and oblation Thou wouldst not, but a body hast Thou prepared for Me; whole burnt-offerings and offerings for sin Thou wast not well pleased with. And interpreting this, Paul said: He takes away the first, that He may establish the second. For if He had said, Sacrifice and oblation Thou wouldst not, and had kept silent, the argument would have had some room for defence; but now, having said, But a body hast Thou prepared for Me, and having shown another sacrifice brought in, He gave no further hope of that former one returning again. And interpreting this very thing, Paul said, By this oblation we have been sanctified in the will of Christ. For if the blood of bulls and goats, says he, and the ashes of a heifer sprinkling those who have been defiled sanctifies to the purity of the flesh, how much more shall the blood of Christ, Who through the Holy Spirit offered Himself unblemished, cleanse our conscience from dead works? That those things, therefore, have ceased, and others have been brought in in their stead, and will no longer rise again, has been adequately demonstrated from this. Come then, for the rest, what we long ago were eager to show, that that manner of priesthood also no longer appears, nor will return again, let us make this plain expressly and clearly from the Scriptures themselves, having first spoken a few things to you beforehand, so that the interpretation of the things said may become clearer. Abraham, having returned from Persia, begat Isaac, then that one begat Jacob, and Jacob the twelve patriarchs, from whom came twelve tribes, or rather thirteen;
PG 48:922Read from the page
ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες αὐτοῦ, Ἐφραῒμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν Ἰακὼβ ἐπώνυμος ἦν φυλὴ, τοῦ Ῥουβὶμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ Νεφθαλὶμ, τοῦ Γὰδ, τοῦ Ἀσὴρ, τοῦ Βενιαμὶν, οὕτως ἐπὶ τοῦ Ἰωσὴφ οἱ παῖδες οἱ ἐκείνου, Μανασσῆς καὶ Ἐφραῒμ, δύο φυλῶν γεγόνασιν ἐπώνυμοι· καὶ ἐκαλεῖτο φυλὴ ἡ μὲν τοῦ Ἐφραῒμ, ἡ δὲ τοῦ Μανασσῆ. Τῶν τρισκαίδεκα τοίνυν τούτων φυλῶν, αἱ μὲν ἄλλαι πᾶσαι ἀγροὺς ἔσχον καὶ προσόδους πολλὰς, καὶ ἐγεώργουν πᾶσαι, καὶ τὰ ἄλλα ἅπαντα ἔπραττον τὰ βιωτικά· ἡ δὲ τοῦ Λευῒ φυλὴ ἱερωσύνῃ τιμηθεῖσα, μόνη τῶν μὲν βιωτικῶν ἔργων ἀπήλλακτο, καὶ οὐδὲ ἐγεώργουν, οὐδὲ τέχνας μετῄεσαν, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐπραγματεύοντο, ἀλλὰ τῇ ἱερωσύνῃ προσεῖχον μόνῃ, καὶ δεκάτας ἐλάμβανον παρὰ παντὸς τοῦ λαοῦ, καὶ οἴνου καὶ πυροῦ καὶ κριθῶν, καὶ τῶν ἄλλων ἁπάντων, τὰς δεκάτας αὐτοῖς ἐδίδοσαν πάντες, καὶ τοῦτο ἦν αὐτοῖς πρόσοδος· καὶ οὐκ ἐξῆν ἐξ οὐδεμιᾶς ἄλλης φυλῆς ἱερέα γενέσθαι ποτέ. Ἀπὸ γὰρ ταύτης ἐγένετο τῆς φυλῆς Ἀαρὼν, τῆς τοῦ Λευῒ λέγω, καὶ κατὰ διαδοχὴν οἱ ἔκγονοι ἐκείνου τὴν ἱερωσύνην ἐδέχοντο, καὶ οὐδεὶς οὐδέποτε ἐξ ἑτέρας ἐγένετο φυλῆς ἱερεύς. Οὗτοι τοίνυν οἱ Λευῗται δεκάτας παρ' αὐτῶν ἐλάμβανον, καὶ οὕτως ἐτρέφοντο. Ἀλλὰ καὶ πρὸ τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσαὰκ, ἐπὶ τοῦ Ἀβραὰμ, οὔπω γενομένου Μωϋσέως, οὐδὲ νόμου γραφέντος, οὐδὲ τῆς ἱερωσύνης τῆς Λευϊτικῆς δήλης οὔσης, οὐ σκηνῆς, οὐ ναοῦ γενομένου, οὐ τῶν φυλῶν διακεκριμένων, οὐ τῆς Ἱερουσαλὴμ φαινομένης, οὐδενὸς ὅλως οὐδέπω τῶν κατὰ Ἰουδαίους πραγμάτων ἀρχὴν λαβόντος, ἐγένετό τις Μελχισεδὲκ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Οὗτος ὁ Μελχισεδὲκ ὁμοῦ καὶ βασιλεὺς καὶ ἱερεὺς ἦν· τύπος γὰρ ἔμελλεν ἔσεσθαι τοῦ Χριστοῦ, καὶ μέμνηται αὐτοῦ σαφῶς ἡ Γραφή. Ἐπειδὴ γὰρ ὁ Ἀβραὰμ τοῖς Πέρσαις ἐπιπεσὼν, καὶ τὸν ἀδελφιδοῦν τὸν ἑαυτοῦ τὸν Λὼτ ἐξαρπάσας τῶν ἐκείνων χειρῶν, καὶ τὰ λάφυρα λαβὼν πάντα, ἐπανῄει νικήσας κατὰ κράτος ἐκείνους, οὕτω πως περὶ τοῦ Μελχισεδὲκ ἡ Γραφή φησι· Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον: ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ ηὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων Ἀβραάμ. Ἂν τοίνυν φανῇ τις τῶν προφητῶν, λέγων, ὅτι μετὰ τὸν Ἀαρὼν καὶ τὴν ἱερωσύνην ἐκείνην καὶ τὰς θυσίας ταύτας καὶ τὰς προσφορὰς ἀναστήσεται ἱερεὺς ἕτερος, οὐκ ἀπὸ τῆς φυλῆς ἐκείνης, ἀλλ' ἐξ ἑτέρας ἀφ' ἧς οὐδέποτε γέγονεν ἱερεὺς, οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, εὔδηλον ὅτι ἡ μὲν παλαιὰ πέπαυται ἱερωσύνη, ἑτέρα δὲ νέα ἀντεισενήνεκται. Εἰ γὰρ ἔμελλεν ἡ παλαιὰ κρατεῖν, οὐ κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν, ἔδει λέγεσθαι. Τίς οὖν τοῦτό φησιν; Αὐτὸς οὗτος ὁ περὶ τῶν θυσιῶν εἰπὼν, περὶ τοῦ Χριστοῦ διαλεγόμενος· καί που τοῦτό φησιν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
for instead of Joseph his children, Ephraim and Manasseh, became heads of tribes. And just as each of the sons of Jacob had a tribe named after him, of Reuben, of Simeon, of Levi, of Judah, of Naphtali, of Gad, of Asher, of Benjamin, so in the case of Joseph his children, Manasseh and Ephraim, became the eponyms of two tribes; and the one was called the tribe of Ephraim, and the other that of Manasseh. Of these thirteen tribes, therefore, all the others held fields and many revenues, and all tilled the ground, and practised all the other affairs of life; whereas the tribe of Levi, honoured with the priesthood, alone had been freed from the works of life, and they neither tilled the ground, nor pursued crafts, nor busied themselves with any other such thing at all, but devoted themselves to the priesthood alone, and received tithes from all the people, both of wine and of wheat and of barley, and of all other things, all gave them the tithes, and this was their revenue; and it was never lawful for a priest to arise from any other tribe. For from this tribe came Aaron, I mean that of Levi, and by succession his descendants received the priesthood, and no one ever became a priest from another tribe. These Levites, therefore, received tithes from them, and thus were nourished. Yet even before Jacob and Isaac, in the time of Abraham, when Moses had not yet been born, nor the law written, nor the Levitical priesthood yet manifest, when neither tabernacle nor temple had come into being, nor had the tribes been separated, nor had Jerusalem appeared, nor had anything whatsoever among Jewish affairs yet taken a beginning, there was a certain Melchizedek, priest of God Most High. This Melchizedek was at once both king and priest; for he was about to be a type of Christ, and Scripture clearly makes mention of him. For since Abraham, having fallen upon the Persians, and having snatched his own nephew Lot from their hands, and having taken all the spoils, was returning after conquering them mightily, Scripture speaks somewhat thus concerning Melchizedek: And Melchizedek king of Salem brought out loaves and wine: now he was priest of God Most High, and he blessed Abraham, and said: Blessed be Abraham by God Most High, Who created the heaven and the earth, and blessed be God Most High, Who delivered your enemies into your hands. And Abraham gave him a tithe from all things. If, therefore, some one of the prophets should appear, saying that after Aaron and that priesthood and these sacrifices and oblations another priest shall arise, not from that tribe, but from another from which no one has ever become a priest, not according to the order of Aaron, but according to the order of Melchizedek, it is quite clear that the ancient priesthood has ceased, and another new one has been brought in in its stead. For if the ancient one had been about to prevail, he ought to have been spoken of not according to the order of Melchizedek, but according to the order of Aaron. Who then says this? This very man who spoke concerning the sacrifices, discoursing concerning Christ; and somewhere he says this: The Lord said to my Lord: Sit at My right hand.
PG 48:923Read from the page
εʹ. Εἶτα, ἵνα μὴ περί τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύῃ τις λέγεσθαι, οὔ φησιν αὐτὸ ὁ Ἡσαΐας, οὔτε Ἱερεμίας, οὔτε ἄλλος τις προφήτης ἰδιώτης γενόμενος, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, [ἵνα μάθῃς, ὅτι ὁ] βασιλεὺς δὲ Κύριον ἑαυτοῦ οὐδένα καλέσαι δύναται, ἀλλ' ἢ τὸν Θεὸν μόνον. Εἰ μὲν γὰρ ἰδιώτης ἦν, ἴσως ἄν τις εἶπε τῶν ἀναισχυντούντων, ὅτι περὶ ἀνθρώπου λέγει· νυνὶ δὲ βασιλεὺς ὢν ἄνθρωπον ἑαυτοῦ Κύριον οὐκ ἂν ἐκάλεσεν. Πῶς δ' ἂν, εἰ περί τινος τῶν πολλῶν ἀνθρώπων ἔλεγε ταῦτα ὁ Δαυῒδ, εἶπεν [ἂν,] ὅτι ἐκ δεξιῶν ἐκάθισε τῆς ἀποῤῥήτου καὶ μεγάλης δόξης ἐκείνης; τοῦτο γὰρ ἀμήχανον. Περὶ δὲ τούτου φησίν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἶτα, ἵνα μὴ νομίσῃς, αὐτὸν ἀσθενῆ εἶναι καὶ ἀδυνατοῦντα, ἐπήγαγε, Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Καὶ σαφέστερον δηλῶν ἔλεγεν, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Πρὸ ἑωσφόρου δὲ οὐδεὶς ἀνθρώπων γεγέννηται. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Οὐκ εἶπε, κατὰ τὴν τάξιν Ἀαρών. Ἐρώτησον τοίνυν τὸν Ἰουδαῖον, εἰ μὴ ἔμελλεν ἡ ἱερωσύνη καταλύεσθαι ἡ παλαιὰ, τίνος ἕνεκεν ἕτερον εἰσήγαγεν ἱερέα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰς τοῦτο γοῦν αὐτὸ τὸ χωρίον ἐλθὼν ὁ Παῦλος, ὅρα πῶς αὐτὸ σαφέστερον ἐποίησεν. Εἰπὼν γὰρ περὶ τοῦ Χριστοῦ, ὅτι καθὼς ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ, ἐπήγαγε· Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος. Εἶτα, ἐπιτιμήσας τοῖς μαθηταῖς, δεῖ γὰρ ἐπιτεμεῖν, λέγει, τίς ἐστιν ὁ Μελχισεδὲκ, καὶ ἐπάγει τὴν ἱστορίαν, οὕτω λέγων· Οὗτος ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραάμ. Εἶτα, ἐκκαλύπτων τὸ θεώρημα τοῦ τύπου, Θεωρεῖτε δὲ πηλίκος οὗτος, φησὶν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ ὁ πατριάρχης. Τοῦτο δὲ οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ' ἐνδείξασθαι βουλόμενος, ὅτι πολλῷ μείζων ἡ καθ' ἡμᾶς ἱερωσύνη τῆς Ἰουδαϊκῆς. Καὶ ἐν τοῖς τύποις αὐτοῖς τῶν πραγμάτων προλαβοῦσα ἡ ὑπεροχὴ διαδείκνυται. Ὁ γὰρ Ἀβραὰμ τοῦ Ἰσαὰκ πατὴρ ἦν, καὶ τοῦ Ἰακὼβ πάππος, καὶ Λευῒ πρόγονος· τοῦ γὰρ Ἰακὼβ ἦν υἱὸς ὁ Λευΐ. Ἀπὸ γὰρ Λευῒ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. Ἀλλ' οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευϊτῶν καὶ τῶν Ἰουδαϊκῶν ἱερέων, ἐπὶ τοῦ Μελχισεδὲκ, ὃς ἦν τύπος τῆς καθ' ἡμᾶς ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε· καὶ τοῦτο δι' ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτην αὐτῷ· οἱ γὰρ λαϊκοὶ τοῖς ἱερεῦσι τὰς δεκάτας διδόασι· καὶ ὅτι ηὐλογήθη παρ' αὐτοῦ· οἱ γὰρ λαϊκοὶ παρὰ τῶν ἱερέων εὐλογοῦνται. Πάλιν ὅρα πόση ἡ ὑπεροχὴ τῆς καθ' ἡμᾶς ἱερωσύνης, ὅταν Ἀβραὰμ ὁ πατριάρχης τῶν Ἰουδαίων, ὁ πρόγονος τῶν Λευϊτῶν, εὑρίσκηται ὑπὸ τοῦ Μελχισεδὲκ εὐλογούμενος, καὶ δεκάτας διδούς. Καὶ γὰρ ἀμφότερα ταῦτά φησιν ἡ Παλαιὰ, ὅτι καὶ εὐλόγησεν ὁ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ δεδεκάτωκεν αὐτόν. Ταῦτα γοῦν αὐτὰ εἰς μέσον ἀγαγὼν ὁ Παῦλος, ἔλεγε, Θεωρεῖτε δὲ πηλίκος οὗτος; Οὗτος τίς; Ὁ Μελχισεδὲκ, φησὶν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ
5. Then, lest anyone suspect this to be said concerning some one of the many men, neither Isaiah says it, nor Jeremiah, nor any other prophet who was a private man, but the king himself, [that you may learn that the] king can call no one his own Lord, save God alone. For if he had been a private man, perhaps some one of the shameless would have said that he speaks concerning a man; but now, being a king, he would not have called a man his own Lord. And how, if David had spoken these things concerning some one of the many men, [would] he have said that he sat at the right hand of that ineffable and great glory? for this is impossible. Yet concerning Him he says: The Lord said to my Lord, Sit at My right hand, until I make Thy enemies a footstool of Thy feet. Then, lest you suppose Him to be weak and powerless, he added, With Thee is the rule in the day of Thy power. And declaring more clearly he said, From the womb before the morning star have I begotten Thee. Now before the morning star no one of men has been begotten. Thou art a priest for ever according to the order of Melchizedek. He did not say, according to the order of Aaron. Question the Jew, therefore, if the ancient priesthood was not about to be abolished, for what sake He brought in another priest according to the order of Melchizedek. Having come at all events to this very passage, see how Paul made it clearer. For having said concerning Christ, As in another place He says, Thou art a priest for ever according to the order of Melchizedek, he added: Concerning whom our speech is much and hard to interpret. Then, having rebuked the disciples—for we must abridge—he says who Melchizedek is, and brings in the history, saying thus: This man, having met Abraham returning from the slaughter of the kings, and having blessed him, to whom also Abraham apportioned a tithe from all things. Then, uncovering the contemplation of the type: Now behold how great this man is, says he, to whom even Abraham the patriarch apportioned a tithe from all things. Now he did not say this simply, but wishing to point out that the priesthood among us is far greater than the Jewish one. And in the very types of the things its preexisting superiority is shown forth. For Abraham was the father of Isaac, and grandfather of Jacob, and ancestor of Levi; for Levi was the son of Jacob. For from Levi the priesthood among the Jews took its beginning. Yet this Abraham, the ancestor of the Levites and of the Jewish priests, in the time of Melchizedek, who was a type of the priesthood among us, held the rank of a layman; and he declared this through both things, both through giving a tithe to him—for laymen give the tithes to the priests—and because he was blessed by him; for laymen are blessed by the priests. Again, see how great is the superiority of the priesthood among us, when Abraham the patriarch of the Jews, the ancestor of the Levites, is found blessed by Melchizedek, and giving tithes. For the Old Testament states both these things, that Melchizedek both blessed Abraham, and took tithes from him. Bringing these very things forward at all events, Paul said, Now behold how great this man is! Who is this man? Melchizedek, says he, to whom even Abraham the patriarch gave a tithe out of the choicest spoils. And those indeed of the sons of Levi
PG 48:924Read from the page
τὴν ιερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος τοῦ Ἀβραάμ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ Λευῗται, φησὶν, οἱ παρὰ Ἰουδαίοις ἱερεῖς, ἐντολὴν ἔλαβον κατὰ τὸν νόμον, δεκάτας λαμβάνειν ἐκ τῶν ἄλλων Ἰουδαίων. Καίτοι γε πάντες ἐκ τοῦ Ἀβραὰμ ἦσαν, καὶ οἱ Λευῗται, καὶ ὁ λοιπὸς λαὸς, ἀλλ' ὅμως δεκάτας λαμβάνουσι παρὰ τῶν ἀδελφῶν αὐτῶν. Ὁ δὲ Μελχισεδὲκ, ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν (οὐ γὰρ ἐκ τοῦ Ἀβραὰμ ἦν, οὐδὲ ἐκ τῆς φυλῆς τῆς Λευϊτικῆς, ἀλλ' ἐξ ἑτέρου γένους), δεδεκάτωκε τὸν Ἀβραὰμ, τουτέστι, δεκάτας παρ' αὐτοῦ ἔλαβε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερόν τι. Τί δὲ τοῦτο; Ὅτι καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας, τὸν Ἀβραὰμ, πάλιν ηὐλόγησε. Καὶ τί τοῦτο, φησὶ, δείκνυται; Ὅτι οὗτος ἐκείνου σφόδρα ἐλάττων. Πῶς; Χωρὶς πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ὥστε εἰ μὴ ἦν ἐλάττων ὁ Ἀβραὰμ, ὁ πρόγονος τῶν Λευϊτῶν, τοῦ Μελχισεδὲκ, οὐκ ἂν ἐκεῖνος τοῦτον εὐλόγησεν, οὐδ' ἂν οὗτος ἐκείνῳ δεκάτας ἔδωκεν. Εἶτα βουλόμενος δεῖξαι, ὅτι διὰ τοῦ Μελχισεδὲκ προῆλθεν ἂν ἐκεῖνο, ἐπήγαγε λέγων· Καὶ, ὡς ἔπος εἰπεῖν, τουτέστι σχεδὸν, διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Τί δέ ἐστι, δεδεκάτωται; Δεκάτας ἔδωκε καὶ αὐτὸς, φησὶ, τῷ Μελχισεδὲκ, ὁ μηδέπω γεννηθεὶς, διὰ τοῦ πατρὸς αὐτοῦ· Ἔτι γὰρ, φησὶν, ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς αὐτοῦ ἦν, ὅτε συνήντησεν αὐτῷ Μελχισεδέκ· διὰ τοῦτο γὰρ προλαβὼν εἶπεν, Ὡς ἔπος εἰπεῖν. Τίνος οὖν ἕνεκεν ταῦτα ἔλεγεν, ἐπάγει λέγων· Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ' αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Τί δέ ἐστιν ὃ λέγει; Εἰ τὰ πράγματα ἦν τέλεια, φησὶ, τὰ κατὰ Ἰουδαίους, καὶ μὴ σκιὰ ἦν ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ἀλλὰ τὸ πᾶν αὐτὸς κατωρθώκει, καὶ οὐκ ἔμελλεν ἑτέρῳ παραχωρεῖν, οὔτε ἡ ἱερωσύνη ἡ προτέρα ὑπεξίστασθαι, καὶ ἑτέρα ἀντεισάγεσθαι, τίνος ἕνεκεν ὁ προφήτης ἔλεγεν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ; ἔδει γὰρ εἰπεῖν, κατὰ τὴν τάξιν Ἀαρών. Διὰ τοῦτό φησιν, Εἰ μὲν οὖν ἡ τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν, τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἱερέα ἕτερον, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; Δῆλον γὰρ ἐκ τούτου, ὡς ἐκείνη μὲν τέλος ἔλαβεν ἡ ἱερωσύνη, ἑτέρα δὲ ἀντεισενήνεκται πολλῷ βελτίων καὶ ὑψηλοτέρα. Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο συνωμολόγηται, ὅτι καὶ πολιτεία ἑτέρα τῇ ἱερωσύνῃ συμβαίνουσα συνεισαχθήσεται, αὕτη ἡ ἡμετέρα δηλονότι, καὶ νομοθεσία βελτίων. Ὅπερ δὴ κατασκευάζων ὁ Παῦλος ἔλεγε, Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται, καὶ τούτων δημιουργὸς εἷς ἐστιν. Ἐπειδὴ γὰρ τὸ πλέον τῶν νομίμων περὶ τὴν τῆς ἱερωσύνης ἀκολουθίαν ἀνηλίσκετο, ἡ δὲ ἱερωσύνη ἡ προτέρα ἐξεβέβλητο, εὔδηλον ὅτι ἑτέρας ἀντεισαχθείσης, καὶ νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει. Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, Ἐφ' ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ θυσιαστηρίῳ. Πρόδηλον
receiving the priesthood have a commandment to take tithes of the people, that is, their brethren, though they have come out of the loins of Abraham. Now what he says is of this sort: The Levites, says he, who are priests among the Jews, received a commandment according to the law to take tithes from the other Jews. And yet all were from Abraham, both the Levites and the rest of the people, yet nevertheless they take tithes from their brethren. Whereas Melchizedek, whose genealogy is not traced from them (for he was not from Abraham, nor from the Levitical tribe, but from another race), has taken tithes from Abraham, that is, he received tithes from him; and not this alone, but something else as well. And what is this? That he also blessed him who had the promises, Abraham, in turn. And what, says he, is shown by this? That this man is far inferior to that one. How? Without any dispute the lesser is blessed by the better. So that if Abraham, the ancestor of the Levites, had not been inferior to Melchizedek, that one would not have blessed this man, nor would this man have given tithes to that one. Then, wishing to show that that too would have proceeded through Melchizedek, he added, saying: And, so to speak, that is, almost, through Abraham even Levi, who receives tithes, has paid tithes. Now what is, has paid tithes? Even he himself, says he, who had not yet been born, gave tithes to Melchizedek through his father; For he was still, says he, in the loins of his father when Melchizedek met him; for on this account he said beforehand, So to speak. For what sake, therefore, he spoke these things, he continues, saying: If, therefore, perfection were through the Levitical priesthood (for under it the people had received the law), what further need was there for another priest to arise according to the order of Melchizedek, and not be spoken of according to the order of Aaron? Now what is it that he says? If the affairs among the Jews were perfect, says he, and the law were not a shadow of the good things to come, but had itself accomplished the whole, and were not about to give way to another, nor were the former priesthood to withdraw and another be brought in in its stead, for what sake did the prophet say: Thou art a priest for ever, according to the order of Melchizedek? for he ought to have said, according to the order of Aaron. On this account he says, If, therefore, perfection were through the Levitical priesthood, what further need was there for another priest to arise according to the order of Melchizedek, and not be spoken of according to the order of Aaron? For it is clear from this that the former priesthood reached an end, and another far better and loftier one has been brought in in its stead. And this being confessed, that point too has been confessed together with it, that another polity also agreeing with the priesthood will be brought in together, namely this one of ours, and a better legislation. Establishing which very thing, Paul said, For when the priesthood is transferred, of necessity there takes place a transference of the law also, and the Framer of these things is One. For since the greater part of the ordinances was spent upon the observance of the priesthood, and the former priesthood had been cast out, it is quite clear that when another was brought in in its stead, a greater legislation also had to be brought in in its stead. Then, declaring concerning whom these things are said: For He of Whom these things are said, says he, has partaken of another tribe, from which no one has attended at the altar. It is manifest
Notes, col. 924

On the reading

Printed ιερωσύνην, for ἱερωσύνην.

PG 48:925Read from the page
γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησεν. Ὅταν οὖν φαίνηται ὁ Χριστὸς ἐξ ἐκείνης ὢν τῆς φυλῆς, δηλονότι τῆς Ἰούδα, καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὁ δὲ Μελχισεδὲκ πολὺ τοῦ Ἀβραὰμ σεμνότερος ὤν· πανταχόθεν συνωμολόγηται, ὅτι καὶ ἑτέρα ἀνθ' ἑτέρας εἰσάγεται ἱερωσύνη πολὺ τῆς προτέρας ὑψηλοτέρα. Εἰ γὰρ ὁ τύπος τοιοῦτος, καὶ τῆς ἱερωσύνης τῆς Ἰουδαϊκῆς λαμπρότερος ἦν, πολλῷ μᾶλλον αὐτὴ ἡ ἀλήθεια· ὅπερ οὖν κατασκευάζων ἔλεγε· Περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. Τί ἐστιν, Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου; Ὅτι τῶν προσταγμάτων αὐτοῦ οὐδὲν ἦν σαρκικόν. Οὐ γὰρ πρόβατα θύειν καὶ μόσχους ἐπέταξεν, ἀλλὰ διὰ τῆς κατὰ ψυχὴν ἀρετῆς τὸν Θεὸν θεραπεύειν· καὶ τούτων τὰ ἔπαθλα ζωὴν ἡμῖν ἔθηκε τὴν οὐδέποτε καταλυομένην. Καὶ πάλιν νεκρωθέντας ἡμᾶς ὑπὸ τῶν ἁμαρτιῶν ἐλθὼν ἀνέστησε, καὶ ἐζωοποίησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας, τὸν δὲ τῆς σαρκός. Ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθὰ, διὰ τοῦτό φησιν· Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου.
indeed, that out of Judah our Lord has sprung, as to which tribe Moses spoke nothing concerning priesthood. When, therefore, Christ appears being from that tribe, namely that of Judah, and a priest according to the order of Melchizedek, while Melchizedek is far more venerable than Abraham, from every side it has been confessed that another priesthood in place of the other is also brought in, far loftier than the former. For if the type was such, and more splendid than the Jewish priesthood, much more the truth itself; establishing which thing, therefore, he said: And it is yet more abundantly clear, if according to the likeness of Melchizedek there arises another priest, Who has been made not according to the law of a fleshly commandment, but according to the power of an indissoluble life. What is, Not according to the law of a fleshly commandment, but according to the power of an indissoluble life? Because none of His injunctions was fleshly. For He did not enjoin to sacrifice sheep and calves, but to worship God through virtue of soul; and as the prizes of these things He appointed for us the life that is never dissolved. And again, when we had been deadened by sins, He came and raised us up, and made us alive, having loosed a twofold death, that of sin and that of the flesh. Since, therefore, He came bringing us such good things, on this account he says: Not according to the law of a fleshly commandment, but according to the power of an indissoluble life.
εʹ. Ἤδη μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι. Ἀλλ' ὅμως καὶ τοῦτο αὐτὸ ῥητῶς ἐνῆν ἀποδεῖξαι, καὶ τοὺς προφήτας πάλιν παραγαγεῖν μάρτυρας λέγοντας, ὅτι καὶ ὁ νόμος μετατεθήσεται, καὶ ἡ πολιτεία ἐπὶ τὸ βέλτιον μετασχηματισθήσεται, καὶ ὅτι βασιλεὺς οὐδεὶς οὐδέποτε λοιπὸν ἀναστήσεται Ἰουδαῖος.
5. Already, therefore, this further point also has been jointly demonstrated, that when the priesthood was transferred, it was reasonable that a transference of the law also should of necessity take place. Yet nevertheless it was possible to demonstrate this very thing expressly as well, and again to bring forward the prophets as witnesses saying both that the law will be transferred, and that the polity will be transformed for the better, and that no Jewish king will ever hereafter arise.
Ἐπειδὴ δὲ τοσαῦτα χρὴ λέγειν ὅσα δυνατὸν ὑποδέχεσθαι τὸν ἀκροατὴν, καὶ μὴ πάντα ὑφ' ἓν, μηδὲ ἀθρόως, εἰς ἕτερον ἐκεῖνα ταμιευσάμενοι καιρὸν, τέως ἐνταῦθα καταλύσομεν τὸν λόγον, παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μεμνῆσθαι τῶν εἰρημένων, καὶ τοῖς ἔμπροσθεν λεχθεῖσι ταῦτα συνάψαι· καὶ ὃ πρότερον ἐδεόμεθα, τοῦτο δεησόμεθα καὶ νῦν, τοὺς ἀδελφοὺς ἀνασώσασθαι τοὺς ὑμετέρους, καὶ πολλὴν ὑπὲρ τῶν ἠμελημένων μελῶν ποιήσασθαι πρόνοιαν. Διὰ γὰρ τοῦτο τοιοῦτον ἡμεῖς ἀναδεχόμεθα πόνον, οὐχ ἵνα ἁπλῶς εἴπωμεν, οὐδ' ἵνα κρότων καὶ θορύβων ἀπολαύσωμεν, ἀλλ' ἵνα ἐπαναγάγωμεν πρὸς τὴν τῆς ἀληθείας ὁδὸν τοὺς ἀποῤῥαγέντας. Καὶ μή μοι λεγέτω τις, ὅτι Κοινὸν οὐδὲν ἔχω πρὸς ἐκεῖνον, γένοιτό μοι τὰ ἐμαυτοῦ κατορθῶσαι πράγματα. Οὐδεὶς τὸ ἑαυτοῦ κατορθῶσαι δύναται χωρὶς τῆς τοῦ πλησίον ἀγάπης καὶ σωτηρίας. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος, εἰδὼς, ὅτι τὸ ἑαυτοῦ ἐν τῷ τοῦ πλησίον κεῖται συμφέροντι. Ὑγιαίνεις σὺ, ἀλλ' ὁ ἀδελφός σου ἀσθενεῖ. Ἂν τοίνυν εὖ φρονῇς, περὶ τοῦ κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ γὰρ δύο καταβάλλοντες ὀβολοὺς, καὶ δαπανῶντες ὀλίγον
Yet since one must speak only so many things as it is possible for the hearer to receive, and not all at once, nor in a heap, having laid up those things in store for another season, for the present we shall bring our discourse to a close here, having exhorted your love to remember the things spoken, and to join these things to what was said before; and what we begged formerly, this we shall beg now also, to rescue your brethren, and to take much forethought on behalf of the neglected members. For on this account we undertake such labour, not that we may speak simply, nor that we may enjoy applause and clamour, but that we may lead back towards the way of truth those who have been torn away. And let no one say to me, I have nothing in common with that man; may it be mine to set right my own affairs! No one is able to set right his own affair apart from love and salvation of his neighbour. On this account Paul also says, Let no one seek his own good, but each that of the other, knowing that his own good lies in the advantage of his neighbour. You are in health, but your brother is weak. If, therefore, you are right-minded, you will grieve the more concerning him who is ailing, and you will imitate in this too that blessed man who says: Who is weak, and I am not weak? who is made to stumble, and I do not burn? For if, planking down two obols, and spending a little
Notes, col. 925

On the reading

Printed εʹ., for ϛʹ..

PG 48:926Read from the page
ἀργύριον εἰς πένητας, χαίρομεν· ἂν ψυχὰς σῶσαι δυνηθῶμεν, πόσην μὲν καρπωσόμεθα ἡδονήν; πόσης δὲ κατὰ τὸν αἰῶνα τόν μέλλοντα ἀπολαύσομεν τῆς ἀμοιβῆς; Καὶ γὰρ καὶ ἐνταῦθα, ὁσάκις ἂν συντύχωμεν, πολλὴν δεξόμεθα τὴν εὐφροσύνην ἀπὸ τῆς συντυχίας, τῶν κατορθωμάτων ἀναμιμνησκόμενοι τῶν κατ' αὐτοὺς, καὶ ἐπὶ τοῦ βήματος αὐτοὺς ἐκεῖ θεασάμενοι τοῦ φοβεροῦ, μεγάλης μεθέξομεν τῆς παῤῥησίας. Καὶ καθάπερ οἱ ἀδικοῦντες καὶ πλεονεκτοῦντες καὶ ἁρπάζοντες, καὶ μυρία τοῖς πλησίον διατιθέντες κακὰ, ἀπελθόντες ἐκεῖ, καὶ τοὺς ταῦτα παθόντας ἰδόντες (ὄψονται γὰρ, φησὶν, αὐτοὺς πάντως, καὶ δῆλον ἐκ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου τοῦτο), οὐδὲ ἀνοῖξαι στόμα δυνήσονται, οὐδὲ εἰπεῖν τι καὶ ἀπολογήσασθαι, ἀλλὰ αἰσχύνης πολλῆς ἐμπλησθέντες καὶ καταγνώσεως, ἀπὸ τῆς ὄψεως τῆς ἐκείνων ἐπὶ τοὺς ποταμοὺς ἀπενεχθήσονται τοῦ πυρός· οὕτως οἱ ζῶντες καὶ διδάσκοντες καὶ κατηχοῦντες, ἰδόντες τοὺς ὑπ' αὐτῶν διασωθέντας συνηγοροῦντας αὐτοῖς ἐκεῖ, πολλῆς ἐμπλησθήσονται τῆς παῤῥησίας. Καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγε, Καύχημα ὑμῶν ἐσμεν, καθάπερ καὶ ὑμεῖς ἡμῶν. Πότε, εἰπέ; Ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν ὁ Χριστὸς παραινεῖ λέγων, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Ὁρᾷς ὅτι πολλὴ παῤῥησία ἡμῖν γενήσεται ἐκ τῶν νῦν εὐεργετουμένων παρ' ἡμῶν. Εἰ δὲ, ὅπου χρημάτων δαπάνη, τοσοῦτοι οἱ στέφανοι, τοσοῦτος ὁ μισθὸς, τοσαύτη ἡ ἀμοιβή· ὅπου ψυχῆς ὠφέλεια, πῶς οὐ πολλὰ καὶ μεγάλα ἡμῖν ἔσται τὰ ἀγαθά; Εἰ γὰρ ἡ Ταβιθὰ ἐκείνη, χήρας ἐνδύσασα καὶ πενίαν διορθώσασα, ἀπὸ θανάτου πάλιν εἰς ζωὴν ἐπανῆλθε, καὶ τὰ δάκρυα τῶν εὐεργετηθέντων ψυχὴν ἀπελθοῦσαν ἐπανήγαγεν εἰς σῶμα πάλιν, οὔπω τῆς ἀναστάσεως φανείσης, τί οὐκ ἐργάσεται τῶν ἀνθρώπων ἐκείνων τὰ δάκρυα, ὅσοι ἂν ὑπὸ σοῦ διασωθῶσιν; Ὥσπερ γὰρ ταύτην περιστᾶσαι αἱ χῆραι ζῶσαν ἀπὸ νεκρᾶς ἔδειξαν, οὕτω καὶ σὲ τότε περιστάντες οἱ διασωθέντες νῦν, ποιήσουσι πολλῆς ἀπολαῦσαι φιλανθρωπίας, καὶ τοῦ τῆς γεέννης πυρὸς ἐξαρπάσουσι. Ταῦτ' οὖν εἰδότες, μὴ μέχρι τῆς παρούσης ὥρας θερμοὶ καὶ διεγηγερμένοι ὦμεν μόνον, ἀλλὰ τὸ πῦρ, ὅπερ ἔχετε νῦν, ἀνάψατε· καὶ ἐξελθόντες ἔξω, διανείμασθε τὴν σωτηρίαν τῆς πόλεως, κἂν ἀγνοῆτε, περιεργάσασθε τοὺς τὰ τοιαῦτα νοσοῦντας. Οὕτω γὰρ καὶ ἡμεῖς ὑμῖν προθυμότερον διαλεξόμεθα, διὰ τῶν ἔργων αὐτῶν μαθόντες, ὅτι οὐκ εἰς πέτραν ἐσπείραμεν, καὶ ὑμεῖς αὐτοὶ προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ἔσεσθε. Καθάπερ γὰρ ἐπὶ τῶν χρημάτων ὁ δύο κερδάνας χρυσίνους, πλείονα λαμβάνει προθυμίαν, πρὸς τὸ καὶ δέκα καὶ εἴκοσι συλλέξαι καὶ συναγαγεῖν· οὕτω καὶ ἐπὶ τῆς ἀρετῆς γίνεται, ὁ ποιήσας τι καλὸν ἔργον καὶ κατορθώσας, ἀπ' αὐτῆς τοῦ κατορθώματος τῆς ἐργασίας τινὰ παράκλησιν λαμβάνει καὶ παραίνεσιν, ὥστε καὶ ἑτέρων ἅψασθαι. Ἵν' οὖν καὶ τοὺς ἀδελφοὺς διασώσωμεν, καὶ ἑαυτοῖς συγγνώμην ἐπὶ τοῖς ἡμαρτημένοις, μᾶλλον δὲ παῤῥησίαν πολλὴν προαποθώμεθα, καὶ πρὸ τῶν ἄλλων ἁπάντων τὸ ὄνομα τοῦ Θεοῦ δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος τοὺς
silver upon poor men, we rejoice; if we should be able to save souls, how great a pleasure shall we reap? and how great a recompense shall we enjoy in the age to come? For indeed here also, as often as we meet them, we shall receive great gladness from the meeting, calling to mind the good deeds done in their case, and beholding them there at the dread judgement-seat, we shall partake of great boldness. And just as those who wrong and defraud and plunder, and inflict ten thousand evils upon their neighbours, having departed thither, and having seen those who suffered these things (for they will assuredly see them, says he, and this is clear from that rich man and Lazarus), will not even be able to open their mouth, nor to say anything and make a defence, but filled with much shame and condemnation, from the sight of those men will be carried off to the rivers of fire; so those who live and teach and instruct, having seen those who were preserved by them pleading for them there, will be filled with much boldness. And declaring this, Paul said, We are your boast, just as you also are ours. When, tell me? In the day of our Lord Jesus Christ. And again Christ exhorts, saying, Make for yourselves friends out of the mammon of unrighteousness, that when you fail, they may receive you into their eternal tabernacles. You see that much boldness will accrue to us from those who are now benefited by us. And if, where there is outlay of money, so many are the crowns, so great the reward, so great the recompense; where there is profit of soul, how shall there not be many and great good things for us? For if that Tabitha, having clothed widows and relieved poverty, returned from death back to life, and the tears of those who had received benefits brought a departed soul back into its body again, when the resurrection had not yet appeared, what will the tears of those men not accomplish, as many as may be preserved by you? For just as the widows standing round her showed her alive from the dead, so also those who are preserved now, standing round you then, will cause you to enjoy much loving-kindness, and will snatch you from the fire of Gehenna. Knowing these things, therefore, let us not be fervent and awakened merely up to the present hour, but kindle the fire which you now have; and going forth outside, distribute among yourselves the salvation of the city, and even if you do not know them, busy yourselves to seek out those who are sick with such maladies. For thus both we shall discourse to you more eagerly, having learned through their very works that we did not sow upon rock, and you yourselves will be more eager concerning the practice of virtue. For just as in the case of money he who has gained two gold pieces receives greater eagerness towards collecting and gathering both ten and twenty; so also it happens in the case of virtue: he who has done some good work and succeeded receives from the very performance of the good deed a certain encouragement and exhortation so as to lay hold of others as well. In order, therefore, that we may both preserve our brethren, and store up beforehand for ourselves pardon for our sins, or rather much boldness, and before all other things prepare for the name of God to be glorified, going forth with wives and children and household servants upon this catch and chase, let us pluck out of the snare of the devil those
Notes, col. 926

On the reading

Printed τόν μέλλοντα, for τὸν μέλλοντα.